Migne Reading Room

PG 23 · cols. 913–924 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:913Read from the page
ἐν τοῖς μετὰ ταῦτα λέγων· Μετέστρεψεν εις αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα ὅπως μὴ πίωσιν. Ἐξαπέστειλεν εις αὐτοὺς κοινόμυιαν καὶ κατέφαγεν αὐτοὺς, καὶ τὰ τούτοις ἐπιλεγόμενα. Ταῦτα μὲν οὖν κατ' Αιγυπτίων ἐγίνετο ἐν πεδίῳ Τάνεως· ἃ δὴ παρελθὼν ἐπὶ τοῦ παρόντος ὁ λόγος, τὰς εἰς τὸν λαὸν εὐεργεσίας προτάττει· ὡς διῆλθον τὴν θάλασσαν, εις πολλὰ μέρη διαιρεθέντων τῶν ὑδάτων· ὃ δὴ παρίσταται διὰ τοῦ φάσκοντος λάγου· Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εις διαιρέσεις, καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς. Φασὶ γοῦν Ἑβραίων παῖδες εἰς ιβʹ τμήματα διῃρῆσθαι αὐτὴν κατ' ἀριθμὸν τῶν ιβʹ φυλῶν τοῦ λαοῦ· ὥστε ἀφωρισμένως ἑκάστην διελθεῖν φυλὴν, κατὰ τὴν ἀπονεμηθεῖσαν αὐτῇ πορείαν. Διισταμένων δὲ τῶν ὑδάτων, καὶ ξηρᾶς γῆς ἐν τῷ μεταξὺ συνισταμένης, ἀκόλουθον ἦν συνοχὴν γίνεσθαι τῶν ὑδά-
in what follows hereafter, saying: He turned their rivers into blood, and their rain-streams so that they might not drink. He sent out the dog-fly against them, and it devoured them, and the things added to these. These things, then, were taking place against the Egyptians in the plain of Tanis; passing over which for the present, the word sets first the benefits towards the people: how they passed through the sea when the waters were divided into many parts; which indeed is set forth through the saying that declares: To Him Who divided the Red Sea into divisions, and led Israel through the midst of it. At all events, the children of the Hebrews say that it was divided into twelve sections according to the number of the twelve tribes of the people, so that each tribe passed through separately according to the march assigned to it. And as the waters stood apart, and dry land formed in the space between, it followed that there was a holding together of the wa-
Μετὰ δὲ τὸ τηλικοῦτον θαῦμα, ὡδήγησεν αὐτοὺς, φησὶν, ἐν νεφέλῃ ἡμέρας, ἐπισκιαζούσης καὶ σκέπην αὐτοῖς παρεχούσης τῆς νεφέλης, ὡς ἂν μὴ ὑπὸ τοῦ φλογμοῦ τοῦ ἡλιακοῦ καταπονοῖντο. Καταλλήλως δὲ τῇ τῆς ἡμέρας νεφέλῃ, στύλος πυρὸς διὰ τῆς νυκτὸς προῆγεν αὐτοὺς, ἡμέραν αὐτοῖς φωτεινὴν ἀπεργαζόμενος· διὸ λέλεκται, Καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός. Ἐπὶ τούτοις λέγεται· Διέῤῥηξε πέτραν ἐν τῇ ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ. Τήρει δὲ ὅπως καὶ ἐνταῦθα τὸ πλῆθος τῶν ὑδάτων ἄβυσσον ὠνόμασεν. Ἀντὶ δὲ τοῦ, διέῤῥηξε πέτραν, ὁ Ἀκύλας, ἔσχισε πέτρους ἐν ἐρήμῳ, ἐξέδωκε, δουλεύσας τῇ Ἑβραϊκῇ γραφῇ, δι' ἧς παρίσταται, ὡς οὐ μία πέτρα ἦν ἡ ἀναβλύσασα αὐτοῖς τὰ ὕδατα, ἀλλὰ πολλαί. Ὅθεν ὁ θεῖος Ἀπόστολος ἐπισημαίνεται λέγων· Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης αὐτοὺς πέτρας· ἡ πέτρα δὲ ἦν ὁ Χριστός· ὡς ἁπανταχοῦ παρεπομένης αὐτοὺς πέτρας, καὶ κατὰ σταθμοὺς καὶ κατὰ μονὰς καὶ κατὰ πάντα τόπον παρούσης. Ἐπιτηρήσας δὲ τοῦτο καὶ ἐν τῇ Μωσέως εὑρήσεις Γραφῇ· ἐν μὲν γὰρ τῇ Ἐξόδῳ εἴρηται· Καὶ παρενέβαλον ἐν Ῥαφιδεὶν καὶ οὐκ ἦν ὕδωρ πιεῖν τῷ λαῷ. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν· καὶ ἑξῆς· Εἶπε Κύριος πρὸς Μωσῆν· Προπορεύου τοῦ λαοῦ, λάβε δὲ μετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ τὴν ῥάβδον ἐν ᾗ ἐπάταξας τὴν θάλασσαν, καὶ πορεύσῃ. Ἰδὲ, ἐγὼ ἕστηκα πρὸ τοῦ σε ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρέβ· καὶ πατάξω τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός. Καὶ ἐποίησεν οὕτως Μωσῆς. Ταῦτα μὲν οὖν ἐν Ἐξόδῳ· ἐν δὲ τοῖς Ἀριθμοῖς λέλεκται· Καὶ ἦλθον οι υιοὶ Ἰσραὴλ πᾶσα ἡ συναγωγὴ εις τὴν ἔρημον Σεῖν, καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἠθροίσθησαν ἐπὶ Μωσῆν καὶ Ἀαρών. Καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωσῆν. Καὶ ἑξῆς· Ἐλάλησε
And after so great a miracle, He led them, he says, with a cloud by day, the cloud overshadowing and affording them shelter, so that they might not be worn down by the blazing heat of the sun. And correspondingly to the cloud of the day, a pillar of fire went before them through the night, making bright day for them; wherefore it has been spoken, And all the night with an illumination of fire. Upon these things it is said: He clave a rock in the wilderness, and gave them drink as in a great depth. And observe how here too he named the abundance of the waters a depth. And instead of, He clave a rock, Aquila rendered, He split rocks in the wilderness, adhering to the Hebrew text, through which it is set forth that there was not one rock that gushed forth the waters for them, but many. Whence the divine Apostle points out, saying: For they drank from a spiritual rock that followed them; and the rock was Christ — as though a rock accompanied them everywhere, being present at their stages and at their encampments and in every place. And if you observe this closely, you will find it in the Scripture of Moses also; for in Exodus it has been said: And they encamped in Rephidim, and there was no water for the people to drink. And the people reviled Moses; and next: The Lord said to Moses: Go before the people, and take with yourself some of the elders of the people, and the rod wherewith you struck the sea, and you shall go. Behold, I stand there before you came upon the rock in Horeb; and I will strike the rock, and water shall come out from it, and the people shall drink. And Moses did so. These things, then, in Exodus; and in Numbers it has been spoken: And the sons of Israel, the whole congregation, came into the wilderness of Sin, and there was no water for the congregation, and they gathered together against Moses and Aaron. And the people reviled Moses. And next: Spoke
Notes, col. 913

