ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν; Οἱ δὲ μὴ πρὸ ὀφθαλμῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπορεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. Διὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάντων ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐτοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχοντας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐνύβρισαν. Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαντο, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης. Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ' αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν. Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐλαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιωτικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μωσέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φησὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε. Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ καὶ ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιωμένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωι ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγό-
know nor understand, save that almost immediately they too shall stand before the judgement-seat of God, to render an account concerning the things which they did not judge righteously? Yet those who did not set the judgement of God before their eyes walk on in darkness, having filled the eyes of their soul with the darkness of ignorance. Wherefore it befits those illuminated by the light of the word either not to judge, remembering Him Who said: Judge not, that you be not judged; or if ever there is necessity to judge, to do this most righteously and reprove sinners, even though one had to die for the truth, being accurately persuaded that there shall be a consummation and transformation of all things at the universal judgement of God, which He shall make through His Christ; which the present discourse too sets forth, subjoining next: All the foundations of the earth shall be shaken. I said: You are gods, and all of you sons of the Most High; yet you die like men, and fall like one of the rulers. Furthermore, to the aforesaid gods, namely leaders and rulers of the people, God Who came into their midst directs the present words as well, teaching how He Himself, imitating the ungrudgingness of the Father, did not grudge to impart His deity to them all, so as even to proclaim them gods and call them all sons of the Most High, a thing which belonged to Him alone; whereas they insulted the grace. Now you will perceive how those who have received rule from God acquired the honour of gods among their subjects, when you attend to how it was said to Moses: Behold, I have appointed you today as a god to Pharaoh, and Aaron your brother shall be your prophet. For just as Moses, being a man of God and having received honour from Him, was proclaimed a god of Pharaoh; in the same way too all whom God honours have received the place of gods among those set under them. Hence too their subjects approach them with reverence and awe, not because of any military bodyguard, not because of wealth and dynasty, but because of the honour conferred upon them by God. For thus too the face of Moses had been glorified; thus too that of the apostles of our Saviour, thus too of God's prophets of old, thus too of all who were truly servants of God, remaining without glory and poor in this life, yet honoured among the godly because of the grace given to them from God. I indeed, therefore, He says, both willed it and said: You are gods; willing that you, similarly to Me, God standing in your midst, should become sons of the Most High; yet you rejected the grace. At any rate in human wickednesses and in your sins you die. For the soul that sins, it itself shall die. Wherefore you too die like men, and fall like one of the rulers. For just as the devil had once been deemed worthy of honour with God and was one of the ruling angels in the heavens, and next, having used a wicked choice, fell away from his place, so that it was said concerning him: How did Lucifer, who rises early, fall from heaven? such ones you too have be-