Δόξειεν ἄν τις τὴν αὐτὴν εἶναι παραβολὴν τῇ παρὰ τῷ Ματθαίῳ, ἐν ᾗ βασιλεύς ἐστι γάμους ποιῶν τῷ υἱῷ αὐτοῦ, καὶ δούλους ἀποστέλλων καλέσαι τοὺς κεκλημένους. Ὁ δὲ μὴ παρέργως προσέχων τῇ ἀναγνώσει εὕροι ἂν ἐπιστήσας τὸν νοῦν παντάπασιν ἠλλοτριωμένην ταύτην ἐκείνης. Ἡ μὲν γὰρ παρὰ τῷ Ματθαίῳ πρῶτον ἁπάντων τῇ βασιλείᾳ τῶν οὐρανῶν παρέβαλε τὰ λεγόμενα· τοῦτο δ' ἐνταῦθα οὐ λέλεκται. Κἀκεῖ μὲν ἀφωμοίου τὸν κλήτορα βασιλεῖ, ἐνταῦθα δὲ ψιλὸν ἄνθρωπον εἰσάγει· κἀκεῖ μὲν γάμους τῷ υἱῷ ὁ βασιλεὺς ἐτέλει, ἐνταῦθα δὲ ἁπλῶς δεῖπνον· κἀκεῖ μὲν πολλοὶ ἀποστέλλονται, ἐνταῦθα δὲ εἷς μόνος ἐπὶ τὴν κλῆσιν ἐκπέμπεται· κἀκεῖ οἱ μὲν ἀμελήσαντες οὐκ ἀπήντων, οἱ δὲ λοιποὶ καὶ τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν· ἐνταῦθα δὲ μόνον σκήπτονται ἀσχολίαν, παραιτούμενοι τὴν κλῆσιν· ἐκεῖ πάλιν ὁ βασιλεὺς στράτευμα κινεῖ κατὰ τῶν ἀνῃρηκότων τοὺς αὐτοῦ δούλους· ἐνταῦθα δὲ ὁ ἄνθρωπος ὀργισθεὶς ἐπὶ τῇ παραιτήσει τῶν κεκλημένων, οὐδὲν μὲν τοιοῦτον ποιεῖ, τῷ δ' ἑαυτοῦ δούλῳ προστάττει πτωχοὺς καὶ ἀναπήρους καὶ τυφλοὺς εἰσαγαγεῖν. Ὁ δὲ ἐπὶ τοὺς γάμους τοῦ υἱοῦ συγκαλῶν βασιλεὺς, δούλοις πλείοσιν ὑπερέταις χρώμενος, οὐ πτωχοὺς καὶ ἀναπήρους, ἀλλ' οὐδὲ τυφλοὺς καὶ χωλοὺς εἰσάγει· ἐπειδὴ μηδ' ἔπρεπεν ἐπικλήσει γάμου βασιλικοῦ τοιούτους παρεῖναι· κληθέντων δὲ πολλῶν, τὸν ἀνάξια γάμου ἐνδεδυμένον ὁ βασιλεὺς τιμωρεῖται. Τὸ δὲ πάντων κεφαλαιωδέστατον, ὅτι ἡ μὲν παρὰ τῷ Ματθαίῳ παραβολὴ ἔνδον ἐν τῷ ἱερῷ λέλεκτο, πρὸς τοὺς ἀρχιερέας καὶ πρεσβυτέρους τοῦ λαοῦ διαλεγομένου τοῦ Σωτῆρος· ἡ δὲ παρὰ τῷ Λουκᾷ ἐπὶ τῆς Γαλιλαίας ἐν οἰκίᾳ τινὸς ἄρχοντος Φαρισαίου ψιλὸν δεῖπνον κατασκευάζει, ἑστιωμένου παρ' αὐτῷ τοῦ Σωτῆρος. Προλέγει γοῦν τῆς προκειμένης παραβολῆς ὁ Λουκᾶς ταῦτα· ὅτι εἰσῆλθεν εἰς οἶκόν τινος Φαρισαίου ἑστιαθῆναι ἐν Σαββάτῳ· οἱ δὲ παρετηροῦντο αὐτόν. Εἶτα διελθὼν, ὡς ὑδρωπικὸν ἐθεράπευσε, καὶ ὡς ἐδίδαξε μὴ τὰς πρωτοκλισίας ἐν τοῖς δείπνοις μεταδιώκειν, μηδὲ καλεῖν τοὺς ἀντικαλέσοντας, ἀλλὰ τοὺς ἀντιδοῦναι μὴ δυναμένους, ἐπιφέρει, ὅτι ἀκούσας τις τῶν συνανακειμένων ταῦτα εἶπε, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ! Ὁ δὲ εἶπεν αὐτῷ· Ἄνθρωπός τις ἐποίησε δεῖπνον μέγα. Οὕτω δ' ὁ Λουκᾶς τὴν προτεθεῖσαν παραβολὴν ἀνέγραψεν εἰρῆσθαι ὑπὸ τοῦ Σωτῆρος πρὸς τὸν εἰρηκότα, Μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ· ὥστε ἐξ ἅπαντος ὁμολογεῖν ἑτέραν εἶναι ταύτην παρὰ τὴν πρώτην. Ἐπεὶ δὲ οὐκ ἀλλοτρία τυγχάνει οὐδ' αὕτη τῆς βασιλείας τῶν οὐρανῶν, περὶ ἧς ἡμῖν ὁ πᾶς ἐνέστηκε λόγος, ἴδωμεν τί βούλεται καὶ τὰ διὰ ταύτην δηλούμενα. Τῶν συνα-
