σκων. Θεὸς δὲ θεῶν ὁ τοῦ Θεοῦ Λόγος ὠνόμασται, νοουμένων ἡμῖν θεῶν τῶν μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν, πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο· οἷς καὶ εἴρηται· Ἐγὼ εἶπον· Θεοί ἐστε· καὶ, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· καὶ, Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ γὰρ ἐν τούτοις Θεὸς θεῶν οὐδὲ ἄλλος ἢ μόνος ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Λόγος ἀνηγόρευται· ό δὴ καὶ θεοὺς αὐτοὺς διὰ τῆς αὐτοῦ χορηγίας καὶ μετοχῆς τοῦ αὐτοῦ Πνεύματος ἀπεργασάμενος. Θεοὺς γὰρ εἶναί φησιν ἐκείνους, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο. Ἐξῆς δ' οὖν καὶ ὀνομαστὶ τοῦ Χριστοῦ μνημονεύει, λέγων ἐν εὐχῇ· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ἀντὶ δὲ τοῦ, Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιὼν, ὁ Ἀκύλας φησὶν, Ὀφθήσεται ἰσχυρὸς Θεὸς ἐν Σιών. Τίς δ' ἂν εἴη οὗτος ὁ μέλλων ὁρατὸς καὶ ὀφθαλμοῖς θεατὸς ἔσεσθαι, διδάσκει προϊὼν καὶ λέγων· Ἐνώτισαι, ὁ Θεὸς Ἰακώβ. Οὗτος γὰρ ἦν αὐτὸς ἐκεῖνος ὁ τοῦ Θεοῦ Λόγος, ὁ πάλαι καὶ τῷ Ἰακὼβ ἐν ἀνθρώπου σχήματι ὀφθεὶς, φήσας τε πρὸς αὐτόν· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Ἐφ' ᾧ καὶ ὁ θεοφιλὴς, συναισθόμενος τοῦ χρηματίζοντος αὐτοῦ Θεοῦ φησι· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Αὐτὸς οὖν ἐκεῖνος ὁ Θεὸς ὁ τῷ Ἰακὼβ ὀφθεὶς αὖθις ὀφθήσεται, φησὶν, ἐν Σιὼν, διαῤῥήδην τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους ἐπιφανείας τοῦταν σημαινομένης τὸν τρόπον. Αὐτὸν δὴ οὖν τοῦτον τὸν Θεὸν Ἰακὼβ ἐπικαλούμενος, ἐπισπεῦσαι τὴν παρουσίαν αὐτοῦ ἱκετεύει. Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεός. Τίνας δέ φησιν ἰδὲ, ἀλλ' ἢ τοὺς ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος καταπονουμένους; Ἐπιλέγει δὲ ἑξῆς· Καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου, εὐχόμενος ἐπιταχῆναι τὴν τοῦ Θεοῦ Λόγου εἰς τὸν Χριστὸν αὐτοῦ, ὃν ἐκ σπέρματος Δαυῒδ ἐνεδύσατο, παρουσίαν. Διὸ καὶ ὁ Ἀκύλας φησὶ, Θυρεὲ ἡμῶν, ἴδε, Θεὲ, καὶ ἐπίστρεψον πρόσωπον ἠλειμμένου σου· ὁ δὲ Σύμμαχος, Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ θεὸς, καὶ πρόσβλεψον τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ταῦτα δὲ εὔχονται οἱ τὸν πάντα ψαλμὸν λέγοντες· οὗτοι δὲ ἦσαν οἱ τοῦ Θεοῦ πραφῆται, οἱ διασωθέντες ἀπὸ τῶν νοητῶν πολεμίων, καὶ μεταβαλόντες ἀπὸ πολέμου εἰς εἰρήνην, τά τε σκηνώματα τοῦ Θεοῦ λοιπὸν τῷ θείῳ Πνεύματι προορῶντες, καὶ τὰς αὐλὰς αὐτοῦ καὶ τὰ θυσιαστήρια ποθοῦντες. Οἳ καὶ παρακαλοῦσι τὸν τοῦ Θεοῦ Λόγον, τὸν ἐν τῷ καιρῷ τῶν πολέμων ὑπερασπιστὴν αὐτῶν γενόμενον, ἐπιβλέψαι ἐπὶ τὰ
ing a coming of God unto men and a manifestation of Him. Now the Word of God has been named God of gods, since the blessed men beloved of God, unto whom the word of God came, are understood by us to be gods; to whom also it has been said: I said: You are gods; and, God stood in the congregation of gods; and, The God of gods, the Lord, spoke, and called the earth. For in these passages too none other has been proclaimed God of gods than alone the Word Who was in the beginning with God—He Who indeed made them also gods through His own supply and participation in the same Spirit. For He says that those are gods unto whom the Word of God came. Next, accordingly, he makes mention of Christ by name as well, saying in prayer: And look upon the face of Thy Christ. Now instead of, The God of gods shall be seen in Sion, Aquila says, A mighty God shall be seen in Sion. And Who this might be Who is going to be visible and perceptible to the eyes, he teaches as he proceeds and says: Give ear, O God of Jacob. For this was that very same Word of God Who of old also appeared to Jacob in the form of a man, and said to him: No longer shall your name be called Jacob, but Israel shall be your name; because you have prevailed with God, and with men are mighty. Whereupon the lover of God also, perceiving his God Who was speaking with him, says: I saw God face to face, and my soul was saved. That very same God, therefore, Who appeared to Jacob will again be seen, he says, in Sion, the manifestation of the Word of God unto men being expressly signified in this manner. Calling, therefore, upon this very God of Jacob, he entreats Him to hasten His coming. O our Protector, behold, O God. And upon whom does he say behold, except upon those afflicted in the valley of weeping? And next he adds: And look upon the face of Thy Christ, praying that the coming of the Word of God unto His Christ, whom from the seed of David He put on, may be sped. Wherefore Aquila also says, O our Shield, see, O God, and turn towards the face of Thine anointed; and Symmachus, O our Protector, behold, O God, and look towards the face of Thy Christ. Now those who utter the whole psalm pray these things; and these were the prophets of God, who had been saved from the spiritual foes, and having passed from war into peace, foresaw henceforth by the divine Spirit the tabernacles of God, and longed for His courts and the altars. Who also beseech the Word of God, Who in the time of wars became their protector, to look upon the