Migne Reading Room

PG 23 · cols. 985–996 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:985Read from the page
παρὰ τοῦ Πατρὸς εἰληφότα, πῶς οὐ δικαιότατον τῇ τοῦ Θεοῦ σεβασμίῳ τιμῇ σεμνύνειν; Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ δυσωπητικῶς πρὸς αὐτοὺς τοὺς Ἰουδαίων ἄρχοντας προὔτεινεν, αὐταῖς δὲ ταύταις κεχρημένος ταῖς παρούσαις λέξεσιν. Εἰρηκότων γὰρ αὐτῶν· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· ἀνταπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι, Ἐγὼ εἶπα· Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ Θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι βλασφημεῖ, ὅτι εἶπον· Υἱὸς Θεοῦ εἰμι. Εἰ δὲ λέγοι ὁ Σωτὴρ, ὅτι, Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ; μὴ θαυμάσῃς· ἐπεὶ πάντα λόγον Θεοῦ, οὐ μόνον τὸν διὰ Μωσέως, ἀλλὰ καὶ τὸν διὰ τῶν προφητῶν λελεγμένον, ὥσπερ τινὰ βασιλικὸν νόμον ἀποδέχεσθαι διδάσκει· ὥστε καὶ τὰ διὰ τῶν προφητῶν παρηγγελμένα εὐλόγως ἄν τινα εἶναι φάναι νόμους Θεοῦ· καὶ τὸ διὰ τῆς ψαλμῳδίας ὁμοίως. Αὐτὸς οὖν ὁ τοῦ Θεοῦ Λόγος, μορφὴν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἔστη ἐν συναγωγῇ θεῶν, καὶ μέσος τῶν ἐν ἀνθρώποις ὠνομασθέντων θεῶν γεγονὼς, ἔκρινεν αὐτοὺς, ὁπηνίκα πρὸς αὐτοὺς ἔλεγεν· Ὁ λόγος ὃν ἐλάλησα πρὸς ὑμᾶς, αὐτὸς ὑμᾶς κρίνει. Καὶ μᾶλλον οὕτω πρέποι ἂν ἐκδέχεσθαι τὴν παροῦσαν Γραφὴν, ἢ νομίζειν τὸν ἐπέκεινα τῶν ὅλων Θεὸν, αὐτὸν τὸν Πατέρα, ἐν τούτοις εἰσάγεσθαι μεταξὺ θεῶν ἑτέρων ἑστῶτα. Οὔτε γὰρ ἰσοτίμους αὐτῷ τινας εἶναι ὑπονοεῖν θέμις, οὔτε αὐτὸν εἰς τοσοῦτον καταγαγεῖν, ὡς μέσον ἀνθρώπων παρεῖναι καὶ ἑστάναι ὑποτίθεσθαι. Ταῦτα δὲ πάντα ἂν ἁρμόζοι τῷ Χριστῷ τοῦ Θεοῦ· ὃς δὴ φάσκων· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; οὐ πρὸς ἐκείνους μόνους οἷς παρὼν ὡμίλει, ἀλλὰ καὶ πρὸς πάντας εἴποι ἂν ταῦτα, τοὺς τὴν ἐξουσίαν τοῦ κρίνειν ἑτέρους εἰληφότας. Μέμφεται δὲ εἰκότως τοὺς καθυποκρινομένους μὲν τὰ τῶν πλουσίων πρόσωπα, καταπονοῦντας δὲ τοὺς πένητας· δέον τῷ τῆς δικαιοσύνης ζυγῷ δικάζειν, μνημονεύοντας φάσκοντος νόμου· Οὐ λήψῃ πρόσωπον ἐν κρίσει. Νυνὶ δὲ πολλάκις καὶ ἡμεῖς ἐπὶ μὲν τῶν πενήτων πταιόντων σμικρά τινα ἀπότομοι γιγνόμεθα κριταὶ, καὶ ἀπαραίτητοι ἐν ταῖς κατ' αὐτῶν ἀποφάσεσι· πλουσίων δὲ τὰ μέγιστα ἐξαμαρτανόντων, ἔπειτα παραβαλλόντων εἰς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, πρόσωπα λαμβάνομεν· ὥστε καὶ πρὸς ἡμᾶς ἁρμόττει τό· Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσ-
from the Father, how is it not most righteous to revere with the venerable honour of God? This very thing indeed the Saviour Himself put forward to shame the very rulers of the Jews, making use of these very present expressions. For when they had said: For a good work we do not stone You, but for blasphemy, because You, being a man, make Yourself God; Jesus answered them in return: Is it not written in your law, I said: You are gods? If He called those men gods, to whom the word of God came — and the Scripture cannot be broken — do you say of Him Whom the Father sanctified and sent into the world, He blasphemes, because I said: I am Son of God? And if the Saviour should say, Is it not written in the law? do not marvel; since He teaches us to receive every word of God, not only that spoken through Moses, but also that spoken through the prophets, like some royal law; so that one might reasonably say that the precepts enjoined through the prophets are also laws of God, and likewise what is given through psalmody. God the Word Himself, therefore, having taken the form of a servant, and having been found in fashion as a man, stood in the synagogue of gods, and having come into the midst of those named gods among men, judged them, when He said to them: The word which I spoke to you, that itself judges you. And it would be more fitting to understand the present Scripture thus, than to suppose that God Who is beyond all things, the