Migne Reading Room

PG 23 · cols. 961–972 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:961Read from the page
φησι πρὸς αὐτόν· Ἐπειδὴ τοσαύτης κατηξίωσας προνοίας καὶ ἐπιμελείας τὴν εἰρημένην ἄμπελον, φιλανθρωπίᾳ καὶ χάριτι πάντα ταῦτα εἰς αὐτὴν ἐνδειξάμενος, τίς οὐκ ἂν ἀμηχανήσειε καὶ εἰς ἀπορίαν ἐμπέσοι ζητῶν, Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καταπατεῖν τε αὐτὴν ἅπασι τοῖς ἐθέλουσι συνεχώρησας· ὡς τρυγᾷν αὐτὴν τοὺς βουλομένους, μηδενός τε περιφράττοντος, ποτὲ μὲν ὗν ἐκ δρυμοῦ λυμαίνεσθαι αὐτὴν, ἄλλοτε δὲ μονιὸν ἄγριον καταβόσκεσθαι αὐτήν; Ἀλλὰ γὰρ πρὸς ταύτην τὴν ἐπαπόρησιν ἀποκρίνεται διὰ Ἠσαΐου τοῦ προφήτου, ὥσπερ ἀπολογούμενος ὁ γεωργὸς, καὶ τὴν αἰτίαν παρίστησι λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ταῦτα δ' ὅτι περὶ τοῦ Ἰουδαίων λέλεκται λαοῦ, οὐδεὶς ἂν ἀμφιβάλοι. Νοήσεις δὲ ὅπως ἐκάλυψεν ὄρη ἡ σκιὰ τῆς ἀμπέλου, ἐπιστήσας, ὡς σκιὰν ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων, ποτὲ μὲν ἐπὶ τοῦ ὄρους συνετελεῖτο τοῦ ἐν Σηλὼμ, ἔνθα τὸ πρότερον ἵδρυτο ἡ σκηνὴ, ποτὲ δὲ ἐπὶ τοῦ Σιὼν ὄρους καὶ τῆς Ἱερουσαλὴμ, καὶ αἱ ἀναδενδράδες δὲ αὐτῆς ἐκάλυψαν τὰς κέδρους τοῦ Θεοῦ. Τίνας δ' ἂν εἴποις τὰς ἀναδενδράδας τῆς ἀμπέλου, ἢ τὰς προφητικὰς ψυχὰς καὶ τοὺς ἐν τῷ προτέρῳ λαῷ εἰς ὕψος ἐπηρμένους, Θεοῦ τε ἀξίως πολιτευσαμένους, οἳ καὶ ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ διανεπαύοντο, τὰς δυνάμεις δὴ τὰς ἀοράτους καὶ θείας; Μέχρι γὰρ τούτων ἐξετάθησαν αἱ διαπρέψασαι ἐν τῷ προτέρῳ λαῷ ψυχαὶ, ὡς καὶ Πνεύματος ἁγίου μετέχειν, καὶ τοὺς καρποὺς ἐκτείνειν μέχρι τῆς ἀγγελικῆς δυνάμεως. Τὰ δὲ κλήματα τῆς ἀμπέλου, ἕτερα ὄντα παρὰ τὴν σκιὰν καὶ παρὰ τὰς ἀναδενδράδας, ἐξετάθη ἕως θαλάσσης. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ, τὰ κλήματα, τὰς χαίτας αὐτῆς, φησὶν, ἐξέτεινεν ἕως θαλάσσης. Εἶεν δ' ἂν χαῖται καὶ κόμαι, ὥσπερ ἀναρίθμητοι τρίχες, ἢ καὶ κλήματα πληθύνοντα, κατὰ τὸ τῆς ἀμπέλου παράδειγμα, ὁ πολὺς τοῦ Ἰουδαίων ἔθνους ἀριθμὸς, ὃς δὴ ἔφθασε μέχρι θαλάσσης, πληρώσας πάντα τὸν τῶν ἀνθρώπων βίον. Διὸ λέλεκται ἐν Ὠσηὲ τῷ προφήτῃ· Καὶ ἦν ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, ἣ οὐκ ἐκμετρηθήσεται, οὐδὲ ἐξαριθμηθήσεται. Παραφυάδες δὲ ἄλλαι τινὲς παρὰ τὰ κλήματα νεώτεραι καὶ ἀρτιφυεῖς ἕως ποταμοῦ παρετάθησαν, οἱ τῆς Καινῆς Διαθήκης κήρυκες· λέγω δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν· τὴν μὲν φυὴν καὶ τὴν γένεσιν ἐσχηκότες ἐκ τῆς προλεχθείσης ἀμπέλου, καὶ ὥσπερ τινὲς παραφυάδες αὐτῆς γενόμενοι, οὐκέτι δὲ ὁμοίως ταῖς χαίταις καὶ τοῖς κλήμασι ἕως θαλάσσης προελθόντες, ἀλλ' ἕως ποταμοῦ διὰ τὸ μυστήριον τῆς δι' αὐτῶν χορηγουμένης ἐν Χριστῷ παλιγγενεσίας. Ἔνθεν καὶ ὁ Σωτὴρ αὐτὸς ἐν οαʹ ψαλμῷ λέλεκται· Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀρξαμένου γὰρ ἀπὸ τοῦ κατὰ τὸν Ἰορδάνην ποταμοῦ τοῦ βαπτίσματος, τὴν σύμπασαν ἐπλήρωσεν οἰκουμένην. Τέσσαρα δὲ τάγματα τῆς εἰρημένης ἀμπέλου
says unto Him: Seeing that Thou have deemed the aforesaid vine worthy of so great providence and care, having displayed all these things towards it in loving-kindness and grace, who would not be at a loss and fall into perplexity, inquiring, Why have Thou broken down its hedge, and permitted all who wish to trample it down, so that whoever desires plucks its fruit, and with none fencing it round, at one time a boar from the forest ravages it, and at another time a solitary wild beast feeds upon it? Yet to this perplexity the Husbandman makes answer through Isaiah the prophet, defending Himself as it were, and sets forth the cause, saying: Because I waited for it to bring forth grapes, but it brought forth thorns; and not righteousness, but an outcry (Isa. 5:4, 7). And that these things have been spoken concerning the people of the Jews, no one could doubt. Now you will understand how the shadow of the vine covered mountains when you observe that the law, having a shadow of the good things to come and not the very image of the realities (Heb. 10:1), was celebrated at one time upon the mountain in Shiloh, where the tabernacle had formerly been set up, and at another time upon Mount Zion and at Jerusalem; and its climbing shoots covered the cedars of God. And whom would you call the climbing shoots of the vine, save the prophetic souls and those in the former people who were lifted up on high and lived worthily of God, who also rested upon the cedars of God, namely the invisible and divine powers? For unto these did the souls that excelled in the former people reach out, so as both to partake of the Holy Spirit and to extend their fruits as far as the angelic power. The branches of the vine, however, being distinct from the shadow and from the climbing shoots, stretched out unto the sea. And Symmachus instead of the branches says, she stretched out her tresses unto the sea. Now tresses and locks — like innumerable hairs, or else multiplying branches according to the figure of the vine — would be the great number of the nation of the Jews, which indeed reached unto the sea, filling the whole life of men. Wherefore it has been said in Hosea the prophet: And the number of the sons of Israel was as the sand of the sea, which shall neither be measured out nor numbered (Hos. 1:10). And certain other offshoots besides the branches, newer and freshly sprung, stretched out unto the river — the heralds of the New Covenant, I mean the apostles and the disciples of our Saviour; who derived their growth and origin out of the aforesaid vine, and became as it were certain offshoots thereof, yet no longer advanced like the tresses and the branches unto the sea, but unto the river, on account of the mystery of the regeneration in Christ ministered through them. Hence of the Saviour Himself also it has been said in the seventy-first psalm: And He shall have dominion from sea to sea, and from the river unto the ends of the inhabited world (Ps. 71:8). For once baptism took its beginning from the river Jordan, it filled the whole inhabited world. Four orders, therefore, of the aforesaid vine
