ὁ μετὰ χεῖρας διαγράφει λόγος· σκιὰν μὲν αὐτῆς καλύπτουσαν ὄρη· ἀναδενδράδας δὲ αὐτῆς εἰς ὕψος μετεωριζομένας, ὥς καλύπτειν οὐχ ἁπλῶς κέδρους, ἀλλὰ τὰς κέδρους τοῦ Θεοῦ· καὶ ἐπὶ τούτοις κλήματα ἐκτεινόμενα ἕως θαλάσσης· καὶ μετὰ πάντα παραφυάδας τὰς μέχρι ποταμοῦ διηκούσας. Ὧν τὴν διάνοιαν κατὰ τὴν δοθεῖσαν ἡρμηνεύσαμεν χάριν, σκιὰν μὲν ἀποδόντες τὴν τυπικὴν καὶ σκιώδη λατρείαν, ἥτις ἐν τοῖς αἰσθητοῖς καὶ σωματικοῖς ὄρεσιν ἐτελεῖτο· ἀναδενδράδας δὲ τὰς προφητικὰς ψυχὰς, αἵτινες ἐπὶ τὰς κέδρους τοῦ Θεοῦ, τὰς ἀγγελικὰς καὶ θείας δυνάμεις ἐπεστηρίζοντο· κλήματα δὲ ἢ κόμας, ἢ χαίτας τὸ πᾶν Ἰουδαίων πλῆθος ἕως θαλάσσης ἐκτεινόμενον διὰ τὸν ἄστατον καὶ κυμαινόμενον τῶν ἀνθρώπων βίον· καὶ τέλος παραφυάδας, τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν τῷ ποταμῷ συνόντας, περὶ οὗ εἴρηται· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Ἀλλ' ἐπειδὴ τοσούτων ἠξιώθη ἡ δεδηλωμένη ἄμπελος ὑπὸ τοῦ πρότερον ἐπισκοποῦντος αὐτὴν Θεοῦ Λόγου, ἀκολούθως ὁ λόγος ἑξῆς ὡς πρὸς αὐτὸν τὸν τὰ τοσαῦτα δεδωρημένον ἐπαπορεῖ λέγων· Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς; Ὁ δὲ ἀποκρίνεται λέγων· Διότι ἔμεινα ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας· καὶ πάλιν· Ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Καὶ ἐν τῷ Ἱερεμίᾳ δὲ ὁ αὐτὸς ἐλέγχει τὴν ἄμπελον, λογικὴ γὰρ ἦν, φάσκων· Ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν. Πῶς ἐστράφη εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία; Προστίθησι δὲ καὶ διὰ Ἠσαΐου λέγων· Καθελῶ τὸν φραγμὸν αὐτῆς, καὶ ἔσται εἰς διαρπαγήν· καὶ καθελῶ τὸν τοῖχον αὐτῆς, καὶ ἔσται εἰς καταπάτησιν. Καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ σκαφῇ, οὐδὲ μὴ τμηθῇ. Καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Καθαιρεθέντος δὲ τοῦ φραγμοῦ, τουτέστι τῆς φυλαττούσης αὐτοὺς καὶ περιφραττούσης δυνάμεως, εἰκότως πάντες λοιπὸν πολέμιοι ἀόρατοί τε καὶ ἀφανεῖς, θηρῶν ἀγρίων ὄντες ἀνημερώτεροι, ἐλυμήναντο αὐτοὺς, δηλαδὴ τοὺς ὑπὸ τοῦ λόγου κατηγορουμένους. Καί τις πρῶτος ἀκάθαρτος ὗς, ὁ Ἀσσύριος, εἰσελθὼν ἰσχυρῶς, τὴν δηλωθεῖσαν ἄμπελον διέφθειρεν, ὡς καὶ ἀπαγαγεῖν αἰχμάλωτον τὸ πλῆθος εἰς τοὺς Ἀσσυρίους. Εἶτα δεύτερος πολέμιος, εἰσελθὼν, τὰ ὑπὸ τοῦ πρώτου καταλειφθέντα κατενεμήσατο, ὁ Ναβουχοδονόσορ, ὁ καὶ τὸ ἱερὸν πυρπολήσας καὶ εἰς ἔδαφος ἀγαγών. Διὸ λέλεκται καὶ κατὰ τὸν Σύμμαχον· Κατενεμήσατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατεβοσκήσατο αὐτήν. Ἀντὶ δὲ τοῦ, καὶ μονιὸς ἄγριος, ὁ Ἀκύλας, καὶ παντοδαπὴν χώραν, ἡρμήνευσε. Καθ' ἑτέραν δὲ ἑρμηνείαν, ἐλυμήνατο αὐτὴν, δηλαδὴ τὴν ἀποδοθεῖσαν ἄμπελον, πρῶτος ὁ Βαβυλώνιος, ὁ καὶ πρῶτος τὴν Ἱερουσαλὴμ πολιορκίᾳ δηώσας· ἔπειτα μετ' ἐκεῖνον ὁ Ῥωμαϊκὸς στρατὸς, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἐπελθὼν, κατενεμήσατο αὐτήν.
the word in hand delineates: its shadow covering mountains; its climbing shoots rising aloft on high, so as to cover not simply cedars, but the cedars of God; and in addition to these, branches stretching out unto the sea; and after all things, offshoots reaching as far as the river. Whose meaning we have expounded according to the grace given, explaining the shadow as the figurative and shadowy worship which was celebrated upon the perceptible and bodily mountains; the climbing shoots as the prophetic souls, which leaned for support upon the cedars of God, the angelic and divine powers; the branches, or locks, or tresses as the whole multitude of the Jews, stretching out unto the sea on account of the unstable and billowing life of men; and finally the offshoots as the apostles of our Saviour, abiding by the river concerning which it has been said: The streams of the river make glad the city of God (Ps. 45:5). Yet since the vine set forth was deemed worthy of so great benefits by the Word of God Who formerly watched over it, accordingly the word next raises a question as if to Him Who had bestowed such great gifts, saying: Why have Thou broken down its hedge? And He answers, saying: Because I waited for it to bring forth grapes, but it brought forth thorns; and again: I waited for it to bring forth judgement, but it wrought iniquity, and not righteousness, but an outcry (Isa. 5:4, 7). And in Jeremiah too the very same One rebukes the vine — for it was rational — saying: Yet I planted a fruitful vine, wholly true. How has the strange vine turned into bitterness? (Jer. 2:21). And He adds also through Isaiah, saying: I will pull down its hedge, and it shall be for plunder; and I will pull down its wall, and it shall be for trampling. And I will abandon My vineyard, and it shall neither be dug nor pruned. And thorns shall come up upon it as upon dry waste land, and I will command the clouds not to rain any rain upon it (Isa. 5:5-6). Now once the hedge was pulled down, that is, the power that guarded them and fenced them round, reasonably all invisible and unseen enemies thereafter, being fiercer than wild beasts, ravaged them, namely those accused by the word. And a certain first unclean boar, the Assyrian, entering in with might, destroyed the vine indicated, so as even to carry off the multitude captive to the Assyrians. Then a second enemy, entering in, devoured what had been left behind by the first — Nebuchadnezzar, who also burned down the temple and brought it to the ground. Wherefore it has been said also according to Symmachus: A boar from the forest has devoured it, and a solitary wild beast has fed upon it. And instead of and a solitary wild beast, Aquila rendered, and every sort of land. According to another interpretation, however, the Babylonian first ravaged it, namely the vine set forth, being also the first to lay Jerusalem waste by siege; and then after him the Roman army, coming against it after the coming of our Saviour, devoured it.