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed Αιγυπτίων, for Αἰγυπτίων.

Printed εις, for εἰς.

Printed λάγου, for λόγου.

Printed εις, for εἰς.

Printed οι, for οἱ.

Printed υιοὶ, for υἱοὶ.

Printed εις, for εἰς.

PG 23:916Read from the page
Κύριος πρὸς Μωσῆν λέγων· Λάβε τὴν ῥάβδον, καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσετε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. Καὶ ἐξοίσεται αὐτοῖς ὕδωρ ἐκ τῆς πέτρας, καὶ ποτιεῖτε τὴν συναγωγὴν καὶ τὰ κτήνη αὐτῶν. Εἰκότως οὖν ἐπειδήπερ ἐν διαφόροις τόποις φαίνεται ἡ πέτρα χορηγήσασα τὸ ὕδωρ, περὶ μὲν τῆς προτέρας διὰ τῶν προκειμένων εἴρηται· Διέῤῥηξε πέτραν ἐν ἐρήμῳ, καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ· περὶ δὲ τῆς ἑτέρας ἑξῆς ἐπάγει· Καὶ ἐξήγαγεν ὕδωρ ἐκ πέτρας, καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα. Πλὴν ἀλλὰ τοσούτων αὐτοῖς χορηγηθέντων, ὅμως προσέθεντο τοῦ ἁμαρτάνειν, καὶ ἁμαρτάνειν οὐχ ἑαυτοῖς, ἀλλ' αὐτῷ. Κατ' αὐτοῦ γὰρ τοῦ Θεοῦ τὴν ἁμαρτίαν ἡμάρτανον, ἀσεβοῦντες διὰ τῆς πρὸς αὐτὸν ἀντιλογίας. Διὸ ἐπιλέγει· Παρεπίκραναν τὸν Ὕψιστον ἐν ἀνύδρῳ· ἢ
the Lord to Moses, saying: Take the rod, and assemble the congregation, you and Aaron your brother, and speak to the rock before them, and it shall give forth its waters. And water shall be brought out for them from the rock, and you shall give drink to the congregation and their cattle. Reasonably, therefore, inasmuch as in different places the rock is seen to have supplied the water, concerning the former one it has been said through the words before us: He clave a rock in the wilderness, and gave them drink as in a great depth; while concerning the other one he adds next: And He brought out water from a rock, and brought down waters like rivers. Nevertheless, though so great things had been supplied to them, they still went on sinning, and sinning not against themselves, but against Him. For against God Himself they sinned their sin, acting impiously through their gainsaying against Him. Wherefore he adds: They provoked the Most High in a waterless place; or
Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αιτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ. Ὅπως κατελάλησαν τοῦ Θεοῦ καὶ Μωσῆς διδάσκει λέγων· Καὶ ἐγόγγυζον πᾶσα συναγωγὴ υιῶν Ἰσραὴλ ἐπὶ Μωσῆν καὶ Ἀαρὼν, καὶ εἶπαν πρὸς αὐτούς· Ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ Κυρίου ἐν γῇ Αιγύπτου, ὅταν ἐκαθίσαμεν ἐπὶ τῶν λεβήτων, καὶ ἐφάγομεν ἄρτους εις πλησμονήν! Ὅτι ἐξηγάγετε ἡμᾶς ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιμῷ. Καὶ μετὰ ταῦτα εἶπε Μωσῆς πρὸς τὸν λαόν· Ἡμεῖς δὲ τί ἐσμεν; οὐ γὰρ καθ' ἡμῶν ὁ γογγυσμὸς ὑμῶν ἐστιν, ἀλλὰ κατὰ τοῦ Θεοῦ. Προσέλθετε ἐναντίον τοῦ Θεοῦ, εισακήκοε γὰρ τοῦ γογγυσμοῦ ὑμῶν. Καὶ μετὰ ταῦτα· Ἐλάλησε Κύριος πρὸς Μωσῆν λέγων· Ἐγὼ ἀκήκοα τὸν γογγυσμὸν υἱῶν Ἰσραὴλ, καὶ τὰ ἑξῆς. Τούτων οὖν μεμνημένος καὶ ὁ παρὼν λόγας, εἶπε· Καὶ ἐξεπείρασαν τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, τοῦ αιτῆσαι βρῶμα ταῖς