PG 23:964Read from the page
ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς καλύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος μετεωριζομένας, ὥς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παραφυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διάνοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο· ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς ἀγγελικὰς καὶ θείας δυνάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαίτας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινόμενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώπων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκοποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἠσαΐου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττούσης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρατοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτεροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπελον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ πλῆθος εἰς τοὺς Ἀσσυρίους. Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενεμήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολήσας καὶ εἰς ἔδαφος ἀγαγών. Διὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν. Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ' ἑτέραν δὲ ἑρμηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖσαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δηώσας· ἔπειτα μετ' ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν.
the word in hand delineates: its shadow covering mountains; its climbing shoots rising aloft on high, so as to cover not simply cedars, but the cedars of God; and in addition to these, branches stretching out unto the sea; and after all things, offshoots reaching as far as the river. Whose meaning we have expounded according to the grace given, explaining the shadow as the figurative and shadowy worship which was celebrated upon the perceptible and bodily mountains; the climbing shoots as the prophetic souls, which leaned for support upon the cedars of God, the angelic and divine powers; the branches, or locks, or tresses as the whole multitude of the Jews, stretching out unto the sea on account of the unstable and billowing life of men; and finally the offshoots as the apostles of our Saviour, abiding by the river concerning which it has been said: The streams of the river make glad the city of God (Ps. 45:5). Yet since the vine set forth was deemed worthy of so great benefits by the Word of God Who formerly watched over it, accordingly the word next raises a question as if to Him Who had bestowed such great gifts, saying: Why have Thou broken down its hedge? And He answers, saying: Because I waited for it to bring forth grapes, but it brought forth thorns; and again: I waited for it to bring forth judgement, but it wrought iniquity, and not righteousness, but an outcry (Isa. 5:4, 7). And in Jeremiah too the very same One rebukes the vine — for it was rational — saying: Yet I planted a fruitful vine, wholly true. How has the strange vine turned into bitterness? (Jer. 2:21). And He adds also through Isaiah, saying: I will pull down its hedge, and it shall be for plunder; and I will pull down its wall, and it shall be for trampling. And I will abandon My vineyard, and it shall neither be dug nor pruned. And thorns shall come up upon it as upon dry waste land, and I will command the clouds not to rain any rain upon it (Isa. 5:5-6). Now once the hedge was pulled down, that is, the power that guarded them and fenced them round, reasonably all invisible and unseen enemies thereafter, being fiercer than wild beasts, ravaged them, namely those accused by the word. And a certain first unclean boar, the Assyrian, entering in with might, destroyed the vine indicated, so as even to carry off the multitude captive to the Assyrians. Then a second enemy, entering in, devoured what had been left behind by the first — Nebuchadnezzar, who also burned down the temple and brought it to the ground. Wherefore it has been said also according to Symmachus: A boar from the forest has devoured it, and a solitary wild beast has fed upon it. And instead of and a solitary wild beast, Aquila rendered, and every sort of land. According to another interpretation, however, the Babylonian first ravaged it, namely the vine set forth, being also the first to lay Jerusalem waste by siege; and then after him the Roman army, coming against it after the coming of our Saviour, devoured it.
Notes, col. 964

