Migne Reading Room

PG 23 · cols. 925–936 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:925Read from the page
πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ὀνομάζει δὲ αὐτὸ οἰκείῳ ὀνόματι ὁ Ἀπόστολος, φρόνημα σαρκὸς, ἐν οἷς φησι· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εις Θεόν· τῷ γὰρ νόμῳ τοῦ Θεοῦ οὐχ ὑπο-
a wind going forth and not returning. And the Apostle names it by its proper name, the mind of the flesh, where he says: For the mind of the flesh is enmity unto God; for to the law of God it does not sub-
Ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ! Καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν. Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος. Ὡς ἔθετο ἐν Αιγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοὺ ἐν πεδίῳ Τάνεως. Μετέστρεψεν εις αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εις αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς. Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Καὶ ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Καὶ παρέδωκεν εις χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. Μετὰ τὰ προλεχθέντα πάντα παρέμενον παραπικραίνοντες, τουτέστι πικρὸν ἑαυτοῖς τὸν Θεὸν καθιστῶντες, χρήστὸν ὄντα τῇ φύσει καὶ ἀγαθὸν καὶ γλυκὺν, τοῖς δὲ τιμωρίας ἀξίοις πικρὸν νομιζόμενον. Οὗτοι γοῦν οἱ ἐν τῇ ἐρήμῳ παρώργισαν αὐτὸν, ἑαυτοῖς τὴν ὀργὴν ἐπισπώμενοι. Καὶ πάλιν ἐπέστρεφον καὶ ἐπείραζον τὸν Θεὸν, καὶ τὸν Ἅγιον τοῦ Ἰσραὴλ παρώξυνον. Καὶ ταῦτα πάντα διέπραττον μὴ ἀναλαμβάνοντες τῇ μνήμῃ τὰς πάλαι δειχθείσας αὐτοῖς παραδόξους δυνάμεις· καθ' ὃν καιρὸν λυτρούμενος αὐτοὺς ἐκ χειρὸς θλίβοντος τοῦ Φαραὼ, ἠλευθέρου τῆς τῶν Αἰγυπτίων δυναστείας, διαφόρως τοὺς ἐχθροὺς αὐτῶν αἰκιζόμενος ἐν τῷ Τάνεως πεδίῳ· ἐν ᾧ πρῶτον ἐγίγνετο ἡ τοῦ ποταμοῦ εἰς αἷμα μεταβολὴ, Αἰγυπτίοις οὖσα τοιαύτη, οὐ μὴν καὶ τοῖς βοηθουμένοις. Ὅθεν καὶ τὰ ὀμβρήματα αὐτῶν, ἢ κατὰ τὸν Ἀκύλαν, αι κατάῤῥοιαι αὐτῶν, ἢ κατὰ τὸν Σύμμαχον, τὰ ῥεῖθρα αὐτῶν, μετεβάλλετο εἰς αἷμα. Πᾶσα γὰρ σύστασις ὑδάτων τὰ ὅμοια τῷ ποταμῷ ἔπασχεν. Ἀλλὰ τούτων οὐδεμίαν ἐποιοῦντο μνήμην οἱ κατηγορούμενοι, οὐδὲ τῇ διὰ τῆς κυνομυίας κατ' Αἰγυπτίων πληγῇ προσεῖχον τὸν νοῦν, οὐδὲ τῇ διὰ τῶν βατράχων μάστιγι, οὐδὲ τῇ διὰ τῆς ἐρυσίβης· ἀλλ' οὐδ' ὅπως δι' αὐτοὺς οἱ Αἰγύπτιοι ἀκρίδι καὶ χαλάζῃ, καὶ πάχνῃ καὶ πυρὶ παραδοθέντες ἐκολάζοντο. Τούτων δ' ἔργοις τὴν πεῖραν εἰληφότες, ἀμνήμονες ἁπάντων ἐγίγνοντο. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Οὐκ ἀνεμιμνήσκοντο τὴν χεῖρα αὐτοῦ, τὴν ἡμέραν ἐν ᾗ ἐῤῥύσατο αὐτοὺς ἐκ τοῦ θλίβοντος· τοῦ ποιήσαντος τὰ σημεῖα αὐτοῦ καὶ τὰ τέρατα αὐτοῦ ἐν Αιγύπτῳ, ἐν πεδίῳ Τάνεως· τοῦ μεταβαλόντος εις αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ῥεῖθρα αὐτῶν, ἵνα μὴ πίωσι· τοῦ ἐπιπέμψαντος αὐτοῖς κυνόμυιαν φα-
How often they provoked Him in the wilderness, they angered Him in a waterless land! And they turned back and tempted God, and exasperated the Holy One of Israel. They remembered not His hand, the day in which He ransomed them from the hand of the afflicter; how He set His signs in Egypt, and His portents in the plain of Tanis. He turned their rivers into blood, and their rain-streams so that they might not drink. He sent out the dog-fly against them, and it devoured them, and the frog, and it destroyed them. And He gave their fruit to the blight, and their labours to the locust. And He slew their vine with hail, and their sycamores with hoar-frost. And He delivered over their cattle unto hail, and their substance to the fire. After all the things spoken previously they persisted in provoking Him, that is, rendering God bitter to themselves, though He is kind by nature and good and sweet, yet to those worthy of punishment is deemed bitter. These men in the wilderness, at all events, angered Him, drawing down wrath upon themselves. And again they turned back and tempted God, and exasperated the Holy One of Israel. And all these things they perpetrated because they did not recall to memory the marvellous powers shown to them of old, at the season when, ransoming them from the hand of Pharaoh the afflicter, He set them free from the domination of the Egyptians, afflicting their enemies in diverse ways in the plain of Tanis; wherein first took place the changing of the river into blood, being such for the Egyptians, yet by no means for those who were being helped. Whence their rain-streams also — or according to Aquila, their downflowings, or according to Symmachus, their streams — were changed into blood. For every gathering of waters suffered the same things as the river. Yet of these things those under accusation made no remembrance at all, nor did they give their mind to the plague against the Egyptians through the dog-fly, nor to the scourge through the frogs, nor to that through the blight; nor yet how on their account the Egyptians were delivered over to locust and hail, and hoar-frost and fire, and punished. Though they had received experience of these things by deeds, they became unmindful of them all. Wherefore according to Symmachus it has been said: They did not call to mind His hand, the day wherein He rescued them from the afflicter; Who wrought His signs and His portents in Egypt, in the plain of Tanis; Who changed their rivers into blood, and their streams, so that they might not drink; Who sent upon them the dog-fly to de-
Notes, col. 925