ψυχαῖς αὐτῶν. Καὶ κατελάλησαν τοῦ Θεοῦ, καὶ εἶπαν· Μὴ δυνήσεται ὁ Θεὸς ἑτοιμάσαι τράπεζαν ἐν ἐρήμῳ; Ἐπεὶ ἐπάταξε πέτραν καὶ ἐῤῥύησαν ὕδατα, καὶ χείμαῤῥοι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δύναται δοῦναι, ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ; Ἐν μὲν οὖν τῇ ἱστορίᾳ οὐ φέρεται ταῦτα· ἐνταῦθα δὲ τετήρηται, ὡς ἄρα ταῦτα διενοήθησαν· Ἐξεπείρασαν, γάρ φησι, τὸν Θεὸν ἐν καρδίαις αὐτῶν, καὶ, Κατελάλησαν τοῦ Θεοῦ. Πῶς δὲ κατελάλησαν ἢ τάδε διανοηθέντες, εἰ καὶ μὴ χείλεσι φθεγξάμενοι, ἀλλὰ ταῖς ψυχαῖς λογισάμενοι, ἃ δὴ ὁ καρδιογνώστης εἰδὼς ἤκουσε; Διὸ εἴρηται· Ἤκουσε Κύριος καὶ ἀνεβάλετο. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, Καὶ ἀνυπερθέτησεν, ἡρμήνευσε, τουτέστιν, οὐχ ὑπερέθετο· ὁ δὲ Σύμμαχος, Καὶ ἐχολώθη· εἶτα, Καὶ πῦρ ἀνήφθη, φησὶν, ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ. Καὶ παρὰ Μωσεῖ δὲ γέγραπται·
And they tempted God in their hearts, to ask food for their souls. And they spoke against God. How they spoke against God Moses also teaches, saying: And the whole congregation of the sons of Israel murmured against Moses and Aaron, and said to them: Would that we had died, struck down by the Lord in the land of Egypt, when we sat over the cauldrons and ate loaves to the full! Because you brought us out to kill this whole congregation with famine. And after these things Moses said to the people: And what are we? For your murmuring is not against us, but against God. Draw near before God, for He has hearkened to your murmuring. And after these things: The Lord spoke to Moses, saying: I have heard the murmuring of the sons of Israel, and what follows. Calling these things to mind, therefore, the present word also said: And they tempted God in their hearts, to ask food for their souls. And they spoke against God, and said: Shall God be able to prepare a table in the wilderness? Since He struck a rock and waters flowed, and torrents were flooded, is He able to give bread also, or to prepare a table for His people? Now in the history these things are not transmitted; yet here it has been observed that they in truth pondered these things; for, They tempted God in their hearts, he says, and, They spoke against God. And how did they speak against Him save by pondering these things, even if they did not utter them with their lips, yet reasoned them in their souls — things which indeed the Knower of hearts knew and heard? Wherefore it has been said: The Lord heard and put off. Instead of which Aquila translated, And He made no delay, that is, He did not defer; and Symmachus, And He was wroth; then, And a fire was kindled, he says, in Jacob, and wrath went up against Israel. And in Moses also it has been written:
Notes, col. 916

On the reading

Printed αιτῆσαι, for αἰτῆσαι.

Printed υιῶν, for υἱῶν.

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed εις, for εἰς.

Printed εισακήκοε, for εἰσακήκοε.

Printed λόγας, for λόγος.

Printed αιτῆσαι, for αἰτῆσαι.