On the reading

Printed ὥς, for ὡς.

PG 23:965Read from the page
Ὁ Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη, ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. Ὡς ἀγαθὸν γεωργὸν ὑπομνήσας τῆς πολλῆς αὐτοῦ περὶ τὴν ἄμπελον ἐπιμελείας, καὶ τῆς μετὰ ταῦτα συμβάσης αὐτῇ ἐρημίας, ἑξῆς καὶ ἀκολούθως ἱκετεύει ἐπιστρέψαι ὡς ἀποστραφέντα, καὶ διὰ τῆς ἀποστροφῆς τοῖς ἐναντίοις πᾶσιν ἐκδεδωκότα τὴν ἄμπελον. Ἐπισκέψαι δὲ αὐτὸν ἱκετεύει, καὶ ἐπιβλέψαι ἄνωθεν ἐξ οὐρανοῦ· μνησθῆναί τε, ὡς ἄρα εἴη αὐτοῦ φυτεία, καὶ τῆς αὐτοῦ δεξιᾶς γεωργία ἡ προλεχθεῖσα ἄμπελος, καὶ μνησθέντα ἐπισκέψασθαι αὐτὴν, ὡς ἂν πάλαι μὲν ὑπὸ τῆς αὐτοῦ δεξιᾶς φυτευθεῖσαν, νυνὶ δὲ ἐμπεπυρισμένην πυρὶ καὶ ἀνεσκαμμένην, καὶ ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου αὐτοῦ ἀπολωλυῖαν. Ἀξιοῖ τε καταρτίσασθαι αὐτὴν ἀναλαβόντα καὶ ἀνακτησάμενον δίκην σωτῆρος καὶ ἰατροῦ· καὶ ταῦτα πρᾶξαι διὰ τοῦ Υἱοῦ ὃν ἐκραταίωσεν ἑαυτῷ. Δι' ὧν σαφῶς ὁ λόγος διδάσκει πρῶτον εἶναι τὸν ἐμπρησμὸν ὃν πρῶτον ὑπέμεινεν ὁ τόπος ὑπὸ Βαβυλωνίων. Οὐ γὰρ ἂν μετὰ τὸν δεύτερον ἐμπρησμὸν τὸν ὑπὸ Ῥωμαίων γενόμενον τὴν τοῦ Σωτῆρος θεοφάνειαν γενέσθαι ἠξίου τὴν ἤδη γεγενημένην. Χώραν δὲ ἔχει μετὰ τὰ πρῶτα συμβάντα τῷ τόπῳ ἱκετεύειν καὶ δέεσθαι τὸν Λυτρωτὴν ἐπιστῆναι· οὗ ἐπιστάντος, ἐπεὶ μή παρεδέξαντο τὴν πρώτοις αὐτοῖς δι' αὐτοῦ καταγγελθεῖσαν χάριν, εἰκότως τὴν ὑστάτην ὑπέμειναν ἐρημίαν· ἣν αὐτὸς προσετίμησεν αὐτοῖς εἰπών· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε;
O God of hosts, turn back now, look down from heaven, and see, and visit this vine, and restore it, which Thy right hand planted, and upon the son of man whom Thou made strong for Thyself. Burnt up with fire and dug up, they shall perish at the rebuke of Thy countenance. Having reminded Him, as a good Husbandman, of His great care concerning the vine and of the desolation that afterwards befell it, next and in due sequence he entreats Him to turn back, inasmuch as He had turned away and through His turning away had given the vine over to all its adversaries. And he entreats Him to visit it, and to look upon it from above out of heaven, and to remember that the aforesaid vine was indeed His own planting and the husbandry of His right hand, and remembering it to visit it, seeing that of old it had been planted by His right hand, whereas now it was burnt up with fire and dug up, and had perished at the rebuke of His countenance. And he asks Him to restore it, taking it up and recovering it after the manner of a saviour and physician; and to accomplish these things through the Son Whom He made strong for Himself. Whereby the word clearly teaches that this burning is the first one, which the place first underwent at the hands of the Babylonians. For after the second burning, which took place under the Romans, he would not have been asking that the theophany of the Saviour, which had already taken place, should come to pass. Rather, it is fitting after the first events that befell the place to entreat and pray that the Redeemer should appear; Upon Whose appearance, since they did not accept the grace proclaimed first unto themselves through Him, reasonably they underwent the final desolation; which He Himself pronounced upon them as penalty, saying: How often did I wish to gather your children together, even as a bird gathers her brood under her wings, and you were not willing! (Matt. 23:37).
Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς. Μίαν τῶν προλεχθέντων ἁπάντων θεραπείαν διδάσκει τὸ Πνεῦμα τὸ ἅγιον, τὴν εἰς ἀνθρώπους τοῦ Χριστοῦ τοῦ Θεοῦ παρουσίαν. Διόπερ μετὰ τὰ προφητευθέντα περὶ τῆς ἐρημίας τοῦ ἀμπελῶνος καὶ τοῦ ἐπελθόντος αὐτῷ ἐμπρησμοῦ ἱκετεύει τὰ προκείμενα εἰς τὸ προσδοκᾷν λυτρωτὴν τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου τὸν ὑπὸ τοῦ Θεοῦ κεκραταιωμένον. Οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ Θεοῦ, ὃν εἰδέναι καὶ παρεῖναι δι' εὐχῆς τίθεσθαι παραδίδωσι τοῖς ἐντυγχάνουσιν· ὡς ἂν, γνόντες αὐτὸν οἱ ταῦτα προδιδασκόμενοι καὶ εἰς αὐτὸν πιστεύσαντες, δι' αὐτοῦ τυχεῖν τῆς τῶν κακῶν θεραπείας ἐλπίσειαν. Διὸ ἐκ προσώπου τῶν θεραπείας δεομένων φησὶ τὴ, Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ
Let Thy hand be upon the man of Thy right hand, and upon the son of man whom Thou made strong for Thyself. And we will by no means depart from Thee; Thou will quicken us. One sole healing of all the ills spoken of above does the Holy Spirit teach: the coming among men of the Christ of God. Wherefore, after the things prophesied concerning the desolation of the vineyard and the burning that came upon it, he makes the supplication before us so that men might look for a redeemer in the man of the right hand of God, and the son of man made strong by God. Now this was the Beloved of God, Whom he instructs his readers to know and to pray for His presence, so that those taught these things beforehand, coming to know Him and believing in Him, might hope through Him to obtain the healing of their evils. Wherefore in the person of those in need of healing he says the words, Let Thy hand be upon the man of Thy right hand, and
Notes, col. 965