On the reading

Printed εις, for εἰς.

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed αὐτοὺ, for αὐτοῦ.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed χρήστὸν, for χρηστὸν.

Printed αι, for αἱ.

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed εις, for εἰς.

PG 23:928Read from the page
γεῖν αὐτοὺς, καὶ βάτραχον διαφθεῖραι αὐτούς· τοῦ δόντος τῷ μυζήτῃ τὰ γεννήματα αὐτῶν, καὶ τοὺς κόπους αὐτῶν τῇ ἀκρίδι· τοῦ ἀποκτείναντος ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν καὶ τὰς συκομόρους αὐτῶν ἐν σκώληκι· τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οιωνοῖς. Ἀντὶ δὲ τοῦ, τῇ ἐρυσίβῃ, ὁ μὲν Σύμμαχος ὁμοίως τῷ μυζήτῃ, ὁ δὲ Ἀκύλας τῷ βρούχῳ, ἡρμήνευσε· καὶ πάλιν ἀντὶ τοῦ, τῇ πάχνῃ, ὁ μὲν Σύμμαχος τῷ σκώληκι, ὁ δὲ Ἀκύλας ἐν κρύει, ἐκδεδώκασι. Σεσιωπημένα δὲ ταῦτα παρὰ Μωσεῖ τὸ παρὸν λόγιον ἐδίδαξεν. Ἔοικε δὲ ἡ ἐρυσίβη καὶ ὁ μυζήτης αὐτὸς εἶναι ὁ παρὰ Μωσεῖ κεκλημένος κνίψ.
vour them, and the frog to destroy them; Who gave their produce to the sucker-worm, and their toils to the locust; Who slew their vine with hail and their sycamores with the worm; Who gave over their cattle to pestilence, and their possessions to birds. Now instead of, to the blight, Symmachus similarly translated, to the sucker-worm, and Aquila, to the wingless locust; and again instead of, with the hoar-frost, Symmachus rendered, with the worm, and Aquila, in frost. Passed over in silence in Moses, the present oracle taught these things. And the blight and the sucker-worm itself seem to be what in Moses is called the gnat.
Ἐξαπέστειλεν εις αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτηνὴ αὐτῶν εις θάνατον συνέκλεισε. Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αιγύπτῳ, ἀπαρχὴν παντὸς πόνου αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ. Πρὸς τοῖς λεχθεῖσι καὶ ταῦτα κατὰ τῶν Αἰγυπτίων ὑπὲρ τῆς σωτηρίας τοῦ λαοῦ ὁ Θεὸς ειργάζετο· Ἐξαπέστειλεν εις αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν. Πολλαχοῦ δὲ τῆς ὀργῆς ὀνομαζομένης καὶ τοῦ θυμοῦ, ὁ παρὼν λόγος τὴν διάνοιαν ἑρμηνεύει τῆς τοιαύτης φωνῆς ἑξῆς ἐπιλέγων· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπαποστολὴν ἀγγέλων κακούντων. Ἡ γὰρ τῶν κακούντων ἀγγέλων ἐπαποστολὴ ὡς πρὸς ἀνθρώπους ἐνομίζετο θυμὸς εἶναι καὶ ὀργὴ Θεοῦ. Οὐ γὰρ δὴ πάθος εἶναι ὀργῆς περὶ τὸν Θεὸν προσήκει νομίζειν· τὰς δὲ κατὰ τῶν ἀσεβῶν τιμωρίας κρίσει δικαίᾳ Θεοῦ δι' ἀποστολὴν ἀγγέλων τῶν εἰς τοῦτο τεταγμένων γιγνομένας ὀργὴν καὶ θυμὸν καλεῖσθαι. Πλὴν ἀλλὰ τοῖς Αἰγυπτίοις ἐπαποστολῆς ἀγγέλων κακούντων γενομένης, αὐτὸς ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ· κατὰ δὲ τὸν Σύμμαχον, διέστρωσε ἀτραπὸν τῇ ὀργῇ αὐτοῦ. Καί μοι δοκεῖ διὰ τούτων αινίττεσθαι τὴν παραδοθεῖσαν τῷ λαῷ μυστικὴν λατρείαν κατὰ τὸν καιρὸν τῆς ἐπελθούσης τοῖς Αἰγυπτίοις ὀργῆς. Τότε γὰρ διάταττεται τὴν τοῦ Πάσχα ἑορτὴν ἐπιτελέσαι, θύσαντας μὲν πρόβατον κατὰ σύμβολον τοῦ μέλλοντος ὑπὲρ ἀνθρώπων τυθήσεσθαι Ἀμνοῦ τοῦ Θεοῦ, χρίσαντας δὲ ἑαυτῶν τὰς φλιὰς τῶν οἴκων τῷ αἵματι· ὡς ἂν, τοῦτο θεασάμενος ὁ ὀλοθρευτὴς, ἀναχωρήσειε τῆς κατὰ τῶν τοῦτο πραξάντων ἐπιβολῆς. Γέγραπται γοῦν· Καὶ παρελεύσεται Κύριος πατάξαι τοὺς Αιγυπτίους· καὶ ὄψεται τὸ αἷμα ἐπὶ τῆς φλιᾶς, καὶ ἐπ' ἀμφο-
He sent out against them the wrath of His anger, anger and wrath and affliction, a sending through evil angels. He made a way for a path for His wrath, He spared not their souls from death, and shut up their cattle unto death. And He struck every firstborn in the land of Egypt, the firstfruits of all their labour in the tents of Ham. In addition to the things spoken, God wrought these things also against the Egyptians on behalf of the salvation of the people: He sent out against them the wrath of His anger, anger and wrath and affliction. And whereas wrath and anger are named in many places, the present word interprets the sense of such an expression by adding next: A sending through evil angels; or according to Symmachus, A sending forth of angels doing harm. For the sending forth of angels doing harm was deemed in relation to men to be anger and wrath of God. For indeed it is not fitting to suppose that there is a passion of wrath about God, but that the punishments against the impious which come to pass by the righteous judgement of God through a sending of angels appointed unto this are called wrath and anger. Nevertheless, when a sending forth of angels doing harm befell the Egyptians, He Himself made a way for a path for His wrath; and according to Symmachus, He paved a track for His wrath. And He seems to me through these words to hint at the mystical worship handed down to the people at the season of the wrath that came upon the Egyptians. For then it is ordained to celebrate the feast of the Passover, sacrificing a sheep as a symbol of the Lamb of God Who was about to be sacrificed on behalf of men, and anointing the doorposts of their houses with the blood; so that, beholding this, the destroyer might withdraw from his assault against those who had done this. At all events it has been written: And the Lord shall pass by to strike the Egyptians; and He shall see the blood upon the lintel, and upon bo-
Ἀλλὰ τούτοις μὲν ὡδοποίησε τρίβον πρὸς τὸ ἐκ-
Yet for these men indeed He made a way for a path so as to es-
Notes, col. 928

