Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. Οὐκ ἀκαίρως ὁ Προφήτης, μᾶλλον δὲ τὸ ἐν αὐτῷ ἅγιον Πνεῦμα, ἰδιοποιεῖται τὸν Θεὸν ἐν τῇ προκειμένῃ ἱστορίᾳ φάσκον, ὁ Θεός μου· οὐ γὰρ, ὁ Θεὸς ἡμῶν, φησὶν, ἀλλ' ὁ θεός μου, ὡς ἂν ἑνός που καὶ σπανίου περιλελειμμένου κατὰ τὸν δηλωθέντα καιρὸν τῆς τῶν Ἀσσυρίων πολιορκίας, ἀξίου τοῦ Θεοῦ. Ὡς γὰρ τοῦ λαοῦ παντὸς ἐκπεσόντος, καὶ διὰ τὰς ἁμαρτίας τοῖς πολιορκηταῖς παραδοθέντος, οὐ κοινοποιεῖ τὴν ἐπίκλησιν· ἐξ οἰκείου δὲ μόνου προσώπου ἐπάγει λέγον· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. Τροχοῦ δὲ φύσις στρεπτὴ καὶ οὐχ ἑστῶσα ἐν ταύτῷ. Τοιοῦτος δὲ πᾶς ὁ τῶν ἀθέων βίος, καιρῷ μὲν εἰς ὕψος ἐπαιρόμενος, εἶτα στροφὴν ποιούμενος τὴν ἐπὶ τοὐναντίον, τροχῷ παραπλησίως. Πρῶτον τοίνυν, θοῦ αὐτοὺς ὡς τροχὸν, φησίν· εἶτα, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου· καὶ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν· καὶ ἐπὶ τούτοις, ὡσεὶ φλὸξ, ἣ κατακαύσει ὄρη. Αὐτοὺς γὰρ κατ' αὐτῶν ἐπαναστῆναι, καὶ δι' ἑαυτῶν τὰς τιμωρίας ὧν τετολμήκασιν ὑποσχεῖν διὰ τούτων θεσπίζει εἰπών· θοῖ αὐτούς. Παραθήσεις δὲ τῷ, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, τὸ ἐν ἑτέροις λελεγμένον· Οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως· ἀλλ' ὡς χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς. Τὸ δὲ, ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμὸν, παρίστησιν αὐτοὺς εἶναι τὸ πῦρ, καὶ αὐτοὺς εἶναι τὸν δρυμόν· ὥστε αὐτοὺς ὑφ' ἑαυτῶν φλεχθήσεσθαι κατὰ τὸ φάσκον λόγιον· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Τὸ δὲ, ὡσεὶ φλὸξ ἣ κατακαύσει ὄρη, δείκνυσι τῆς αὐτῶν κακίας τὸ μέγεθος, καὶ ὡς ἡ αὐτῶν φλὸξ τὰ ἐπάρματα αὐτῶν καὶ τὰ ὑψώματα, ὥσπερ τινὰ ὄρη, κατακαύσει. Ἐπιλέγει δὲ τούτοις· Οὕτω καταδιώξεις αὐτούς. Καὶ ἐν ἑτέροις δὲ λέλεκται· Πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος, ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Ἐδίδαξε δὲ διὰ τούτων ὁ λόγος, ὅτι ἡ καταιγὶς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ οὐ πάθη τυγχάνει τοῦ Θεοῦ, ἀλλ' ἡ τοιάδε τις ἐπίσκηψις, δι' ἧς αὐτοὺς καθ' ἑαυτῶν ἐπαναστάντας ἐξ ἑαυτῶν λαβεῖν ὧν ἔδρασαν τὴν τιμωρίαν συνέβαινε. Ταῦτα δὲ πάντα ἱκετεύει, ἢ καὶ μᾶλλον θεσπίζει κατὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ ἔσεσθαι· ἵνα κἂν οὕτω ποτὲ ὠφεληθεῖεν. Εἰ δὴ ὠφέλεια μεγίστη τυγχάνει τὸ γνῶναι τὸν Θεὸν, καὶ ἐπὶ ζήτησιν τοῦ ὀνόματος αὐτοῦ ἐλθεῖν, ὅπερ ἔσεσθαι περὶ αὐτῶν μετὰ τὰ προλεχθέντα διδάσκει λέγων· Καὶ ζητήσουσι τὸ ὄνομά σου, Κύριε. Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. Καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Τῆς τῶν ἐχθρῶν τοῦ Θεοῦ τελευτῆς δύο τρόπους ἔσεσθαι
My God, set them as a wheel, as stubble before the face of the wind. Not unseasonably does the Prophet, or rather the Holy Spirit within him, appropriate God to Himself in the history before us, saying, my God; for He does not say, our God, he says, but my God, as though perhaps one single and rare person worthy of God had been left remaining at the indicated time of the siege of the Assyrians. For since all the people had fallen away, and on account of their sins had been delivered up to the besiegers, It does not make the invocation common; but from his own person alone It brings it forward, saying: My God, set them as a wheel. Now the nature of a wheel is turning and not standing still in the same place. And such is the whole life of the godless, for a time lifted up on high, then making a turn to the opposite, very much like a wheel. First therefore, set them as a wheel, he says; then, as stubble before the face of the wind; and, as fire that will burn up a forest; and upon these, as a flame that will burn down mountains. For that they themselves will rise up against themselves, and through themselves undergo the punishments for what they have dared, he foretells through these words, saying: set them. And you will set beside the words, as stubble before the face of the wind, what is said elsewhere: Not so the ungodly, not so; but like dust, which the wind casts forth from the face of the earth. And the clause, as fire that will burn up a forest, presents them as being the fire, and them as being the forest; so that they will be burned up by themselves according to the oracle which says: Walk by the light of your fire, and by the flame which you kindled. And the clause, as a flame that will burn down mountains, shows the greatness of their wickedness, and how their own flame will burn down their Upliftings and heights, just like mountains. And to these words he adds: So wilt Thou pursue them. And elsewhere too it has been said: Fire and brimstone and a wind of tempest shall be the portion of their cup. Now through these things the word taught that the tempest and the wrath of God are not passions of God, but a visitation of such a kind, through which it came to pass that they, rising up against themselves, received from themselves the punishment for what they did. And all these things he entreats, or rather foretells will come to pass against the enemies of God; so that even thus they might at some time be benefited. Since indeed it is the greatest benefit to know God, and to come to seek His name, which he teaches will come to pass concerning them after the things aforesaid, saying: And they shall seek Thy name, O Lord. Let them be ashamed and troubled unto the age of the age, and let them be put to confusion and perish. And let them know that Thy name is the Lord; Thou alone art Most High over all the earth. That of the end of the enemies of God there will be two ways