On the reading

Printed μή, for μὴ.

Printed τὴ, for τὸ.

PG 23:968Read from the page
ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. Ἡ δὲ δύναμις τοῦ λόγου τοῦτον ἔχει τὸν νοῦν· Ἤδη ποτὲ ἡ χείρ σου ἡ ἀφανὴς καὶ ἀόρατος ἐπιλαμψάτω ἐπὶ τὸν ὑπηρέτην τῆς σῆς δεξιᾶς ἄνδρα, καὶ ἐπὶ τὸν μέλλοντα χρηματίζειν Υἱὸν ἀνθρώπου· ὃν σὺ σαυτῷ κατεσκεύασας, ἐκραταίωσας ὄργανον τῆς σῆς δυνάμεως, καὶ ὥσπερ ἄγαλμα τῆς σαυτοῦ θεότητος τοῦτον αὐτὸν ἀναστήσας. Τούτου γὰρ φανέντος, εἰδώλοις οὐκέτι λατρεύσομεν· ἀλλ' οὐδὲ τῇ πολυθέῳ πλάνῃ δουλεύσομεν, οὐδὲ ἀναχωρήσομέν σου τοῦ λοιποῦ· δι' αὐτοῦ δὲ ζωωθέντες καὶ τῆς παρὰ σοὶ σωτηρίας τυχόντες, τὸ ὄνομά σου ἐπικαλεσόμεθα, οὐκέτ' ἐξ ἀνθρώπου τινὸς χρηματίζοντες, οὐδ' Ἰσραηλῖται ἀπὸ τοῦ Ἰσραὴλ καλούμενοι, ἀλλ' οὐδὲ ἀπὸ τοῦ Ἰούδα Ἰουδαῖοι· ἀπὸ δὲ τοῦ σοῦ ὀνόματος τοῦ Χριστοῦ Χριστιανοὶ χρηματίσομεν. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Ζώσεις ἡμᾶς, καὶ τῷ ὀνόματί σου κληθησόμεθα. Θαυμάσαι δὲ ἔστι τίνα τρόπον τούτοις ἐντυγχάνοντες Ἰουδαίων παῖδες, ἐξ ἁπαλῶν τε ὀνύχων ταῦτα καταμελετῶντες, οὐ ζητοῦσι τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ τίς ποτε ἦν, οὐδὲ τὸν λεγόμενον Υἱὸν ἀνθρώπου ἐπιγινώσκουσι· διὸ καὶ παραμένουσι τῇ ἑαυτῶν συμφορᾷ. Ὡς εἴπερ ἐπέγνωσαν καὶ μεμαθήκεισαν αὐτὸν, ἔγνωσαν ἂν καὶ τὸν ἐν αὐτῷ κατοικήσαντα Θεοῦ Λόγον ὃν ἡ παροῦσα δέησις ἀνεκαλεῖτο. Ἀλλ' ἡμεῖς αὐτὸν εἰδότες προόντα, καὶ ἐκ τοῦ παντὸς ἀνθρώπων ἐπιμελόμενον· Ἐν γὰρ τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω· ἴσμεν αὐτὸν καὶ εἰς τὰ ἴδια ἐλθόντα, ὅτε καὶ γέγονεν αὐτοῦ ἡ χεὶρ, τουτέστιν ἡ πρακτικὴ δύναμις ἐπὶ τὸν ἄνδρα τῆς δεξιᾶς αὐτοῦ, τὸν καὶ διὰ τῶν Εὐαγγελίων Υἱὸν ἀνθρώπου χρηματίσαντα· ὃν αὐτὸς ἑαυτῷ συνεστήσατο ἐξ ἁγίου Πνεύματος καταρτίσας· ὃν ἐπιγνόντες ἀναπόστατοι λοιπὸν γενησόμεθα δι' αὐτοῦ ζωούμενοι, τῷ τε ὀνόματι αὐτοῦ χρηματίζοντες.
upon a son of man, whom Thou strengthened for Thyself. And we shall by no means depart from Thee. Now the force of the saying has this sense: Now at last may Thy unseen and invisible hand shine forth upon the man Who is the minister of Thy right hand, and upon Him Who is to be styled Son of man; Whom Thou prepared for Thyself, Whom Thou strengthened as an instrument of Thy power, having raised up this very One as it were an image of Thine own deity. For when He has appeared, we shall no longer worship idols; nor indeed shall we be enslaved to polytheistic error, nor withdraw from Thee hereafter; but having been made alive through Him and having obtained the salvation that is with Thee, we shall call upon Thy name, no longer taking our title from any man, nor being called Israelites from Israel, nor indeed Jews from Judah; rather, from Thy name, Christ's, we shall take the title of Christians. Wherefore it is said according to Symmachus: Thou will make us live, and by Thy name shall we be called. Yet one may marvel how the children of the Jews, lighting upon these words and studying them thoroughly from their tender nails, do not inquire who the man of the right hand of God ever was, nor recognize Him Who is called Son of man; wherefore too they remain in their own calamity. For if indeed they had recognized and learned Him, they would also have known the Word of God Who dwelt in Him, upon Whom the present supplication was calling. But we, knowing that He pre-exists, and cares utterly for mankind — For He was in the world, and the world came into being through Him, and the world knew Him not — know also that He came unto His own, when His hand too, that is, His active power, came upon the man of His right hand, Who also through the Gospels was styled Son of man; Whom He Himself constituted for Himself, having fashioned Him of the Holy Spirit; having recognized Whom, we shall henceforth become unswerving, being made alive through Him, and taking our title from His name.
