νομίζειν εἶναι τὰ λεγόμενα, ἀλλὰ Χριστοῦ διδασκαλίαν πρὸς τὸν αὐτοῦ λαὸν, δηλαδὴ τὴν Ἐκκλησίαν αὐτοῦ περὶ τῶν παρανομημάτων τοῦ Ἰουδαίων ἔθνους διαστελλομένου. Νοήσεις δὲ τὸν αὐτοῦ λαὸν ἕτερον ὄντα παρὰ τὸν ἐν τοῖς ἑξῆς κατηγορούμενον, τὴν Ζαχαρίου προφητείαν τούτοις παραθεὶς, δι' ἧς εἴρηται· Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυττε, θύγατερ Ἱερουσαλήμ. Ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, καὶ ἔσονται μοι εις λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εις Θεόν. Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς ὑμᾶς. Θέα γὰρ ἐν τούτοις, ὡς ὁ Κύριος ἀπεστάλθαι ἑαυτὸν ὁμολογεῖ ὑφ' ἑτέρου Κυρίου παντοκράτορος, ἑαυτῷ τε ἐξ ἁπάντων τῶν ἐθνῶν συνάξειν ἐπαγγέλλεται λαόν. Αὐτὸς οὖν οὗτος ὁ τοῦ Θεοῦ Λόγος τῷ ἐξ ἐθνῶν λαῷ προσεφώνει λέγων· Προσέχετε λαός μου, τὸν νόμον μου. Νόμον δὲ αὐτοῦ τὸ Εὐαγγέλιον εἶναι διδάσκει, περὶ οὗ καὶ Ἠσαΐας ἐθέσπιζε λέγων· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν. Τοῦτον δὲ καὶ Ἱερεμίας διαθήκην καινὴν ὠνόμασεν ειπών· Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι Διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν Καὶ Ἠσαΐας δὲ πάλιν περὶ τοῦ Σωτῆρος ἀνεφώνει λέγων· Ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ' εις ἀλήθειαν ἐξοίσει κρίσιν ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. Ἀντὶ γὰρ τοῦ, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι, τὸ Ἑβραϊκὸν, καὶ τῷ νόμῳ αὐτοῦ, περιέχει, ὡς συμφώνως καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ τῷ νόμῳ αὐτοῦ εἰρηκότες. Παραινεῖ τοίνυν ὁ Χριστὸς τῷ ἑαυτοῦ λαῷ τῷ ἐξ ἐθνῶν διὰ τῶν προκειμένων προσέχειν τῷ νόμῳ αὐτοῦ. Προσέχειν γὰρ βούλεται, καὶ οὐχ ὡς ἔτυχεν ἀκούειν· θεωρεῖν δὲ κατανενοημένως καὶ συνιέναι τὸν αὐτοῦ νόμον· ἀλλὰ καὶ κλίνειν τὸ οὖς εἰς τὰ ῥήματα τοῦ στόματος αὐτοῦ, καὶ προσέχειν τῷ νόμῳ αὐτοῦ παρακελεύεται, ἐπειδήπερ τὰς διδασκαλίας ἐν παραβολαῖς ἐποιεῖτο. Διὸ ἐπιλέγει· Ἀνοίξω ἐν παραβολῇ τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς· ὃ δὴ διδάσκει καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων γραφὴ, δι' ἧς εἴρηται, ὅτι Πάντα ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου· ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς. Ἀντὶ γὰρ τοῦ, Φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς, Ἑβραῖος ὢν ὁ Ματθαῖος, οἰκείᾳ ἐκδόσει κέχρηται ειπὼν, Ἐρεύξομαι κεκρυμμένα ἀπὸ κα
should suppose the things spoken to be, save Christ's teaching to His own people, namely His Church, as He discourses distinctly concerning the transgressions of the nation of the Jews. And you will perceive that His people is another beside the one accused in what follows, when you set beside these words the prophecy of Zechariah, through which it has been said: Rejoice exceedingly, O daughter of Sion; proclaim, O daughter of Jerusalem. Behold, I come, and I will dwell in the midst of you, says the Lord. And many nations shall flee for refuge unto the Lord, and they shall be to Me for a people, and I will be to them for God. And you shall know that the Lord Almighty has sent Me unto you. For behold in these words how the Lord confesses that He Himself has been sent by another Lord Almighty, and promises to gather a people for Himself out of all the nations. This very Word of God Himself, therefore, addressed the people from the nations, saying: Attend, My people, to My law. And He teaches that His law is the Gospel, concerning which Isaiah too prophesied, saying: For out of Sion shall go forth a law, and the word of the Lord out of Jerusalem, and He shall judge amidst the nations. And Jeremiah also named this a new covenant, saying: Behold, days are coming, says the Lord, and I will make a new Covenant, not according to the covenant which I made with their fathers And Isaiah again cried aloud concerning the Saviour, saying: Behold My servant Whom I chose, My elect; My soul has accepted Him. He shall bring forth judgement to the nations. He shall not strive, nor cry aloud, neither shall His voice be heard outside. A bruised reed He shall not break, and smoking flax He shall not quench; but unto truth He shall bring forth judgement He shall shine forth and shall not be shattered, until He sets judgement upon the earth; and in His name shall nations hope. For instead of, and in His name shall nations hope, the Hebrew contains, and in His law, as all the rest of the translators in agreement have rendered it, having said, and in His law. Christ therefore exhorts His own people from the nations through the words before us to attend to His law. For He wishes them to attend, and not to hear casually, and to contemplate observantly and understand His law; moreover He also bids them incline the ear unto the words of His mouth, and attend to His law, inasmuch as He delivered His teachings in parables. Wherefore He adds: I will open My mouth in a parable, I will utter dark sayings from the beginning; which indeed the Scripture of the sacred Gospels also teaches, through which it has been said that All these things Jesus spoke in parables to the crowds, and without a parable He did not speak to them; so that what was spoken through the prophet might be fulfilled, saying: I will open My mouth in parables; I will utter things hidden from the foundation. For instead of, I will utter dark sayings from the beginning, Matthew, being a Hebrew, has used his own rendering, having said, I will utter things hidden from the foun