PG 23:917Read from the page
Καὶ ἦν ὁ λαὸς γογγύζων ἐναντίον Κυρίου, καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τῆς παρεμβολῆς. Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωσῆν· καὶ ηὔξατο Μωσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἐμπυρισμός, ὅτι ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου. Διὸ καὶ ἐν τῷ μετὰ χεῖρας εἴρηται· Καὶ ἀνήφθη πῦρ ἐν Ἰακὼβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραὴλ, ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ Θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ. Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Τὸ δὲ, Ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, αινίττεσθαί μοι δοκεῖ πρόσταγμα δεδόσθαι ἀγγελικαῖς δυνάμεσι, ταῖς εἰς τὰ παράδοξα τότε διακονουμέναις, δι' ὧν καὶ τὸ μάννα ἐχορηγεῖτο τῷ λαῷ. Διδασκόμεθα δὲ καὶ ἐντεῦθεν, ὡς ἄρα νεφέλαι αἱ ἀγγελικαὶ δυνάμεις κέκληνται, ὡς καὶ ἐν τῷ φάσκοντι προφήτῃ· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εις αὐτὸν ὑετόν· ὥστε τοὺς ἀγγέλους νοεῖσθαι τὰς νεφέλας, ὥσπερ οὖν καὶ ἐνταῦθα. Καὶ εικός γε ἦν διὰ μὲν πονηρῶν δυνάμεων τὰς κατ' Αἰγυπτίων ἐπιτελεῖσθαι πληγὰς κατὰ τὸν φάσκοντα λόγον· Ἀπέστειλεν εις αὐτοὺς ὀργὴν καὶ θυμὸν, θλίψιν καὶ ἀποστολὴν δι' ἀγγέλων πονηρῶν· τὰ δὲ χρηστότερα δι' αἰσίων καὶ δεξιῶν ἀγγέλων γεγενῆσθαι. Διὸ λέλεκται· Καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἀνέῳξε. Θύρας δὲ οὐρανοῦ ἀνοιγνυμένας τὰς οὐρανίους νόει πράξεις. Πάντα γὰρ τὰ παραδόξως ὑπὸ τοῦ Θεοῦ πεπραγμένα θεῖα καὶ οὐράνια ἦν· ἃ δὴ καὶ ἀνθρώποις ἀποκέκλειστο, ὅτε μὴ ἐγίγνετο· ὅτε δὲ παραδόξως ἐγίγνετο, ὥσπερ θύρας τινὰς οὐρανίους ἀνέῳγεν αὐτοῖς. Ἀντὶ δὲ τοῦ, Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ὁ Ἀκύλας, Ἄρτον δυναστῶν ἔφαγεν ἀνὴρ, ἡρμήνευσεν ὁ δὲ Σύμμαχος, Καὶ πυρὸν οὐράνιον παρέσχεν αὐτοῖς, ἄρτον μεγάλων ἔφαγεν ἄνθρωπος. Καὶ τήρει ὅπως ἡ Ἑβραϊκὴ φωνὴ οὐ περιέχει τὸ, Ἄρτον ἀγγέλων· ἀλλ' ἤτοι κατὰ τὸν Ἀκύλαν, ἄρτον δυναστῶν· ἢ κατὰ τὸν Σύμμαχον, ἄρτον μεγάλων· ἢ κατὰ τὸν Θεοδοτίωνα, ἄρτον δυναστῶν· ἢ κατὰ τὴν πέμπτην ἔκδοσιν, ἄρτον δυναστῶν. Ἀγγέλων δὲ, οὐδεὶς ἡρμήνευσεν. Ἐπεὶ μηδὲ τὸ Ἑβραϊκὸν τοῦτον ἔχει τὸν τρόπον, ἵνα μή τις νομίσῃ καὶ τὰς ἀγγελικὰς δυνάμεις αἰσθητῇ χρῆσθαι τροφῇ. Μέμφεται δὲ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν Εὐαγγελίοις τοῖς νομίζουσιν, ὅτι ἀγγέλων ἦν τροφὴ τὸ ἐν τῇ ἐρήμῳ χορηγηθὲν τῷ λαῷ μάννα· διὸ ἔλεγεν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν· καὶ πάλιν· Οι πατέρες ὑμῶν ἔφαγον ἐν τῇ ἐρήμῳ τὸ μάννα, καὶ ἀπέθανον. Οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθνήσκῃ. Ει μὲν οὖν, φησὶν, οὐράνιος ἦν ἄρτος, ᾧ χρῆσθαι τοὺς ἀγγέ-
And the people was murmuring before the Lord, and the Lord heard, and He was provoked to wrath in His anger; and a fire was kindled among them from the Lord, and devoured a part of the camp. And the people cried out to Moses; and Moses prayed to the Lord, and the fire abated. And the name of that place was called Burning, because a fire was kindled among them from the Lord. Wherefore in the passage in hand also it has been said: And a fire was kindled in Jacob, and wrath went up against Israel, because they did not believe in God, nor hope upon His salvation. And He commanded the clouds from above, and opened the doors of heaven. And He rained upon them manna to eat, and gave them the bread of heaven. Man ate the bread of angels. Now the clause, He commanded the clouds from above, seems to me to hint that an ordinance had been given to angelic powers which at that time ministered unto the marvels, through whom the manna also was supplied to the people. And we are taught from this also that the angelic powers have indeed been called clouds, as also in the prophet who says: And I will command the clouds not to rain rain upon it — so that the clouds are understood to be the angels, just as here also. And it was reasonable indeed that through evil powers the plagues against the Egyptians should be accomplished, according to the word that says: He sent out against them wrath and anger, affliction and a sending through evil angels; whereas the kinder things came to pass through auspicious and favourable angels. Wherefore it has been spoken: And He commanded the clouds from above, and opened the doors of heaven. And understand the doors of heaven being opened to be the heavenly deeds. For all the things wrought marvellously by God were divine and heavenly — things which indeed had also been shut off from men when they were not taking place; whereas when they took place marvellously, He as it were opened certain heavenly doors to them. And instead of, Man ate the bread of angels, Aquila translated, A man ate the bread of mighty ones while Symmachus rendered, And heavenly wheat He provided for them, man ate the bread of great ones. And observe how the Hebrew text does not contain the phrase, Bread of angels; but either according to Aquila, bread of mighty ones; or according to Symmachus, bread of great ones; or according to Theodotion, bread of mighty ones; or according to the fifth edition, bread of mighty ones. Of angels, however, no one translated it, since neither does the Hebrew stand in this way, lest anyone should suppose that the angelic powers also use perceptible nourishment. Moreover our Saviour and Lord in the Gospels also reproves those who suppose that the manna supplied to the people in the wilderness was the nourishment of angels; wherefore He said: Amen, amen, I say to you, Moses has not given you the true bread out of heaven; and again: Your fathers ate the manna in the wilderness, and died. This is the bread that comes down out of heaven, so that one may eat of it and not die. If then, He says, it had been heavenly bread, which that the an-
Notes, col. 917

On the reading

Printed αινίττεσθαί, for αἰνίττεσθαί.

