Migne Reading Room

PG 23 · cols. 89–100 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:89Read from the page
δι' ἧς συντρίψειν αὐτοὺς, καὶ τὸ οἴημα αὐτῶν κατεάξειν δίκην ἀγγείου ὀστρακίνου λέγεται. Ῥάβδον δὲ σιδηρᾶν τὴν Ῥωμαίων ἀρχὴν εἶναί φησιν, ἐπικρατεστέραν γενομένην μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν. Ἐξ ἐκείνου γὰρ τῶν κατ' ἔθνη πολυαρχιῶν καὶ τῶν κατὰ χώρας ἐθναρχιῶν καταλυθεισῶν, ἡ Ῥωμαίων ἐμονάρχησε βασιλεία, ἣν καὶ ἡ τοῦ Δανιὴλ προφητεία σιδηρᾶν προσεῖπεν, ἐπὶ μὲν τῆς εἰκόνος φήσασα· αἱ κνῆμαι καὶ οἱ πόδες σιδηροῖ, καὶ τὴν ἑρμηνείαν ἐκθεμένη διὰ τοῦ φάναι· Βασιλεία τετάρτη ἔσται ἰσχυρὰ ὡς ὁ σίδηρος· ὃν τρόπον γὰρ ὁ σίδηρος, λεπτυνεῖ καὶ δαμάσει· ἐπὶ δὲ τῆς ὁράσεως τοῦ προφήτου· Καὶ ἰδοὺ, φησὶν, ζῶον τέταρτον φοβερὸν, καὶ οἱ ὀδόντες αὐτοῦ σιδηροῖ, ἐσθίον καὶ λεπτύνον, καὶ τὰ ἐπίλοιπα τοῖς ποσὶν αὐτοῦ συνεπάτει. Ταύτην τοίνυν καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσθαι φάσκοντος λόγου· Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. Δυνάμει γὰρ ἀφανεῖ καὶ ἀοράτῳ παρὰ τοῦ Πατρὸς κλῆρον παραλαβὼν τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη ὁ Χριστὸς, τοὺς μὲν ἐπεγνωκότας αὐτὸν, καὶ ὑπὸ τὴν αὐτοῦ μάνδραν γενομένους ποιμανεῖ εἰσάγων καὶ ἐξάγων εἰς ἀγαθὰς νομὰς, ὥστε λέγειν τὴν αὐτοῦ ποίμνην (λογικὴ γὰρ ἦν)· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Εις τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέστρεψε· τοὺς δὲ ἀφηνιῶντας τῶν ἐθνῶν καὶ κατεπαιρομένους τῶν αὐτοῦ προβάτων τῇ ῥάβδῳ τῇ σιδηρᾷ καθυποτάττει δαμάζων καὶ συντρίβων διὰ τῆς Ῥωμαϊκῆς δυναστείας. Οὕτω γοῦν συμβαίνει τῶν ἀπλήστων ἐθνῶν τοὺς θυμοὺς καὶ τὰς ὁρμὰς τὰς κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ διὰ τῆς Ῥωμαϊκῆς ἀπειλῆς ἀνακρούεσθαι, οὐκ ἂν ἐπιτρεψάντων τῶν κατὰ πόλεις ἀρχόντων τε καὶ δήμων, ἐν μέσοις αὐτῶν συστῆναι τοῦ Χριστοῦ διδασκαλίαν, ἀνατρεπτικὴν τῆς πολυθέου πλάνης αὐτῶν τυγχάνουσαν, εἰ μὴ ὁ Ῥωμαϊκὸς αὐτοῖς ἦν ἐπηρτημένος φόβος, καὶ τὰ συντρίβοντα αὐτοὺς καὶ μὴ ἐῶντα κεφαλὴν ἐπᾶραι διατάγματα τοὺς θυμοὺς αὐτῶν ἐχαλίνου καὶ συνέτριβε. Καὶ ἄλλῃ δὲ θεϊκῇ καὶ ἀποῤῥήτῳ δυνάμει ὁ Χριστὸς τὰ μὲν αὐτοῦ πρόβατα ἡμέρως ποιμαίνει, μηδέποτε ἀναχωρῶν ἀπ' αὐτῶν, καθ' ἣν πεποίηται ἐπαγγελίαν φήσας· Ὅπου ἂν εἶεν δύο ἢ τρεῖς συνηγμένοι ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τοὺς δ' ἐπανισταμένους αὐτοῦ τῇ ποίμνῃ ἐν τοῖς κατὰ χρόνους διωγμοῖς πάλιν αὐτὸς μετέρχεται ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει κολάζων ἐν ῥάβδῳ σιδηρᾷ, ἀλλὰ καὶ την ὑπερηφανίαν αὐτῶν καὶ τὸ ἔπαρμα τῆς ἀλαζονείας ὡς σκεύη κεράμια συντρίβει· ὡς ἤδη μυρίους αὐτῶν ὑπὸ τῶν θεηλάτων αὐτοῦ μαστίγων ἐλαυνομένους δοῦναι δόξαν τῷ Θεῷ, καὶ ἐξομολογήσασθαι τὰς δυσσεβείας αὐτῶν. Ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς· οὐχ ὥστε ἀπολέσαι καὶ ἀναλῶσαι συντρίβει, ἀλλ' ὥστε ἀναπλάσαι· πρὸς τοῦτο γὰρ σκοπὸς τῷ κεραμεῖ συντρίβειν τὰ οἰκεῖα σκεύη, ὅταν ἔτι
