Migne Reading Room

PG 23 · cols. 973–984 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:973Read from the page
Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἐκάλει μὲν ὁ λόγος ἀρχόμενος ἐπὶ ἀγαλλίασιν· προσέταττε δὲ ἀλαλάζειν, τουτέστιν ὕμνον ἐπινίκιον ἀναπέμπειν τῷ δηλωθέντι Θεῷ Ἰακώβ· εἶτα λόγους διδασκαλικοὺς παραλαμβάνοντας, ἔργοις τούτους ἀποπληροῦν· πληρωτὰς δὲ γενομένους τῶν ἔργων, ἤδη λοιπὸν καὶ εἰς πάντας ἀνθρώπους κηρύττειν καὶ σαλπίζειν, ἐξηχεῖν τε καὶ ἐξάκουστον τοῖς πᾶσι ποιεῖν τὸ Εὐαγγέλιον· ὥσπερ οὖν καὶ ὁ Σωτὴρ παρεκελεύετο λέγων τοῖς αὐτοῦ μαθηταῖς· Ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων. Διὸ λέλεκται τοῖς τὰ πρῶτα κατωρθωκόσι· Σαλπίσατε. Πῶς δὲ αὐτοὺς βούλεται σαλπίζειν, ἢ ὡς ἐσάλπιζον πάλαι πρότερον οἱ τὰς εἰκόνας ἐπιτελοῦντες, καὶ τὰ σύμβολα καὶ τοὺς τύπους τῶν ἀληθῶν; Ἐσάλπιζον δὲ ἐκεῖνοι ἐν νεομηνίᾳ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς. Καὶ τοῦτ' ἔπραττον κατὰ τὸν ἕβδομον μῆνα, ἐν ᾧ συνερχόμενοι, τὴν ἑορτὴν τῶν Σαλπίγγων ἐπετέλουν, ἅπαξ τοῦ ἐνιαυτοῦ τοῦτο πράττοντες. Λέγει δ' οὖν ἡ γραφὴ τοῦ νόμου· Τοῦ μηνὸς τοῦ ἑβδόμου, μιᾷ τοῦ μηνὸς, ἔσται ὑμῖν ἀνάπαυσις, μνημόσυνον σαλπίγγων· κλητὴ ἁγία ἔσται ὑμῖν. Οὕτως οὖν ὥσπερ ἐν τῇ νεομηνίᾳ τῇ τότε ἐσάλπιζον, βούλεται καὶ νῦν τοὺς κεκλημένους σαλπίζειν. Ἦν δὲ ἡ ἡμέρα ἐκείνη ἡ τῆς ἑορτῆς τῶν Σαλπίγγων εὔσημος ἡμέρα· λέγει δ' οὖν Μωσῆς περὶ αὐτῆς· Πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε. Ἡμέρα σημασίας ἔσται ὑμῖν. Διὸ καὶ ἐνταῦθα λέλεκται· Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ὑμῶν. Ἦν οὖν ἡμέρα εὔσημος καὶ ἑορτὴ οὐδενὸς ἑτέρου ἢ σαλπίγγων· ἔνθεν καὶ Σαλπίγγων ἑορτὴ κέκλητο. Τριῶν δὲ οὐσῶν ἑορτῶν κατὰ τὸν αὐτὸν μῆνα· πρώτης μὲν τῆς τῶν Σαλπίγγων ἐν τῇ νεομηνίᾳ συντελουμένης· ἑτέρας δὲ τῆς τοῦ Ἱλασμοῦ ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς γιγνομένης· καὶ τρίτης τῆς τῶν Σκηνῶν· μόνην τὴν τῶν Σαλπίγγων μιμεῖσθαι κελεύει φάσκων· Σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι· σαφέστερον δὲ οὕτως ἂν εἶπεν. Ὥσπερ ἐν τῇ νεομηνίᾳ ἐσάλπιζόν ποτε περιτρέχοντες πάντα τόπον εἰς τὸ σημῆναι τὴν ἑορτὴν, τὸν αὐτὸν τρόπον καὶ ὑμεῖς, οἷς ὁ λόγος προστάττει, σαλπίσατε. Βούλεται δὲ τοὺς κήρυκας τῶν ἐθνῶν μὴ ταῖς λοιπαῖς προσέχειν Ἰουδαϊκαῖς παρατηρήσεσι, μόνῳ δὲ χρῆσθαι τῷ κηρύγματι, καὶ σαλπίζειν εἰς ἅπαντας ἀνθρώπους τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. Τούτων γὰρ αὐτῶν τὰ σύμβολα καὶ Μωσῆς ἐποίει, καὶ ἦν πρόσταγμα τῷ Ἰσραὴλ ἰδίως τοῦτο νενομοθετημένον, τὸ δεῖν σαλπίζειν, καὶ διὰ τῆς σάλπιγγος σημαίνειν τοῖς πᾶσι τὴν τοῦ καιροῦ ἑορτήν. Τὸ δὲ πρόσταγμα τοῦτο κατὰ κρίσιν ἐγένετο, καὶ κατὰ βούλημα καὶ κρῖμα τοῦ Θεοῦ Ἰακώβ. Αὐτὸς
Sound the trumpet at the new moon, on the notable day of your feast. At the beginning the word called to exultation, and commanded to shout aloud, that is, to send up a hymn of victory to the aforesaid God of Jacob; next, receiving words of teaching, to fulfil these by deeds; and having become fulfillers of the deeds, now henceforth also to proclaim and sound the trumpet unto all men, to sound forth and make the Gospel audible to all; even as the Saviour too exhorted, saying to His disciples: What you hear in the ear, proclaim upon the housetops. Wherefore to those who have accomplished the first things rightly it is said: Sound the trumpet. And how does He will them to sound the trumpet, save as of old they formerly sounded the trumpet who performed the images, and the symbols and the types of the true things? Now those men used to sound the trumpet at the new moon and on the notable day of a feast. And they did this in the seventh month, in which, coming together, they celebrated the feast of Trumpets, doing this once a year. Accordingly the scripture of the law says: In the seventh month, on the first of the month, there shall be a rest for you, a memorial of trumpets; it