On the reading

Printed οιωνοῖς, for οἰωνοῖς.

Printed εις, for εἰς.

Printed κτηνὴ, for κτήνη.

Printed εις, for εἰς.

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed ειργάζετο, for εἰργάζετο.

Printed εις, for εἰς.

Printed αινίττεσθαι, for αἰνίττεσθαι.

Printed διάταττεται, for διατάττεται.

Printed Αιγυπτίους, for Αἰγυπτίους.

PG 23:929Read from the page
φυγεῖν τὴν ὀργὴν αὐτοῦ· τῶν δὲ Αἰγυπτίων οὐκ ἐφείσατο· παρεδίδου δὲ εἰς θάνατον τὰς ψυχὰς αὐτῶν, ἀξίων ὄντων τῆς τοιαύτης τιμωρίας· ἐπειδήπερ, ἀσεβείαις ἐκδεδομένοι καὶ τῇ πολυθέῳ καὶ Αἰγυπτιακῇ δεισιδαιμονίᾳ, ἄλλῳ θανάτῳ τὰς ψυχὰς ἐτύγχανον βεβαπτισμένοι. Διόπερ ὁ παρὼν λόγος οὐ κοινὸν θάνατον ἐπεληλυθέναι αὐτοῖς διδάσκει, ἀλλὰ ψυχῶν θάνατον. Ὁ γὰρ ὀλοθρευτὴς, ᾧ παρεδόθησαν, ἅμα τῇ τοῦ σώματος διαλύσει, τὰς ψυχὰς αὐτῶν παρελάμβανεν, εἰς ὄλεθρον αὐτὰς ἀπάγων. Διὸ καὶ αὖθις γέγραπται· Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν. Εἶτα διασαφεῖ λέγων ἑξῆς· Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αιγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν. Ἀντὶ δὲ τοῦ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ· ὁ Σύμμαχος· Πρωτεῖον δυνάμεων αὐτῶν, ἡρμήνευσε. Τὰ γὰρ πρωτότοκα καὶ πρωτεῖον ἦν τῆς δυνάμεως τῶν γεννησάντων. Διὰ μὲν οὖν τῶν πρώτων πληγῶν, ὥσπερ εἰς μετάνοιαν αὐτοὺς προσκαλούμενος διὰ τῆς ἀνοχῆς καὶ μακροθυμίας, πεφεισμένως αὐτοῖς ἐπῆγε τὰς τιμωρίας. Ἐπὶ τέλει δὲ οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν· ἀλλὰ καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν. Ἐπεὶ καὶ πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀνῃρεῖτο, κτηνῶν τε καὶ ἀνδρῶν. Σφόδρα δὲ ἀκριβῶς ἐπὶ μὲν τῶν ἀνθρώπων θανάτῳ φησὶ τὰς ψυχὰς αὐτῶν παραδεδόσθαι· ἦν γὰρ ὁ ὀλοθρευτὴς δαίμων, ὁ τὰς ψυχὰς αὐτῶν καὶ μετὰ θάνατον παραλαμβάνων· ἐπὶ δὲ τῶν κτηνῶν οὐκέτι ψυχῶν ἐμνημόνευσεν, ἀλλὰ μόνου τοῦ κοινοῦ καὶ σωματικοῦ θανάτου· οὐ γὰρ μετέχει ψυχῆς τὰ κτήνη τῆς μετὰ τὴν τοῦ σώματος λύσιν παραμενούσης ὁμοίως ταῖς τῶν ἀνθρώπων ψυχαῖς. Τὴν δὲ αύτην ἱστορίαν διαφόρως Μωσῆς τε καὶ ὁ παρὼν λόγος ἡρμήνευσεν· ὁ μὲν ὀλοθρευτὴν εἰπὼν διακονῆσαι τὸν θάνατον τῶν πρωτοτόκων· ὁ δὲ παρὼν λόγος δι' ἀγγέλων πονηρῶν ταῦτα γεγονέναι. Κἀκεῖ μὲν ὁ Μωσῆς τῷ αἵματι κεχρῖσθαι τὰς φλιὰς, καὶ τοῦτο φυλακτήριον γεγονέναι τῶν διαφυγόντων τὸν ὀλοθρευτήν· ἐνταῦθα δὲ ὡδοποιηκέναι τρίβον εἴρηται ὁ Θεὸς πρὸς τὸ ἀποφυγεῖν τὴν ὀργὴν αὐτοῦ. Ταῦτα δὲ, φησὶ, συνετελεῖτο ἐν τοῖς σκηνώμασι Χάμ· ἢ, ἐν ταῖς σκηνώσεσι Χὰμ, κατὰ τὸν Σύμμαχον· ἢ, ἐν ταῖς σκέπαις Χὰμ, κατὰ τὸν Ἀκύλαν. Δι' ὧν διδασκόμεθα τὴν Αἴγυπτον γεγονέναι σκηνώματα τοῦ Χάμ. Τριῶν γὰρ παίδων τοῦ Νῶε γενομένων, Σὴμ, Χὰμ, Ἰάφεθ, ὁ Χὰμ γέγονε πατὴρ τοῦ Χαναὰν, Χαναὰν δὲ πατὴρ τοῦ Μεσραῖμ, ὃς ἦν Αἴγυπτος, ἀφ' οὗ Αἰγύπτιοι πάντες· ὥστ' εικότως τὴν τῶν Αἰγυπτίων χώραν σκηνώματα τοῦ προπάτορος τοῦ Μεσραῖμ ειρῆσθαι. Οὗτος δὲ ἦν ὁ Χὰμ τὴν Αἴγυπτον πρῶτος οἰκήσας.
cape His wrath; whereas the Egyptians He spared not, but handed over their souls unto death, as they were worthy of such punishment; inasmuch as, having given themselves up to impieties and to polytheistic and Egyptian superstition, they happened to have plunged their souls in another death. Wherefore the present word teaches that no common death came upon them, but a death of souls. For the destroyer, to whom they were handed over, simultaneously with the dissolution of the body received their souls, leading them away unto destruction. Wherefore again also it has been written: He spared not their souls from death. Then he makes it plain, saying next: And He struck every firstborn in the land of Egypt, the firstfruits of their labours. And instead of, the firstfruits of their labours in the tents of Ham, Symmachus translated: The chief part of their powers. For the firstborn were indeed the chief part of the power of those who begot them. Through the first plagues, then, calling them as it were unto repentance through forbearance and patience, He brought the punishments upon them sparingly. At the end, however, He spared not their souls from death, and moreover shut up their cattle also unto death; since every firstborn in the land of Egypt was destroyed, both of cattle and of men. And with exceeding accuracy in the case of the men he says that their souls were handed over to death — for the destroyer was a demon who received their souls even after death — whereas in the case of the cattle he made mention no longer of souls, but only of the common and bodily death; for cattle do not partake of a soul that abides after the dissolution of the body similarly to the souls of men. And both Moses and the present word interpreted this same history in diverse ways: the one saying that a destroyer ministered to the death of the firstborn, while the present word says that these things came to pass through evil angels. And there Moses says that the doorposts had been anointed with the blood, and that this proved a safeguard for those who escaped the destroyer; whereas here God is said to have made a way for a path towards escaping His wrath. And these things, he says, were accomplished in the tents of Ham; or, in the habitations of Ham, according to Symmachus; or, in the shelters of Ham, according to Aquila. Through which we are taught that Egypt had become the tents of Ham. For three sons having been born to Noah — Shem, Ham, Japheth — Ham became the father of Canaan, and Canaan the father of Mizraim, who was Egypt, from whom come all Egyptians; so that reasonably the land of the Egyptians has been called the tents of the forefather of Mizraim. And this was Ham, who first inhabited Egypt.
Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Μετὰ τὴν κατὰ των Αἰγυπτίων δεκάτην πληγὴν, ὅπως τὴν ἀπ' Αἰγύπτου πορείαν πεποίηνται διδάσκει φάσκων· Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς καὶ ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Κατὰ δὲ τὸν Ἀκύλαν· Καὶ καθωδήγησεν αὐτοὺς εις πεποίθησιν, καὶ οὐκ ἐπτοήθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Ὡδή-
And He removed His people like sheep, and what follows. After the tenth plague against the Egyptians, how they made their march from Egypt he teaches, declaring: And He removed His people like sheep, and led them up even like a flock in the wilderness. And He guided them in hope, and they did not lose heart. And according to Aquila: And He guided them unto confidence, and they were not terrified; and according to Symmachus, He guid-
Notes, col. 929

On the reading

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed αύτην, for αὐτὴν.