Printed εις, for εἰς.

Printed εικός, for εἰκός.

Printed εις, for εἰς.

Printed Οι, for Οἱ.

Printed Ει, for Εἰ.

PG 23:920Read from the page
λους εικὸς, οὐδ' ἂν ἀπέθανον οἱ ἐν τῇ ἐρήμῳ μετασχόντες ἄρτου· νῦν δὲ ἐπεὶ οὐκ ἦν οὐράνιος, οὐδὲ ἦν ἀληθῶς ἄρτος ἀγγέλων, διὰ τοῦτο ἀπέθανον. Οὗτος δέ ἐστιν ἀληθῶς οὐράνιος ἄρτος, οὗ ὁ μεταλαβὼν, οὐκ ἂν ἀποθάνοι ποτέ. Καὶ τίς οὗτος ἦν διδάσκει λέγων· Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· παρίστησί τε αὐτὸν λέγων· Ἐγώ ειμι ὁ ἄρτος τῆς ζωῆς· ὁ ἐρχόμενος πρὸς μὲ οὐ μὴ πεινάσει, καὶ ὁ πιστεύων εις ἐμὲ, οὐ μὴ διψήσει πώποτε· καὶ αὖθις· Ἐγώ ειμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ
gels use is likely, neither would those who partook of bread in the wilderness have died; as it is, however, since it was not heavenly, nor was it truly bread of angels, on this account they died. Whereas this is truly heavenly bread, whereof he who partakes could never die. And what this was He teaches, saying: For the bread of God is He Who comes down out of heaven and gives life to the world; and He sets Himself forth, saying: I am the bread of life; he who comes to Me shall never hunger, and he who believes in Me shall never at any time thirst; and again: I am the living bread Who out of heaven
Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εις πλησμονήν. Ἀπῆρεν Νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυνάμει αὐτοῦ Λίβα. Καὶ ἔβρεξεν ἐπ' αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά· καὶ ἐπέπεσεν ἐν μέσῳ τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν. Καὶ ἔφαγον καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς, οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν. Ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν καὶ ἡ ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ' αὐτούς· καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. Ὅτι μὴ μόνον ἄρτου, ἀλλὰ καὶ ὄψου προενόησεν αὐτοῖς, διδάσκει καὶ ἡ Μωσέως Γραφὴ, ἐν μὲν Ἐξόδῳ λέγουσα· Καὶ εἶπε Μωσῆς καὶ Ἀαρὼν πρὸς πᾶσαν συναγωγὴν υιῶν Ἰσραήλ· Ἑσπέραν γνώσεσθε, ὅτι Κύριος ἐξήγαγεν ὑμᾶς ἐκ γῆς Αιγύπτου· πρωῒ δὲ ὄψεσθε τὴν δόξαν Κυρίου, ἐν τῷ εισακοῦσαι αὐτὸν πάντα τὸν γογγυσμὸν ὑμῶν, ἐν τῷ διδόναι τὸν Κύριον ὑμῖν ἑσπέρας κρέα φαγεῖν, καὶ ἄρτους τὸ πρωῒ εις πλησμονήν. Καὶ ἐπιλέγει ἑξῆς· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἀνέβη ὀρτυγομήτρα, καὶ ἐκάλυψε τὴν παρεμβολήν· τὸ πρωῒ δὲ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς· καὶ ιδοὺ ἐπὶ προσώπου τῆς ἐρήμου, λεπτὸν ὡσεὶ κόνιον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. Ἀλλ' ἐπειδὴ μετὰ ταῦτα εἴρηται ἐν Ἀριθμοῖς·—Καὶ ὁ ἐπίμικτος ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν, καὶ καθίσαντες ἔκλαον οι υιοὶ Ἰσραὴλ, καὶ εἶπαν, Τίς ψωμίσει ἡμῖν κρέα; Ἐμνήσθημεν τοὺς ιχθύας, οὓς ἠσθίομεν ἐν Αιγύπτῳ δωρεὰν, καὶ τοὺς σικυοὺς, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμυα. Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος. Εἶτα ἐπιλέγεται ἑξῆς· Καὶ ἀπῆλθε Μωσῆς εις τὴν παρεμβολὴν, αὐτὸς καὶ οἱ πρεσβύτεροι τοῦ Ἰσραήλ. Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξέβρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης, καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας, ἐντεῦθεν κύκλῳ τῆς παρεμβολῆς ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα, καὶ συνήγαγεν ἕκαστος τὸ ἀρκοῦν· ὁ τὸ πολὺ οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον
Provision He sent them to the full. He removed the South wind out of heaven, and brought in by His power the South-west wind. And He rained upon them flesh like dust, and winged birds like the sand of the seas; and they fell in the midst of their camp, round about their tents. And they ate and were filled exceedingly, and He brought them their desire, they were not deprived of their desire. While the food was still in their mouth, the wrath of God also went up against them, and slew among the greater part of them, and fettered the chosen ones of Israel. That He made provision not only of bread, but also of meat-relish for them, the Scripture of Moses also teaches, saying in Exodus: And Moses and Aaron said to the whole congregation of the sons of Israel: At evening you shall know that the Lord brought you out from the land of Egypt; and in the morning you shall see the glory of the Lord, inasmuch as He has hearkened to all your murmuring, in the Lord's giving you flesh to eat in the evening, and loaves in the morning to the full. And it adds next: And evening came, and the quail came up and covered the camp; and in the morning it came to pass, as the dew ceased round about the camp, behold, upon the face of the wilderness, something fine like coriander-dust, white like frost upon the earth. Yet since after these things it has been said in Numbers: — And the mixed multitude among them lusted a lust, and the sons of Israel sat down and wept, and said, Who shall feed us flesh? We remember the fish which we ate in Egypt freely, and the cucumbers, and the melons, and the leeks, and the onions. But now our soul is parched up. Then it is added next: And Moses went off into the camp, himself and the elders of Israel. And a wind went forth from the Lord, and cast up quail from the sea, and cast them upon the camp a day's journey on this side, round about the camp, about two cubits from the earth. And the people rose up all that day and all the night, and each gathered what sufficed; he who gathered much had no excess, and he who gathered little
Notes, col. 920