shall be a holy convocation for you. Thus, therefore, just as at the new moon at that time they sounded the trumpet, so now too He wills those who are called to sound the trumpet. Now that day of the feast of Trumpets was a notable day; accordingly Moses says concerning it: You shall do no servile work. It shall be a day of trumpet-signal for you. Wherefore here too it is said: On the notable day of your feast. It was therefore a notable day and a feast of nothing else than trumpets; whence too it had been called the feast of Trumpets. And although there were three feasts in the same month — the first that of Trumpets celebrated at the new moon, another that of Propitiation taking place on the tenth day of the month, and the third that of Tabernacles — He bids them imitate only that of Trumpets, declaring: Sound the trumpet at the new moon with a trumpet; and more clearly He would have spoken thus. Just as at the new moon they once sounded the trumpet, running round every place in order to signal the feast, in the same way do you also, whom the word commands, sound the trumpet. And He wills the heralds of the nations not to attend to the rest of the Jewish observances, but to use the proclamation alone, and to sound the trumpet unto all men with the saving and evangelical word. For of these very things Moses too made the symbols, and this ordinance had been specially enacted by law for Israel, that one must sound the trumpet, and through the trumpet signify to all the feast of the season. And this ordinance came to pass according to judgement, and according to the will and decree of the God of Jacob. He Himself
PG 23:976Read from the page
Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτὸ, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου, γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσε. Τὸ προλεχθὲν περὶ σαλπίγγων πρόσταγμα μαρτύριον, φησὶν, ἔθετο ἐν τῷ Ἰωσήφ· κατὰ δὲ τὸν Σύμμαχον, Μαρτυρίαν διὰ τοῦ Ἰωσὴφ ἔταξεν αὐτό· τὸ δὲ μαρτύριον ὥσπερ διαμαρτυρόμενος ἐδίδου· καὶ ἦν τοῦτο σημεῖον ἑτέρου πράγματος· ᾐνίττετο γὰρ περί τινων σαλπίγγων, ὧν ἐκ μέρους μὲν οἱ ἀπόστολοι τοῦ Σωτῆρος ἡμῶν, καὶ οἱ τοῦ εὐαγγελικοῦ λόγου κήρυκες ἀπεπλήρουν τὰ ἔργα, εἰς πᾶσαν τὴν γῆν σαλπίζοντες, καὶ πᾶσιν ἔθνεσι κηρύττοντες τὴν τῆς σωτηρίου θεοφανείας ἑορτήν. Τὰ δὲ ἀποτελέσματα τῶν ἀποῤῥητοτέρων δι' ἀγγέλων ἔσεσθαι διδάσκει ὁ εἰπών· Σαλπίσει γὰρ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἐγερθήσονται πρῶτοι· καὶ πάλιν· Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν τῇ ἐσχάτῃ σάλπιγγι· καὶ πάλιν· Αὐτὸς ὁ Κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται. Ταῦτα δὲ καὶ ὁ Σωτὴρ ἐμυσταγώγει τοὺς αὐτοῦ μαθητὰς, λέγων· Καὶ ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν ἕως ἄκρον αὐτῶν. Ἀλλ' ἡ μὲν τῶν νεκρῶν ἀνάστασις ἔσται ποτὲ διὰ σαλπίγγων εὐαγγελικῶν εὐαγγελιζομένων τὴν ἄφιξιν τῆς βασιλείας τοῦ Υἱοῦ τοῦ Θεοῦ· καὶ οἱ ἀπόστολοι δὲ ἐντεῦθεν ἤδη κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν σάλπιγξι χρώμενοι, ταῖς τοῦ ἁγίου Πνεύματος μεγαλοφωνίαις πάντας ἀνεκαλοῦντο τοὺς ψυχὰς νενεκρωμένους ἐπὶ τὴν ἐν Θεῷ ζωήν· ὧν τὰ σύμβολα Μωσῆς παραδιδοὺς, τὴν περὶ σαλπίγγων ἐνομοθέτει ἑορτήν. Διὸ λέλεκται· Μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτό. Τί δὲ αὐτὸ ἦν τὸ πρόσταγμα; τὸ περὶ τῶν σαλπίγγων· ἀπὸ μιᾶς δὲ φυλῆς τῆς τοῦ Ἰωσὴφ τὸ πᾶν ἐδήλου ἔθνος. Διὰ τί δὲ ἐν τούτοις τὸ πᾶν ἔθνος Ἰωσὴφ ὠνόμασεν; Ἐπειδήπερ προφάσει τοῦ Ἰωσὴφ οἱ πάντες κατεληλύθεισαν εἰς Αἴγυπτον. Πότε δὲ μαρτύριον τὸν περὶ σαλπίγγων νόμον ἔθετο τῷ λαῷ, ἢ κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν ἐξήγαγεν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὁπηνίκα γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν; Ἐπὶ τῆς ἐρήμου γὰρ διατρίβοντες, φωνῆς Θεοῦ κατηξιώθησαν, τὴν Δεκάλογον αὐτοῖς ἐξάκουστον διαταττομένου. Κατ' ἐκεῖνο δὲ καιροῦ καὶ τῆς παρ' Αἰγυπτίοις δουλείας τε καὶ κακοπαθείας ἠλευθεροῦντο. Διὸ λέλεκται· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ· αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν· κατὰ δὲ τὸν Σύμμαχον· Παρεῖλον ἀπὸ βασταγμοῦ τὸν ὦμον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ κοφίνου ἀπηλλάγησαν. Ὅτε γὰρ ἐδούλευον τῷ Φαραὼ, πηλῷ τε καὶ πλινθείᾳ κατειργάζοντο, οἰκοδομοῦντες αὐτῷ τὰς πόλεις, τὸ τηνικαῦτα κοφίνοις μὲν τὰς χεῖρας, βαστάγμασι δὲ τοὺς ὤμους κατεπονοῦντο. Πλὴν ἀλλὰ τούτων ἁπάντων ἐλεύθεροι κατέστησαν τῆς ἐπισκοπῆς αὐτοῖς γενομένης. Διό φησιν· Ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ. Τίς δὲ ἀπέστησεν,
He set it as a testimony in Joseph, when he went forth out of the land of Egypt; he heard a tongue which he did not know. The aforesaid ordinance concerning trumpets, he says, He set as a testimony in Joseph; and according to Symmachus, He appointed it as a solemn testimony through Joseph; and He gave the testimony as though solemnly testifying; and this was a sign of another matter: for it hinted at certain trumpets, whose works the apostles of our Saviour and the heralds of the evangelical word in part fulfilled, sounding the trumpet unto all the earth, and proclaiming to all nations the feast of the saving theophany. And that the accomplishments of the more ineffable things shall be through angels, he teaches who said: For the trumpet shall sound, and the dead in Christ shall rise first; and again: In an instant, in the twinkling of an eye, at the last trumpet; and again: The Lord Himself, with a command and with the voice of an archangel and with the trumpet of God, shall descend. Into these mysteries the Saviour too initiated His disciples, saying: And they shall see the Son of man coming upon the clouds of heaven with power and great glory. And He shall send forth His angels with a great trumpet, and they shall gather together His elect from the four winds, from the uttermost parts of the heavens unto the uttermost part of them. Yet the resurrection of the dead shall one day take place through evangelical trumpets proclaiming the good tidings of the arrival of the kingdom of the Son of God; and even from now, at His first coming, the apostles, using trumpets, by the mighty utterances of the Holy Spirit called back all who were dead in soul unto the life that is in God; delivering the symbols of which things, Moses enacted by law the feast concerning trumpets. Wherefore it is said: He set it as a testimony in Joseph. Now what was this ordinance itself? That concerning the trumpets; and from a single tribe, that of Joseph, he signified the whole nation. And why in these words did he name the whole nation Joseph? Because by occasion of Joseph they had all gone down into Egypt. And when did He set the law concerning trumpets as a testimony for the people, save at that time when He brought them out of the land of Egypt, when he heard a tongue which he did not know? For while sojourning in the wilderness, they were deemed worthy of the voice of God, Who ordained the Decalogue audibly for them. And at that point of time they were also set free from the slavery and hardship among the Egyptians. Wherefore it is said: He removed his back from burdens; his hands slaved in the basket; and according to Symmachus: They took away his shoulder from load-bearing, his hands were released from the basket. For when they were enslaved to Pharaoh, and laboured thoroughly in clay and brick-making, building the cities for him, at that time they were worn down in their hands by baskets, and in their shoulders by loads. Nevertheless, they were set free from all these things when visitation came to them. Wherefore he says: He removed his back from burdens. And Who removed it,
Notes, col. 976

On the reading

Printed ἄκρον, for ἄκρων.