through which He is said to shatter them, and to break in pieces their conceit after the manner of an earthen vessel. And by iron rod he says is meant the rule of the Romans, which became more dominant after the manifestation of our Saviour. For from that time, the manifold rules among nations and the ethnarchies across lands having been dissolved, the kingdom of the Romans held sole monarchy, which the prophecy of Daniel also called iron, speaking concerning the image: the legs and the feet of iron, and setting forth the interpretation by saying: A fourth kingdom shall be strong as iron; for in the way that iron does, it shall crush fine and subdue; and concerning the vision of the prophet: And behold, he says, a fourth beast, dreadful, and its teeth of iron, devouring and crushing fine, and the rest it trampled down with its feet. That this kingdom therefore is signified in the present passage also, as the word says: Thou shalt shepherd them with an iron rod, as potter's vessels shalt Thou shatter them. For having received from the Father by an unseen and invisible power the nations throughout the whole inhabited world as an inheritance, Christ shepherds those who have acknowledged Him and come within His fold, leading them in and leading them out unto good pastures, so that His flock (for it was rational) says: The Lord shepherds me, and nothing shall be wanting to me. In a place of green grass, there He made me encamp; beside water of rest He nourished me, He restored my soul; whereas the unruly among the nations and those lifted up against His sheep He subjects with the iron rod, subduing and shattering them through the Roman dominion. Thus at all events it comes to pass that the passions of the insatiable nations and their assaults against the Church of God are beaten back through the Roman threat, since the rulers and peoples city by city would never have permitted the teaching of Christ, subversive as it is of their polytheistic error, to be established in their midst, unless fear of the Romans had hung over them, and the decrees shattering them and not allowing them to lift up their head had bridled and shattered their passions. And by another divine and ineffable power also Christ gently shepherds His own sheep, never withdrawing from them, according to the promise which He has made, saying: Wherever two or three may be gathered together in My name, there am I in the midst of them; and again: Behold, I am with you all the days until the consummation of the age; whereas those who rise up against His flock in the persecutions from time to time He Himself again visits, chastising them by an unseen and invisible power with an iron rod, and moreover shatters their arrogance and the swelling of their boasting like earthen vessels; so that already myriads of them, driven by His divinely sent scourges, have given glory to God and confessed their impieties. As potter's vessels shalt Thou shatter them: not so as to destroy and consume does He shatter, rather so as to remould; for unto this end is the potter's aim in shattering his own vessels, whenever still
Notes, col. 89