Father Himself, is introduced in these words standing between other gods. For neither is it lawful to surmise that any are equal in honour to Him, nor to bring Him down so far as to suppose Him to be present and standing in the midst of men. Whereas all these things would suit the Christ of God; Who indeed, declaring: How long do you judge unrighteousness, and accept the persons of sinners? would say these things not only to those with whom He conversed when present, but also to all who have received the authority to judge others. And reasonably He blames those who play the hypocrite before the persons of the rich, while oppressing the needy; whereas one ought to give judgement with the balance of righteousness, remembering the law which declares: You shall not accept a person in judgement. Yet nowadays oftentimes we too, in the case of the needy stumbling in some small matters, become harsh judges, and inexorable in our sentences against them; whereas when rich men commit the greatest sins, and afterwards present themselves in the Church of God, we accept their persons; so that to us as well applies the saying: How long do you judge unrighteousness, and per-
Διὸ ἐπιλέγει· Κρίνατε πτωχὸν καὶ ὀρφανὸν, ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Ἐὰν μὲν οὖν τούτων ἀκροώμενοι παιδευώμεθα καὶ τὰ παραγγέλματα φυλάττοιμεν, τῆς ἐκ τῶν λόγων ὠνάμεθα ὠφελείας. Ἐπεὶ καὶ ἡμῖν λεχθήσεται· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Τί δὲ οὐκ
Wherefore He adds: Judge the poor and the orphan, justify the lowly and the needy. Rescue the needy, and deliver the poor out of the hand of the sinner. If, then, listening to these things we are instructed and keep the precepts, we have gained the profit from the words. Otherwise to us too it shall be said: They did not know, nor understand; they walk on in darkness. And what did they not
PG 23:988Read from the page
ἔγνωσαν οὐδὲ συνῆκαν, ἢ ὅτι ὅσον οὔπω καὶ αὐτοὶ παραστήσονται τῷ βήματι τοῦ Θεοῦ, λόγον δώσοντες περὶ ὧν οὐ δικαίως ἔκριναν; Οἱ δὲ μὴ πρὸ ὀφθαλμῶν θέμενοι τὴν κρίσιν τοῦ Θεοῦ ἐν σκότει διαπορεύονται, τῷ τῆς ἀγνοίας σκότῳ τὰ τῆς ψυχῆς αὐτῶν ὄμματα πληρώσαντες. Διὸ προσήκει, τῷ τοῦ λόγου φέγγει φωτιζομένους, ἢ μὴ κρίνειν, μνημονεύοντας τοῦ εἰρηκότος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἢ εἰ ἀνάγκη ποτὲ κρίνειν, κατὰ τὸ δικαιότατον τοῦτο ποιεῖν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας, κἂν δέοι ὑπὲρ ἀληθείας θνήσκειν, πεπεισμένους ἀκριβῶς, ὅτι πάντων ἔσται συντέλεια καὶ μεταβολὴ ἐπὶ τῇ καθολικῇ κρίσει τοῦ Θεοῦ, ἣν ποιήσεται διὰ τοῦ Χριστοῦ αὐτοῦ· ἣν καὶ ὁ παρὼν παρίστησι λόγος ἐπισυνάπτων ἑξῆς τό· Σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ἔτι πρὸς τοὺς προλεχθέντας θεοὺς, ἡγουμένους δηλαδὴ καὶ ἄρχοντας τοῦ λαοῦ, ὁ μέσος αὐτῶν γενόμενος Θεὸς καὶ τὰ παρόντα ἀποτείνεται, διδάσκων, ὡς αὐτὸς μὲν, τὴν τοῦ Πατρὸς ἀφθονίαν μιμούμενος, πᾶσιν αὐτοῖς τῆς αὐτοῦ θεότητος οὐκ ἐφθόνησε μεταδοῦναι, ὡς καὶ θεοὺς ἀναγορεῦσαι αὐτοὺς καὶ υἱοὺς Ὑψίστου πάντας ἂν εἰπεῖν, ὅπερ αὐτῷ μόνῳ προσῆν· οἱ δὲ τὴν χάριν ἐνύβρισαν. Νοήσεις δὲ πῶς τιμὴν θεῶν οἱ ὑπὸ τοῦ Θεοῦ τὴν ἀρχὴν εἰληφότες παρὰ τοῖς ἀρχομένοις ἐκτήσαντο, ἐπιστήσας ὅπως εἴρηται τῷ Μωσεῖ· Ἰδοὺ καθέστηκά σε σήμερον θεὸν τῷ Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σοι προφήτης. Ὥσπερ γὰρ Μωσῆς, ἄνθρωπος ὢν Θεοῦ καὶ παρ' αὐτοῦ τὴν τιμὴν λαβὼν, θεὸς ἀνηγορεύθη τοῦ Φαραώ· τὸν αὐτὸν τρόπον καὶ πάντες οὓς ἂν τιμήσειεν ὁ Θεὸς, θεῶν χώραν παρὰ τοῖς ὑποτεταγμένοις εἰλήφασιν. Ἔνθεν καὶ οἱ ἀρχόμενοι προσίασιν αὐτοῖς μετὰ εὐλαβείας καὶ δέους, οὐ διά τινα δορυφορίαν στρατιωτικὴν, οὐ διὰ πλοῦτον καὶ δυναστείαν, διὰ δὲ τὴν ὑπὸ Θεοῦ περιθεῖσαν αὐτοῖς τιμήν. Οὕτω γὰρ καὶ Μωσέως ἦν δεδοξασμένον τὸ πρόσωπον· οὕτω καὶ τῶν ἀποστόλων τοῦ Σωτῆρος ἡμῶν, οὕτω καὶ τῶν πάλαι τοῦ Θεοῦ προφητῶν, οὕτω καὶ πάντων τῶν ἀληθῶς τοῦ Θεοῦ δούλων, ἀδόξως μενόντων καὶ πτωχῶν κατὰ τὸν βίον, τετιμημένων δὲ παρὰ τοῖς θεοσεβέσι διὰ τὴν ἐκ Θεοῦ δεδομένην αὐτοῖς χάριν. Ἐγὼ μὲν οὖν, φησὶ, καὶ ἠθέλησα, καὶ εἶπον· Θεοί ἐστε· βουληθεὶς ὑμᾶς ὁμοίως ἐμοὶ τῷ μέσῳ ὑμῶν ἑστῶτι Θεῷ υἱοὺς γενέσθαι τοῦ Ὑψίστου· ὑμεῖς δὲ τὴν χάριν ἠθετήσατε. Ταῖς γοῦν ἀνθρωπίναις κακίαις καὶ ταῖς ὑμετέραις ἁμαρτίαις ἐναποθνήσκετε. Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. Διὸ καὶ ὑμεῖς ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. Ὡς γὰρ ἦν ποτε ὁ διάβολος τιμῆς ἠξιωμένος παρὰ τῷ Θεῷ καὶ τῶν ἐν οὐρανοῖς ἀρχοντικῶν ἀγγέλων εἷς· εἶτα μοχθηρᾷ προαιρέσει χρησάμενος ἀποπέπτωκε τῆς αὐτοῦ χώρας, ὡς εἰρῆσθαι περὶ αὐτοῦ· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος ὁ πρωι ἀνατέλλων; τοιοῦτοί τινες καὶ ὑμεῖς γεγό-
know nor understand, save that almost immediately they too shall stand before the judgement-seat of God, to render an account concerning the things which they did not judge righteously? Yet those who did not set the judgement of God before their eyes walk on in darkness, having filled the eyes of their soul with the darkness of ignorance. Wherefore it befits those illuminated by the light of the word either not to judge, remembering Him Who said: Judge not, that you be not judged; or if ever there is necessity to judge, to do this most righteously and reprove sinners, even though one had to die for the truth, being accurately persuaded that there shall be a consummation and transformation of all things at the universal judgement of God, which He shall make through His Christ; which the present discourse too sets forth, subjoining next: All the foundations of the earth shall be shaken. I said: You are gods, and all of you sons of the Most High; yet you die like men, and fall like one of the rulers. Furthermore, to the aforesaid gods, namely leaders and rulers of the people, God Who came into their midst directs the present words as well, teaching how He Himself, imitating the ungrudgingness of the Father, did not grudge to impart His deity to them all, so as even to proclaim them gods and call them all sons of the Most High, a thing which belonged to Him alone; whereas they insulted the grace. Now you will perceive how those who have received rule from God acquired the honour of gods among their subjects, when you attend to how it was said to Moses: Behold, I have appointed you today as a god to Pharaoh, and Aaron your brother shall be your prophet. For just as Moses, being a man of God and having received honour from Him, was proclaimed a god of Pharaoh; in the same way too all whom God honours have received the place of gods among those set under them. Hence too their subjects approach them with reverence and awe, not because of any military bodyguard, not because of wealth and dynasty, but because of the honour conferred upon them by God. For thus too the face of Moses had been glorified; thus too that of the apostles of our Saviour, thus too of God's prophets of old, thus too of all who were truly servants of God, remaining without glory and poor in this life, yet honoured among the godly because of the grace given to them from God. I indeed, therefore, He says, both willed it and said: You are gods; willing that you, similarly to Me, God standing in your midst, should become sons of the Most High; yet you rejected the grace. At any rate in human wickednesses and in your sins you die. For the soul that sins, it itself shall die. Wherefore you too die like men, and fall like one of the rulers. For just as the devil had once been deemed worthy of honour with God and was one of the ruling angels in the heavens, and next, having used a wicked choice, fell away from his place, so that it was said concerning him: How did Lucifer, who rises early, fall from heaven? such ones you too have be-
Notes, col. 988

