Migne Reading Room

PG 23 · cols. 889–900 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:889Read from the page
Ἀλλὰ καὶ ἐν ἡμέρᾳ θλίψεώς μου, φησὶ, τὸν Θεὸν ἐξεζήτησα ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐ μὴ ἠπατήθην. Καὶ ὅτι μὲν πολλαὶ αἱ θλίψεις τῶν δικαίων (ἐπειδὴ ἀπείραστος ἀνὴρ ἀδόκιμος), παντοίως διδάσκουσιν οἱ θεῖοι λόγοι· ὡς δὲ θλιβόμενοι κρείττους ἑαυτῶν ἐγίγνοντο, δοκιμὴν τῆς ἑαυτῶν παρέχοντες ὑπομονῆς, οὐ μὴν συγχεόμενοι ὡς εἰλιγγιᾷν καὶ θορυβεῖσθαι, διδάσκει ὁ εἰπὼν, Ἐν θλίψει ἐπλάτυνάς με, καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολλύμενοι· διωκόμενοι, ἀλλ' οὐκ ἐγκαταλειπόμενοι. Οὕτως οὖν καὶ ἐνταῦθά φησιν· Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα· οὐ γὰρ ἀπέβλεπον ἐπὶ τοὺς θλίβοντας, οὐδ' ἐπὶ τοὺς ἐπαιρομένους· ἐπιστρέφων δὲ ἐμαυτοῦ τὸ τῆς ψυχῆς ὄμμα πρὸς τὸν Θεὸν κατ' αὐτὸν τὸν τῆς θλίψεως καιρὸν, αὐτὸν ἐξεζήτουν. Ἐζήτουν δὲ αὐτὸν ταῖς χερσί μου, δεδιδαγμένος ἐπαίρειν ὁσίους χεῖρας κατὰ τὸν φάσκοντα λόγον· Βούλομαι δὲ τοὺς ἄνδρας προσεύχεσθαι, ἐπαίροντας ὁσίους χεῖρας. Καὶ τοῦτ' ἔπραττον οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτὸς, τὰς χεῖράς μου ἐπαίρων ἐναντίον αὐτοῦ, καὶ διὰ τῆς προσευχῆς, καὶ διὰ τῶν πρὸς αὐτὸν φωνῶν ἐπιζητῶν αὐτόν. Διὸ, ταῦτα πράττων, Οὐκ ἠπατήθην· εὑρίσκετο γάρ μοι ζητούμενος· διὸ προσέσχε μοι, καὶ τὰς ἑαυτοῦ ἀκοὰς ἐμοὶ παρέσχεν Ἀντὶ δὲ τοῦ, Ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἡ χείρ μου νυκτὸς ἐκτέτατο διηνεκῶς. Ταύτην μὲν οὖν εἶχον μεγίστην καὶ μόνην παραμυθίαν. Ἄλλως δὲ, οὐδενὸς ἠνειχόμην παρακαλεῖν με καὶ θεραπεύειν ἐθέλοντος ἀνθρώπου ἐν τῷ τῆς θλίψεώς μου καιρῷ. Διὸ ἐπιλέγει· Ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου· ἢ κατὰ τὸν Σύμμαχον, Οὐκ ἐπείθετο παρηγορεῖσθαι ἡ ψυχή μου· ἀλλ' ἀνθρώποις μὲν οὐκ ἐπειθόμην, τοῖς ἄλλως με παρηγορεῖν καὶ παρακαλεῖν· ἐμνήσθην δὲ τοῦ Θεοῦ καὶ ηὐφράνθην· ἀπήρκει γάρ μοι ἡ τοῦ Θεοῦ μνήμη πρὸς εὐφροσύνην· ἀλλὰ καὶ ἠδολέσχησα, φησὶ, καὶ ὠλιγοψύχησα· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε, Διελάλουν ἐν ἐμαυτῷ καὶ ἐλειποθύμουν. Ὅτι μὲν, φησὶ, ἐμαυτῷ διελάλουν, ἐλειποθύμουν· καὶ ὅτε ἠδολέσχουν παρ' ἐμαυτῷ, τηνικαῦτα ὠλιγοψύχει τὸ πνεῦμά μου· ὅτε δὲ ἀνεμιμνησκόμην τοῦ Θεοῦ, εὐφροσύνης ἐπληρούμην· ἀλλὰ καὶ ζητῶν αὐτὸν ταῖς χερσί μου νυκτὸς, οὐκ ἠπατώμην· εὕρισκον γὰρ ὥσπερ πλησίον παρεστῶτά μοι, καὶ τῆς φωνῆς μου ἐπήκοον γιγνόμενον.
But also in the day of my affliction, he says, I sought out God with my hands by night before Him, and I was by no means deceived. Now that the afflictions of the righteous are many (since an untried man is unapproved), the divine words teach in every way; and that when afflicted they became superior to themselves, affording proof of their own endurance, yet not confounded so as to grow dizzy and be thrown into confusion, he teaches who said, In affliction Thou didst make room for me, and the divine Apostle saying: Afflicted, yet not straitened; cast down, yet not destroyed; persecuted, yet not forsaken. Thus therefore here too he says: In the day of my affliction I sought out God; for I did not look towards those afflicting me, nor towards those lifting themselves up; but turning the eye of my own soul towards God at the very season of affliction, Him did I seek out. And I sought Him with my hands, having been taught to lift up holy hands according to the word that declares: I desire therefore that the men pray, lifting up holy hands. And this I used to do not by day alone, but also by night, lifting up my hands before Him, and both through prayer and through utterances towards Him seeking after Him. Wherefore, doing these things, I was not deceived; for when sought He was found by me; wherefore He attended to me, and lent me His own ears. Instead of With my hands by night before Him, and I was not deceived, Symmachus rendered it in this manner: My hand by night was stretched out continually. This therefore I held as my greatest and sole consolation. Otherwise, I endured no man wishing to comfort me and heal me in the season of my affliction. Wherefore he adds: My soul refused to be comforted; or according to Symmachus, My soul was not persuaded to be consoled; for by men wishing otherwise to console and comfort me I was not persuaded; but I remembered God and was gladdened; for the remembrance of God sufficed me unto gladness; yet I also mused, he says, and grew faint-hearted; instead of which Symmachus rendered it, I conversed within myself and swooned. Because, he says, I conversed with myself, I swooned; and when I mused within myself, at that time my spirit grew faint-hearted; whereas when I called God to remembrance, I was filled with gladness; and moreover, seeking Him with my hands by night, I was not deceived; for I found Him as it were standing near beside me, and becoming attentive to my voice.
Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ἐταράχθην, καὶ οὐκ ἐλάλησα. Οἱ θλίβοντές με, φησὶ, λογισμοὶ τοιοῦτοι ἦσαν. Ἐπειδὴ γὰρ ἑώρων τὴν ἀποβολὴν τοῦ λαοῦ, ἣν ἐθέσπισαν οἱ προλεχθέντες προφητικοὶ λόγοι, ἐθορυβούμην εἰκότως, καὶ ἐνενόουν πρὸς ἐμαυτὴν εἰ ἀθεράπευτον αὐτοῖς ἔσται τὸ κακόν. Τὸ μὲν γὰρ ἀποβληθῆναι αὐτοὺς καιρῷ τινι καὶ
My eyes anticipated watches; I was troubled, and I did not speak. The thoughts afflicting me, he says, were of this sort. For since I saw the rejection of the people, which the aforesaid prophetic words foretold, I was reasonably thrown into confusion, and pondered within myself whether the evil would be incurable for them. For that they were rejected for a certain season and
Notes, col. 889