PG 23:977Read from the page
ἀλλ' ἢ ὁ ἐλευθερώσας αὐτοὺς Θεός; Τούτων δὲ αὐτοὺς ἠξίου, ἐπειδήπερ ἐν θλίψει αὐτὸν ἐπεκαλοῦντο· καὶ τοῦτο δὲ ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἀνεβόησαν πρὸς Κύριον, καὶ ἀνέβη βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Οἷς ἀκολούθως καὶ τὸ παρόν φησι λόγιον· Ἐν θλίψει ἐπεκαλέσω με, καὶ ἐῤῥυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ἀντὶ δὲ τοῦ· Ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ὁ μὲν Ἀκύλας· Ἐπακούσω σου ἐν ἀποκρύφῳ βροντῆς· καὶ ἡ πέμπτη ἔκδοσις ὁμοίως. Εἶτα ἐπιλέγει· Ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας. Ὃ δὴ καὶ αὐτὸ σαφῶς ἡ Μωσέως παρίστησι Γραφὴ λέγουσα· Οὐκ ἦν δὲ ὕδωρ πιεῖν τῷ λαῷ· καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν, καὶ ἔλεγον· Δὸς ἡμῖν ὕδωρ, ἵνα πίωμεν. Ὁ δὲ ἔλεγε· Τί λοιδορεῖσθέ μοι, ἢ τί πειράζετε Κύριον; Καὶ ἑξῆς· Εἶπε Μωσῆς πρὸς Κύριον λέγων· Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι μικρὸν, καὶ λιθοβολήσουσί με. Εἶθ' ὁ Κύριος πρὸς αὐτόν φησιν· Ὧδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ, ἐπὶ τῆς πέτρας ἐν Χωρήβ. Καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Καὶ ἐπωνόμασε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Πειρασμὸς καὶ Λοιδόρησις, διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ἰσραὴλ, καὶ διὰ τοῦ πειράζειν αὐτοὺς Κύριον, λέγοντας· Εἰ ἔστι Κύριος ἐν ἡμῖν, ἢ οὔ; Ταῦτα πάντα τὸν ἐξ ἐθνῶν λαὸν διδάσκει ἡ μετὰ χεῖρας προφητεία, ὡς ἂν μάθοιο ποίων ἔτυχεν ὁ πρῶτος λαὸς, καὶ εἰς οἷον ἐλήλυθε τέλος, σωφρονίζοιτό τε ἐκ τοῦ παραδείγματος. Διὸ τοῖς προλεχθεῖσιν ἐπισυνάπτει τὰ ἑξῆς ἀναγκαίως, ἐν οἷς εἴρηται· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται σοι θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου· πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν· πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Τὰ μὲν παρ' ἐμοῦ, φησὶ, δεδωρημένα τῷ λαῷ τοιαῦτα ἦν, ὁποῖα διεξῆλθεν ὁ λόγος· τὰ δ' ἐξ αὐτῶν εἰς ἐμὲ οὐχ ὅμοια, οὐδὲ ἄξια ὧν ἔτυχον παρ' ἐμοῦ. Ἐγὼ μὲν γὰρ ὁ τῶν τοσούτων αὐτοῖς χορηγὸς ἀγαθῶν, ἓν τοῦτ' αὐτοῖς, τὸ δὴ τῶν νόμων κεφάλαιον, λέγω δὲ τὸ μὴ εἰδωλολατρεῖν, ἐμὲ δὲ μόνον Θεὸν εἰδέναι, παρεκελευσάμην, αὐτὰ δὴ ταῦτα παραινῶν καὶ λέγων· Ἄκουσον, λαός μου, καὶ διαμαρτυροῦμαί σοι· Ἰσραὴλ, ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ· ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου. Ταῦτα παρήνουν, ταῦτα παρεκελευόμην, ταῦτα ὁ πᾶς τῆς ἐμῆς νομοθεσίας ἐβούλετο νοῦς. Συνῆπτό τε τοῖς παραγγέλμασιν ἀγαθῶν ἐπαγγελία, δι' ὧν ἔφασκον· Πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό. Εἰ γὰρ ταῦτα φυλάξετε,
save God Who set them free? And He deemed them worthy of these things, inasmuch as in affliction they called upon Him; and this too the Scripture of Moses sets forth, saying: And the sons of Israel groaned, and cried out to the Lord, and their cry went up to God. Consistently with these words the present oracle too says: In affliction you called upon Me, and I delivered you; I heard you in the secret place of a tempest, I proved you at the water of contradiction. Now instead of I heard you in the secret place of a tempest, Aquila has: I will hear you in the secret place of thunder; and the fifth edition likewise. Next it adds: I proved you at the water of contradiction. Which very thing also the Scripture of Moses clearly sets forth, saying: Now there was no water for the people to drink; and the people reviled Moses, and said: Give us water, that we may drink. And he said: Why do you revile me, or why do you tempt the Lord? And next: Moses spoke to the Lord, saying: What shall I do for this people? Yet a little while, and they will stone me. Then the Lord says to him: Here I stand before you arrive there, upon the rock in Horeb. And I shall strike the rock, and water shall come out, and the people shall drink. And Moses did thus. And he called the name of that place Temptation and Reviling, because of the reviling of the sons of Israel, and because of their tempting the Lord, saying: Is the Lord among us, or not? All these things the prophecy in hand teaches the people from the nations, so that you might learn what things the first people obtained, and to what sort of end it has come, and that it might be chastened by the example. Wherefore to what was said before it necessarily subjoins what follows, wherein it is said: Hear, O My people, and I will solemnly testify to you: O Israel, if you hear Me, there shall be for you no recent god, nor shall you worship a strange god. For I am the Lord your God Who brought you up out of the land of Egypt; open wide your mouth, and I shall fill it. And My people did not hear My voice, and Israel did not attend to Me. So I sent them away according to the practices of their hearts; they shall walk in their own practices. The gifts bestowed by Me upon the people, He says, were such as the discourse recounted; whereas the things done by them towards Me were not like, nor worthy of what they obtained from Me. For I indeed, the supplier of such great good things to them, exhorted them to this one thing, the very sum of the laws — I mean not to worship idols, and to know Me alone as God — advising these very things and saying: Hear, O My people, and I will solemnly testify to you: O Israel, if you hear Me, there shall be in you no recent god, nor shall you worship a strange god; for I am the Lord your God Who brought you up out of the land of Egypt. These things I advised, these things I exhorted, these things the whole intent of My legislation willed. And joined to the precepts was a promise of good things, through the words in which I declared: Open wide your mouth, and I shall fill it. For if you keep these things,
Notes, col. 977

On the reading

Printed μάθοιο, for μάθοι.