Printed εικότως, for εἰκότως.

Printed ειρῆσθαι, for εἰρῆσθαι.

Printed των, for τῶν.

Printed εις, for εἰς.

PG 23:932Read from the page
γησεν αὐτοὺς ἀφόβους καὶ ἀπτοήτους· καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν ἡ θάλασσα. Καὶ ταῦτα μὲν πρότερα ἦν τῆς κατὰ τὴν ἔρημον διατριβῆς· οὐ μὴν καὶ ὁ λόγος τῇ τάξει κέχρηται τῶν πεπραγμένων· ὡς ἐν ὕμνῳ δὲ καὶ ᾠδῇ τὰ δεύτερα πρῶτα τίθησι καὶ τὰ πρῶτα δεύτερα. Διὸ τὰ κατὰ τὴν ἔρημον συμβάντα, καὶ ὅσα ἥμαρτον ἐν τῇ ἐρήμῳ, καὶ οσάκις παρεπίκραινον προδιηγησάμενος, μετὰ ταῦτα τὴν τῶν πρώτων μνήμην ποιεῖται, ὡς ἂν τὸν λόγον περιγράψειε μὴ εἰς λυπηρὰ, ἀλλ' ἐπὶ ταῖς τοῦ Θεοῦ εὐεργεσίαις. Διόπερ ἑξῆς ἐπισυνάπτει τοῖς κατὰ τὴν Αἴγυπτον ὑπὸ τοῦ Θεοῦ πεπραγμένοις, καὶ τῇ διόδῳ τῆς Ἐρυθρᾶς θαλάσσης, τὸ, Καὶ εισήγαγεν αὐτοὺς εις ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ· τὰ κατὰ τὴν ἔρημον ἐνταῦθα ἀποσιωπήσας, διὰ τὸ προειληφέναι αὐτῶν τὴν διήγησιν. Ὄρος δὲ ποῖον ἢ τὸ Σιὼν, ἐφ' ᾧ Ἱερουσαλὴμ ὕστερον μετὰ τοὺς χρόνους τοῦ Ἀσὰφ καὶ τοῦ Δαυῖδ ᾠκοδομήθη; εἶτ' ἐπαναλαμβάνει τὴν διήγησιν διὰ τῶν ἑξῆς λέγων· Καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας. Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Μνημονεύσας τῆς εισόδου τῆς εις τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὡς ἀπειλήφασι τὸ ὄρος τὸ Σιὼν, ὅπερ μακροῖς ὕστερον χρόνοις ἐκτήσατο Δαυῖδ ἐν ῥομφαίᾳ τὸν Ἰεβουσαῖον ἐλάσας, ἐπαναλαμβάνει τὴν ἱστορίαν ἐπιτεμνόμενος, ὡς μετὰ τὴν τελευτὴν Μωσέως, ἡγουμένου αὐτῶν Ἰησοῦ τοῦ Ναυῆ, παρῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας, καὶ ὡς ἐξέβαλον τοὺς ἀλλοφύλους πολέμῳ κρατήσαντες τῆς χώρας, καὶ ὡς κλήρῳ διείλαντο σχοίνῳ μετρήσαντες τὴν γῆν. Εἶτ' αὖθις αὐτῶν κατηγορεῖ, διδάσκων, ὡς πρὸς τοῖς ἡμαρτημένοις κατὰ τὴν ἔρημον προσθήκας κακῶν ἐποιήσαντο· καὶ μετὰ τὸ κτήσασθαι τὴν γῆν, ἐπείρασαν πάλιν ἐνταῦθα καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ τὰ διὰ Μωσέως αὐτοῖς παραδεδομένα οὐκ ἐφύλαξαν· ἀλλ' ἀπέστρεψαν καὶ ἠθέτησαν, καθὼς οἱ πατέρες αὐτῶν, καὶ μετετέθησαν εἰς τόξον στρεβλόν. Δέον γὰρ τοὺς ἐχθροὺς τοῦ Θεοῦ καὶ τὰς πολεμίους αὐτῶν δυνάμεις τὰς ἀντικειμένας τοξεύειν καὶ βάλλειν, οἱ δὲ εἰδωλολατρήσαντες τὸν Θεὸν ἔβαλλον βλασφήμοις καὶ ἀθεμίτοις λόγοις. Διὸ γεγόνασιν εἰς τόξον στρεβλόν· ὃ δὴ κατ' ἀρχὰς ἐδήλου τὸ λόγιον φῆσαν· Υιοὶ Ἐφραῖμ ἐντείνοντες καὶ βάλλοντες
ed them fearless and undismayed; and the sea covered their enemies. Now these things were prior to their sojourn in the wilderness; yet the word has by no means used the order of the deeds done, but as in a hymn and an ode it sets the second things first and the first things second. Wherefore, having recounted beforehand the events in the wilderness, and all that they sinned in the wilderness, and how often they provoked Him, after these things he makes remembrance of the first things, so that he might bring his discourse to a close not upon sorrowful matters, but upon the benefits of God. Wherefore next he subjoins to the deeds done in Egypt by God, and to the passage of the Red Sea, the clause, And He brought them in unto the mountain of His sanctuary, this mountain which His right hand acquired; passing over in silence here the matters in the wilderness, because he had anticipated the narrative of them. And what mountain save Sion, whereon Jerusalem was built afterwards after the times of Asaph and of David? Then he resumes the narrative through what follows, saying: And He cast out nations from before their face, and allotted them an inheritance by a line of allotment. And He made the tribes of Israel to dwell in their tents. Having made mention of the entrance into the land of promise, and how they received the mountain of Sion — which long times afterwards David acquired when he drove out the Jebusite with the sword — he resumes the history in abridgement: how after the death of Moses, with Joshua the son of Nun leading them, they passed into the land of promise, and how they cast out the foreigners, mastering the country in war, and how they divided it by lot, measuring out the land with a line. Then again he accuses them, teaching how in addition to the sins committed in the wilderness they made additions of evils; and after acquiring the land, they tempted again there and provoked God the Most High, and kept not His testimonies delivered to them through Moses; but turned away and broke faith, just like their fathers, and were turned aside into a crooked bow. For whereas they ought to shoot arrows and cast at the enemies of God and the hostile opposing powers, they, having practised idolatry, cast at God with blasphemous and lawless words. Wherefore they became a crooked bow; which indeed at the beginning the oracle set forth, having said: The sons of Ephraim, bending and shooting
Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Καταλέξας καὶ τὰ ἐν τῇ γῇ τῆς ἐπαγγελίας πεπραγμένα αὐτοῖς κακὰ, παρίστησιν ἑξῆς τὴν δικαιοκρισίαν τοῦ Θεοῦ, δεικνὺς, ὡς εὐλόγως μετὰ πάντα τὰ προλελεγμένα μετῆλθεν αὐτοὺς ἡ ὀργή. Ὅτε γὰρ ἐστράφησαν εἰς τόξον στρεβλὸν, καὶ ὅτε παρώργισαν αὐτὸν ἐν τοῖς βουνοις αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτὸν, τὸ τηνικαῦτα οὐδὲ ἐμβλέπειν αὐτοὺς ὁ Θεὸς τοιούτους ὄντας, ἀλλ' οὐδὲ ὁρᾷν ἠξίου· ἀλλ' οὐδὲ ἀκούειν αὐτῶν
God heard and overlooked them, and brought Israel utterly to naught. Having recounted the evils done by them in the land of promise also, he sets forth next the righteous judgement of God, showing how reasonably after all the things spoken previously wrath pursued them. For when they were turned back into a crooked bow, and when they angered Him on their hills, and moved Him to jealousy with their graven images, at that time God deigned neither to look upon them, being such, nor even to see them, nor yet to hear their
Notes, col. 932