On the reading

Printed ἐμαυτὴν, for ἐμαυτὸν.

PG 23:892Read from the page
εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἑαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ' ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. — Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ' αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι' ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ
unto the end they suffered this, I believed the prophecy when it said: Why, O God, hast Thou rejected unto the end, was Thy wrath angered against the sheep of Thy pasture? yet I was perplexed within myself as I pondered these things: Will the Lord reject unto the ages, or will He not add to be well pleased any more? and what follows. Reckoning these things, I was troubled; yet I brought to remembrance the ancient days and the years of old, recounting from the ancient Scriptures how many times, after casting them out when they sinned, He brought them back, and after delivering them over to enemies when they acted ungodly, He recovered them again. Why then of old did He recall them even after dreadful offences, not thrusting them away unto the end, nor cutting off His mercy; whereas now He will do none of these things, but will hold His lovingkindness in forgetfulness, and He Who is longsuffering and plenteous in mercy and compassionate will forget to have compassion? These things by night I reasoned within myself, and I probed my spirit, searching out and testing my own thoughts, and examining my spirit, whether perchance it might suggest anything towards the healing of my perplexities. Now instead of My eyes anticipated watches, Symmachus says, My eyes hindered upward glances. For gathering my own thoughts into myself, I closed my eyes, lest by casting them upon perceptible things I should be drawn away from what lay before me. Closing therefore the eyes of the body, I was perplexed within myself, neither uttering with my voice nor speaking to another, but conceiving thoughts myself within myself. Wherefore instead of I was troubled, and I did not speak, and what follows, in Symmachus it has been said: I was perplexed, and I did not speak. — I reckoned up the former days, the years from of old I called to remembrance. Yet my psalms by night I conversed with my heart; and a man being present was my spirit. Being thus wakefully disposed, and keeping vigil through the nights, I took thought concerning what went before, through which it had been said: As in a thicket of trees with axes they cut down its doors together, with hatchet and chisel they dashed it down. To the ground they profaned the tabernacle of Thy name. Their kindreds said in their heart together: Let us make all the feasts of God to cease from the earth. Our signs we have not seen; there is no longer a prophet, and us he will know no more. Over these things therefore I was perplexed, whether there would be healing for those who had suffered these evils. And indeed it was likely that Idithoum, having heard the prophecy of Asaph, and having reckoned these things within himself, was perplexed before the prophet as before a teacher, and brought a question to him, and like one putting forward a proposition spoke thus: What then, O prophet? Since you prophesied these things, I wish to know and learn: Will the Lord reject unto the ages, and will He not add to be well pleased any more? Or will He cut off His mercy unto the end from generation to generation? Or will God forget to have compassion, or will He shut up His compassions in His wrath? And accordingly towards these propositions the teaching
Notes, col. 892

On the reading

Printed πλημμηλείας, for πλημμελείας.

