PG 24:592Read from the pageΚαλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς.
And having called ten servants of His, He gave them ten minas.
Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν παραδοὺς, ἴσην τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πραγματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθητῶν κατηγγελμένον. Ἀλλ' ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγματεία λαμπρὰ, ὁ τ' ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγενὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰσάγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμένους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ' ἡμᾶς. Ἀλλ' οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κά-
He signified, therefore, through those who received the minas His own disciples, to whom handing over one mina apiece, and entrusting an equal and like stewardship to all, He gave command to do business until He should return from His long journey abroad. And the business was none other than the proclamation concerning His kingdom announced to all men by these same disciples of His. Yet this was one thing, since there is also one teaching of all, and one faith, and one baptism, and the same word; wherefore the mina also is one, while their labour proved varied, and their trading splendid, and the gain therefrom rich. And these were the things for the sake of which the nobleman set out on the long journey. Whence it was said to Him by the Father: Sit Thou at My right hand, until I make Thine enemies the footstool of Thy feet. And what enemies, if anyone wishing to learn should inquire, the word through the parable will teach, introducing fellow citizens of the King hating Him and refusing His rule, and saying with bare head and unbridled mouth: We do not wish this man to reign over us. Yet while they, even though being citizens, denied the King, He hears from the Father: Sit
Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶτοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναντίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν· δι' ὧν προβάλλεσθαι εἰώθασι κατ' αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐτοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. Διὸ δὴ οὐ μόνον τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως. Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρόμενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δικαιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν
And since His enemy citizens became deniers of His kingdom, reasonably He said to them: The kingdom of God shall be taken away from you, and shall be given to a nation producing its fruits. And what sort of nation it was that was worthy of the kingdom, He Who spoke made clear: Ask of Me, and I will give Thee the nations as Thine inheritance. And He signified as enemy citizens of His none other than the nation of the Jews, who indeed, having been deemed worthy first of the grace of the Saviour, repaid Him with the opposite. Wherefore concerning them He said prophetically: They repaid Me evil things; instead of loving Me, they slandered Me, and fought against Me without cause, and spoke against Me with a deceitful tongue, and encircled Me with words of hatred—through the blasphemous words which they are accustomed to hurl forth against Him, both cursing Him, and all but saying by their very deeds: We do not wish this man to become king over us. Wherefore indeed not only will they be deprived of the kingdom, but they will also suffer the wages of their own impiety. And He called them citizens through the parable, inasmuch as they sprang from the same kinship as He; since He Himself also sprang from the same forefathers according to His incarnate birth, and since He shared like them in the polity under the law. These things, therefore, would be illustrative of His first arrival. And after the Saviour taught these things in this manner, accordingly He set forth His glorious and royal return, testifying what sort of righteous judgement He will then execute over all; for to those who well and faithfully multiplied the mina
PG 24:593Read from the pageπολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ' ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπό-
rendering the fitting reward, He will grant to rule with Him and reign with Him; whereas upon him who through sloth and carelessness neglected the Mas-
Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
Be in authority over ten cities.
Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυχῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπαξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ' ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐτοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δι' αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανηρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ' ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σωτήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι' ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται ὁ δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ' ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ' ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τάπίχειρα τῆς πονηρίας ἐποίσει. — Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων.
For these are kingdoms, fitting promotions, bestowing governments of men and leaderships over souls as yet more imperfect upon those who have given proof in a small matter, worthily of the business they conducted during their first life. And you may learn the genuineness of the aforesaid servants, and the faithfulness of their trading, taking it from their very deeds: how into all the earth their voice went out, and to the ends of the habitable world their words. For through those very disciples of the Saviour, and through those after these things who took up the like zeal to theirs, the Church set apart for God out of all the nations in a short time filled the entire habitable world. And in another manner also those entrusted with the saving evangelical word will perform their labour, fulfilling the teachings of the word through deeds and actions, and a godly life and conduct. Of whom those who have laboured in diverse ways the righteous Judge will requite with diverse honours, about to render to each the fitting reward in good things; whereas upon the wicked and slothful servant who hid the words and bound them up beside himself, and wrought nothing, He will inflict the wages of his wickedness. — Being over ten or five cities declares a certain rule and authority to be given to the saints over those who are inferior and in need of being guided aright.
Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι' ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ' αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.