On the reading

Printed Εις, for Εἰς.

Printed την, for τὴν.

PG 23:92Read from the page
ὑγιῆ καὶ ἀκέραιον σώζῃ τοῦ κεραμέως την οιάπλασιν οὐδέπω πυρὶ προσωμιληκότα. Τούτοις δὲ μαρτυρεῖ καὶ ὁ μακάριος Ἱερεμίας ὁ προφήτης, λέγων ὡς ἐκ τοῦ Θεοῦ· Ἢ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραὴλ, λέγει Κύριος; τουτέστιν, οὕτω καὶ διαπεσόντας ἀναπλάσαι, καὶ πάλιν εἰς τὸ ἀρχαῖον ἀποκαταστῆσαι.
preserve sound and intact the potter's moulding, when they have not yet approached fire. And to these things the blessed Jeremiah the prophet also bears witness, speaking as from God: Or just as the potter does, shall I not thus be able to do to you, O house of Israel, says the Lord? That is, thus also to remould those who have fallen to pieces, and restore them again to their ancient state.
Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν. Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος. Τῆς εὐαγγελικῆς δηλονότι νομοθεσίας. Ἐντεῦθεν μεταβατικῶς ὁ λόγος διδασκαλίαν ἐκτίθεται τοῖς ἄρχουσι καὶ τοῖς βασιλεῦσι, τοῖς ὑπὸ τῇ σιδηρᾷ ῥάβδῳ ποιμανθησομένοις, καί φησιν· ὅτι Γνῶντες, ὦ οὗτοι, καὶ συνόντες ὁπόση τις ἡ δύναμις τοῦ παρὰ τοῦ Πατρὸς εἰληφότος τὰ ἔθνη κληρονομίαν, καὶ ὁποία τις τυγχάνει ἡ σιδηρᾶ ῥάβδος ἡ καθ' ὑμῶν ἐπεγειρομένη, παύσασθε πολεμοῦντες αὐτῷ· ἀπολαβόντες δὲ μᾶλλον σύνεσιν ἐπίδοτε ἑαυτοὺς τῇ λογικῇ παιδείᾳ.
And now, O kings, understand; be instructed, all you who judge the earth. Serve the Lord in fear, and rejoice in Him with trembling. Lay hold of instruction, lest at any time the Lord be angry. Namely, of the evangelical lawgiving. From here by transition the word sets forth teaching to the rulers and to the kings who are about to be shepherded under the iron rod, and says: Having known, O you men, and having perceived how great is the power of Him Who has received the nations from the Father as an inheritance, and of what sort is the iron rod being raised up against you, cease warring against Him; rather, recovering understanding, give yourselves over to rational instruction.
Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ· Ὅτι δὲ μὴ πάθη Θεοῦ ὀργὴ καὶ θυμὸς, ὁ μακάριος ἐδήλωσε Παῦλος εἰπών· Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· δι' ὧν σημαίνει τὴν ἐφ' ἁμαρτίαις κόλασιν εἰρῆσθαι θυμὸν καὶ ὀργήν. Ἐπ' αὐτῷ δὲ, λέγει, πεποιθότες τῷ προφητευομένῳ Χριστῷ διὰ παντὸς τοῦ ψαλμοῦ, οἱ μικρὸν ὕστερον (βραχὺς γὰρ ἅπας ὁ παρὼν βίος) εὑρεθήσονται μακάριοι. Τὸ δὲ λεῖπον τοῖς ἐν τῷ πρώτῳ ψαλμῷ διὰ τούτων ἀπέδωκεν. Οὐ γὰρ ἀρκεῖ μόνον τὸ μὴ πορεύεσθαι ἐν βουλῇ ἀσεβῶν, οὐδὲ τὸ μὴ στῆναι ἐν ὁδῷ ἁμαρτωλῶν καὶ μελετᾷν ἐν τῷ νόμῳ· ἀλλὰ γὰρ δὴ καὶ μὴ διακενῆς μελετᾷν, ἀλλὰ γνῶναι Χριστὸν ἐξ αὐτῶν, καὶ τῆς αὐτοῦ γενέσθαι μερίδος τε καὶ κληρονομίας, καὶ διὰ πίστεως καὶ ἔργων ἐπ' αὐτῷ πεποιθέναι. Εἰκότως ἄρα, μιᾶς οὔσης τῆς διανοίας, συνημμένοι παρ' Ἑβραίοις εἰσὶν οἱ δύο ψαλμοί.