On the reading

Printed εικὸς, for εἰκὸς.

Printed ειμι, for εἰμι.

Printed εις, for εἰς.

Printed ειμι, for εἰμι.

Printed εις, for εἰς.

Printed υιῶν, for υἱῶν.

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed εισακοῦσαι, for εἰσακοῦσαι.

Printed εις, for εἰς.

Printed ιδοὺ, for ἰδοὺ.

Printed οι, for οἱ.

Printed υιοὶ, for υἱοὶ.

Printed ιχθύας, for ἰχθύας.

Printed Αιγύπτῳ, for Αἰγύπτῳ.

Printed εις, for εἰς.

PG 23:921Read from the page
οὐκ ἠλαττόνησεν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους. Καὶ ἔψυξεν ἐν τοῖς ψυκτῆρσι κύκλῳ τῆς παρεμβολῆς τὰ κρέα ἦν πρὶν ἢ ἐκλιπεῖν. Καὶ ὠργίσθη Κύριος. Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα ἐπιθυμίας, ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν·—εικότως οὖν καὶ ἡ μετὰ χεῖρας περικοπὴ διδάσκει ταῦτα λέγουσα· Ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εις πλησμονὴν, καὶ τὰ ἑξῆς. Διδάσκει δὲ, ὡς ἄρα ὑπ' ἀνέμων ἐλαυνόμενα τὰ πτηνὰ κατεφέρετο εἰς τὴν παρεμβολήν. Καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· Ὅς ἦρεν Εὖρον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστείᾳ αὐτοῦ Νότον, ὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά. Καὶ ἐπέβαλεν ἔνδον εις τὴν παρεμβολὴν αὐτῶν κύκλῳ τῶν σκηνῶν. Καὶ φαγόντες, ἐνεπλήσθησαν σφόδρα· καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς,
fell not short; he who gathered little gathered ten kors. And he spread them out to dry in the drying-places round about the camp; the flesh was before it failed. And the Lord was angered. And the name of that place was called, Graves of lust, because there they buried the lustful people — reasonably, therefore, the passage in hand also teaches these things, saying: Provision He sent them to the full, and what follows. And it teaches that the winged creatures, driven by winds, were brought down into the camp. And according to Symmachus also it has been said: Who raised the East wind out of heaven, and brought in by His might the South wind, winged birds like the sand of the seas. And He cast them inside into their camp round about the tents. And having eaten, they were filled exceedingly; and He brought them their desire,
Ἐν πᾶσι τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν ἐν τοῖς θαυμασίοις αὐτοῦ. Καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς. Ἐλεγκτικὸς ὢν καὶ κατηγορητικὸς τῆς Ἰουδαίων μοχθηρίας ὁ λόγος, καταρίθμησιν ποιεῖ καὶ τῶν πεπλημμελημένων αὐτοῖς, παριστῶν, ὅτι μὴ μάτην αὐτοὺς τὰ τῆς ὀργῆς τοῦ Θεοῦ μετῆλθεν. Καὶ δὴ διδάσκει, ὡς καὶ μετὰ τὰ προλεχθέντα πάντα, αὔξοντες ἑαυτῶν τὰ κακὰ, ἥμαρτον ἔτι· καὶ ἥμαρτον, ἐπεὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ. Τοιαῦτα γὰρ ὀφθαλμοῖς ὁρῶντες, ἐνικῶντο ὑπὸ τῆς ἐπιθυμίας. Εἶτα, καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν. Δέον γὰρ θεωροὺς γενομένους τῶν τοῦ Θεοῦ μεγαλουργημάτων, ὅλους αὐτοὺς ἀναθεῖναι αὐτῷ· οἱ δὲ θρεμμάτων ἀλόγων δίκην τῇ τῶν σωμάτων προσεῖχον ματαιότητι, ἐν ἀλογίᾳ καὶ ἀνοίᾳ κατηγοροῦντες, γαὶ μηδὲν πλέον ἐκ τῶν εἰς αὐτοὺς χορηγουμένων εἰς γνῶσιν Θεοῦ καὶ ψυχῆς σωτηρίαν ποριζόμενοι. Οὕτως οὖν ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν· οὐ μόνον, ἀλλὰ καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς ἐξέλιπον· κατὰ κοινοῦ γὰρ ἀκουστέον τοῦ, ἐξέλιπον· ἀνθ' οὗ πεποίηκεν ὁ Ἀκύλας· Καὶ συνετέλεσεν ὡς ἀτμὸν τὰς ἡμέρας αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν κατέσπευσε. Τοῦ μὲν γὰρ ἐν ματαιότητι τὰς ἡμέρας καταναλίσκοντος καὶ τὰ ἔτη παρατρέχει κατεσπευσμένως· τοῦ δὲ τὰς ἡμέρας ἐν φωτὶ καὶ ἐν ἔργοις ἀγαθοῖς ἐκτελοῦντος αἱ ἡμέραι οὐκ ἐκλείπουσιν, ἀλλὰ πλήρεις γίνονται, καὶ τὰ ἔτη αὐτοῦ ἐντελῆ τυγχάνει καὶ μεμακρυμμένα. Διὸ κἀκείνοις τοῖς μετὰ τοιαύτας παραδοξοποιίας ἐν ἀπιστίᾳ καταγηράσασιν μάταιος καὶ ἐσπευσμένως παρατρέχων ὁ χρόνος. Αὐτίκα δ' οὖν διὰ μὲν τῶν θαυμάτων καὶ τῶν εἰς αὐτοὺς εὐερ-
In all these things they sinned still, and did not believe in His wonders. And their days vanished in vanity, and their years with haste. Being convictive and accusatory of the wickedness of the Jews, the word makes an enumeration of the offences committed by them also, setting forth that not in vain did the visitations of the wrath of God pursue them. And indeed it teaches how even after all the things spoken previously, increasing their own evils, they sinned still; and they sinned, since they did not believe in His wonders. For while beholding such things with their eyes, they were overcome by lust. Then, and their days vanished in vanity. For whereas they ought, having become spectators of the mighty works of God, to have dedicated their whole selves to Him, they after the manner of irrational beasts gave heed to the vanity of their bodies, complaining in irrationality and folly, and gaining nothing further out of the things supplied unto them towards the knowledge of God and salvation of soul. Thus, therefore, their days vanished in vanity; and not only so, but their years also vanished with haste; for the verb vanished is to be understood in common; instead of which Aquila has rendered: And He brought their days to an end like vapour, and hastened their years. For when a man spends his days in vanity, his years also run past hurriedly; whereas when a man accomplishes his days in light and in good works, his days do not fail, but become full, and his years prove complete and lengthened out. Wherefore for those men also who after such workings of marvels grew old in unbelief, time was vain and running past hurriedly. At once, at any rate, through the wonders and the ben-
Notes, col. 921