Such, then, is the distinction He will make among His attendants; whereas of those who were not deemed worthy of the same service, though they had otherwise been His citizens, yet enrolled themselves in the rank of enemies and haters of Him, and sent an embassy renouncing His kingdom, what sort of end there will be He set forth through the words in which He foretold that when the King returned at His second and royal manifestation, He would pronounce a fearful sentence against them, which declared: Nevertheless those enemies of Mine, who did not wish Me to become king over them, bring here, and slaughter before Me.
Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;
By what authority do you do these things?
Αὐτὸς μὲν ἔργα θεϊκῆς δυνάμεως ἐπιτελῶν, τεραστίας καὶ παραδόξους πράξεις ἐνεδείκνυτο, ἐδίδασκέ τε οὐράνια μαθήματα· οἱ δ' ἀποθαυμάζειν δέον, γνωρίζειν τε ἐκ τῶν λόγων καὶ τῶν πράξεων, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ ὑπὸ τῶν προφητῶν κεκηρυγμένος, τοῦτο μὲν οὐκ ἔπραττον, ἐπ' ἀνατροπῇ δὲ τοῦ πλήθους ἐπιστάντες ἀθρόως, ἐπετίμων πυνθανόμενοι ἐν ποίᾳ ἐξουσίᾳ εἴη ταῦτα ποιῶν, καὶ παρὰ τίνος εἰλήφει τὴν τοῦ τὰ τοιάδε πράττειν ἀδεῶς ἐξουσίαν.
He Himself, accomplishing works of divine power, was displaying portentous and marvellous deeds, and was teaching heavenly lessons; whereas they, though they ought to have marvelled, and to have recognized from His words and deeds that He was indeed the Christ proclaimed by the prophets, did not do this, but coming up all at once to subvert the multitude, rebuked Him, inquiring by what authority He was doing these things, and from whom He had received the authority to do such things fearlessly.
Ἐρωτήσω ὑμᾶς κἀγὼ, κ. τ. λ.
I also will ask you, etc.
Ἀνεξικάκως καὶ πράως αὐτοὺς δεξάμενος ὁ Κύ-
Forbearingly and meekly receiving them, the Lord
Notes, col. 593
On the reading
Printed τάπίχειρα, for τἀπίχειρα.
PG 24:596Read from the pageριος ἀνερωτᾷ περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ, οὐ πόθεν εἴη αὐτὸς, ἀλλὰ πόθεν τὸν τοῦ βαπτίσματος νόμον εἰλήφοι. Τὸ μὲν γὰρ αὐτὸν περὶ ἑαυτοῦ μαρτυρεῖν ἐπαχθὲς ἡγεῖτο καὶ περιαυτολόγον· τὸ δ' ἐπὶ Ἰωάννην ἀναπέμπειν λεληθυῖαν τὴν περὶ ἑαυτοῦ διδασκαλίαν περιεῖχεν· ὡμολόγητο γὰρ παρὰ παντὶ τῷ λαῷ Ἰωάννης ἐξ οὐρανῶν ὡρμημένος. Οὗτος δὲ αὐτὸς ἐμαρτύρει τῷ Σωτῆρι πόθεν εἴη τὴν ἐξουσίαν εἰληφώς. Ὡς γὰρ ἀπήγγελλον αὐτῷ τινες, ὅτι Ἰησοῦς βαπτίζει, ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐ δύναται ἄνθρωπος λάμβάνειν ἀφ' ἑαυτοῦ οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ ἄνωθεν. Αὐτοὶ ὑμεῖς μαρτυρεῖτέ μοι, ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου· καὶ πάλιν· Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ αὖθις· Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον. Οὐκοῦν ἀπὸ τῆς Ἰωάννου περὶ αὐτοῦ μαρτυρίας δῆλος ἦν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ἔπραττεν ὁ Σωτὴρ, καὶ τίς αὐτῷ δεδώκει τὴν τοιαύτην ἐξουσίαν.
asks in turn concerning John the Baptist, not whence he himself was, but whence he had received the ordinance of baptism. For that He Himself should bear witness concerning Himself He accounted burdensome and boastful; whereas referring them to John contained an unobtrusive teaching concerning Himself; for among all the people John was acknowledged to have set forth from heaven. And this very man bore witness to the Saviour as to whence He had received His authority. For when certain persons reported to him that Jesus was baptizing, answering he said to them: A man cannot receive anything of himself, unless it has been given to him from heaven above. You yourselves bear me witness that I said: I am not the Christ, but that I have been sent before Him; and again: He Who comes from above is above all; and once more: The Father loves the Son, and has given all things into His hand. He who believes in the Son has eternal life. Accordingly, from John's testimony concerning Him it was plain by what authority the Saviour was doing these things, and Who had given Him such authority.
