ήμενος ἐπὶ τῶν χερουβὶμ εναντιον Ἐφραΐμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Καθήμενε τοῖς χερουβὶμ, ἐπιφάνηθι εἰς πρόσωπον Ἐφραΐμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Σὺ γὰρ, φησὶν, ὁ εἰς πρόσωπον καὶ ἐνώπιον Ἐφραΐμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ προπορευόμενος ἐμφάνηθι. Ἀνακαλεῖται δὲ ἐν τούτοις τὸν τοῦ Θεοῦ Λόγον ὁ Προφήτης ἀπὸ τῶν γνωριζομένων τῷ λαῷ τὴν ἐπίκλησιν ποιούμενος· ἀλλ' οὐκ ἀπὸ τῆς θεοπτίας, τῆς τῷ Προφήτῃ Ἐζεχιὴλ τεθεαμένης. Δυσωπεῖ δὲ τὸν παρακαλούμενον διὰ τῆς εὐχῆς· Εἰ γὰρ ὑπέμεινας, φησὶ, καιρῷ τινι προοδεῦσαι ἀνθρώπων, καὶ τῶν προλεχθεισῶν ἡγήσασθαι φυλῶν, καὶ νῦν τοῖς αὐτοῖς χειμαζομένοις καὶ ἀπολλυμένοις ἐμφάνηθι· καὶ σύ γε αὐτὸς, ὁ καὶ τότε ποιμάνας καὶ προηγησάμενος τοῦ λαοῦ, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ἱκετεύει τε ἐν τούτοις τὴν εἰς ἀνθρώπους αὐτοῦ ἄφιξιν ποιήσασθαι καὶ τοὺς ἀποστραφέντας καὶ ἐν ἀποπτώσει γενομένους πάλιν ἀναλαβεῖν, πάλιν καὶ εἰς αὐτὸν ἐπιστρέψαι ποιῆσαι. Διὸ λέγει· Ὁ Θεὸς, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τῶν δούλων σοῦ; Ὁ λεγόμενος ἐπὶ τοῦ παρόντος Κύριος καὶ Θεὸς τῶν δυνάμεων, αὐτὸς ἦν ἐκεῖνος ὁ ποιμαίνων τὸν ἀληθινὸν Ἰσραὴλ, καὶ ὁδηγήσας ὡσεὶ πρόβατον τὸν Ἰωσὴφ, καὶ ὁ καθήμενος ἐπὶ τῶν χερουβίμ· προοδεύων τε ἐναντίον Ἐφραΐμ καὶ Βενιαμὶν καὶ Μανασσῆ. Κύριος δὲ καὶ Θεὸς τῶν δυνάμεων εἴρηται, ὡς ἐν ἑτέροις ἀρχιστράτηγος δυνάμεως Κυρίου καὶ μεγάλης βουλῆς Ἄγγελος. Τῷ μὲν οὖν διαδόχῳ Μωϋσέως Ἰησοῦ, ἐν σχήματι ἀνδρὸς φανεὶς, ἑαυτὸν ὡμολόγει ὅστις ἦν λέγων· Ἐγώ εἰμι ἀρχιστράτηγος δυνάμεως Κυρίου. Ἐν δὲ τῷ Ἠσαΐᾳ λέλεκται, ὅτι Παιδίον ἐγενήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν. Οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· Θεὸς δυνατὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ αἰῶνος. Τοῦτο τοίνυν διδάσκεται ὑπὸ τοῦ Πνεύματος τοῦ προφητικοῦ εὐχὴν ἀναπέμπειν ὁ καταλειφθεὶς ἔρημος λαὸς, καὶ αὐτῷ λέγειν· Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; Ἀνθ' οὗ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, τοῦ λαοῦ σου, ἡρμήνευσαν. Διδάσκονται δὲ καὶ ἄρτον δακρύων ἐσθίειν ἐφ' οἷς τετολμήκασιν· ἵν', ἀποκλαυσάμενοι τὰ ἑαυτῶν κακὰ καὶ πενθήσαντες, τύχοιεν παρακλήσεως κατὰ τὸν φήσαντα μακαρισμόν· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Κατὰ δὲ τὸν Σύμμαχον· Ἐψώμισας ἡμᾶς, φησὶν, ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κλαυθμοῦ καὶ δακρύων ἄξιοι γεγόναμεν, ὥστε ἀντὶ ἄρτου τρέφεσθαι κλαυθμοῖς καὶ στεναγμοῖς, καὶ ποτίζεσθαι δάκρυσι καὶ γόοις· ἀλλ' αὐτὰ ταῦτα μεμετρημένα ἡμῖν γινέσθω, ὥστε μὴ εἰς ἄπειρον ἡμῖν παραταθῆναι· λῆξαι δέ ποτε, καὶ μεταβαλεῖν ἐπὶ τὸ φαιδρότε-
test upon the cherubim, before Ephraim, and Benjamin, and Manasseh. Wherefore according to Aquila it is said: Thou Who sit upon the cherubim, shine forth before the face of Ephraim, and Benjamin, and Manasseh. For do Thou, he says, Who go before in front and before the face of Ephraim, and Benjamin, and Manasseh, shine forth. Now in these words the Prophet invokes the Word of God, making his invocation from the things familiar to the people, and not from the vision of God beheld by the Prophet Ezekiel. And he entreats through his prayer Him Whom he calls upon: For if, he says, at a certain season Thou deigned to go before men and to lead the aforesaid tribes, shine forth now also unto the same men when storm-tossed and perishing; yea, do Thou Thyself, Who at that time also did shepherd and lead the way before the people, stir up Thy might, and come to save us. And in these words he entreats Him to make His arrival among men, and to take up again those who have turned away and fallen into apostasy, and to cause them to turn back again unto Himself. Wherefore he says: O God, turn us back, and cause Thy face to shine, and we shall be saved. O Lord God of hosts, how long are Thou angry against the prayer of Thy servants? He Who is in the present passage called Lord and God of hosts was that very same One Who shepherded the true Israel, and led Joseph like a sheep, and Who sits upon the cherubim, and goes before Ephraim and Benjamin and Manasseh. And He is called Lord and God of hosts, just as in other places Captain of the host of the Lord and Angel of great counsel. Accordingly, appearing in the form of a man unto Joshua the successor of Moses, He confessed Who He was, saying: I am the captain of the host of the Lord (Josh. 5:14). And in Isaiah it has been said: Unto us a Child has been born, unto us also a Son has been given; Whose government is upon His shoulder, and His name is called Angel of great counsel. And according to the rest of the translators: Mighty God, Potentate, Prince of peace, Father of the age to come (Isa. 9:6). This, therefore, the people left desolate is taught by the prophetic Spirit to send up as a prayer, and to say unto Him: O Lord God of hosts, how long are Thou angry against the prayer of Thy servant? — instead of which all the rest of the translators rendered, of Thy people. And they are taught also to eat the bread of tears over the things which they have dared, so that, having wept away their own evils and mourned, they might obtain comfort according to the beatitude which says: Blessed are those who weep, for they shall laugh; blessed are those who mourn, for they shall be comforted (Luke 6:21; Matt. 5:4). And according to Symmachus: Thou have fed us, he says, with bread of tears, and given us drink with tears by measure. For even though we have become ever so worthy of weeping and tears, so as in place of bread to be nourished with weepings and groanings, and to be given tears and lamentations to drink, yet let these very things be measured unto us, so as not to be prolonged for us without end, but at some time to cease and change to what is bright-