On the reading

Printed πρωι, for πρωῒ.

PG 23:989Read from the page
νατε, οὐκ ἐκ φύσεως ὄντες κακοὶ, χρησάμενοι δὲ οὐκ ἀγαθῇ τή προαιρέσει. Διὸ τὰ μὲν παρ' ἐμοῦ εἰς Θεοῦ τιμὴν ὑμᾶς ἐκάλει· ὑμεῖς δὲ τὸν ἄρχοντα τῆς πτώσεως μιμησάμενοι, ὡς εἷς τῶν ἀρχόντων καὶ αὐτοὶ πίπτετε. Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Σφόδρα ἀκολούθως διὰ τοῦ πρὸ τούτου ψαλμοῦ κατηγορήσας ὁ λόγος τοῦ παντὸς Ἰουδαίων ἔθνους, καὶ διὰ τοῦ μετὰ χεῖρας δὲ ὡσαύτως τῶν ἀρχόντων τοῦ λαοῦ κατηγορίαν πεποιημένος, διαλλαγὴν αἰτεῖ καὶ ἐπιφάνειαν εὔχεται γενέσθαι οὐκέτι τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι. Διὸ ἐπιλέγει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσι. Τίς δέ ἐστιν ὁ κληρονομήσας ἐν πᾶσι τοῖς ἔθνεσι, μὴ ἐρώτα, τὸ δὲ πρᾶγμα ἐξέταζε, καὶ εὑρήσεις οὐδὲ ἄλλον ἢ τὸν Χριστὸν τοῦ Θεοῦ· πρὸς ὃν λέλεκτο ὑπὸ τοῦ Πατρός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Τοῦτον οὖν διεγείρων τὸν ἐν μέσῳ τῶν θεῶν Θεὸν στάντα καὶ διελέγξαντα τοὺς προλεχθέντας, ἤδη ποτὲ ἐπὶ πέρας ἐπαγαγεῖν τὴν πρὸς αὐτὸν ἐπαγγελίαν ὁ παρὼν ἀξιοῖ λόγος φήσας· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Οἱ μὲν γὰρ προκατηγορηθέντες, φησὶ, κακοὶ γενόμενοι κριταὶ, ἐν σκότῳ διεπορεύθησαν· ἐπεὶ δέ σοι πρέπει τὸ δικαίως κρίνειν· μόνῳ γὰρ τὴν κρίσιν ὁ Πατὴρ ἔδωκε τῷ Υἱῷ· ἤδη ποτὲ σὺ αὐτὸς ἀνάστηθι, διὰ τῆς σαυτοῦ ἀναστάσεως τὴν κοινὴν πάντων ἀνθρώπων ἀνάστασιν ποιησόμενος· καὶ κρῖνον τὴν γῆν, πάντας δηλαδὴ τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους. Πρέπει δέ σοι πάντας ἀνθρώπους κρίνειν, ἐπειδὴ
come, not being evil by nature, but having used no good choice. Wherefore the things from Me called you to the honour of God; whereas you, having imitated the ruler of the fall, yourselves too fall like one of the rulers. Arise, O God, judge the earth, for Thou shall inherit among all the nations. Very consistently, having through the psalm before this accused the whole nation of the Jews, and through the one in hand likewise having made an accusation of the rulers of the people, the discourse asks for reconciliation and prays that a manifestation take place no longer for the nation of the Jews, but for all the nations. Wherefore it adds: Arise, O God, judge the earth, for Thou shall inherit among all the nations. Now Who it is that inherited among all the nations, do not ask, rather examine the matter, and you will find none other at all than the Christ of God; to Whom it had been spoken by the Father: You are My Son; today I have begotten You. Ask of Me, and I shall give You nations for Your inheritance, and for Your possession the ends of the earth. Rousing Him, therefore — God Who stood in the midst of the gods and thoroughly reproved those aforesaid — now at last to bring unto completion the promise made to Him, the present discourse entreats, saying: Arise, O God, judge the earth, for Thou shall inherit thoroughly among all the nations. For those accused before, he says, having become bad judges, walked on in darkness; and since it befits Thee to judge righteously — for to the Son alone did the Father give judgement — now at last do Thou Thyself arise, about to bring about through Thine own resurrection the common resurrection of all men; and judge the earth, namely all men who inhabit the earth. And it befits Thee to judge all men, inasmuch as
Ταῦτά τε πάντα τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου Ἀσὰφ ἐξενήνεκται. Ἐπεὶ δὲ εὕρομεν καὶ τὸν μθʹ ψαλμὸν καὶ αὐτὸν ἐπιγεγραμμένον Τοῦ Ἀσὰφ, καὶ τὰ περὶ κρίσεως διειληφότα ὁμοίως τοῖς προκειμένοις· εἰκότως ἡγησάμεθα ἀκόλουθον εἶναι ἐκεῖνον τούτῳ, ὄντα μὲν ὁμοίως τοῦ Ἀσὰφ, τὴν αὐτὴν ὑπόθεσιν εἰσηγούμενον. Εἴρηται γοῦν καὶ ἐν αὐτῷ· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. Θέα γὰρ ὅπως τὸ μὲν τέλος τοῦ μετὰ χεῖρας φάσκει· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν· ἡ δὲ τοῦ μθʹ ἀρχή· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν. Καὶ ἐνταῦθα μὲν εἴρηται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν ἐκείνῳ δὲ, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ πάλιν ἐν μὲν τῷ μθʹ λέλεκται· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· ἐλθὼν δὲ τί ποιήσει, ὁ μετὰ χεῖρας διδάσκει λέγων· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Πῶς δὲ διακρίνει, ὁ μθʹ διασαφεῖ φάσκων· Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται· κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα.
All these things too the Holy Spirit has brought forth through the prophet Asaph. Now since we found the forty-ninth psalm also itself entitled Of Asaph, and treating of the matters concerning judgement similarly to what lies before us, we reasonably considered that one to follow closely upon this one, being similarly of Asaph and introducing the same subject. At any rate it is said in it as well: The God of gods, the Lord, spoke, and called the earth from the risings of the sun unto the settings. For behold how the end of the psalm in hand declares: Arise, O God, judge the earth; and the beginning of the forty-ninth: The God of gods, the Lord, spoke, and called the earth. And here it is said: For Thou shall inherit thoroughly among all the nations; whereas in that one, from the risings of the sun unto the settings; and again in the forty-ninth it is said: God shall come manifestly, our God, and shall not keep silence; and when He comes, what He shall do, the one in hand teaches, saying: God stood in the synagogue of gods; and in the midst He discerns gods. And how He discerns, the forty-ninth makes plain, declaring: Fire shall burn before Him; round about Him a mighty tempest.
Notes, col. 989

On the reading

Printed τή, for τῇ.