When His anger shall quickly blaze forth: blessed are all who have trusted in Him. That wrath and anger are not passions of God, the blessed Paul made plain when he said: Yet according to your hardness and unrepentant heart, you treasure up for yourself wrath in the day of wrath; through which words he signifies that the chastisement for sins has been called anger and wrath. Trusting in Him, he says, namely in the Christ prophesied throughout the whole psalm, those a little later (for brief is the whole present life) will be found blessed. And what was lacking to the things in the first psalm he supplied through these words. For it suffices not merely not to walk in the counsel of the ungodly, nor not to stand in the way of sinners and to meditate in the law; rather indeed not to meditate in vain, instead to know Christ out of those Scriptures, and to become of His portion and inheritance, and through faith and works to have trusted in Him. Fittingly therefore, since the sense is one, the two psalms are joined together among the Hebrews.
ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΨΑΛΜΟΥ Γʹ.
Explanation of Psalm 3.
Ψαλμὸς τῷ Δαυΐδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ.
A Psalm for David, when he was fleeing from the face of Absalom his son.
Ἀναγκαίως τὸν καιρὸν ἐπισημειοῦται, ὡς ἂν ἐφαρμόσοι μὲν τοῖς λεγομένοις τὴν ἀπὸ τῶν Βασιλειῶν ἱστορίαν, καὶ ὡς ἂν μάθοιμεν, ὅτι, μετὰ τὸ ἐξαμαρτῆσαι εἰς τὴν τοῦ Οὐρίου, τοσοῦτον εἰσηνέγκατο μετανοίας καρπὸν, ὡς πάλιν ἐν θείῳ Πνεύματι ψάλλειν. Ἕπεται γὰρ τῇ κατὰ τὸν Οὐρίαν ἱστορίᾳ ἡ τοῦ Ἀβεσσαλὼμ κατὰ τοῦ πατρὸς ἐπανάστασις. Γένοιτο δ' ἂν ἐκ τούτων καὶ ἑτέροις τροπὴ τῆς ἀπὸ προτέρων κακῶν ἐπὶ τὰ κρείττω μεταβολῆς, διδασκαλία τε γνησίας πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Καὶ ἄλλως δὲ ἴδιον δικαίων ἐστὶ τὸ θλίβεσθαι· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἐν τῷ κόσμῳ θλίψιν ἔχετε· καὶ στενὴ καὶ τεθλιμμένη ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν.
Necessarily he marks the occasion, so that he might fit the history from the Books of Kingdoms to the things spoken, and so that we might learn that, after sinning with regard to the wife of Uriah, he brought forth such great fruit of repentance as to chant again in the divine Spirit. For upon the history concerning Uriah follows the uprising of Absalom against his father. And from these things there might come to others also a turning of change from former evils unto better things, and a teaching of genuine conversion towards God. And otherwise also it is proper to the righteous to be afflicted; wherefore the Saviour too says: In the world you have affliction; and narrow and straitened is the way that leads away unto life.
Κύριε, τί ἐπληθύνθησαν οι θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ· πολλοὶ λέγουσι τῇ
O Lord, why have those who afflict me been multiplied? Many rise up against me; many say to my
Notes, col. 92