On the reading

Printed εικότως, for εἰκότως.

Printed εις, for εἰς.

Printed Ὅς, for Ὃς.

Printed εις, for εἰς.

Printed γαὶ, for καὶ.

PG 23:924Read from the page
γεσιῶν οὐδὲν πλέον ἐκτῶντο πρὸς ὠφέλειαν, διὰ δὲ τῆς μετερχομένης αὐτοὺς ὀργῆς κρείττους ἐγίγνοντο. Διὸ ἑξῆς ἐπιλέγει· Ὅταν ἀπέκτεινεν αὐτοὺς, ἐξεζήτουν αὐτὸν, καὶ ἐπέστρεφον καὶ ὤρθριζον πρὸς τὸν Θεόν. Μαστιζόμενοι γὰρ καὶ κολαζόμενοι, κτηνῶν ἀλόγων δίκην αἴσθησιν ἀνελάμβανον τοῦ τύπτοντος, λόγῳ μὲν ὀρθῷ μὴ σωφρονιζόμενοι· πρὸς οὓς εἶπεν ἂν ὁ λόγος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις. Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι τῶν μὴ ἐγγιζόντων πρὸς
efits towards them they acquired nothing further towards profit, whereas through the wrath that pursued them they became better. Wherefore next he adds: Whenever He slew them, they sought Him out, and turned back and came early at dawn unto God. For when scourged and punished, after the manner of irrational beasts they recovered perception of Him Who struck them, not being chastened by right reason; unto whom the word might say: Become not like horse and mule, in which there is no understanding. With bit and bridle bind fast the jaws of those who draw not near unto
Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. Τῶν μὲν παραδόξων ἀπολαύοντες οὐκ ἐπίστευον· μαστιζόμενοι δὲ καὶ ἀποκτεινόμενοι, ἐπέστρεφον πρὸς τὸν Θεόν. Ἀλλ' οὐδὲ τοῦτο γνησίως ἐποίουν, προσποιήσει δὲ καὶ εἰρωνείᾳ μέχρι χειλέων εὐφημεῖν ἐδόκουν, οὐ μὴν καθαρῷ λογισμῷ τοῦτ' ἔπραττον· ὡς καὶ ἐπ' αὐτῶν ἁρμόττειν τὸ φῆσαν λόγιον· Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ. Μάτην δὲ σέβονταί με. Καὶ αὐτοὶ μὲν εἰς τοσοῦτον ἤλαυνον μοχθηρίας· ὁ δὲ, πατρὸς ἀγαθοῦ δίκην οἶκτον αὐτῶν πλείονα λαμβάνων, ἱλάσκετο ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ παρεδίδου αὐτοὺς εἰς ἐσχάτην διαφθοράν· ἀλλὰ καὶ τὸν φθοροποιὸν δαίμονα καὶ τὸν τῆς ὀργῆς ὑπηρέτην ἄγγελον τιμωρὸν, θυμὸν αὐτοῦ ὀνομαζόμενον, ἀπέστρεφεν ἐξ αὐτῶν, τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ αὐτῶν ἱλασκόμενος. Διὸ εἴρηται· Αὐτὸς δέ ἐστιν οικτίρμων καὶ ιλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ. Καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ. Ἔτι γὰρ τότε μακροθύμως αὐτοὺς ἔφερεν οὔπω εἰς τέλος αὐτοὺς ἀπωθούμενος. Κατὰ δὲ τὸν Σύμμαχον· Αὐτὸς, φησὶν, ἐλεήμων, ἐξιλάσκων ἁμαρτίας, καὶ μὴ διαφθείρων. Καὶ ἐπὶ πολὺ ἀπέστρεψεν τὴν ὀργὴν αὐτοῦ, καὶ οὐ διήγειρεν ὅλον τὸν θυμὸν αὐτοῦ. Ἐπὶ τούτοις ἄλλο τι αὐτῶν κατηγορεῖ λέγων· Καὶ ἐμνήσθη, ὅτι σάρξ εισι, πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Ἐπειδὴ γὰρ ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι, καὶ ὁ κολλώμενος τῇ σαρκὶ ἓν σῶμα γίνεται, εικότως κρεώδεις τινὰς καὶ σαρκώδεις φησὶν αὐτοὺς γεγονέναι διὰ τὸ φιλήδονον καὶ φιλοσώματον, καὶ οὕτως αὐτοὺς γενέσθαι σάρκας. Διό φησιν· Ἐμνήσθη ὅτι σάρξ εισι. Πῶς δὲ σάρκες ἦσαν διασαφεῖ λέγων ἑξῆς· Πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον. Τὸ γὰρ πνεῦμα τῆς σαρκὸς τοιοῦτον, γεῶδες καὶ θνητὸν καὶ ἀπολλύμενον. Τοιοῦτοι δέ τινες γεγόνεισαν καὶ οἱ ἐπὶ τοῦ κατακλυσμοῦ, περὶ ὧν εἴρητο· Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· ὡς ἑτέρου μὲν ὄντος τοῦ θείου πνεύματος τοῦ κατ' ἀρχὰς ἀνθρώποις ἐμπνευσθέντος, ἑτέρου δὲ τοῦ τῆς σαρκὸς πνεύματος. Τό γέ τοι τῆς σαρκὸς πνεῦμα τοιοῦτον ἂν εἴη, οἷον καὶ τὸ ἐν τοῖς ἀλόγοις ζώοις, ὅπερ ἐστὶ