PG 23:893Read from the page
Ἀσὰφ ἐποιεῖτο, ὑπὲρ αὐτοῦ τοῦ Ἰδιθοὺμ γράφων τὸν ψαλμὸν, διδάσκων τε αὐτὸν λέγειν· Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι· παιδεύων μὴ πολυπραγμονεῖν τὰς τοῦ Θεοῦ βουλάς· εὐχαῖς δὲ σχολάζειν, καὶ ταύταις μόναις προσέχειν τὸν νοῦν εὐσεβοῦντα καὶ
Asaph framed, writing the psalm on behalf of Idithoum himself, and teaching him to say: With my voice unto the Lord I cried, with my voice unto God, and He attended to me; instructing him not to pry into the counsels of God, but to devote himself to prayers, and to give his mind to these alone in piety and
Καὶ εἶπα, Νῦν ἠρξάμην· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Ἀντὶ τούτου ὁ μὲν Ἀκύλας, Καὶ εἶπα, φησὶν, ἀῤῥωστία μου· αὕτη ἀλλοίωσις δεξιᾶς Ὑψίστου· ὁ δὲ Σύμμαχος, Τρῶσίς μου ἐστὶν ἐπιδευτέρωσις δεξιᾶς τοῦ Ὑψίστου· ἡ δὲ πέμπτη ἔκδοσις, Καὶ εἶπα, φησὶν, ὠδῖνές μου εἰσὶν ἀλλοίωσις δεξιᾶς τοῦ Ὑψίστου. Πρὸς τοῖς προηπορημένοις καὶ ταῦτα, φησὶ, πρὸς ἐμαυτὸν ἐνενόουν, ὅτι οἱ τοιοῦτοι λογισμοὶ, δι' ὧν ἀρτίως ἐπηπόρουν, ἀῤῥωστία μου εἰσὶν, ἢ ὠδῖνες εἰσὶν, ἢ τρώσεις μού εἰσιν. Ἐξ ἀσθενείας γὰρ ψυχῆς τοὺς τοιούτους προήκαμεν λόγους, καὶ ἀπὸ τρώσεως ψυχῆς· τετρωμένος γὰρ καὶ συναλγῶν ὡς ὑπὲρ ἑαυτοῦ μελῶν· ἀλλὰ καὶ ὠδίνων ὡς ὑπὲρ σπλάγχνων οἰκείων τοιαῦτα ἐφθεγξάμην. Ταῦτα δὲ πέπονθα, ἐπειδήπερ εἶδον ἀλλοίωσιν γενομένην τῆς δεξιᾶς τοῦ Ὑψίστου. Πάλαι μὲν γὰρ αὕτη κατειργάζετο πολλά τε θαύματα καὶ παραδόξους εὐεργεσίας τῷ λαῷ παρέχουσα· νυνὶ δὲ ἀλλοίωσις γεγένηται τῆς δεξιᾶς τοῦ Ὑψίστου. Διὸ καὶ ὠδῖνές με κατέσχον· ὁμολογῶ τετρῶσθαι τὴν ψυχὴν ἀῤῥωστίᾳ καὶ ἀσθενείᾳ γνώσεως. Τὴν δὲ ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Θεοῦ ἑώρων, ἀναμιμνησκόμενος τῶν παλαιῶν ἔργων αὐτοῦ. Διό φησιν· Ἐμνήσθην τῶν ἔργων Κυρίου ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. Ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνεμιμνησκόμην τὰς περινοίας Κυρίου, ἀναπολῶν τὰ ἀρχαῖα τεράστιά σου καὶ διεμελέτων πάσας τὰς πράξεις σου, καὶ τὰ μηχανήματά σου διηγούμην, ταῦτα ἀναφέρων τῇ μνήμῃ. Ἔπειτα νῦν ἀκούων, ὡς εἰς τέλος ἀπώσω, καὶ ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, εἰκότως ἐνενόησα, ὅτι ἀλλοίωσίς ἐστι τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μεταβολῆς γὰρ ταῦτα σημεῖα καὶ ἀλλοιώσεως τῆς πάλαι τοῦ Θεοῦ περὶ τὸν λαὸν κηδεμονίας.
And I said, Now I have begun; this is the change of the right hand of the Most High. Instead of this Aquila says, And I said, My infirmity: this is a change of the right hand of the Most High; and Symmachus, My wound is the repetition of the right hand of the Most High; and the Fifth Edition, And I said, it says, My pangs are the change of the right hand of the Most High. Besides the things previously perplexed over, these things also, he says, I pondered within myself, that such thoughts, through which just now I was perplexed, are my infirmity, or are pangs, or are my wounds. For out of weakness of soul we uttered such words, and from a wounding of soul; for being wounded and grieving together as over one's own members, and travailing too as over my own inward parts, I uttered such things. And I have suffered these things, seeing that I saw a change come to pass of the right hand of the Most High. For of old this right hand wrought many wonders and afforded marvellous benefactions to the people; whereas now a change has come to pass of the right hand of the Most High. Wherefore pangs also took hold of me; I confess that my soul has been wounded through infirmity and weakness of knowledge. And I saw the change of the right hand of God when calling to remembrance His ancient works. Wherefore he says: I remembered the works of the Lord; from the beginning I will remember Thy wonders. And I will meditate on all Thy works, and on Thy doings I will muse. Instead of which Symmachus rendered it in this manner: I called to remembrance the designs of the Lord, revolving Thine ancient portents, and I meditated thoroughly on all Thy deeds, and recounted Thy devices, recalling these things to memory. Thereafter, hearing now how Thou hast rejected unto the end, and Thy wrath was angered against the sheep of Thy pasture, I reasonably considered that it is a change of the right hand of the Most High. For these are signs of an alteration and change of God's ancient care over the people.
Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδὸς αὐτοῦ· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου συνιδὼν ὁποῖα εἰργάσατο· ἀντὶ γὰρ ἑνὸς ἔθνους πάντων τῶν ἐθνῶν εὐεργετικὴ κατέστη· οὐκέτι γὰρ ἑνὶ λαῷ τὴν δύναμιν αὐτοῦ, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι καὶ πᾶσι τοῖς λαοῖς ἐγνώρισε· διόπερ ἐκπληττόμενος καὶ ἀποθαυμάζων, φημί· ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· ἐπέκεινα γάρ ἐστι τῆς θνητῆς φύσεως ἡ κατάληψις τῆς ὁδοῦ σου· ὥστ' ἂν εὐλόγως φάναι τό· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὐκέτ' οὖν προσήκει πολυπρα-
O God, His way is in the holy place; who is a great god like our God? Thou art the God Who doest wonders. Having perceived what things the change of the right hand of the Most High wrought—for instead of one nation it has become beneficent to all the nations; for no longer to one people did He make known His power, but both to all the nations and to all the peoples—wherefore, struck with amazement and marvelling greatly, I say: O God, Thy way is in the holy place; for beyond mortal nature is the comprehension of Thy way; so that one might reasonably utter the saying: O the depth of the riches and wisdom and knowledge of God! How unsearchable are His judgements, and untraceable His ways! No longer therefore is it fitting to pry in-
PG 23:896Read from the page
γμονεῖν, οὐδὲ τὰ ἀπόῤῥητα διερευνᾶσθαι· τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Διὸ κατὰ καιρὸν ταῦτα ἐννοήσας, ὑπερεκπλήττεται τὸ βάθος τῆς σοφίας τοῦ Θεοῦ, καί φησιν· Ὁ Θεὸς, ἐν τῷ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Ποῖα δὲ θαυμάσια διερμηνεύει ἑξῆς εἰπών· Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἀνθ' οὗ ὁ Σύμμαχος ἐξέδωκε· Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου. Ὥσπερ γὰρ ἐλυτρώσω πάλαι ποτὲ ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσὴφ, ὅτ' ἠλευθέρους αὐτοὺς ἐκ γῆς Αιγύπτου, ἐξ οἴκου δουλείας τὸν αὐτὸν τρόπον καὶ νῦν, ὅτε γέγονεν ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Υψίστου, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου, καὶ ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου.
to them, nor to search out things ineffable; for who has known the mind of the Lord, or who has become His counsellor? Wherefore, having considered these things in due season, he is exceedingly amazed at the depth of the wisdom of God, and says: O God, Thy way is in the holy place; who is a great god like our God? Thou art the God Who doest wonders. And what sort of wonders he explains next, saying: Thou madest known among the peoples Thy power; instead of which Symmachus published: Thou madest known among the nations Thy strength. For just as of old Thou didst redeem with Thine arm Thy people, the sons of Jacob and Joseph, when Thou settest them free out of the land of Egypt, out of the house of bondage, in the same manner now also, when a change of the right hand of the Most High has come to pass, Thou hast made known among the peoples Thy power, and among the nations Thy strength.
Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν αἱ ἄβυσσοι. Σφόδρα ἀκολούθως προειπὼν, Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· ἢ κατὰ τὸν Σύμμαχον, Γνωστὴν ἐποίησας ἐν τοῖς ἔθνεσι τὴν ἰσχύν σου, παρίστησι τὴν δύναμιν τῆς Καινῆς Διαθήκης προφητικῶς τὰ μέλλοντα θεσπίζων. Διό φησιν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ὥσπερ γὰρ πάλαι ποτὲ ἐπὶ τῆς ἐξ Αἰγύπτου πορείας τῶν υἱῶν Ἰσραὴλ, ἡ θάλασσα εἶδε, καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὸν αὐτὸν τρόπον καὶ κατὰ τὴν παρουσίαν τοῦ Ἐμμανουὴλ, δηλαδὴ τοῦ μεθ' ἡμῶν Θεοῦ, ὁπηνίκα παρῄει ἐπὶ τὸν Ἰορδάνην ποταμὸν, ἰδόντα αὐτὸν τὰ ὕδατα ἐξεπλάγη. Οὐ μὴν ἀλλὰ καὶ τὰ πλήθη τῶν ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συγκροτουμένων λαῶν, ὕδασι παρωμοιωμένα κατὰ τὸν φάσκοντα προφητικὸν λόγον, Φωνὴ ἐθνῶν πολλῶν ομοία ὑδάτων πολλῶν· ἰδόντα ψυχῆς ὀφθαλμοῖς τὸν εἰς ἀνθρώπους ἐπιδεδημηκότα Θεὸν, φόβον ἀνέλαβον σωτήριον, περὶ οὗ εἴρηται· Ἀρχὴ σοφίας φόβος Θεοῦ. Ἕως μὲν γὰρ τυφλώττοντα ἦν ταῦτα τὰ ὕδατα, οὐχ ἑώρα τὸν Θεὸν, οὐδὲ φόβον εἶχεν αὐτοῦ· νυνὶ δὲ τὰ μεγάλα ὠφέληται ἀπὸ τῆς θέας καὶ τῆς γνώσεως τοῦ ἐπιδημήσαντος αὐτοῖς λόγου. Καὶ αὖθις κατὰ τὴν ἱστορίαν, ὁπηνίκα ὁ Σωτὴρ ἠνάγκασε τοὺς μαθητὰς ἀνελθεῖν εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν· εἶτα τετάρτῃ φυλακῇ τῆς νυκτὸς ἤρχετο πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ τότε εἶδον αὐτὸν ὕδατα, καὶ ἐφοβήθησαν. Ἀλλὰ καὶ ὅτε ἐπετίμησε τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη, ἐταράχθησαν αἱ ἄβυσσοι, καὶ πλῆθος ἤχους ὕδατος. Καὶ ταῦτα μὲν ἐτελεῖτο συμφώνως τῇ προφητείᾳ πρὸς λέξιν, πρὸς δὲ διάνοιαν, τὰ μὲν ὕδατα, λέγω δὲ τὰ πλήθη τὰ ἐκκλησιαστικὰ ἐξ ἁπάντων τῶν ἐθνῶν συνηγμένα, ἀρχὴ σοφίας γέγονε, τὸν θεῖον ἀναλαβόντα φόβον κατὰ τὸ, Ἀρχὴ σοφίας φόβος Κυρίου· αἱ δὲ ἄβυσσοι, ἕτεραι οὖσαι παρὰ τὰ ὕδατα ἐταράχθησαν, ὡς ἦχον καὶ θόρυβον παρασχεῖν. Εἴποις δ' ἂν τὰς ἀβύσσους εἶναι τὰ τάγματα τῶν ἀπίστων ἐθνῶν τῶν τῇ Ἐκκλησίᾳ κατὰ καιροὺς ἐπανισταμένων, καὶ τοὺς κατ' αὐτῆς διωγμοὺς ἐπεγειρόντων·
The waters saw Thee, O God, the waters saw Thee, and were afraid, and the depths were troubled. Most consistently, having said beforehand, Thou madest known among the peoples Thy power, or according to Symmachus, Thou madest known among the nations Thy strength, he sets forth the power of the New Covenant, prophetically foretelling the things to come. Wherefore he says: The waters saw Thee, O God, the waters saw Thee, and were afraid. For just as of old at the journey of the sons of Israel out of Egypt, the sea saw and fled, Jordan was turned back; in the same manner also at the coming of Emmanuel, manifestly God with us, when He passed along unto the river Jordan, the waters, seeing Him, were struck with amazement. Nay more, the multitudes also of the peoples gathered together in the Churches of God, likened to waters according to the prophetic word that declares, A voice of many nations like that of many waters, seeing with the eyes of the soul God Who had sojourned among men, took up a saving fear, concerning which it has been said: The beginning of wisdom is the fear of God. For so long as these waters were blind, they did not see God, nor had they fear of Him; whereas now they have been greatly benefited from the sight and knowledge of the Word Who sojourned among them. And again according to the history, when the Saviour constrained the disciples to get into the boat and go ahead to the other side, and then in the fourth watch of the night came towards them walking upon the sea: then too the waters saw Him and were afraid. Moreover, when He rebuked the winds and the sea, and there came a great calm, the depths were troubled, and a multitude of the sound of water. And these things were accomplished in harmony with the prophecy according to the letter; while according to the meaning, the waters—I mean the ecclesiastical multitudes gathered from all the nations—became the beginning of wisdom, having taken up the divine fear according to the saying, The beginning of wisdom is the fear of the Lord; whereas the depths, being different beside the waters, were troubled so as to raise a sound and tumult. And you might say that the depths are the ranks of the unbelieving nations rising up from time to time against the Church, and stirring up persecutions against her;
Notes, col. 896

