ὀργισθήσῃ εἰς τέλος; καὶ κατὰ τοὺς ἑξῆς ἐπιλεγομένους, Ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου; Ἕως πότε γὰρ καὶ τοῦτο ἔσται; Λέλεκται δὲ ὁ ζῆλος κατὰ παραβολὴν τῶν δι' ὑπερβολὴν διαθέσεως ζηλούντων τὰς ἑαυτῶν γαμετὰς, εἰ προσέχοιεν ἑτέροις ἀνδράσιν· οὕτω γοῦν καὶ ἐπὶ τοῦ Θεοῦ τὴν ἐκδίκησιν τῶν τὰς πρὸς αὐτὸν συνθήκας παραβαινόντων ζῆλον εἴωθε καλεῖν ὁ λόγος. Ἱκετεύει τοίνυν ὁ Προφήτης ἤτοι ἐξ ἰδίου προσώπου, ἢ καὶ ὡς ἐκ τῶν κατὰ τοὺς Ἀντιόχου χρόνους διασωθέντων, μετὰ τὴν πρόῤῥησιν τῶν μελλόντων ἔσεσθαι κατὰ Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα, καθ' ὃν οἱ ὅσιοι τοῦ Θεοῦ τὸν ὑπὲρ εὐσεβείας θάνατον ὑπομεμενήκασι, παύσασθαι μὲν τὰ τῆς ὀργῆς τῆς κατὰ τοῦ λαοῦ, μετελθεῖν δὲ τοὺς ἐχθροὺς αὐτοῦ. Διό φησιν· Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Κατὰ καιρὸν δὲ ἐν τούτοις τοῦ Ἰακὼβ οἶμαι πεποιῆσθαι τὴν μνήμην τῆς τοῦ παλαιοῦ προπάτορος θεοσεβείας ἕνεκα. Ὡς γὰρ ὑπομιμνήσκων τὸν Θεὸν τοῦ θεοφιλοῦς ἀνδρὸς καὶ τῆς ἐκείνου ἀρετῆς, δυσωπεῖ διὰ τῆς ἐκείνου μνήμης, καὶ ἱλεοῦται τὰ παρόντα. Ἐν μὲν τῷ πρὸ τούτου ψαλμῷ, ὁπηνίκα τοῦ Ἰωσὴφ ἐμνημόνευεν, οὐ τὸν Ἰωσὴφ, ἀλλὰ τὸ σκήνωμα αὐτοῦ ἀποβεβλῆσθαι ἔλεγε διὰ τοῦ· Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραΐμ οὐκ ἐξελέξατο, τοῦ λόγου σημαίνοντος τὸν ἐν Σηλὼμ τόπον· ἐπείπερ ἐν κλήρῳ τῆς φυλῆς Ἰωσὴφ ἔκειτο ἡ Σηλώμ· ἐν τούτοις δὲ τοῦ Ἰακὼβ μέμνηται καὶ τοῦ τόπου αὐτοῦ· διὰ μὲν τοῦ Ἰακὼβ τοὺς ἀπογόνους τοῦ θεοφιλοῦς ἀνδρὸς δηλῶν, διὰ δὲ τοῦ τόπου αὐτοῦ τὴν Ἱερουσαλὴμ σημαίνων, ἣν εἰς ἔρημον ἐλθεῖν κατὰ τοὺς Ἀντιόχου συνέβη χρόνους. Εἶθ' ἑξῆς ἐπιλέγει· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Οἱ δ' ὑπὲρ ἀρχαίων ἁμαρτημάτων εὐχόμενοι δῆλοι ἂν εἶεν μὴ νεωτέροις ἐνεχόμενοι πταίσμασιν. Ἀντὶ δὲ τοῦ, Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα, ὁ Σύμμαχος, Τάχυνον, προκαταλαβέτω ἡμᾶς τὰ ἐλέη σου, ὅτι ἠτονήσαμεν σφόδρα, ἡρμήνευσεν. Ὥσπερ δὲ ἀθλητὴς, πολλοὺς ὑποστὰς ἀγῶνας καὶ ἄθλους ὑπομείνας πολλοὺς ἐν φροντίδι καθέστηκε, μή πη ἐξατονήσας πέσῃ· τὸν αὐτὸν τρόπον καὶ οἵδε ἱκετεύουσι προκαταληφθῆναι καὶ βοηθείας τυχεῖν. Διό φασι· Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα. Βοήθησον ἡμῖν, ὁ Θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκεν τῆς δοξῆς τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Καὶ ταῦτα ὁ Προφήτης ἐκ προσώπου τῶν κατὰ Ἀντίοχον βασιλέα δεδιωγμένων προφέρεται· προφητικῶς τὴν εὐχὴν διὰ τῆς γραφῆς τοῖς μέλλουσι διώκεσθαι καταλιπὼν, ὡς ἂν ἔχοιεν ἐξ ἑτοίμου εἰδέναι, ὁποίοις προσήκει κεχρῆσθαι αὐτοὺς λόγοις ἐν ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς. Οὐ μὴν εἰς ἐκείνους μόνους ἵσταται τὰ λεγόμενα· ἁρμόσειε δὲ καὶ πᾶσι τοῖς τὰ παραπλήσια πεπονθόσι, ἐπεὶ καὶ ἐν τοῖς καθ' ἡμᾶς διωγμοῖς, μυ-