PG 23:980Read from the page
ἀκοπιάτως ἕξετε καὶ πεπληρωμένως τὰς τροφὰς, εἴτε τὰς τοῦ σώματος, εἴτε καὶ τὰς διὰ θείων μαθημάτων τῇ ψυχῇ χορηγουμένας. Ἐγὼ μὲν οὖν ταῦτα παρήνουν καὶ ἐπηγγελλόμην· οἱ δὲ οὐκ ἤκουον τῆς ἐμῆς φωνῆς· καὶ ὁ τοσούτων κατηξιωμένος εὐεργεσιῶν Ἰσραὴλ οὐ προσέσχε μοι· ὅθεν εἰκότως ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν. Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Οὐχ ὑπήκουσε δὲ ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐκ ἐπείσθη μοι. Ἀφῆκα οὖν αὐτοὺς τῇ ἀρεσκείᾳ τῆς καρδίας αὐτῶν, ὁδεύειν ταῖς βουλαῖς αὐτῶν. Ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος διδάσκει περί τινων λέγων· Διὸ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν.
without toil and in fulness you shall have nourishment, whether that of the body, or too that supplied to the soul through divine teachings. Now I indeed advised and promised these things; yet they did not hear My voice; and Israel, deemed worthy of such great benefactions, did not attend to Me; whence reasonably I sent them away according to the practices of their hearts. Instead of which Symmachus translated, saying: Yet My people did not obey My voice, and Israel was not persuaded by Me. Therefore I left them to the pleasure of their heart, to travel in their own counsels. Hence the divine Apostle teaches concerning certain men, saying: Wherefore God gave them up in the desires of their hearts.
Ἀντὶ δὲ τοῦ· Οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, ὁ Ἀκύλας· Οὐκ ἔσται ἐν σοὶ ἰσχυρὸς ἀλλότριος· ὁ δὲ Σύμμαχος· Μὴ ἔστω ἐν σοὶ θεὸς ξένος, ἡρμήνευσε. Ξένον δὲ καὶ ἀλλότριον Θεὸν καὶ πρόσφατον, τὸν πεπλανημένως παρὰ τοῖς ἔθνεσι νενομισμένον
Now instead of There shall be in you no recent god, Aquila translated: There shall be in you no strange mighty one; and Symmachus: Let there be in you no foreign god. And a foreign and strange and recent God, the one mistakenly supposed among the nations
Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον ἂν τὴν χεῖρά μου. Ἱκανῶς ἀπολελόγηται, ὅτι μὴ ἀκρίτως μήτε ὡς ἔτυχε μετῆλθε τὸ Ἰουδαίων ἔθνος ἡ ἐκ Θεοῦ ὀργή. Καί μοι δοκεῖ πρὸς τὰς ἀνωτέρω λελεγμένας πεύσεις, ἐν τῷ Ἵνα τί ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; καὶ πάλιν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; τὴν ἀπόκρισιν πεποιῆσθαι. Ἵνα τί γὰρ τὰ τοιαῦτα πεπόνθασι διδάσκει λέγων· Ὅτι οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. καὶ, Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα. Ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· Ἐν ὀλιγίστῳ ἂν ἐχθροὺς αὐτῶν ἥττησα, καὶ ἐπὶ τοὺς ἐναντίους αὐτῶν ἀνέστρεψα ἂν τὴν χεῖρά μου. Ταῦτα ἂν ἔπραξα, φησὶ, κατὰ τῶν ἐχθρῶν τοῦ λαοῦ, εἰ ἔσχον αὐτοὺς ὑπηκόους, καὶ εἰ ταῖς ὁδοῖς μου αἷς διεταξάμην αὐτοῖς ἐπορεύθησαν. Νῦν δὲ ἀνήκοοι καὶ ἀπειθεῖς γενόμενοι, αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ κατέστησαν. Εἶτ' ἐπειδήπερ λαὸν αὐτοῦ ὠνόμασε τοὺς ἀπειθεῖς καὶ ἀνηκόους καθ' ὑπερβολὴν φιλανθρωπίας τὸ Πνεῦμα τὸ ἅγιον, διδάσκει ὅτι οὐδεὶς Θεῷ ἀπειθήσειε λαὸς αὐτοῦ. Διὸ ἐπιλέγει· Οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ· κατὰ δὲ τὸν Σύμμαχον· Μισοποιοὶ Κυρίου οἱ ψευσάμενοι αὐτῷ. Καὶ προστίθησι· Καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα. Εἰ γὰρ καὶ τοιαῦτα τετολμήκασιν, ὅμως τὸν παρόντα αἰῶνα ἕξουσι. Καὶ οὗτός ἐστιν αὐτῶν ὁ καιρὸς, ἐν
If My people had heard Me, if Israel had walked in My ways, for nothing would I have humbled their enemies, and upon those who afflict them I would have laid My hand. Sufficient defence has been made, that the wrath from God did not pursue the nation of the Jews without judgement or at random. And it seems to me to have made the answer to the questions spoken above, in the words Why, O God, did Thou cast off to the end, why was Thy wrath angered against the sheep of Thy pasture? and again: Why did Thou pull down its hedge, and all who pass along the way pluck it? For why they have suffered such things He teaches, saying: Because My people did not hear My voice, and Israel did not attend to Me; and, If My people had heard Me, if Israel had walked in My ways, for nothing would I have humbled their enemies. Instead of which Symmachus translated: In very little I would have