On the reading

Printed οσάκις, for ὁσάκις.

Printed εισήγαγεν, for εἰσήγαγεν.

Printed εις, for εἰς.

Printed εισόδου, for εἰσόδου.

Printed εις, for εἰς.

Printed Υιοὶ, for Υἱοὶ.

Printed ὑπερίδε, for ὑπερεῖδε.

Printed βουνοις, for βουνοῖς.

PG 23:933Read from the page
τῆς ἀσεβοῦς φωνῆς. Διὸ ἐπιλέγει· Ἤκουσεν ὁ Θεὸς καὶ ὑπερίδε, κατὰ τὸν Ἀκύλαν, καὶ ἀνυπερθέτησε· μηκέτι ἀναβολὴν μηδὲ ὑπέρθεσιν αὐτοῖς ἐνδούς· κατὰ δὲ τὸν Σύμμαχον, Καὶ ἀπεδοκίμασε σφόδρα τὸν Ἰσραήλ. Οὕτως δὲ ἤκουσεν ὁ Θεὸς, ὡς καὶ ἐπὶ Σοδομιτῶν εἴρητο· Φωνὴ Σοδόμων καὶ Γομόῤῥας βοᾷ πρὸς μέ. Τῶν γὰρ ἀσεβῶν αὐτὰ κέκραγε καὶ βοᾷ τὰ τῆς ἀσεβείας πράγματα· ὧν ἀκούσας ὁ Θεὸς ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Ἐν γὰρ τῇ Σηλὼμ πρῶτον ἔστη ἡ σκηνὴ, ἔνθα ἱερᾶτο Ἠλεὶ καὶ Σαμουὴλ, ὡς παρίστησιν ἡ Γραφὴ τῶν Βασιλειῶν. Ταύτην οὖν ἀπώσατο πρώτην τὴν ἐν Σηλὼμ σκήνωσιν διὰ τὰς ἀσεβείας αὐτῶν. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Καὶ ἀπέῤῥιψε τὴν σκήνωσιν τὴν Σηλὼμ, καὶ τὴν σκήνωσιν τὴν ἱδρυθεῖσαν ἐν ἀνθρώποις. Ὅπως δὲ τοῖς ἀνθρώποις παρεδόθη ἡ κιβωτὸς διὰ τὰ ἀσεβήματα τοῦ λαοῦ, καὶ ὡς ἐκράτησαν αὐτῆς οἱ πολέμιοι, ἀπήγαγόν τε παρ' ἑαυτοῖς, καὶ ὡς οἱ υἱοὶ Ἰσραὴλ ἐτροπώθησαν, καὶ ὡς οι υἱοὶ Ἠλεὶ πεπτώκασιν, οἱ ἱερεῖς ὄντες, ὅ τε τούτων πατὴρ ὡς ἀπώλετο ἐπὶ τῇ τῶν παίδων ἀγγελίᾳ, ἡ πρώτη παρίστησι τῶν Βασιλειῶν. Διὸ εἴρηται ἐνταῦθα· Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλῶ, σκήνωμα οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις. Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν. Ἀντὶ δὲ τοῦ, τὴν ἰσχὺν αὐτῶν, τὸ κράτος αὐτῶν ἡρμήνευσεν ὁ Ἀκύλας. Κράτος δὲ αὐτῶν καὶ ἰσχὺν καὶ καλλονὴν, εἰς αἰχμαλωσίαν καὶ εἰς χεῖρας θλίβοντος παραδοθέντα τίνα ἂν εἴποις ἢ τὴν κιβωτὸν, ἣν ὁ παρὼν αἰνίττεται λόγος φάσκων· Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθροῦ;
the impious voice. Wherefore he subjoins: God heard and disdained, and according to Aquila, and did not delay, granting them no further postponement or delay; and according to Symmachus, And He utterly rejected Israel. And God heard in such a manner as had also been said in the case of the Sodomites: The cry of Sodom and Gomorrah cries out unto Me. For the very deeds of impiety of the ungodly cry aloud and shout; hearing which, God cast off the tabernacle of Shiloh, the tent where He dwelt among men. For in Shiloh the tabernacle first stood, where Eli and Samuel served as priests, as the Scripture of the Kingdoms sets forth. This tent in Shiloh, therefore, He first cast off because of their impieties. Wherefore according to Symmachus it is said: And He cast away the tent of Shiloh, even the tent that was established among men. Now how the ark was delivered over to men on account of the impious deeds of the people, and how the enemies seized hold of it and carried it off to their own country, and how the sons of Israel were routed, and how the sons of Eli, who were the priests, fell, and how their father perished at the tidings of his children, the first book of the Kingdoms sets forth. Wherefore it is said here: And He cast off the tabernacle of Shiloh, the tent where He dwelt among men. And He delivered their strength into captivity. Instead of their strength, Aquila rendered their might. And what else would you say their might and strength and beauty delivered into captivity and into the hands of the oppressor were, than the ark, at which the present word hints when it says: And He delivered their strength into captivity, and their beauty into the hands of the enemy?