Ἔσται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις.
There shall be signs in sun and moon, and stars.
Τηνικαῦτα γὰρ τῆς συντελείας τοῦ θνητοῦ βίου γενομένης, παρελθόντος τε τοῦ σχήματος τοῦ κόσμου τούτου κατὰ τὸν Ἀπόστολον, νέος αἰὼν διαλήψεται. Ἀντὶ γὰρ πάντων τῶν αἰσθητῶν φωστήρων τῶν πρὶν φωτιζόντων τὸν πρὸ τούτου αἰῶνα ἐπιλάμψει λοιπὸν αὐτὸς καὶ ἐπιφανήσεται ὁ Σωτὴρ ἡμῶν, ἀρχηγὸς καὶ φωστὴρ, καὶ βασιλεὺς τοῦ νέου αἰῶνος καταστησόμενος. Τοσαύτη δέ τις ἔσται ἡ τῆς θεότητος αὐτοῦ δύναμις, καὶ ἡ ἀνυπέρβλητος αὐτοῦ δόξα, ὡς τὸν νῦν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς
For at that time, when the consummation of mortal life takes place, and the form of this world passes away according to the Apostle, a new age will succeed. For in place of all the perceptible luminaries that formerly illuminated the age before this, our Saviour Himself will thereafter shine forth and appear, to be established as Author and Luminary, and King of the new age. And so great will be the power of His divinity, and His unsurpassable glory, that the present sun and the moon and the
Τῶν ὑπερχομένων τῇ οἰκουμένῃ.
Of the things coming upon the habitable world.
Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τοῦ γὰρ Υἱοῦ τοῦ Θεοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς ἐπιστησομένου, καὶ τὴν ἄθεον καὶ μεγάλαυχον τυραννίδα τοῦ υἱοῦ τῆς ἀπωλείας καταργεῖν μέλλοντος τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, ἀναλίσκειν τε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, τῶν τε ἐπουρανίων πνευμάτων καὶ τῶν θείων καὶ ἀγγελικῶν λειτουργῶν τοῦ Θεοῦ τὸν Υἱὸν ταῦ Θεοῦ δορυφορούντων καὶ σὺν αὐτῷ παρεσομένων, αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· ὡς τότε πληροῦσθαι τό· Ἄρατε πύλας, ο⟨ἱ⟩ ἄρχοκτες, ὑμῶν, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. Ποῦ δὲ εἰσελεύσεται ἢ εἰς τὸν νέον αἰῶνα καὶ τὴν καινὴν οἰκουμένην; Καὶ δὴ τῶν δυνάμεων τῶν ἀφανῶν καὶ ἀσωμάτων, δι' ὧν ὁ σύμπας οὐρανὸς διοικεῖται, τῆς ἐξ αἰῶνος στάσεως παρακινηθεισῶν, καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἥλιός τε καὶ σελήνη, καὶ ἀστέρες παρελεύσονται, ἀνοιγομένου τοῦ οὐρανοῦ, καὶ τῶν ἐξ αἰῶνος κεκλεισμένων αὐτοῦ πυλῶν αναπεταννυμένων, ὡς ἂν ὀφθεῖεν τὰ ὑπουράνια, καὶ ἡ ἐξ αἰῶνος τοῦ Θεοῦ βασιλεία φανηθείη τοῖς πᾶσιν· ἣν
And what the things coming on are, He explains by subjoining: For the powers of the heavens shall be shaken. For when the Son of God is about to come with great power and glory, and is about to abolish the godless and boastful tyranny of the son of perdition by the manifestation of His coming, and to consume him with the breath of His mouth, while the heavenly spirits and the divine and angelic ministers of God escort the Son of God as bodyguards and are present with Him, the powers of the heavens shall be shaken; so that then will be fulfilled the saying: Lift up your gates, you rulers, and the King of glory shall enter in. And where will He enter in except into the new age and the new habitable world? And indeed when the unseen and bodiless powers, through which the entire heaven is governed, have been moved aside from their age-old station, the entire heaven itself, sun and moon, and stars shall pass away, as heaven is opened, and its gates shut from of old are thrown wide open, so that the things above the heavens may be seen, and the everlasting kingdom of God may appear to all; which
Notes, col. 596
On the reading
Printed λάμβάνειν, for λαμβάνειν.
Printed ὑπερχομένων, for ἐπερχομένων.
Printed ἄρχοκτες, for ἄρχοντες.
Printed αναπεταννυμένων, for ἀναπεταννυμένων.