Ἡμεῖς μὲν οὖν οἱ τὸν Υἱὸν τοῦ ἀνθρώπου προσδοκῶντες καὶ τὰς ἐλπίδας εἰς αὐτὸν ἀνηρτημένοι, ταῦτα περὶ ἑαυτῶν φαμεν· περὶ δὲ τῶν ἡμετέρων μελῶν,
We, therefore, who await the Son of man and have hung our hopes upon Him, say these things concerning ourselves; and concerning our members,
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΛΗΝΩΝ Τῼ ἈΣΑΦ. Πʹ
Unto the end, for the winepresses, for Asaph. 80
Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Οἱ ἐπιγεγραμμένοι τῶν ληνῶν ψαλμοὶ τρεῖς τὸν ἀριθμὸν τυγχάνουσιν· εἷς μὲν τοῦ Δαυΐδ, ὁ ὄγδοος, εἷς δὲ τοῦ Ἀσὰφ, ὁ μετὰ χεῖρας, καὶ τῶν υἱῶν Κορὲ ὁ πʹ καὶ γʹ. Ὁ μὲν οὖν ηʹ σαφῶς τῶν ἐθνῶν τὴν κλῆσιν ἐθέσπιζεν, ἣν τῷ Πνεύματι τῷ θείῳ προθεωροῦντες οἱ τοῦ Θεοῦ προφῆται, ὑπερεξεπλήττοντο· διὸ καὶ ἀποθαυμαστικῶς ἀνεφώνουν τό· Κύριε ὁ Θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Καὶ ὁ γʹ δὲ καὶ πʹ πολλὰ σκηνώματα καὶ πολλὰ θυσιαστήρια καὶ πολλὰς αὐλὰς προεώρα· δηλαδὴ τὰς καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ
Exult in God our helper, shout aloud to the God of Jacob. The psalms entitled of the winepresses happen to be three in number: one of David, the eighth; one of Asaph, the one in hand; and of the sons of Korah, the eighty-third. Now the eighth clearly prophesied the calling of the nations, which the prophets of God, foreseeing by the divine Spirit, were exceedingly astounded at; wherefore too in wonderment they cried out: O Lord our God, how admirable is Thy name in all the earth! And the eighty-third too foresaw many tabernacles and many altars and many courts: namely, throughout the whole inhabited world, the Churches of
PG 23:969Read from the page
Θεοῦ, καὶ τα εν αὐταῖς πολλὰ θυσιαστήρια· ἃ δὴ παρίστη λέγων· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! καὶ αὖθις· Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ ἑξῆς· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων. Ὁ δὲ μετὰ χεῖρας ἑτέροις μὲν ἀγαλλιᾶν καὶ ἀλαλάζειν καὶ ψάλλειν παρακελεύεται, τοῦ δὲ Ἰουδαίων ἔθνους τὴν ἀποβολὴν καὶ τὴν ταύτης αἰτίαν παρίστησι, καὶ σφόδρ' ἀκολούθως ταῖς διὰ τῶν ἔμπροσθεν προφητείαις. Ἐπειδὴ γὰρ ἐν τῷ πρὸ τούτου ἠρώτα λέγων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; ἐπιλύεται τὴν ἐπαπόρησιν, διὰ τοῦ μετὰ χεῖρας φάσκων· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ εἰ ταῖς ὁδοῖς μου ἐπορεύθη· ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· καὶ ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Ἐπεὶ τοίνυν τὸ ἀνήκοον καὶ τὸ ἀπειθὲς αὐτῶν παρίστησι, μεταβάλλει τὸν λόγον εἰκότως, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν εὐαγγελίζεται τὸ Πνεῦμα τὸ ἅγιον, πᾶσιν ἀνθρώποις προσφωνοῦν καὶ λέγον· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. Λέγει δὲ ταῦτα ἐκ προσώπου τοῦ χοροῦ τοῦ προφητικοῦ. Ὡς γὰρ ἐν τῷ ηʹ ἔλεγε· Κύριε ὁ Κύριος ἡμῶν, ἰδιοποιουμένων τὸν Θεὸν τῶν ταῦτα λεγόντων, διὰ τὸ πρώτων αὐτῶν γεγονέναι τὸν Θεόν· οὕτω καὶ ἐνταῦθα οἱ αὐτοὶ, τοὺς ἀπεξενωμένους καὶ ἀλλοτρίους ἀνακαλούμενοι, φασίν· Ὦ οὗτοι, καταλείποντες τοὺς πεπλανημένως νομιζομένους ὑμῖν θεοὺς, ἥκετε σπεύδοντες πρὸς τὸν ἡμέτερον Θεὸν, καὶ τούτῳ ἀγαλλιᾶσθε τῷ πάντοτε ἡμῶν τῶν αὐτῷ ἀνακειμένων βοηθῷ γενομένῳ. Τίς δ' ἦν οὗτος, ἑξῆς παριστῶσι λέγοντες· Ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ· τῷ γὰρ πάλαι ὀφθέντι τῷ ἡμετέρῳ προπάτορι Θεῷ ἐλθόντες, ἀλαλάξατε, κατὰ τὸ εἰρημένον καὶ ἐν ξεʹ· Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ. Τίς δὲ ἦν ἡ πᾶσα γῆ διασαφεῖ ὁ εἰπών· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τοῖς οὖν αὐτοῖς καὶ διὰ τῶν μετὰ χεῖρας προσφωνεῖ λέγων ὁ χορὸς τῶν προφητῶν· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Θεὸν δὲ Ἰακὼβ τὸν Σωτῆρα σημαίνει τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακώβ· ὅτε καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐν ᾧ ὤφθη αὐτῷ ὁ Θεὸς, Εἶδος Θεοῦ, ἐπειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Τούτῳ οὖν, ὡς ἂν αὐτῷ ὄντι τῷ βασιλεῖ ἡμῶν, ἀλαλάζειν προστάττει, νικητήριον ὕμνον ἀναπέμποντας αὐτῷ. Ὅπως δὲ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς καθίσταται, αὐτὸς διδάσκει λέγων· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Οὐ μόνον δὲ ἀλαλάζειν τῷ Θεῷ Ἰακὼβ βούλεται τοὺς κεκλημένους, ἀλλὰ καὶ λαμβάνειν ψαλμὸν καὶ διδόναι τύμπανον, καὶ ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Κατὰ δε τὸν Ἀκύλαν· Ἄρατε, φησὶ,
God, and the many altars in them; which indeed he set forth, saying: How beloved are Thy tabernacles, O Lord of hosts! and again: My soul longs and faints for the courts of the Lord; and next: Thy altars, O Lord of hosts. Now the psalm in hand exhorts others to exult and shout aloud and sing psalms, while it sets forth the rejection of the nation of the Jews and the cause thereof, and very consistently with the prophecies given through what preceded. For since in the psalm before this he asked, saying: Why did Thou pull down its hedge, and all who pass along the way pluck it? He resolves the difficulty through the one in hand, declaring: If My people had heard Me, if Israel had walked in My ways, for nothing would I have humbled their enemies; and He adds: And My people did not hear My voice, and Israel did not attend to Me. So I sent them away according to the practices of their hearts; they shall walk in their own practices. Since, therefore, it sets forth their refusal to hear and their disobedience, the Holy Spirit reasonably changes the discourse, and proclaims the good tidings of the calling of the nations, addressing all men and saying: Exult in God our helper. And it says these things in the person of the prophetic choir. For just as in the eighth psalm it said: O Lord our Lord, those who said these things making God their own because God had first been theirs; so here too the same men, calling home the estranged and aliens, say: O you there, leaving behind those mistakenly supposed by you to be gods, come hastening towards our God, and exult in Him Who has always been the helper of us who are dedicated to Him. And Who this was, they next set forth, saying: Shout aloud to the God of Jacob; for having come to God Who of old appeared to our forefather, shout aloud, according to what is also said in the sixty-fifth psalm: Shout aloud to God, all the earth. And what all the earth was, he makes plain who said: All you nations, clap your hands, shout aloud to God with a voice of exultation. To the very same men, then, through the words in hand as well, the choir of the prophets addresses itself, saying: Exult in God our helper, shout aloud to the God of Jacob. Now by God of Jacob he signifies the Saviour Who appeared to Jacob in the form of a man; when Jacob also called the name of the place in which God appeared to him Form of God, adding: For I saw God face to face, and my soul was saved. To Him, therefore, as being Himself our King, he commands them to shout aloud, sending up a hymn of victory to Him. And how He is appointed King by the Father, He Himself teaches, saying: Yet I have been appointed King by Him upon Sion His holy mountain. Moreover, he wills those who are called not only to shout aloud to the God of Jacob, but also to take up a psalm and give a timbrel, a pleasant psaltery with a harp. And according to Aquila: Lift up, he says,
Notes, col. 969