Ἀλλὰ ταῦτα μὲν παρέδωκεν εἰς χεῖρας ἐχθροῦ, τὸν δὲ λαὸν συνέτριψεν ἐν ῥομφαίᾳ. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· Καὶ ἐξέδωκεν εἰς μάχαιραν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερίδεν· καὶ δὴ ὑπεριδόντος αὐτοὺς τοῦ Θεοῦ, τὰ ἑξῆς ἐγίνετο. Τίνα δὲ ταῦτα; Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν. Κατὰ δὲ τὸν Ἀκύλαν, Οὐκ ὑπεμνήσθησαν· κατὰ δὲ τὸν Σύμμαχον, Οὐκ ἐπηνέθησαν. Οὐκέτι γὰρ μετὰ ὕμνων καὶ ἐπαίνων συνήθως ταῖς γαμουμέναις παρεδίδοντο ἀνδράσι, κατὰ τὴν τῶν λοιπῶν ἑρμηνείαν, διὰ τὴν καταλαβοῦσαν αὐτοῖς τότε συμφοράν. Κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἔκδοσιν, αἰχμάλωτοι ἀπαχθεῖσαι, ἐν τῷ θνήσκειν αὐτὰς οὐκ εἶχον τοὺς πενθοῦντας, διὰ τὸ μὴ παρεῖναι αὐτοῖς τοὺς προσήκοντας· ἀλλὰ καὶ οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν (οὗτοι δ' ἦσαν οἱ τοῦ Ἠλεὶ υἱοί), καὶ αἱ χῆραι δὲ αὐτῶν οὐ κλαυσθήσονται. Καὶ ἔστιν εὑρεῖν ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν, ὅπως, τῶν υἱῶν Ἠλεὶ πεσόντων ἐν τῷ πολέμῳ, αἱ τούτων γυναῖκες, χῆραι καταλειφθεῖσαι, δεινὸν ὑπέμειναν θάνατον. Διὸ λέλεκται κατὰ τὸν Σύμμαχον, Καὶ αἱ χηρευθεῖσαι αὐτῶν οὐκ ἔκλαυσαν· οὐδὲ γὰρ ὑπέστησαν, ὥστε κλαῦσαι· συναπώλοντο δὲ καὶ αὗται τοῖς τικτομένοις κατὰ τὴν φάσκουσαν ἱστορίαν·
Yet these things He delivered into the hands of the enemy, while the people He crushed with the sword. Wherefore it has been said according to Symmachus: And He gave His people over to the sword, and disdained His inheritance; and indeed, when God disdained them, the things that follow came to pass. And what were these? Fire devoured their young men, and their virgins were not lamented. And according to Aquila, They were not remembered; and according to Symmachus, They were not praised. For no longer with hymns and praises, as is customary for brides, were they given over to husbands, according to the rendering of the rest, on account of the calamity that then befell them. According to the version of the Seventy, however, having been led away captive, at their dying they had none to mourn them, because their kinsfolk were not present with them; moreover, their priests fell by the sword (and these were the sons of Eli), and their widows too shall not be wept for. And one may find in the first book of the Kingdoms how, when the sons of Eli had fallen in the war, their wives, left behind as widows, suffered a dreadful death. Wherefore it has been said according to Symmachus, And their widowed women did not weep; for they did not even survive so as to weep, since they too perished together with those whom they brought forth, according to the history which says:
Notes, col. 933

On the reading

Printed ὑπερίδε, for ὑπερεῖδε.