Printed ὑπουράνια, for ὑπερουράνια.
PG 24:597Read from the pageδὴ καὶ προσεύχεσθαι ᾗ τάχος ἐπιστῆναι, αὐτὸς ὁ Σωτηρ ἐδίδαξε, λέγειν ἐν τῇ προσευχῇ παρακελευόμενος· Ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· οὕτω τε τῶν φθαρτῶν καὶ σωματικῶν παρελθόντων, τὰ νοητὰ καὶ οὐράνια ἐπιστήσεται· ὅτε καὶ ἡ ἀσάλευτος βασιλεία τοῦ μηκέτι παρελευσομένου αἰῶνος καθηγήσεται, καινός τε καὶ νέος οὐρανὸς, γῆ τε καινὴ συστήσεται κατὰ τὸν φήσαντα προφήτην· Ἔσται οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ ποιῶ μένειν ἐνώπιόν μου, λέγει Κύριος.
indeed also to pray that it may come upon us as swiftly as possible, the Saviour Himself taught, exhorting us to say in prayer: Let Thy kingdom come, let Thy will be done, as in heaven, also upon the earth; and thus, when the corruptible and bodily things have passed away, the intelligible and heavenly things shall come in their place; when also the unshaken kingdom of the age that shall no longer pass away shall take the lead, and a new and fresh heaven, and a new earth shall be established according to the prophet who declared: There shall be a new heaven and the earth new, which I make to remain before Me, says the Lord.
Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
For the powers of the heavens shall be shaken.
Αἱ τὸν πρότερον αἰῶνα διακονησάμεναι δυνάμεις ἐν τῇ συστάσει τοῦ προτέρου κόσμου, τοῖς τε αἰσθητοῖς μέρεσι τοῦ παντὸς ἐπιστατήσασαι, τότε δὴ σαλευθήσονται, ὡς ἂν κρείττονος τύχοιεν στάσεως. Τέως μὲν γὰρ δουλεύουσι φθαρτοῖς σώμασι διακονούμεναι, κατὰ δὲ τὸν νέον αἰῶνα ἐλευθερωθήσονται καὶ αὐταὶ ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἐπὶ μὲν γὰρ τοῦ παρόντος στενάζει ἡ κτίσις τῇ φθορᾷ τῶν αἰσθητῶν σωμάτων δουλεύουσα, καὶ τὴν οἰκείαν στάσιν φυλάττουσα, ἐν ᾗ κατέστησεν αὐτὴν ὁ τοῦ παντὸς Κύριος· τότε δὲ, κατὰ τὴν σωτήριον θεοφάνειαν ἐλευθερωθεῖσα τῆς νῦν στάσεως, ἐπὶ τὰ κρείττω μεταβήσεται.
The powers that ministered during the former age in the constitution of the former world, and presided over the perceptible parts of the universe, shall at that time indeed be shaken, so that they may obtain a better station. For hitherto they serve by ministering to corruptible bodies, but in the new age they too shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God. For at the present time the creation groans, serving the corruption of perceptible bodies, and keeping its own station, in which the Lord of the universe appointed it; but then, set free from its present station at the saving theophany, it shall pass over to better things.
Ἀρχομένων δὲ τούτων γίνεσθαι, ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν.
But when these things begin to come to pass, look up and lift up your heads.