On the reading

Printed τα, for τὰ.

Printed εν, for ἐν.

Printed δε, for δὲ.

PG 23:972Read from the page
μελῳδίαν, καὶ δότε τύμπανον, κιθάραν εὐπρεπῆ μετὰ νάβλης· κατὰ δὲ τὸν Σύμμαχον· Ἀναλάβετε ᾠδὴν, καὶ δίδοτε τύμπανον, λύραν ἡδεῖαν μετὰ νάβλης. Οὐκοῦν τὸ μέν τι προστάττει λαμβάνειν, τὸ δὲ διδόναι· λαμβάνειν μὲν, κατὰ τὸν Ἀκύλαν, μελῳδίαν, κατὰ δὲ τὸν Σύμμαχον, ᾠδὴν· ἀντιδιδόναι δὲ τύμπανον ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Δι' ὧν ὁ λόγος προστάττει δέχεσθαι μὲν ἀκοαῖς τὴν τῶν λόγων διδασκαλίαν, διδόναι δὲ τὴν διὰ τοῦ σώματος πρᾶξιν· ᾨδὴ μὲν γὰρ καὶ μελῳδία λόγῳ ἀκοαῖς παραδίδοται· διό φησι· Λάβετε ᾠδὴν καὶ μελῳδίαν, κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον. Ταῦτα δὲ λαμβάνοντες ὑμεῖς, ἀντίδοτε ψαλτήριον τερπνὸν μετὰ κιθάρας, ἢ λύραν ἡδεῖαν μετὰ νάβλης. Τύμπανον δὲ ὄργανόν ἐστιν ἐκ δορᾶς σωματικῆς κατεσκευασμένον, καὶ τὸ ψαλτήριον κιθάρας εἶδος ὧδέ πη διὰ χορδῶν κατηρτισμένον, δι' ὧν τὸ σῶμα τὸ ἡμέτερον ᾐνίξατο. Βούλεται τοίνυν αὐτοῖς ἔργοις καὶ πράξεσι τὰ διὰ τῶν λόγων παραγγέλματα ἀποπληροῦν· καὶ ταῦτα πράττειν ὁ λόγος τοῖς ἐν ταῖς ἐκκλησίαις τοῦ Θεοῦ καθ' ὅλης τῆς οἰκουμένης συγκροτουμένοις προστάττει. Διὸ Εἰς τὸ τέλος καὶ Ὑπὲρ τῶν ληνῶν προγέγραπται τὰ λελεγμένα. Ληνοὺς γὰρ μηδὲ ἄλλο τι νόμιζε λέγεσθαι ἢ τὰς ἐκκλησίας τοῦ Θεοῦ, ἐν αἷς συγκροτούμενοι καὶ τοὺς ἑαυτῶν καρποὺς κατὰ τὸ αὐτὸ συμβαλλόμενοι, μίαν κρᾶσιν ποιούμεθα εἰς δόξαν καὶ εὐφροσύνην τοῦ Λόγου τοῦ Θεοῦ. Θαυμάσαι δὲ ἔστιν ὅπως ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐμπυρισμὸν ἐδήλου, καὶ παντελῆ ἐρημίαν καὶ ἀφανισμὸν τῆς ἐξ Αἰγύπτου μετενηνεγμένης ἀμπέλου· ὁ δὲ μετὰ χεῖρας, ὥσπερ ἑτέρας ὑποστάσης ἀμπέλου καὶ ἀμπελῶνος ἑτέρου, μᾶλλον δὲ πλειόνων ἀμπελώνων ληνοὺς ὑφίστησι πλείους, φαιδρά τε εὐαγγελίζεται τοῖς ἐπὶ ταύτας κεκλημένοις. Ἐπὶ μὲν οὖν τοῦ προτέρου λαοῦ ἕνα ἀμπελῶνα καὶ μίαν ληνὸν, μίαν τε ἄμπελον εἰσήγαγεν ὁ φήσας· Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Εἶθ' ἑξῆς· Καὶ προλήνιον, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἐφύτευσα ἄμπελον Σωρήκ. Καὶ ἐν τῷ πρὸ τούτου μίαν ἄμπελον ἐδήλου λέγων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. Ἐν δὲ τοῖς Ὑπὲρ τῶν ληνῶν πλείους δηλοῖ ληνοὺς, δηλαδὴ πλειόνων ἀμπελώνων. Εἰ δὲ καὶ τὴν ἄμπελον τὴν καινὴν γνῶναι βουληθείης, τὴν μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἐν ἀνθρώποις φυεῖσαν, μάνθανε παρὰ τοῦ Θεοῦ Λόγου περὶ αὐτοῦ ταῦτα διδάσκοντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός. Πᾶν κλῆμα μὴ φέρον καρπὸν ἐν ἐμοὶ, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ Ἤδη ὑμεῖς καθαροί ἐστε διὰ τὸν λόγον ὃν λελάληκα ὑμῖν· μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται φέρειν καρπὸν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτω καὶ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος,