defeated their enemies, and against their adversaries I would have turned My hand. These things I would have done, He says, against the enemies of the people, if I had found them obedient, and if they had walked in My ways which I enjoined upon them. But as it is, having become unheeding and disobedient, they themselves constituted themselves enemies of God. Next, inasmuch as the Holy Spirit through excess of loving-kindness named the disobedient and unheeding His people, it teaches that no people truly His would disobey God. Wherefore it adds: The enemies of the Lord lied to Him; and according to Symmachus: Makers of hatred towards the Lord are those who lied to Him. And it subjoins: And their time shall be for the age. For even though they have dared such things, nevertheless they shall have the present age. And this is their time, in
PG 23:981Read from the page
ᾧ καὶ μετὰ τοσαῦτα πλημμελήματα ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς. Κατὰ τοῦτο δὲ ἐπλήρου καταξιώσας αὐτοὺς τῆς οἰκείας τροφῆς, οὐ μόνον τῆς σωματικῆς, ἀλλὰ καὶ τῆς ἐπουρανίου καὶ πνευματικῆς, ὁπηνίκα πρώτοις αὐτοῖς ἐπεδήμει ὁ Χριστὸς τοῦ Θεοῦ, τροφὴν αὐτοῖς παρεῖχε τὸν ἐπουράνιον ἄρτον αὐτὸς ἑαυτόν. Οὐ μὴν ἀλλὰ καὶ ἐψώμισεν αὐτοὺς ἐκ πέντε ἄρτων παραδόξως ἐπὶ τῆς ἐρήμου· ὥσπερ πάλαι διὰ Μωσέως τὸ μάννα. Ἔτι δὲ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς· πέτρα δὲ ἦν αὐτὸς, χορηγῶν αὐτοῖς τὰ πάσης ἡδονῆς καὶ παντὸς μέλιτος γλυκύτερα μαθήματα, περὶ ὧν ἦν εἰπεῖν· Ὡς γλυκέα τὰ λόγιά σου τῷ φάρυγγί μου! ὑπὲρ μέλι τῷ στόματί μου. Καὶ πάλαι δὲ διὰ Μωσέως ἐκ πέτρας αὐτοῖς παρεῖχε ποτόν. Μέλι δὲ ἐνταῦθα τὸ ἐκ πέτρας οὐδ' ἄλλως ἢ κατὰ διάνοιαν ἐκδεκτέον· ἐπεὶ καὶ αὐτὸς Μωσῆς τὴν αὐτὴν τίθησι μαρτυρίαν, λέγων ἐν μεγάλῃ ᾠδῇ· Ἐθήλασαν μέλι ἐκ πέτρας, καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας. Ἅπερ πρὸς μὲν ψιλὴν τὴν λέξιν οὐχ ὑφέστηκεν, ἀλληγορικῶς δὲ κατὰ μόνην τὴν διάνοιαν ἐξακούεται. Αὐτὸς γὰρ ὁ Χριστὸς ἡ πέτρα, ταῦτα πάντα παρέχων αὐτοῖς διὰ τῆς αὐτοῦ διδασκαλίας, οὐ καθ' ὃν χρόνον ἐπεδήμει μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐνσάρκου ἐπιδημίας αὐτοῦ· ὡς ἐξ ἅπαντος αὐτοὺς μὲν εἶναι ἀναπολογήτους, δικαίαν δὲ τὴν τοῦ Θεοῦ κρίσιν μετὰ τὰ τοσαῦτα τὴν ἀποβολὴν αὐτῶν ἐργασαμένην. Ἀλλὰ γὰρ ταῦτα ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἐπὶ τὴν ἔνθεον ἀγαλλίασιν διὰ τῶν πρώτων κεκλημένους ὁ λόγος διδάσκει προφυλαττομένους, μή πη τοῖς ὁμοίοις καὶ αὐτοί ποτε περιπέσοιμεν.
which even after such great transgressions He fed them from the fat of wheat, and with honey out of a rock He satisfied them. And accordingly He fulfilled this when He deemed them worthy of His own nourishment, not only the bodily, but also the heavenly and spiritual, when Christ of God sojourned among them first, and Himself provided Himself to them as nourishment, the heavenly bread. Nay more, He also fed them miraculously from five loaves in the wilderness, even as of old through Moses with the manna. And furthermore with honey out of a rock He satisfied them; and He Himself was the rock, supplying to them the teachings sweeter than all pleasure and all honey, concerning which one might say: How sweet are Thy oracles to my throat! beyond honey to my mouth. And of old too through Moses He provided drink to them out of a rock. Yet honey out of a rock here must be understood in no other way than according to the spiritual sense; since Moses himself also sets down the same testimony, saying in the great ode: They sucked honey out of a rock, and oil out of a solid rock. Which things according to the bare letter did not take place, but allegorically are understood according to the spiritual sense alone. For Christ Himself is the rock, providing all these things to them through His teaching, not only during the time when He sojourned among men, but also before His sojourn in the flesh; so that altogether they are without excuse, and righteous is the judgement of God which after such great things wrought their rejection. However, the word teaches these things to us from the nations who through the opening words have been called to godly exultation, guarding ourselves beforehand, lest perchance we ourselves too should ever fall into the like things.
ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΠΑʹ.
A Psalm for Asaph. 81.
Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ὁ μὲν πρὸ τούτου λόγος κατηγορεῖ τοῦ παντὸς Ἰουδαίων λαοῦ, σαφῶς τοῦ Θεοῦ φάσκοντος· Οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν· καὶ πάλιν· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη· ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὁ δὲ μετὰ χεῖρας ἀκολούθως ἐκείνοις τῶν προέδρων τοῦ λαοῦ κατηγορεῖ· ὡς πρὸς ἄρχοντα γοῦν καὶ κριτὰς ἀποτείνεται λέγων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχὸν καὶ ταπεινὸν, ὀρφανὸν καὶ πένητα δικαιώσατε. Εἶτα ἐπιλέγει· Ἐγὼ ταῦτα παρεκελευόμην· οἱ δὲ οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Θεοὺς δὲ αὐτοὺς ἀποκαλεῖ, ἤτοι διὰ τὴν τιμὴν ἣν ἀπένεμεν αὐτοῖς ὁ λαός· οὕτω μετὰ πλείστου φόβου καὶ τιμῆς προσιὼν αὐτοῖς ὡσεὶ καὶ αὐτῷ τῷ Θεῷ· ἢ ἐπειδήπερ χώραν Θεοῦ ἐπεῖχον τὸ κρίνειν ἀναδεδεγμένοι, κολάζοντές τε καὶ τιμωρούμενοι τοὺς ἀδικοῦντας κατὰ τὸν παρ' αὐτοῖς νόμον· ἢ διὰ τὴ τετιμῆσθαι αὐτοὺς ὑπὸ τοῦ Θεοῦ τῷ τῆς υἱοθεσίας ὀνόματι, ὡς λέγεσθαι περὶ αὐτῶν· Υἱοὺς ἐγέννησα
God stood in the synagogue of gods, and in the midst He judges gods. Now the discourse before this accuses the whole people of the Jews, God clearly declaring: My people did not hear My voice, and Israel did not attend to Me. So I sent them away according to the practices of their heart; and again: If My people had heard Me, if Israel had walked in My ways, for nothing would I have humbled their enemies; whereas the one in hand consistently with those words accuses the presidents of the people; at any rate it directs itself as towards ruler and judges, saying: How long do you judge unrighteousness, and accept the persons of sinners? Judge the poor and lowly, justify the orphan and needy. Next He adds: I exhorted these things; yet they did not know nor understand, they walk on in darkness. Now He calls them gods, either because of the honour which the people accorded to them, approaching them thus with the greatest fear and honour as though even unto God Himself; or inasmuch as they occupied the place of God, having undertaken judgement, punishing and avenging wrongdoers according to the law among them; or because they had been honoured by God with the name of adoption as sons, so that it was said concerning them: I begot sons
Notes, col. 981

On the reading

Printed τὴ, for τὸ.

PG 23:984Read from the page
καὶ ὕψωσα· ἢ διὰ τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ γεγονέναι διὰ τὴν ἐν ἀνθρώποις νοερὰν καὶ λογικὴν οὐσίαν. Αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ ψαλμῷ προϊὼν, ὁ λόγος φησὶ πρὸς τοὺς κατηγορουμένους· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Υψίστου πάντες. Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Τοὺς δὴ οὖν τοῦ λαοῦ προεστῶτας, ἱερέας δηλαδὴ καὶ ἀρχιερέας, τούς τε λοιποὺς ἄρχοντας ἀνακρίνων ὁ Θεὸς Λόγος, τὰ μετὰ χεῖρας διεξέρχεται. Διὸ εἴρηται· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει· κατὰ δὲ τὸν Ἀκύλαν· Θεὸς ἔστη ἐν συναγωγῇ ἰσχυρῶν, ἐν ἐγκάτῳ Κύριος κρίνει· κατὰ δὲ τὸν Σύμμαχον· Ὁ Θεὸς κατέστη ἐν συνόδῳ Θεοῦ, ἐν μέσοις Θεὸς κρίνων. Κρίνων δὲ οὗτος ὁ Θεὸς, δηλαδὴ ὁ τοῦ Θεοῦ Λόγος, καὶ διακρίνων τὴν λεγομένην συναγωγὴν τῶν θεῶν, ἐλέγχους προσάγει τοῖς κρινομένοις. Καὶ ἐπεὶ δυνατοὶ δυνατῶς ἐτασθήσονται, εἰκότως τὸ τάγμα τῶν προλελεγμένων θεῶν ἀφορίζει ἰδίως καὶ κρίνει, προδιελθὼν ἐν τῷ πρὸ τούτου λόγῳ τὸν ἔλεγχον τοῦ πλήθους τοῦ λαοῦ. Ἀλλὰ καὶ διακρίνει, κρίνων τοὺς ἀξίους σωτηρίας καὶ τοὺς μὴ τοιούτους. Κρίνει δὲ οὐκ ἐπηρμένως, οὐδὲ τυραννικῶς, ἐν ὕψει τε προκαθεζόμενος, ἀλλὰ συγκαταβαίνων τοῖς κρινομένοις, μέσος αὐτῶν ἵσταται, ὁμοιούμενος αὐτοῖς τῷ σχήματι δι' οὗ ἀνείληφεν ἀνθρώπου. Ἐντεῦθέν τε ἤδη προλαβὼν ἀποτείνεται σωφρονίζων τοὺς μέλλοντας κρίνεσθαι, καὶ προφυλαττόμενος αὐτοὺς πρὸς τὸ μὴ περιπεσεῖν τῇ τῆς κρίσεως τιμωρίᾳ, προκατορθῶσαι δὲ καὶ προφυλάξασθαι διὰ τῶν προσαγομένων αὐτοῖς ἐλέγχων.