Λέγει δὲ ταῦτα πρὸς τοὺς μαθητὰς, οὐχ ὡς μέλλοντας αὐτοὺς ζήσεσθαι, καὶ παραμένειν τῷ βίῳ μέχρι τῆς συντελείας, ἀλλ' ὡς ἑνὸς ὄντος σώματος αὐτῶν τε καὶ ἡμῶν, τῶν τε μετὰ ταῦτα μέχρι τῆς συντελείας εἰς αὐτὸν πεπιστευκότων, καὶ δι' αὐτὸν κατὰ τὸν παρόντα βίον τεταπεινωμένων. Τότε γοῦν ἀπολαβόντες τὰς ἐπαγγελίας ἐφ' αἷς ἠλπίζομεν, ἀνακύψομεν οἱ τότε συγκεκυφότες, καὶ ἐπαροῦμεν τὰς κεφαλὰς ἡμῶν οἱ πάλαι τεταπεινωμένοι. Ἡ γὰρ ἀπολύτρωσις ἡμῶν ἡ προσδοκωμένη αὐτὴ ἐκείνη ἔσται, ἣν καὶ ἡ πᾶσα κτίσις προσδοκᾷ κατὰ τὴν ἀποστολικὴν διδασκαλίαν, ἣν καὶ Παῦλος ἀπεκδεχόμενος στενάζει ταῖς σωτηρίοις φωναῖς δουλεύων. Πότε δὲ ἐγγίζει ἡ ἀπολύτρωσις, ἀκριβῶς ἐδίδαξεν εἰπὼν, ὅτι τούτων ἀρχομένων γίνεσθαι. Μὴ γὰρ ἀρχομένων, ἀλλ' ἤδη εἰς ἔργα χωρούντων τῶν λεγομένων, οὐκέτι ἐγγίζειν εἰκὸς τὴν ἀπολύτρωσιν, ἀλλ' ἔργοις ἐπιτελεῖσθαι. Ὁ δὲ θεῖος Ἀπόστολος καὶ ὅλης αὐτῆς τῆς κτίσεως ἀπολύτρωσιν καὶ ἐλευθερίαν τότε γενήσεσθαι διδάσκει, διὰ τὸν μέλλοντα καὶ αὐτῆς γίνεσθαι ἐπὶ τὸ κρεῖττον μετασχηματισμόν. Διό φησι· Καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ἀφθάρτων γὰρ ἁπάντων καὶ ἀθανάτων τῶν τέκνων τοῦ Θεοῦ τὸν νέον οἰκησάντων αἰῶνα, ἐχρῆν δήπου καὶ τὴν κτίσιν αὐτὴν τὴν νῦν τῇ φθαρτῇ φύσει δουλεύουσαν, εἰς ἄφθαρτον οὐσίαν μεταβαλεῖν, τῆς παρούσης καταστάσεως ἐλευθερωθεῖσαν. Εὐκαίρως μέντοι τῷ· Καὶ τότε ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρ-
Now He says these things to the disciples, not as though they themselves were going to live and remain in life until the consummation, but inasmuch as there is one body both of them and of us, and of those after these things who until the consummation have believed in Him, and for His sake have been humbled during the present life. Then, therefore, having received the promises in which we hoped, we who until then were bowed down shall look up, and we who of old were humbled shall lift up our heads. For our awaited redemption shall be that very one which the whole creation also awaits according to the apostolic teaching, waiting eagerly for which Paul too groans, serving the saving utterances. And when the redemption draws near, He taught accurately by saying, when these things begin to come to pass. For when the things spoken of are not beginning, but already advancing into deeds, it is reasonable that the redemption is no longer drawing near, but being accomplished in deeds. And the divine Apostle teaches that then there will also be redemption and freedom of the whole creation itself, on account of its future transformation for the better as well. Wherefore he says: And the creation itself shall be set free from the bondage of corruption into the freedom of the glory of the children of God. For since all the children of God, incorruptible and immortal, will inhabit the new age, it was surely necessary that the creation itself also, which now serves the corruptible nature, should change into an incorruptible substance, set free from its present state. Seasonably, however, to the saying: And then they shall see the Son of man
Notes, col. 597
On the reading
Printed Σωτηρ, for Σωτὴρ.
PG 24:600Read from the pageχόμενον ἐν νεφέλῃ μετὰ δόξης, παραθήσεις τὴν τοῦ Δανιὴλ προφητείαν, δι' ἧς καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου, καὶ ἡ νεφέλη, καὶ ἡ τῷ τοῦ ἀνθρώπου δοθησομένη βασιλεία ἐθεωρεῖτο. Ἀλλὰ τότε μὲν εἷς προφήτης θείῳ Πνεύματι θεοφορούμενος τὸ μέλλον ἔσεσθαι ἐθεᾶτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν πάντες, ὥς φησιν ὁ Σωτὴρ, αὐτὸν ὄψονται ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως πολλῆς ζωοποιητικῆς καὶ φω-
coming in a cloud with glory, you will set beside it the prophecy of Daniel, through which both the Son of man, and the cloud, and the kingdom to be given to the [Son] of man were beheld. Yet at that time indeed a single prophet, borne along by the divine Spirit, beheld what was going to be; whereas at the time of the consummation all, as the Saviour says, shall see Him coming in a cloud with much life-giving power and
Πότε δὲ ταῦτα ἔσται; Ὅταν πληρωθῶσι καιροὶ ἐθνῶν. Περαιωθείσης γὰρ τῆς ὡρισμένης τοῖς ἔθνεσι προθεσμίας, ἔσται σημεῖα τῆς τοῦ κόσμου συντελείας. Ποταπὰ δὲ σημεῖα, τῷ Ματθαίῳ ὁ Λουκᾶς παρεχώρησεν ἐξειπεῖν. Ἐχρῆν γὰρ, μέλλοντος τοῦ μεγάλου φωστῆρος, αὐτοῦ δὲ τοῦ Θεοῦ Λόγου μετὰ δυνάμεως καὶ δόξης πολλῆς τὴν δευτέραν αὐτοῦ ποιεῖσθαι παρουσίαν ὑποστέλλεσθαι καὶ ὑπαναχωρεῖν τὸν ἥλιον καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἵνα ἀντὶ πάντων αὐτὸς ὁ Υἱὸς τοῦ ἀνθρώπου καταλάμψας φωτίσῃ τὸν νέον αἰῶνα, τοῦ προτέρου σχήματος τοῦ κόσμου παρελθόντος κατὰ τὴν ἀποστολικὴν μαρτυρίαν, ἥ φησι· Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου· ἐπειδὰν οὖν τοῦτο παρέλθοι τὸ σχῆμα, συμπαρελεύσεται αὐτῷ καὶ ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες. Σκοτισθήσεται δὲ ὁ ἥλιος τότε, οὐχ ὥστε στερηθῆναι τοῦ οἰκείου φωτὸς, ἀλλὰ παραθέσει τοῦ κρείττονος ἀμαυρούμενος· ἀμοιβῆς γοῦν τῶν αὐτοῦ καμάτων καὶ αὐτὸς τεύξεται, ἑπταπλασίων γενησόμενος· ἥ τε σελήνη καὶ αὐτὴ ἔσται ὡς ὁ ἥλιος· καὶ οἱ ἀστέρες δὲ τῆς ὁμοίας τεύξονται ἐπὶ τὸ κρεῖττον μεταβολῆς. Ἀργήσει δὲ τότε ὁ ἥλιος καὶ ἡ σελήνη· ἀλλ' οὐδὲ ἄστρων τις ἔσται τότε χρεία, νυκτὸς μὴ οὔσης· ἀναπαύσονται δὲ καὶ αὐτοὶ ἐλευθερωθέντες σὺν τῷ οὐρανῷ· οὕτω τε ὁ νέος αἰὼν ἀνήλιος ἔσται καὶ ἀσέληνος, καὶ ἄναστρος, ἡμέρας τοῦ ἡμετέρου φωτὸς τὰς ἁγίας καταυγαζούσης ψυχάς.
And when shall these things be? When the times of the Gentiles are fulfilled. For when the appointed term determined for the Gentiles has been completed, there shall be signs of the consummation of the world. And of what sort these signs are, Luke yielded to Matthew to recount. For it was necessary, when the great luminary, even God the Word Himself, is about to make His second coming with power and much glory, that the sun and the moon and the stars should shrink back and withdraw, so that in place of them all the Son of man Himself, shining forth, may illuminate the new age, the former fashion of the world having passed away according to the apostolic testimony, which says: For the fashion of this world is passing away; whenever therefore this fashion should pass away, there shall pass away together with it both the sun and the moon, and the stars. And the sun shall be darkened at that time, not so as to be deprived of its own light, but dimmed by comparison with the better [light]; at any rate it too shall obtain a recompense for its labours, becoming sevenfold; and the moon itself also shall be as the sun; and the stars too shall obtain the like change for the better. Yet at that time the sun and the moon shall be idle; nor indeed shall there then be any need of stars, since there is no night; and they too shall rest, having been set free together with the heaven; and thus the new age shall be sunless and moonless and starless, as the day of our Light shines brightly upon the holy souls.
Τίνα γε μὴν τὰ ἐπερχόμενα τῇ οἰκουμένῃ μετὰ τὸ τοὺς φωστῆρας σκοτισθῆναι, καὶ διὰ τί, καὶ πόθεν ἡ συνοχὴ τῶν ἐθνῶν ἔσται, παρίστησιν ἑξῆς λέγων· Ἐν ἀπορίᾳ ἠχούσης θαλάσσης καὶ σάλου ἀποψυχόντων ἀνθρώπων. Καί μοι δοκεῖ τῆς τότε γενησομένης τοῦ παντὸς τροπῆς τὴν ἀρχὴν ἔσεσθαι διδάσκειν ἀπὸ ἐκλείψεως τῆς ὑγρᾶς οὐσίας. Ταύτης γὰρ πρώτης ἀναποθείσης ἢ ἀποπαγείσης, ὡς μηκέτ' ἦχον θαλάσσης ἀκούσεσθαι, μηδὲ τὸν τῶν κυμάτων αὐτῆς σάλον γίνεσθαι δι' αὐχμὸν ὑπερβάλλοντα, τὰ λοιπὰ μέρη τοῦ κόσμου μηκέτι τῆς συνήθους μεταλαμβάνοντα ἀναθυμιάσεως ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπεμπομένης, τροπὴν καὶ μεταβολὴν πείσεται· ὡς ἐκ τούτου γενήσεται σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, καὶ ἄστροις. Ἀνακλήσεώς τε γὰρ τοῦ παντὸς γενομένης, καὶ συντελείας τοῦ κόσμου, καὶ παράγοντος τοῦ σχήματος τούτου τοῦ φαινομένου (παρελεύσεται γὰρ τὰ πρῶτα ἵν' ἐπιστῇ τὰ δεύτερα), ἀκόλουθον ἦν καὶ τῶν κατ' οὐρανὸν φωστήρων τροπήν τινα ἔσεσθαι.