Printed οι, for οἱ.

Printed ὑπερίδεν, for ὑπερεῖδεν.

PG 23:936Read from the page
Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· εἶθ' ἑξῆς προελθόντος τοῦ λαοῦ εἰς τὸν πόλεμον, Πταίει, φησὶν, ἀνὴρ Ἰσραήλ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα· καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων· καὶ ἡ κιβωτὸς δὲ τοῦ Θεοῦ ἐλήφθη, καὶ ἀμφότεροι οἱ υἱοὶ Ἠλεὶ ἀπέθανον, Ὀφνεὶ καὶ Φινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμιναῖος ἐκ τῆς παρατάξεως, καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. Καὶ ἰδοὺ Ἠλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν δίοδον· ὅτι ἦν ἡ καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ Θεοῦ. Εἶθ' ἑξῆς εἴρηται· Καὶ Ἠλεὶ ὡς ϟηʹ ἐτῶν· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν, καὶ οὐκ ἔβλεπε. Καὶ ὁ ἀνὴρ προσελθὼν εἶπεν· Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, καὶ ἐγὼ ἐκ τῆς παρατάξεως πέφευγα σήμερον. Καὶ εἶπε· Τί ἐστι τὸ γεγονὸς ῥῆμα, τέκνον; Καὶ ἀπεκρίθη τὸ παιδάριον, καὶ εἶπε· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ Θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν· ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς. Καὶ νύμφη αὐτοῦ γυνὴ Φινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσε τὴν ἀπαγγελίαν, ὅτι ἐλήφθη ἡ κιβωτὸς τοῦ Θεοῦ, καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσε καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν αἱ ὠδῖνες αὐτῆς ἐπ' αὐτήν· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. Καὶ εἶπαν αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ· Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. Καὶ ἑξῆς ἐπιλέγεται τούτοις· Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν εἰς Ἄζωτον. Καὶ ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγών. Τούτων δὴ πάντων ἐπιτέμνεται τὴν μνήμην ὁ παρὼν λόγος, καὶ ἐπιλέγει· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς καὶ κεκραιπαληκὼς ἐξ οἴνου. Μετὰ τὸ ληφθῆναι τὴν κιβωτὸν ὑπὸ τῶν ἀλλοφύλων, καὶ μετὰ τὸ πραχθῆναι τὰ προλελεγμένα κατὰ τοῦ λαοῦ, τὴν ἐπισκοπὴν αὐτοῦ δεικνὺς ὁ Θεὸς, μετέρχεται τοὺς ἀλλοφύλους ἀοράτῳ δυνάμει κολάζων αὐτούς. Διὸ λέλεκται· Καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος, ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου· κατὰ δὲ τὸν Σύμμαχον, Ὡς δυνατὸς διαλαλῶν ἐξ οἴνου· κατὰ δὲ τὸν Ἀκύλαν, Ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου. Εἶτα διεγείρας αὐτὸς ἑαυτὸν, πατάσσει τοὺς ἐχθροὺς αὐτοῦ, δηλαδὴ τοὺς τὴν κιβωτὸν τῆς Διαθήκης ἀπολαβόντας· καὶ πατάσσει αὐτοὺς εἰς τὰ ὀπίσω, δίδωσί τε
And it came to pass in those days that the Philistines gathered themselves together for war against Israel; then next, when the people went forth to the war, The men of Israel, it says, are worsted; and there was a very great slaughter, and there fell of Israel thirty thousand of the ranks; and the ark of God also was taken, and both the sons of Eli died, Hophni and Phinehas. And a Benjamite man ran out of the battle-line and came to Shiloh on that day, with his clothes torn and earth upon his head. And behold, Eli was upon his seat beside the gate watching the way, for his heart was beside itself with fear concerning the ark of God. Then next it is said: Now Eli was about ninety-eight years old, and his eyes stood fixed, and he could not see. And the man came up and said: I am he who has come out of the camp, and I have fled out of the battle-line today. And he said: What is the thing that has happened, my child? And the lad answered and said: The men of Israel have fled from the face of the Philistines, and there has been a great slaughter among the people, and both your sons are dead, and the ark of God has been taken. And it came to pass, when he made mention of the ark of God, that he fell backwards off his seat beside the gate, and his back was broken, and he died, for the man was old and heavy. And his daughter-in-law, the wife of Phinehas, was with child, near to giving birth; and she heard the report that the ark of God had been taken and that her father-in-law and her husband were dead, and she wept and gave birth, because her pangs turned upon her; and in her time she dies. And the women standing beside her said to her: Fear not, for you have borne a son; and she did not answer, nor did her heart take heed. And next to these things it is subjoined: And the Philistines took the ark of God, and brought it into Ashdod. And the Philistines took the ark of the Lord, and brought it into the house of Dagon. Of all these events, then, the present word abridges the remembrance, and subjoins: And the Lord awoke as one sleeping, as a mighty man dizzy from wine. After the ark was taken by the Philistines, and after the things spoken of above were done against the people, God, showing His visitation, pursues the Philistines, punishing them by an invisible power. Wherefore it has been said: And the Lord awoke as one sleeping, as a mighty man dizzy from wine; and according to Symmachus, As a mighty man shouting from wine; and according to Aquila, As a mighty man dizzy from wine. Then, rousing Himself, He smites His enemies, namely those who had seized the ark of the Covenant; and He smites them in the hinder parts, and gives