PG 23:992Read from the page
Προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. Τούτων τοιγαροῦν ἕνεκα εἰκότως ἕπεσθαι τῷ μετὰ χεῖρας ἡγησάμεθα τὸν μθʹ. Κἀκεῖνο δὲ τηρητέον, ὡς ὁμοίως τοῖς ἐνταῦθα συνημμένοις τοῦ Ἀσὰφ ψαλμοῖς τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, καὶ ταύτης τὰς αἰτίας περιέχουσι. Καὶ ὁ μθʹ τοῦ αὐτοῦ τυγχάνων προφήτου, ἀνατροπὴν τοῦ Μωσέως νόμου εἰσάγει διὰ τῆς τῶν θυσιῶν παραιτήσεως· ὥστε καὶ ἐν ταύτῳ τὴν ἀκολουθίαν δείκνυσθαι τῆς τῶν ἐμφερομένων διανοίας. Διὰ τί δὲ μετατέθειται ὁ μθʹ ἐκ τῆς τῶν προκειμένων συναφείας, προτέτακται δὲ τῆς ἐν τῷ νʹ ψαλμῷ ἐξομολογήσεως, ἐν τοῖς εἰς αὐτὸν τεθεωρημένοις ἡμῖν προδιείληπται.
He shall call to the heaven above and to the earth, to judge His people. On account of these things, therefore, we reasonably considered the forty-ninth psalm to follow upon the one in hand. And that point too must be observed, that similarly to the psalms of Asaph joined together here, they contain the rejection of the nation of the Jews, and the causes thereof. And the forty-ninth, happening to be of the same prophet, introduces the overthrow of the law of Moses through the refusal of the sacrifices; so that in this too the sequence of thought of the matters contained therein is shown. Now why the forty-ninth has been transposed out of the connexion of the psalms set before us, and placed before the confession in the fiftieth psalm, has been treated beforehand by us in our observations upon it.
ῼΔΗ ΨΑΛΜΟΥ Τῼ ΑΣΑΦ. ΠΒʹ.
An Ode of a Psalm for Asaph. 82.
Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν οθʹ ψαλμὸς προανεφώνει τὸν ἀφανισμὸν τοῦ ἀμπελῶνος καὶ τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους, τοῦ τε παρ' αὐτοῖς τετιμημένου τόπου τὸν ἐμπρησμὸν καὶ τὴν ἐρημίαν· οἱ δ' ἑξῆς αὐτῷ δύο τὴν αἰτίαν ἐδίδασκον δι' ἣν πεπόνθασι ταῦτα· ὁ δὲ παρὼν, συνημμένος ἐκείνοις, ἱκετηρίαν καὶ δέησιν ὑπὲρ τοῦ λαοῦ ποιεῖται. Ἔδει γὰρ μετὰ τὰ σκυθρωπὰ ὥσπερ τινὰ θεραπείαν προσάγειν τοῖς προλεχθεῖσι, μέλλοντας ἐν τούτῳ περιγράφεσθαι τοὺς Τοῦ Ἀσὰφ ψαλμούς. Διὸ καὶ ᾨδὴ ψαλμοῦ ἐπιγέγραπται ὁ παρὼν λόγος, διὰ τὸ τὰ χρηστὰ ὑπερεύχεσθαι τοῦ λαοῦ. Ἔστι δὲ ὁ παρὼν τῶν ἐπιγεγραμμένων Τοῦ Ἀσὰφ ιαʹ, ὧν πρῶτος ἦν ὁ οβʹ, συμπαραλαμβανομένου τοῖς προκειμένοις τοῦ μʹ καὶ θʹ, διὰ τὸ καὶ αὐτὸν εἶναι τοῦ Ἀσάφ. Γένοιντ' ἂν οἱ πάντες τὸν ἀριθμὸν ιβʹ. Λέγει δὲ διὰ τοῦ παρόντος ὁ Προφήτης ἐν τῇ πρὸς τὸν Θεὸν ἱκετηρίᾳ· Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Ὁ μὲν γὰρ, φησὶ, τῷ Θεῷ μακροθύμῳ ὄντι καὶ ἀνεξικάκῳ, καὶ διὰ τοῦτο πάντων ἀνεχομένῳ, οὐδεὶς ὅμοιος. Τίς γάρ σοι παραπλησίως τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν δυσφημίας καὶ ὑπερηφανίας οἷός τ' ἂν εἴη φέρειν; Διὸ σοὶ μὲν, ὁ Θεὸς, οὐδεὶς ὁμοιωθήσεται· ἐγὼ δὲ ὡς ἄνθρωπος, ἡττώμενος ὑπὸ τῆς ἐμαυτοῦ ἀσθενείας, τολμῶ δεῖσθαι, καὶ σοὶ τῷ Θεῷ μεθ' ἱκετηρίας λέγειν· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς, ὁ Θεός. Σιγᾷν δὲ λέγεται ὁ Θεὸς, ἐπειδὰν ἐπαιρομένων τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν, ἀπροσποίητος μένει, μὴ ἐπάγων παραχρῆμα τὴν κατ' αὐτῶν ὀργὴν, μηδὲ ταῖς κατ' αὐτῶν τιμωρίαις χρώμενος. Διὸ καὶ τοῖς ἁμαρτάνουσιν ὁ αὐτὸς Ἀσὰφ ἐν τῷ μʹ καὶ θʹ τὸν Θεὸν εἰσάγει λέγοντα· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα· ὑπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος. Τὰ δὲ αἴτια τῆς σιγῆς τοῦ Θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας παιδεύει ὁ Ἀπόστολος γράφων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Ἀλλὰ σὺ μὲν, φησὶν, ὡς Θεὸς πάντων ἀνεχόμενος, πάντας φέρεις
O God, who shall be likened to Thee? Be not silent, nor grow mild, O God. Now the seventy-ninth psalm proclaimed beforehand the destruction of the vineyard and the fall of the nation of the Jews, and the burning and desolation of the place honoured among them; and the two next after it taught the cause for which they suffered these things; whereas the present one, joined to those, makes supplication and entreaty on behalf of the people. For after the gloomy things it was needful to apply as it were some healing to what had been said before, since the psalms Of Asaph were about to be brought to a close in this one. Wherefore too the present discourse is entitled An ode of a psalm, because it prays for good things on behalf of the people. Now the present one is the eleventh of those entitled Of Asaph, of which the first was the seventy-second, while if the forty-ninth is reckoned together with those set before us, because it too is of Asaph, they would all be twelve in number. And through the present one the Prophet says in his supplication to God: O God, who shall be likened to Thee? Be not silent, nor grow mild, O God. For to God, he says, Who is long-suffering and forbearing of evil, and therefore endures all men, no one is like. For who could bear in a manner comparable to Thee the blasphemies and arrogances of godless and impious men? Wherefore to Thee indeed, O God, no one shall be likened; whereas I as a man, overcome by my own weakness, dare to entreat, and with supplication to say to Thee, O God: Be not silent, nor grow mild, O God. Now God is said to be silent whenever, while godless and ungodly men lift themselves up, He remains as though unobservant, neither bringing wrath upon them forthwith, nor using punishments against them. Wherefore to sinners as well the same Asaph in the forty-ninth psalm introduces God saying: These things you did, and I kept silent; you supposed lawlessness, that I shall be like you. And the causes of the silence of God and of His forbearance and long-suffering the Apostle teaches, writing: Or do you despise the riches of His kindness and forbearance and long-suffering, not knowing that the kindness of God leads you to repentance? Yet Thou indeed, he says, enduring all men as God, bear with all men
Notes, col. 992