Moreover, what things are coming upon the inhabited earth after the luminaries are darkened, and wherefore, and whence the distress of the nations shall be, He sets forth next, saying: In perplexity at the roaring of the sea and the tossing, while men faint. And He seems to me to teach that the beginning of the turning of the universe that will then take place will be from a failing of the moist substance. For when this first has been swallowed up or congealed, so that the sound of the sea is no longer heard, nor does the tossing of its waves occur on account of excessive drought, the remaining parts of the world, no longer partaking of the customary exhalation sent up from the moist substance, shall undergo turning and change; as from this there shall be signs in sun and moon, and stars. For when a recall of the universe takes place, and the consummation of the world, and as this visible fashion passes away (for the first things shall pass away so that the second things may come in their place), it followed that there would also be a certain turning of the luminaries in heaven.
Ταῦτα δὲ ἐπὶ τέλει τῶν χρόνων ἔσται, τῆς ἀποστασίας ἐνεργουμένης. Μελλούσης γὰρ τὰ τῆς θεομαχίας
And these things shall be at the end of the times, when the apostasy is at work. For as it is about to, the things of the war against God
PG 24:601Read from the page⟨…⟩έρατα καταργεῖν τῆς ἐπιφανείας τοῦ Σωτῆρος, τὰ τῆς ὀργῆς προοίμια ἐκ τῶνδε ἄρξεται, ἐξ αὐχμῶν δηλαδὴ καὶ ἀπορίας ἤχου θαλάσσης· οὗ γενομένου ἐπακολουθήσει συνοχὴ τῶν ἐπὶ γῆς ἐθνῶν, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τίνα δὲ τὰ ἐπερχόμενα, ἑρμηνεύει συνάπτων ἑξῆς καὶ λέγων· Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· τοῦ Υἱοῦ τοῦ Θεοῦ μετὰ δόξης ἐπιστησομένου, καὶ τὴν με- ρούντων.
portents to abolish, of the manifestation of the Saviour, the preludes of wrath shall begin from these things, namely from droughts and perplexity at the sound of the sea; when which has taken place, distress of the nations upon earth shall follow, while men faint from fear and expectation of the things coming upon the inhabited earth. And what the things coming upon it are, He interprets, joining on next and saying: For the powers of the heavens shall be shaken; when the Son of God shall come upon them with glory, and the
Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν, κ. τ. λ. Οὕτω καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα γινόμενα, κ. τ. λ.
And He spoke a parable to them: Behold the fig tree, etc. So you also, when you see these things coming to pass, etc.