And they loved Him with their mouth, and with their tongue they lied to Him. Yet their heart was not upright with Him, neither were they steadfast in His covenant. While enjoying the marvels they did not believe; yet when scourged and slain, they turned back unto God. Even this, however, they did not do genuinely, but in pretence and hypocrisy they seemed to speak fair as far as the lips, yet by no means did they do this with a pure mind; so that upon them also fits the oracle that said: This people honours Me with their lips; yet their heart is far away from Me. And in vain do they worship Me. And they indeed drove on unto such a pitch of wickedness; whereas He, after the manner of a good father taking greater pity upon them, was propitious to their sins, and did not hand them over unto uttermost destruction; moreover He also turned away from them the destructive demon and the avenging angel who was the minister of wrath, named His anger, propitiating His own Father on their behalf. Wherefore it has been said: Yet He is compassionate and will be propitious to their sins, and will not destroy them. And He will abound to turn away His anger, and will not kindle all His wrath. For at that time He still bore patiently with them, not yet thrusting them away unto the end. And according to Symmachus: He, he says, is merciful, propitiating sins, and not destroying. And many times He turned away His wrath, and did not stir up all His anger. Upon these things he accuses them of something else, saying: And He remembered that they are flesh, a wind going forth and not returning. For since he who cleaves to the Lord is one spirit, and he who cleaves to the flesh becomes one body, reasonably he says that they became certain fleshly and carnal persons on account of their love of pleasure and love of the body, and that thus they became flesh. Wherefore he says: He remembered that they are flesh. And how they were flesh he makes plain, saying next: A wind going forth and not returning. For the spirit of the flesh is of such a kind, earthy and mortal and perishing. And of such a kind had those also in the time of the flood become, concerning whom it had been said: My spirit shall by no means abide in these men, because they are flesh — inasmuch as the divine spirit breathed at the beginning into men is one thing, and the spirit of the flesh is another. At any rate, the spirit of the flesh would be of such a kind as is also that in irrational animals, which is
Notes, col. 924

On the reading

Printed οικτίρμων, for οἰκτίρμων.

Printed ιλάσεται, for ἱλάσεται.

Printed εισι, for εἰσι.

Printed εικότως, for εἰκότως.

Printed εισι, for εἰσι.