and exalted them; or because they were made according to the image and likeness of God through the intellectual and rational substance in men. Forthwith, at any rate, proceeding in this very psalm set before us, the word says to those who are accused: I said: You are gods, and all of you sons of the Most High. Yet you die like men, and fall like one of the rulers. Examining, then, those set over the people, namely priests and chief priests, and the rest of the rulers, God the Word recounts the words in hand. Wherefore it is said: God stood in the synagogue of gods, and in the midst He judges gods; and according to Aquila: God stood in the synagogue of the mighty, in the inward part the Lord judges; and according to Symmachus: God stood in the assembly of God, in the midst God judging. Now this God, namely the Word of God, judging and discerning the so-called synagogue of gods, brings reproofs against those who are judged. And since mighty men shall be mightily examined, reasonably He separates apart the order of the aforesaid gods and judges them, having previously gone through the reproof of the multitude of the people in the discourse before this. Nay more, He also discerns, judging those worthy of salvation and those not such. And He judges not haughtily, nor tyrannically, nor sitting enthroned on high, but condescending to those who are judged, He stands in the midst of them, assimilated to them in form through the man whom He assumed. And hence already beforehand He directs Himself to chasten those who are about to be judged, guarding them beforehand so that they may not fall into the punishment of judgement, and that they may amend beforehand and guard themselves beforehand through the reproofs brought against them.
Διὸ φάσκει· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε πτωχῷ καὶ ὀρφανῷ. Τὰ ὅμοια δὲ τούτοις καὶ διὰ Ἠσαΐου τὸ προφητικὸν Πνεῦμα κέκραγε λέγον· Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήρᾳ· καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Ἀλλὰ ταῦτα μὲν ὁ λόγος προδιαστέλλεται· οἱ δὲ τῇ τῶν θεῶν ἐπηγορίᾳ τιμηθέντες, καὶ τοσαύτης διδασκαλίας ἀξιωθέντες, οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ταῦτα δὲ καὶ εἰς τὸν καιρὸν τῆς πρώτης τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας ἀναφέροιτο ἂν, καθ' ὃν ἐν ταῖς συναγωγαῖς παραβάλλων τοῦ Ἰουδαίων ἔθνους, καὶ μέσος τῶν ἀρχόντων παριὼν, τὰς πρὸς αὐτοὺς ἐποιεῖτο διαλέξεις, ἐλέγχους τε αὐτοῖς ἐπῆγε, μαρτυρόμενος καὶ διαστελλόμενος τὰ περὶ τῆς μελλούσης αὐτοὺς διαλήψεσθαι κρίσεως. Οὕτως οὖν ὁ Θεὸς ἦν κατ' ἐκεῖνο καιροῦ ἑστὼς ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ τε τοὺς προλεχθέντας κρίνων θεούς· ἀντὶ γὰρ τοῦ, διακρίνει, ὁ Σύμμαχος καὶ ὁ Ἀκύλας, κρίνων, ἐκδεδώκασι. Καὶ ὅρα ὅπως θεοὺς ὠνόμασε τοὺς κρινομένους, καὶ θεῶν συναγωγὴν οὐκ ὤκνησεν ἀποκαλέσαι, εἰς δυσώπησιν τῶν ἀρνουμένων τοῦ Σωτῆρος τὴν θεότητα. Εἰ γὰρ τοὺς ἐλεγχομένους καὶ ἐπὶ κακίᾳ διαβαλλομένους οὐκ ὤκνει θεοὺς ὀνομάζειν, τὸν τῶν τοσούτων παραδόξων ἔργων ποιητὴν, τὸν τὴν κρίσιν
Wherefore He declares: How long do you judge unrighteousness, and accept the persons of sinners? Give judgement for the poor and the orphan. And things like to these through Isaiah as well the prophetic Spirit has cried aloud, saying: Learn to do good, seek out judgement, give judgement for the orphan and justify the widow; and come, let us reason together, says the Lord. And though your sins be as scarlet, I shall make them white as snow. Yet the word enjoins these things beforehand; whereas those honoured with the title of gods, and deemed worthy of so great a teaching, did not know, nor understand; they walk on in darkness. Now these things might also be referred to the time of the first sojourn of our Saviour, during which, presenting Himself in the synagogues of the nation of the Jews, and passing into the midst of the rulers, He held His discourses with them, and brought reproofs upon them, solemnly testifying and charging them concerning the judgement about to overtake them. Thus, therefore, God was at that point of time standing in the synagogue of gods, and in the midst judging the aforesaid gods; for instead of discerns, Symmachus and Aquila have rendered judging. And see how He named those being judged gods, and did not hesitate to call it a synagogue of gods, to the shaming of those who deny the deity of the Saviour. For if He did not hesitate to name gods those who were being reproved and accused of wickedness, the Maker of such great marvellous works, Him Who received the judgement
Notes, col. 984

On the reading

Printed Υψίστου, for Ὑψίστου.