Ποῖα ταῦτα γινόμενα ἀλλ' ἢ τὰ προλεγόμενα; Ἱερουσαλὴμ πατουμένην ὑπὸ ἐθνῶν, τὴν συμπλήρωσιν τῶν καιρῶν τῶν ἐθνῶν, τοὺς τῆς ἀποστασίας χρόνους, τὰ ἐν τοῖς φωστῆρσι καὶ τοῖς ἄστροις σημεῖα, τὴν ἐπὶ γῆς συνοχὴν τῶν ἐθνῶν, τὴν ἔκλειψιν καὶ ἀπορίαν τοῦ ἤχου τοῦ σάλου τῆς θαλάσσης. Ταῦτα, φησὶν, ἅπαντα ὅταν ἴδητε γινόμενα, γινώσκετε ὅτι ἐπὶ θύραις ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ἑτέρα οὖσα παρὰ τὰ προλεχθέντα. Τὰ μὲν γὰρ προοίμια ἦν καὶ μελλόντων ἀγαθῶν σημεῖα, ὡς καὶ οἱ τῆς συκῆς ἁπαλοὶ κλάδοι καὶ τὰ φύλλα σημεῖα τοῦ μέλλοντος θέρους τῆς τε τῶν λοιπῶν φυτῶν καὶ σπερμάτων καρποφορίας· τὰ δὲ τοῦ μέλλοντος καὶ τῆς ἐν αὐτῷ συστησομένης βασιλείας οὐρανῶν προοίμια καὶ σημεῖα τὰ προλεχθέντα ἦν. Αὕτη δὲ ἡ βασιλεία καὶ τὰ ἐν αὐτῇ οὐκέτι λόγῳ παραδοτέα, οὐδὲ θνητῶν ἀκοαῖς λεκτέα. Διόπερ ἀποσιωπητέον ταῦτα. Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Πλὴν ὥσπερ κατὰ τὸν ἐνεστῶτα βίον ἥλιος μετὰ χειμερίους τροπὰς ἔαρος ἐνισταμένου θερμὴν ἀκτῖνα βάλλων, τὰ ὑπὸ γῆν κρυπτόμενα ζωοποιεῖ σπέρματα, τοῦ προτέρου μεταβαλόντα σχήματος, νεαρὰ δὲ φύει καὶ τέθηλεν, ὡραίαν καὶ πολυανθῆ τὴν τῶν ἄρτι φυέντων βλάστην παρεχόμενα· κατὰ τὸν αὐτὸν τρόπον καὶ ἡ ἔνδοξος τοῦ Μονογενοῦς τοῦ Θεοῦ ἄφιξις, φωτὸς ζωογόνοις ἀκτῖσι τὸν νέον αἰῶνα καταυγάσασα, τὰ ἀποκρυφθέντα πάλαι κατὰ τὸν ἔμπροσθεν αἰῶνα, καὶ ἐν τῷ παντὶ κόσμῳ διασκεδασθέντα σπέρματα, τουτέστι τοὺς ἐν γῆς χώματι κεκοιμημένους,
What things coming to pass are these other than the things spoken beforehand? Jerusalem trodden down by the Gentiles, the fulfilment of the times of the Gentiles, the times of the apostasy, the signs in the luminaries and the stars, the distress of the nations upon earth, the failing and perplexity of the sound of the tossing of the sea. All these things, He says, when you see them coming to pass, know that the kingdom of God is at the doors, being other than the things spoken beforehand. For those things were preludes and signs of good things to come, just as also the tender branches of the fig tree and its leaves are signs of the coming summer and of the fruit-bearing of the remaining plants and seeds; and the things spoken beforehand were preludes and signs of the coming [age] and of the kingdom of heaven to be established in it. But this kingdom and the things in it are no longer to be handed down by speech, nor to be uttered to mortal ears. Wherefore one must keep silence concerning these things. For eye has not seen, and ear has not heard, and into the heart of man there have not ascended the things that God has prepared for those who love Him. Nevertheless, just as during the present life the sun after the winter solstice, when spring sets in, casting a warm ray, makes alive the seeds hidden beneath the earth, when they have changed from their former fashion, and they grow fresh and flourish, presenting the fair and many-flowered shoot of those newly sprung up; in the same way also the glorious arrival of the Only-begotten of God, having shone brightly upon the new age with life-giving rays of light, the seeds hidden away of old during the former age, and scattered throughout the whole world, that is, those who have fallen asleep in the mound of earth,
Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη.
This generation shall by no means pass away.
Ποία γενεὰ ἀλλ' ἡ καινὴ καὶ νέα, ἣν αὐτὸς συνεστήσατο; περὶ ἧς ἐν προφητείαις εἴρητο· Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον· καὶ πάλιν· Ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη. Διόπερ δεικτικῶς εἰς τοὺς ἀποστόλους αὐτοῦ, καὶ τὴν ἐξ αὐτῶν καὶ δι' αὐτῶν καθ' ὅλης τῆς οἰκουμένης συστησομένην καινὴν γενεὰν τῆς ἁγίας Ἐκκλησίας αὐτοῦ ἀφορῶν, ἔλεγεν· Οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γέ-
What generation other than the new and fresh one, which He Himself established? concerning which it had been said in the prophecies: Let this be written for another generation, and the people that is being created shall praise the Lord; and again: The generation that is coming shall be declared to the Lord. Wherefore, looking pointedly towards His apostles, and towards the new generation of His holy Church that would be established out of them and through them throughout the whole inhabited earth, He said: This generation shall by no means pass away, until all things