On the reading

Printed ταύτῳ, for τούτῳ.

PG 23:993Read from the page
πράως, καὶ ἐπὶ τοῖς ἀσεβῆ καὶ ἄθεα ἁμαρτάνουσι, καὶ κατὰ σοῦ τοῦ Θεοῦ βλασφημοῦσι, σιωπᾷς· ἐγὼ δὲ, μὴ δυνάμενος ταῦτα ὁρᾷν, δέομαι καὶ ἱκετεύω συγγνώμης τυχεῖν ἐπὶ τὸ μὴ δύνασθαι φέρειν σοι τῷ Θεῷ παραπλησίως· τίς γάρ σοι ὁμοιωθήσεται; Διὸ ὡς ἄνθρωπος, ζῆλον ἔχων τὸν ὑπὲρ τῆς σῆς εὐσεβείας, τολμῶ ἱκετηρίαν σοι προσάγειν· ὥστε παύσασθαι μὲν τῆς ἀφάτου μακροθυμίας καὶ τῆς ἀνεξικάκου σιωπῆς· ἤδη δέ ποτε κινηθῆναι κατὰ τῶν τὰ ἀνήκεστα τετολμηκότων. Διό φημι· Μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Μὴ καθησυχάσῃς, ὁ δὲ Σύμμαχος, Μὴ ἐρημάσῃς, εἰρήκασιν. Εἶτ' ἐπιλέγει ἑξῆς· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν. Κατὰ δὲ τὸν Ἀκύλαν· Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ὤχλασαν, καὶ μισοποιοῦντές σε ἦραν κεφαλήν· κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ οἱ ἐχθροί σου, φησὶ, συνηχοῦσι, καὶ οἱ μισοῦντές σε ἐπαίρουσι κεφαλήν. Ἠχοῦσι δὲ καὶ ὀχλάζουσιν οἱ ἐχθροὶ τοῦ Θεοῦ, ὅτε οὐκέτι κρύβδην, οὐδὲ πεφεισμένως τολμῶσι παραφθέγγεσθαι τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας· ἤδη δὲ ἐκ τοῦ προφανοῦς καὶ ἀθρόως οἱ πάντες κατὰ τοῦ Θεοῦ τὰ ἄθεα προφέρονται ῥήματα, ὁποῖα τολμῶσι πράττειν κατὰ τοὺς τῶν διωγμῶν καιρούς. Εἶτα δὲ καὶ ὑψαυχενοῦντες καὶ φρυαττόμενοι τὴν κεφαλὴν ἐπαίρουσιν, ὅτε μάλιστα ἐπιτριβὴν αὐτοῖς ἡ σιωπὴ
mildly, and over those who sin impiously and godlessly, and blaspheme against Thee, God, Thou keep silent; whereas I, being unable to behold these things, beg and supplicate to obtain pardon for not being able to bear in a manner comparable to Thee, God; for who shall be likened to Thee? Wherefore as a man, having zeal on behalf of reverence towards Thee, I dare to bring supplication to Thee, so that Thou may cease from ineffable long-suffering and forbearing silence, and now at last be moved against those who have dared incurable things. Wherefore I say: Be not silent, nor grow mild; instead of which Aquila has said, Rest not quiet, and Symmachus, Be not still. Next he adds further: For behold, Thy enemies made a tumult, and those who hate Thee lifted up the head. And according to Aquila: For behold, Thy enemies raised a din, and those who make Thee hated lifted up the head; and according to Symmachus: For behold, Thy enemies, he says, sound together, and those who hate Thee lift up the head. Now the enemies of God make a tumult and raise a din when they no longer secretly nor sparingly dare to utter amiss their blasphemies against God, but already openly and in throngs they all utter godless words against God, such things as they dare to do in the seasons of persecutions. And next, stiff-necked and insolent, they lift up the head, when especially, unto ruin for them, the silence
Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Εἶπαν· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. Δυσωπεῖ τὸν Θεὸν ὁ Προφήτης ἐν ἁγίῳ Πνεύματι, διὰ τοῦ ὑπομιμνήσκειν, ὡς ἄρα λαὸς αὐτοῦ γεγόνοιο (sic) τὰ τοσαῦτα πεπονθώς. Εἶτα καὶ τῶν ἐν τῷ λαῷ διαλαμψάντων πάλαι πρότερον ἁγίων τοῦ Θεοῦ μέμνηται, δεόμενος καὶ ἀντιβολῶν μὴ τῶν ἐν αὐτοῖς ἀσεβῶν καὶ παρανόμων, μόνων δὲ τῶν ἁγίων αὐτοῦ μνησθῆναι, καὶ δι' αὐτοὺς τὸ πᾶν κατελεῆσαι ἔθνος. Ἀκόλουθα δὲ αὐτοῖς ποιοῦντες οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὸν λαὸν αὐτοῦ πολεμοῦσι, πανουργίᾳ χρώμενοι καὶ δόλῳ, πρὸς τὸ καταβαλεῖν αὐτὸν καὶ ἀποστῆσαι τῆς τοῦ Θεοῦ εὐσεβείας. Διὸ λέλεκται· Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. Μεμελημένως γὰρ καὶ πεφροντισμένως μηχανάς τινας κρυφίους κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ καττύουσι, κατά τε τῶν ἁγίων αὐτοῦ ἐπιβουλὰς κατασκευάζονται, δι' ἕνα σκοπὸν ὃν ἐν ἑαυτοῖς προθέμενοί φασι· Δεῦτε, καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἔτι. Οἱ μὲν οὖν θεομάχοι οὐ βούλονται ἐν ἀνθρώποις ἔθνος Θεοῦ ὑφεστάναι· ἀλλὰ καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ ἐξαλειφθῆναι σπουδάζουσιν. Ὁ δὲ Θεὸς, ἀει ἔθνος ἑαυτῷ ἐπὶ γῆς καταρτίζων, μετὰ τὴν τοῦ προτέρου λαοῦ πτῶσιν τὴν ἐξ ἐθνῶν συνεστήσατο
Against Thy people they craftily devised counsel, and took counsel against Thy holy ones. They said: Come, and let us utterly destroy them from being a nation, and let the name of Israel be remembered no more. The Prophet in the Holy Spirit entreats God, by reminding Him that it was after all His people (sic) that had suffered such great things. Next he also makes mention of the holy ones of God who shone forth of old formerly among the people, begging and beseeching Him not to remember the impious and lawless among them, but only His holy ones, and for their sake to have mercy upon the whole nation. And doing things consistent with themselves, the enemies of God wage war upon His people, using craftiness and deceit in order to cast it down and turn it away from reverence towards God. Wherefore it is said: Against Thy people they craftily devised counsel, and took counsel against Thy holy ones. For with care and forethought they stitch together certain secret devices against the people of God, and contrive plots against His holy ones, for the sake of a single aim which, having set before themselves, they state: Come, and let us utterly destroy them from being a nation, and let the name of Israel be remembered no more. Now those fighters against God do not will that a nation of God subsist among men; nay more, they are eager too that the name of Israel be blotted out. Yet God, ever fashioning a nation for Himself upon earth, after the fall of the former people constituted out of the nations the
Notes, col. 993