Someone might suppose this parable to be the same as the one in Matthew, in which there is a king making a marriage feast for his son, and sending forth servants to summon those who had been invited. Yet he who attends not cursorily to the reading would find, upon applying his mind, that this parable is altogether distinct from that one. For the parable in Matthew first of all compared the things spoken to the kingdom of the heavens; whereas here this is not said. And there He likened the summoner to a king, whereas here He introduces a mere man; and there the king was celebrating a marriage feast for his son, whereas here it is simply a supper; and there many are sent forth, whereas here one alone is sent out for the invitation; and there some, having paid no heed, did not come to meet it, while the rest even insulted and killed the servants, whereas here they merely allege occupation as a pretext, asking to be excused from the invitation; there again the king sets an army in motion against those who had slain his servants, whereas here the man, enraged at the refusal of those invited, does nothing of the sort, but orders his own servant to bring in the poor and maimed and blind. Whereas the king who summons to the marriage feast of his son, employing several servants as ministers, brings in neither the poor and maimed, nor yet the blind and lame, since it was not even fitting at an invitation to a royal marriage feast for such persons to be present; and when many have been invited, the king punishes the man clothed unworthily of a marriage feast. And the most capital point of all is that the parable in Matthew had been spoken inside the temple, while the Saviour was conversing with the chief priests and elders of the people; whereas the one in Luke prepares a simple supper in Galilee in the house of a certain ruler, a Pharisee, while the Saviour was feasting at his house. Accordingly, Luke prefaces the parable before us with these words: that He went into the house of a certain Pharisee to feast on a Sabbath, and they were watching Him closely. Next, having recounted how He healed a man with dropsy, and how He taught them not to pursue the chief places at suppers, nor to invite those who will invite them back, but those unable to repay, he adds that one of those reclining together at table, having heard these things, said, "Blessed is whoever shall eat bread in the kingdom of God!" And He said to him: "A certain man made a great supper." And thus Luke recorded that the parable set forth was spoken by the Saviour to him who had said, "Blessed is whoever shall eat bread in the kingdom of God"; so that one must altogether acknowledge this parable to be another beside the former. Yet since neither is this one foreign to the kingdom of the heavens, concerning which our whole present discourse stands, let us see what the things signified through this one also mean. One of those recli-