will Thou be angry unto the end? and according to the words subjoined next, Shall Thy jealousy burn like fire? — that is: For how long shall this too be? Now jealousy has been spoken of by way of comparison with those who, through excess of affection, are jealous over their own wives if they pay heed to other men; so at any rate in the case of God as well, Scripture is accustomed to call His vengeance upon those who transgress their covenants with Him jealousy. The Prophet, therefore, entreats either in his own person, or else as in the person of those preserved during the times of Antiochus, after the prediction of the things that were going to take place under Antiochus the king of Syria, under whom the holy ones of God endured death for piety's sake, that the effects of wrath against the people may cease, and that He may visit vengeance upon His enemies. Wherefore he says: Pour out Thy wrath upon the nations that do not know Thee, and upon kingdoms that have not called upon Thy name. For they have devoured Jacob, and laid waste his place. Seasonably, I think, mention of Jacob has been made in these words on account of the godliness of the ancient forefather. For reminding God, as it were, of that God-loving man and of his virtue, he entreats Him through his remembrance and renders Him propitious towards present circumstances. In the preceding psalm, when he mentioned Joseph, he said that not Joseph himself, but his tent had been cast away, through the words: And He cast off the tent of Joseph, and chose not the tribe of Ephraim (Ps. 77:67), the word signifying the place in Shiloh, inasmuch as Shiloh lay in the lot of the tribe of Joseph; whereas in these words he makes mention of Jacob and of his place, indicating through Jacob the descendants of that God-loving man, and through his place signifying Jerusalem, which it befell to come into desolation in the times of Antiochus. Then next he subjoins: Remember not our ancient iniquities. Now those who pray on behalf of ancient sins would plainly be persons not held fast in more recent transgressions. And instead of Let Thy compassions speedily overtake us, for we have become exceedingly poor, Symmachus rendered, Make haste, let Thy mercies overtake us, for we have become exceedingly weak. Just as an athlete, having undergone many contests and endured many struggles, stands in anxiety lest haply, growing utterly exhausted, he should fall, in the very same manner these men also entreat that they may be overtaken beforehand and obtain help. Wherefore they say: Let Thy compassions speedily overtake us, for we have become exceedingly poor. Help us, O God our Saviour, for the sake of the glory of Thy name; O Lord, deliver us, and be propitious unto our sins for Thy name's sake. And these things the Prophet utters in the person of those persecuted under King Antiochus, prophetically leaving behind the prayer in writing for those who were going to be persecuted, so that they might readily know what sort of words it befitted them to use in their prayers unto God. Yet what is said does not stop with those men alone, but would also suit all who have suffered like things, since in the persecutions of our own days as well, count-