On the reading

Printed ἐρημάσῃς, for ἠρεμήσῃς.

Printed γεγόνοιο, for γεγόνοι.

Printed ἀει, for ἀεὶ.

PG 23:996Read from the page
Ἐκκλησίαν, καὶ τὸ καινὸν καὶ νέον ἔθνος, τὸ καθ' ὅλης τῆς οἰκουμένης ἐκ τῆς τῶν ἐθνῶν ἐκλογῆς ὑποστάν. Διὸ μειζόνως καὶ τὸ ὄνομα τοῦ Ἰσραὴλ, καὶ
Church, and the new and fresh nation which has come into existence throughout the whole inhabited world out of the election of the nations. Wherefore all the more both the name of Israel, and
Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό· κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων, καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Διάψαλμα. Ὥσπερ διεγείρων καὶ παροξύνων τὸν Θεὸν ὁ Προφήτης ἐν τῇ ἱκετηρίᾳ τῇ ὑπὲρ τοῦ λαοῦ φάσκει τὸ, κατὰ σοῦ. Οὐ γὰρ κατὰ τοῦ λαοῦ, φησὶν, ἀλλὰ κατὰ σοῦ καὶ κατὰ τῆς σῆς διαθήκης τετολμήκασιν οἱ τοῦ λαοῦ σου πολέμιοι. Εἶθ' ἑξῆς διεξέρχεται τὰ ἐν τῇ τῶν Ἀσσυρίων ἐπιθέσει κατὰ Ἰουδαίων ἔθνους πραχθέντα. Καὶ ταῦτα θεσπίζει προδιελθὼν τὰς αἰτίας, δι' ἃς τοῖς πολεμίοις παρεδόθησαν. Ἐν μὲν γὰρ τῷ πρὸ τούτου ψαλμῷ τοὺς ἄρχοντας ἀπήλεγχε τοῦ λαοῦ φήσας· Ἕως πότε κρίνετε ἀδικίαν; καὶ πάλιν· Οὐκ ἔγνωσαν, οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται. Ἐν δὲ τῷ ἀνωτέρω τὸ πᾶν διέβαλλεν ἔθνος εἰπών· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Ἀλλὰ καὶ ἐν τῷ οζʹ μακρὸν κατάλογον τῶν παρανομημάτων αὐτῶν διεξῆλθεν. Ἀκολούθως οὖν τὰ συμβεβηκότα αὐτοῖς μακροῖς ὕστερον χρόνοις διὰ τὰς προλεχθείσας αἰτίας προφητεύει. Καὶ ἐκεῖ κατὰ διαφόρους χρόνους πεπολιόρκηνται· πρότερον μὲν ὑπὸ Βαβυλωνίων, δεύτερον δὲ ὑπ' Ἀντιόχου τοῦ τῆς Συρίας βασιλέως, καὶ τὸ πάντων ὕστατον ὑπὸ Ῥωμαίων μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν τόλμαν. Εἰκότως τῇ προγνώσει τοῦ Πνεύματος τὰς τρεῖς ταύτας ὁ αὐτὸς προφήτης προαναφωνεῖ πολιορκίας· ἐν μὲν τῷ ογʹ τὴν ὑστάτην σημαίνων, ὡς κατὰ τοὺς οἰκείους τόπους παρεστήκαμεν· ἐν δὲ τῷ οηʹ τὴν ἐπὶ Ἀντιόχου τοῦ Σύρου, καθὼς ἀποδέδεικται· ἐν δὲ τῷ μετὰ χεῖρας τῆς πρώτης μέμνηται, λέγω δὲ τῆς Ἀσσυρίων, ἣν καὶ ὁ οθʹ ἐθέσπισε, τὸν ἐμπρησμὸν τοῦ ἀμπελῶνος καὶ τὴν ἐρημίαν αὐτοῦ σημήνας. Ἔστι δ' οὖν καὶ ἀπὸ τῆς ἱστορίας μαθεῖν, ὅσα κατὰ τὸ αὐτὸ συνῆλθον ἔθνη κατὰ τοῦ Ἰουδαίων λαοῦ ἐν τῇ πρώτῃ τῶν Ἀσσυρίων ἐπιθέσει, ἃ καὶ ἡ μετὰ χεῖρας καταριθμεῖται προφητεία· πρώτους Ἰδουμαίους ὀνομάζουσα, εἶτα Ἰσμαηλίτας, καὶ τρίτους Μωαβίτας, καὶ τετάρτους Ἀγαρηνοὺς, εἶτα Γεβαληνοὺς, καὶ Ἀμμανίτας, καὶ Ἀμαληκίτας. Καὶ ἐπὶ τούτοις, Ἀλλόφυλοι, φησὶ, μετὰ τῶν κατοικούντων Τύρον. Ἀντὶ δὲ τοῦ, ἀλλόφυλοι, Ἀκύλας καὶ Σύμμαχος, Φυλισταίαν, ἐκδεδώκασιν· ἔθος δὲ καλεῖν τούτῳ τῷ ὀνόματι τοὺς τὴν Γάζαν καὶ τὴν Ἀσκάλωνα καὶ τὴν πάραλον οἰκοῦντας. Καὶ οὗτοι τοίνυν ἐφεξῆς οἱ παραλιῶται ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον ἐπέθεντο, φησὶ, κατὰ τοῦ λαοῦ σου· καὶ ἐπὶ πᾶσιν ὁ Ἀσσύριος, τὸ δὴ κεφάλαιον τῶν κακῶν, σὺν τούτοις ὁρμώμενος,