On the reading

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed Υψίστου, for Ὑψίστου.

Printed ομοία, for ὁμοία.

PG 23:897Read from the page
Ἀλλὰ μὲν πρῶτα ὕδατα ἐφοβεῖτο τὸν Θεὸν, αἱ δὲ δηλωθεῖσαι ἄβυσσοι ἐταράττοντο· τρίτον δὲ τάγμα τυγχάνει παρὰ τὰ λελεγμένα τὸ τῶν νεφελῶν, ὃ δὴ φωνὴν ἔδωκε. Τίνες δὲ ἦσαν αἱ νεφέλαι, ἀλλ' ἢ αἱ κελευσθεῖσαι μὴ βρέχειν ἐπὶ τὸν πρότερον ἀμπελῶνα, κατὰ τὸ φῆσαν λόγιον· Καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι ἐπ' αὐτὸν, δῆλον δὲ, ὅτι τὸν ἐκ περιτομῆς λαόν; Νεφέλαι δὲ πεπληρωμέναι ὑδάτων μὴ ὕουσαι ἐπὶ τὸν παλαιὸν ἀμπελῶνα τίνες ἂν εἶεν ἢ οἱ τοῦ Σωτῆρος μαθηταὶ καὶ ἀπόστολοι καὶ εὐαγγελισταὶ, οἱ καθ' ὅλης τῆς οἰκουμένης τὸν ἐπουράνιον ὑετὸν διαδεδωκότες, φωνὴν ἔδωκαν, ὥστε εἰς πᾶσαν τὴν γῆν ἐξελθεῖν τὸν φθόγγον αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν; Διὸ λέλεκται· Φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Ποῖα δὲ τὰ βέλη ἢ τὰ σωτήρια καὶ τὰ ἐκλεκτὰ τὰ τιτρώσκοντα τὰς τῶν σωζομένων ψυχὰς, δι' ὧν ἡ νύμφη Χριστοῦ ἡ Ἐκκλησία τετρῶσθαι ὁμολογεῖ φάσκουσα· Ὅτι τετρωμένη ἀγάπης ἐγώ; Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ βέλος ὠνόμαστο κατὰ τὸν εἰπόντα προφήτην· Ἔθηκέ με ὡς βέλος ἐκλεκτὸν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με· Ἀλλὰ τοῦ μὲν Πατρὸς βέλος ἦν ὁ μονογενὴς αὐτοῦ Λόγος· τοῦ δὲ Υἱοῦ βέλη ἐτύγχανον οἱ ἀπόστολοι, καὶ τὰ θεῖα καὶ πεπυρωμένα αὐτοῦ λόγια. Διὸ λέλεκται ἐν τῷ περὶ τοῦ ἀγαπητοῦ ψαλμῷ· Τὰ βέλη σου ἠκονημένα, λαοὶ ὑποκάτω σου πεσοῦνται. Οὕτω δ' οὖν καὶ ἐνταῦθα εἴρηται· Καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. Περιτρέχονται γὰρ ἁπανταχοῦ τὰ τοῦ Χριστοῦ βέλη διεπορεύετο κηρύττοντα· διὸ φωνὴν ἔδωκαν αἱ νεφέλαι· ἀλλὰ καὶ Φωνὴ τῆς βροντῆς σου, φησὶν, ἐν τῷ τροχῷ· βροντὴν δὲ ἐνταῦθα τὸ κήρυγμα τὸ εὐαγγελικὸν αἰνίττεται. Ὡς γὰρ φωνὴ βροντῆς οὐράνιος τυγχάνει βοὴ, καὶ πᾶσαν ἀνθρωπίνην ὑπερβάλλουσα δύναμιν, τὸν αὐτὸν τρόπον καὶ τὸ εὐαγγελικὸν κήρυγμα, οὐράνιον τυγχάνον, οὐκ ἀνθρωπίνην περιεῖχεν ἰσχύν. Οὐδὲ γὰρ ἐκ θνητῆς βουλῆς ὡρμᾶτο· σὺν θεϊκῇ δὲ δυνάμει τὸν σύμπαντα ἐπλήρου κόσμον. Διὸ καὶ τοὺς ἀποστόλους αὐτοῦ ὁ Σωτὴρ βοανῆργες ὠνόμαζεν, ὅπερ ἑρμηνεύεται υἱοὶ βροντῆς. Οὐκοῦν καὶ ἐνταῦθα ἀκολούθως τοῖς ἔμπροσθεν εἴρηται· Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Τροχὸν δὲ σημαίνει τὸν σύμπαντα βίον· ἐπεὶ καὶ ἐν τῷ Ἐζεκιὴλ τροχὸς ἐν τροχῷ λέλεκται ὁ σύμπας τῶν ἀνθρώπων βίος. Ἔστι μὲν οὖν τροχὸς ὁ κόσμος σφαιροειδὴς ὢν, κυκλοφορητικῶς τε κινούμενος. Ἐνταῦθα δὲ τροχὸς ὁ τῶν ἀνθρώπων ἐστὶ βίος, ἄπαυστον τὴν στροφὴν ποιούμενος· διὸ καὶ τροχὸς ἐν τῷ τροχῷ εἴρηται. Κατὰ δὲ τὸν Ἀκύλαν, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Σύμμαχον, Ἦχος βροντῆς σου ἐν τῷ τροχῷ· κατὰ δὲ τὸν Θεοδοτίωνα, Φωνὴ βροντῆς σου ἐν τῷ τροχῷ. Καὶ θέα ὅπως κατὰ πάντας τοὺς ἑρμηνευτὰς τροχὸς ὠνόμασται· ἐπεὶ καὶ ἡ Ἑβραϊκὴ λέξις βαγελγὲλ περιέχει, ὅπερ ἐστὶν ἐν τῷ τροχῷ· οὕτω δὲ ὠνόμασται καὶ ἐν τῷ Ἐζεκιήλ. Ἔνθα γενόμενος, παρασημειώσῃ, ὡς καὶ ἡ θεία Γραφὴ τὸ περιέχον τροχὸς οἶδε. Διὸ σφαιροειδῆ φασιν εἶναι τὸν κόσμον. Ἐπεὶ καὶ ἐν τῷ Ἔσδρα ὁ Ζορο-