a melody, and give a timbrel, a comely harp with a lute; and according to Symmachus: Take up an ode, and give a timbrel, a sweet lyre with a lute. Accordingly, he commands one thing to be received, and another to be given: to receive, according to Aquila, a melody, and according to Symmachus, an ode; and to give in return a timbrel or a sweet lyre with a lute. Through these the word commands us to receive with our ears the teaching of words, and to render action through the body: for ode and melody are delivered by speech to the ears; wherefore he says: Take an ode and a melody, according to Aquila and Symmachus. And receiving these things, give in return a pleasant psaltery with a harp, or a sweet lyre with a lute. Now a timbrel is an instrument fashioned out of bodily hide, and the psaltery is a kind of harp fitted together after some such fashion by means of strings, through which he hinted at our body. He wills us, therefore, by very deeds and actions to fulfil the precepts given through words; and the word commands those assembled together in the churches of God throughout the whole inhabited world to do these things. Wherefore what has been said is entitled Unto the end and For the winepresses. For suppose winepresses to mean nothing else at all than the churches of God, in which, being assembled together and contributing our fruits in the same place, we make one mingling to the glory and gladness of the Word of God. Yet one may marvel how the psalm before this showed a burning with fire, and utter desolation and destruction of the vine transplanted out of Egypt; whereas the one in hand, as though another vine had come into existence and another vineyard, or rather more vineyards, sets up more winepresses, and proclaims glad tidings to those called unto them. Now in the case of the former people, he who spoke introduced one vineyard and one winepress, and one vine: My beloved had a vineyard on a horn, in a fertile place. Then next: And I dug a vat in it, He says, and planted a vine of Sorek. And in the psalm before this he showed one vine, saying: A vine out of Egypt Thou transplanted. But in the psalms For the winepresses he shows more winepresses, namely of more vineyards. And if you should also wish to know the new vine, which sprang up among men after the destruction of the former one, learn from God the Word teaching these things concerning Himself: I am the true vine, My Father is the husbandman. Every branch in Me bearing no fruit, He takes it away; and every one bearing fruit, He cleanses it, that it may bear more fruit Already you are clean because of the word which I have spoken to you; abide in Me, and I in you. Even as the branch cannot bear fruit of itself, unless it abide in the vine, so neither can you, unless you abide in Me. I am the vine,
Notes, col. 972

On the reading

Printed ᾠδὴν, for ᾠδήν.

Printed φέρῃ Ἤδη, for φέρῃ. Ἤδη.