For they took counsel with one consent together; against Thee they made a covenant: the tabernacles of the Idumaeans, and the Ishmaelites, Moab and the Hagarenes, Gebal and Ammon and Amalek, foreigners with the inhabitants of Tyre. For Asshur too came along with them; they became a help to the sons of Lot. Diapsalma. As though rousing and provoking God, the Prophet in his supplication on behalf of the people utters the words against Thee. For not against the people, he says, but against Thee and against Thy covenant have the enemies of Thy people dared. Then next he recounts the things done against the nation of the Jews in the attack of the Assyrians. And he prophesies these things after having previously gone through the causes for which they were delivered up to their enemies. For in the psalm before this he reproved the rulers of the people, saying: How long do you judge unrighteousness? and again: They did not know, nor understand; they walk on in darkness. And in the one above he accused the whole nation, saying: And My people did not hear My voice, and Israel did not attend to Me. Moreover in the seventy-seventh psalm too he went through a long catalogue of their transgressions. Consistently, therefore, he prophesies the things that befell them in long times afterwards because of the aforesaid causes. And there at different times they were besieged: first by the Babylonians, secondly by Antiochus the king of Syria, and last of all by the Romans after their audacity against our Saviour. Reasonably, by the foreknowledge of the Spirit, the same prophet proclaims beforehand these three sieges: in the seventy-third psalm signifying the last one, as we have set forth in the proper places; in the seventy-eighth the one under Antiochus the Syrian, even as has been shown; and in the one in hand he makes mention of the first, I mean that of the Assyrians, which the seventy-ninth too prophesied, having signified the burning of the vineyard and its desolation. Now one may also learn from history how many nations came together in the same place against the people of the Jews in the first attack of the Assyrians, which the prophecy in hand too enumerates: naming first Idumaeans, next Ishmaelites, thirdly Moabites, fourthly Hagarenes, next Gebalenes, and Ammanites, and Amalekites. And besides these, Foreigners, he says, with the inhabitants of Tyre. Now instead of foreigners, Aquila and Symmachus have rendered Phylistaea; and it is customary to call by this name those who inhabit Gaza and Ascalon and the seacoast. These maritime foreigners next in order, therefore, with the inhabitants of Tyre attacked, he says, against Thy people; and over and above all the Assyrian, the very head of the evils, rushing on along with these,