Now the first waters feared God, while the depths signified were troubled; and a third rank beside those mentioned is that of the clouds, which indeed gave forth a voice. And what were the clouds, save those commanded not to rain upon the former vineyard, according to the oracle that declared: And I will command the clouds not to rain upon it—manifestly the people of the circumcision? And clouds filled with waters, not raining upon the ancient vineyard—who could they be save our Saviour's disciples and apostles and evangelists, who, having distributed the heavenly rain throughout the whole inhabited world, gave forth a voice, so that into all the earth their sound went forth, and unto the ends of the inhabited world their words? Wherefore it has been said: The clouds gave forth a voice; for indeed Thine arrows pass through. And what sort of arrows save the saving and chosen ones that wound the souls of those who are saved, through which the bride of Christ, the Church, confesses that she has been wounded, declaring: Because I am wounded with love? And the Saviour Himself too had been named an arrow according to the prophet who said: He set Me as a chosen arrow, and in His quiver He hid Me. Now the Father's arrow was His only-begotten Word; while the Son's arrows were the apostles, and His divine and fiery oracles. Wherefore it has been said in the psalm concerning the beloved: Thine arrows are sharpened; peoples shall fall beneath Thee. Thus accordingly here too it has been said: For indeed Thine arrows pass through. For running round everywhere, the arrows of Christ passed through proclaiming; wherefore the clouds gave forth a voice; and moreover, The voice of Thy thunder, he says, was in the wheel; and by thunder here he hints at the evangelical proclamation. For just as a voice of thunder is a heavenly cry and surpasses all human power, in the same manner the evangelical proclamation also, being heavenly, did not contain human strength. For neither did it set out from mortal counsel, but with divine power filled the whole world. Wherefore the Saviour also named His apostles boanerges, which is translated sons of thunder. Therefore here too, consistently with what went before, it has been said: The voice of Thy thunder was in the wheel. And by wheel he signifies the whole of life, since in Ezekiel also the whole life of men has been called a wheel within a wheel. Now the world, being spherical in form and moving circularly, is a wheel; while here the life of men, making an unceasing revolution, is a wheel; wherefore it has also been called a wheel within the wheel. And according to Aquila, The voice of Thy thunder was in the wheel; according to Symmachus, The sound of Thy thunder was in the wheel; and according to Theodotion, The voice of Thy thunder was in the wheel. And observe how according to all the translators it has been named a wheel; since the Hebrew text also has bagelgel, which is in the wheel; and so it has been named in Ezekiel as well. Coming to that passage, you will note in passing that divine Scripture too knows the surrounding heaven as a wheel. Wherefore men say that the world is spherical in form. Since in Esdras also Zoro-
Notes, col. 897

On the reading

Printed Περιτρέχονται, for Περιτρέχοντα.

Printed τροχὸς οἶδε, for τροχὸν οἶδε.

PG 23:900Read from the page
βάβελ τὰ νικητήρια ἀπηνέγκατο παρὰ τῷ βασιλεῖ εἰρηκώς· Μέγας ὁ οὐρανὸς, καὶ μέγας ὁ ἥλιος, ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ ἐπανέρχεται εις τὸν ἴδιον τόπον ἐν ἡμέρᾳ μιᾷ. Ταῦτα μὲν οὖν κατὰ φυσικὴν θεωρίαν. Τὰ δὲ προκείμενα θεσπίζει τῆς εὐαγγελικῆς θεοφανείας τὴν δύναμιν· καὶ ὡς δι' αὐτῆς τὰ πλήθη μὲν τῶν ἐθνῶν τὸν Θεὸν ἐπέγνω, αἱ δὲ ἄβυσσοι ἐταράχθησαν, αἱ δὲ προλεχθεῖσαι νεφέλαι ἔδωκαν φωνὴν, καὶ ὥστε τὰ βέλη αὐτοῦ διεπορεύθη, καὶ ὡς φωνὴ τῆς βροντῆς αὐτοῦ γέγονεν ἐν τῷ τροχῷ· καὶ ἐπὶ πᾶσι τούτοις ὡς ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ. Τίνας δ' ἂν εἴποις τὰς ἀστραπὰς αὐτοῦ ἢ τὰ φέγγη τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων τὰ ἀστράπτοντα καθ' ὅλης τῆς οἰκουμένης; Διαιρέσεις γὰρ χαρισμάτων εισὶ, τὸ δὲ αὐτὸ Πνεῦμα.
babel carried off the prizes of victory before the king, having said: Great is the heaven, and great is the sun, because it turns in the circuit of the heaven, and returns to its own place in one day. These things, then, are according to physical contemplation. But the words before us foretell the power of the evangelical theophany: both how through it the multitudes of the nations recognized God, while the depths were troubled, and the aforesaid clouds gave forth a voice, and so that His arrows went abroad, and how the voice of His thunder came to be in the wheel; and upon all these things how His lightnings shone unto the inhabited world. And what else would you call His lightnings than the gleams of the gifts of the Holy Spirit flashing throughout the whole inhabited world? For there are distributions of gifts, yet the same Spirit.
Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου καὶ αι τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ἀκολούθως τοῖς ἀποδεδομένοις ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ. Ἀντὶ γὰρ τοῦ, καὶ ἔντρομος, κατὰ πάντας τοὺς ἑρμηνευτὰς, καὶ ἐσείσθη εἴρηται. Οὕτω δὲ ἐσείσθη ἡ γῆ, ὡς εἴρηται ἐν Εὐαγγελίοις. Καὶ εισελθόντος τοῦ Σωτῆρος εις Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Ὡς γὰρ οἱ τὴν πόλιν οἰκοῦντες ἐδηλοῦντο διὰ τοῦ τόπου, κατὰ τὸν αὐτὸν τρόπον καὶ νῦν τοὺς τὴν γῆν οἰκοῦντας κλονηθῆναί φησι καὶ σεισθῆναι τὸ λόγιον. Διὸ πᾶσα ἀκοὴ κεκίνηται ἐκ τοῦ εὐαγγελικοῦ κηρύγματος εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένου. Ἀκολούθως δὲ ἐσαλεύθη καὶ ἐσείσθη ἡ γῆ, ἢ ἐκλονήθη διὰ τὰ ἔμπροσθεν λελεγμένα. Εἰ γὰρ ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, ἡ φωνὴ τῆς βροντῆς αὐτοῦ ἐξήχησεν ἐν τῷ τροχῷ, εἰ τὰ βέλη αὐτοῦ ἐπὶ πάντας διαπορεύηται, εἰ αἱ νεφέλαι τὴν αὐτῶν ἔδωκαν φωνὴν, ἀκόλουθον ἦν ἐκ τούτων ἁπάντων κλονηθῆναι καὶ σαλευθῆναι τὴν γῆν. Ὅπως δὲ ἐν τῇ θαλάσσῃ ἡ ὁδὸς αὐτοῦ γέγονε, καὶ αἱ τρίβοι αὐτοῦ ἐν ὕδασι πολλοῖς, καὶ ὡς τὰ ἴχνη αὐτοῦ οὐ γινώσκεται, εἴσῃ ἐπιστήσας τῇ πρὸς τοὺς μαθητὰς ἐπαγγελίᾳ αὐτοῦ φησάσῃ· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου· καὶ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν ειμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αιῶνος. Ἀοράτως γὰρ ἁπανταχοῦ τῆς γῆς συνὼν τοῖς αὐτοῦ μαθηταῖς ἐν τῇ τοῦ βίου θαλάσσῃ καὶ τοῖς πολλοῖς τῶν ἐθνῶν ὕδασιν ἐπορεύετο· καὶ τοῦτ' ἔπραττεν ἀοράτῳ καὶ ἀφανεῖ δυνάμει· διὸ λέλεκται· Καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. Ταῦτα μὲν οὖν ἐπληροῦτο κατὰ τὴν σωτήριον θεοφάνειαν· Οὕτω δὲ ταῦτα, φησὶν, ἐγίνετο ἐπὶ τῆς εἰς ἀνθρώπους παρουσίας αὐτοῦ, κατὰ τὴν ἀλλοίωσιν τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥσπερ καὶ πάλαι ἐπὶ τοῦ προτέρου λαοῦ ὁπηνίκα ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου διήγαγε διὰ τῆς θαλάσσης· καὶ τότε γὰρ δεικνὺς τὰς ἀρετὰς αὐτοῦ ὁδὸν ἐποίει καὶ τρίβους ἐν ὕδασι πολλοῖς, ὡς προηγουμένῳ αὐτῷ ἐπακολουθεῖν
In the sea is Thy way and Thy paths in many waters, and Thy footsteps shall not be known. Consistently with what has been rendered, the earth was shaken and trembled. For instead of and trembling, according to all the translators, it has been said, and trembled. And thus the earth trembled, as it has been said in the Gospels: And when the Saviour entered into Jerusalem, all the city trembled, saying: Who is this? For just as those inhabiting the city were signified through the place, in the same way here too the oracle says that those inhabiting the earth were tossed and shaken. Wherefore every hearing has been stirred from the evangelical proclamation preached for a testimony to all the nations. And consistently the earth was shaken and trembled, or was tossed, on account of the things spoken previously. For if His lightnings shone unto the inhabited world, the voice of His thunder resounded in the wheel, if His arrows pass through upon all, if the clouds gave forth their voice, it followed from all these things that the earth was tossed and shaken. And how His way came to be in the sea, and His paths in many waters, and how His footsteps are not known, you will know when you attend to His promise to the disciples, which said: Go, make disciples of all the nations in My name; and, Behold, I am with you all the days until the consummation of the age. For being invisibly present everywhere on earth with His disciples, He walked in the sea of life and the many waters of the nations; and this He did by an invisible and unseen power; wherefore it has been spoken: And Thy footsteps shall not be known. These things, then, were being fulfilled at the saving theophany; and thus these things, he says, were taking place at His coming among men, according to the change of the right hand of the Most High; just as also of old in the time of the former people, when having brought them out of the land of Egypt He led them through the sea; for then too, showing His mighty deeds, He made a way and paths in many waters, so that following Him as He went before
Notes, col. 900

On the reading

Printed εις, for εἰς.

Printed εισὶ, for εἰσὶ.

Printed αι, for αἱ.

Printed εισελθόντος, for εἰσελθόντος.

Printed εις, for εἰς.

Printed ειμι, for εἰμι.

Printed αιῶνος, for αἰῶνος.