On the reading

Printed την, for τὴν.

Printed οιάπλασιν, for διάπλασιν.

Printed συνόντες, for συνέντες.

Printed οι, for οἱ.

PG 23:93Read from the page
ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. Πάντας διωγμοὺς χρὴ προσδοκᾷν τοὺς κατὰ Θεὸν ζῆν προῃρημένους. Ἐπεὶ κατὰ τὸν Ἀπόστολον· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Ἀλλ' ἐν πᾶσι προσήκει τὰ δεινὰ καρτερῶς ὑπομένειν· ἐπεὶ μηδὲ πρὸς ὀλίγον ἐστὶν ἡμῖν ὁ ἀγὼν, μηδὲ πρὸς μικροὺς, ἀλλὰ πρὸς πλείονας καὶ μεγάλους, οὐ μόνον τοὺς ἐν ἀνθρώποις, ἀλλὰ καὶ τοὺς ἀοράτους ἐχθρούς. Καὶ κατὰ τὸ ῥητὸν δὲ, Δαυΐδ, ἐκ νέας ἡλικίας ὑπὸ τοῦ Σαοὺλ πολεμηθεὶς, καὶ μετὰ ταῦτα ὑπὸ μυρίων ἄλλων, καὶ τέλος ὑπὸ τοῦ υἱοῦ τῆς βασιλείας ἐλαυνόμενος καὶ φεύγων, ταῦτα κατὰ τὸν καιρὸν τῆς φυγῆς ἔλεγεν. Ἐχθρῶν δέ ἐστι τὸ ἐπεμβαίνειν καὶ ἐπανίστασθαι τοῖς κακοῖς τῶν δι' ἐναντίας· διόπερ καὶ τῷ Δαυΐδ ἡμαρτηκότι ἐπὶ τῆς τοῦ Οὐρίου πολλοὶ ἐπανίσταντο ἐπιχαιρεσίκακοι ἐχθροί τινες. Πάλαι καὶ ἐκ μακροῦ διὰ φθόνου ὑψοῦται κεφαλὴ τοῦ κατὰ σῶμα μεγεθισμένου, παρὰ τὰς τῶν ὑποδεεστέρων κεφαλὰς κάτω κειμένας. Οὕτω διαναστάσης τῆς τοῦ μακαρίου ψυχῆς καὶ εἰς ἐπίδοσιν ἀναβεβηκυίας τοῦ ὡς ἐν ψυχαῖς μεγέθους, ἡ κεφαλὴ ὑψοῦται Θεοῦ συνεργοῦντος αὐτῇ καὶ πρὸς ἑαυτὸν εἰς οὐρανὸν ἀνάγοντος, τὸν ἐμπαρέχοντα αὐτὸν τῇ πρὸς τὸ ἀνωτάτω ἀκολουθίᾳ. Ἐπεὶ δὲ πολλῷ πλέον τῆς προαιρέσεως τῆς τἀνθρώπου χαρίζεται, νικῶν ἐν τῷ δωρεῖσθαι ὁ εὐεργέτης τὸν κατὰ δύναμιν ποιοῦντα τὸ καλόν· καὶ διὰ τοῦτο παντὸς καλοῦ τὴν αἰτίαν ὁ Παῦλος ἀνατιθεὶς τῷ Θεῷ φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ὁ Θεὸς μὲν οὖν καὶ ἡ ἀρετὴ μεγεθύνει, καὶ δι' ὅλων ἐπαινεῖ τὴν τοῦ ἁγίου ψυχήν· κακία δὲ καὶ ἡ συνεργὸς ταύτη ἐχθρὰ τοῖς ἀνθρώποις δύναμις, συστέλλει καὶ εἰς στενὸν συνάγει τὴν μὴ ἑπομένην Θεῷ, καὶ οὕτω βραχεῖα γίνεται καὶ κολοβὴ, ὥστε τῆς χύσεως τῆς κακίας ἐπιγινομένης εἰς τὸ μηδὲν, τὴν τοιαύτην ψυχὴν λογισθῆναι κατὰ τὸν Ἡσαΐαν· οἱ γὰρ ἁμαρτάνοντες εἰς οὐδὲν ἐλογίσθησαν. Καὶ ὥσπερ σωμάτων ἐλάχιστόν ἐστιν ὁ χοῦς, οὕτως αἱ πάντη μοχθηραὶ ψυχαὶ, ἐπὶ πολὺ σμικρυνθεῖσαι, εἰσὶν ὡς ὁ χοῦς ὃν ἐκρίπτει ὁ ἄνεμος. Κεφαλὴν δὲ τῆς ψυχῆς νοητέον τὴν διανοητικὴν δύναμιν· ταύτης γὰρ διαφέρουσαν οὐδὲ μέχρι τοῦ ἐπινοῆσαι δυνατόν· εἴ γε καὶ τοῦ σώματος ἡ κεφαλὴ τιμιωτέρα. Αὕτη τοίνυν ἡ νοητικὴ δύναμις, τροπικώτερον κεφαλὴ λεχθεῖσα τῆς ψυχῆς, οἷς μὲν ὕψωται ἄνω βλέπουσα, οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ πάντα τὰ σώματα ὑπερκύψασα, ὡς φθάνειν μέχρι Θεοῦ. Παρατηρητέον δὲ τριχῶς τῆς σχέσεως τοῦ Θεοῦ ὑμνουμένης ὑπὸ τοῦ λέγοντος τὴν τάξιν τοῦ πρώτου λεχθέντος, καὶ τοῦ ἑξῆς καὶ τοῦ λοιποῦ. Πρῶτον γάρ φησιν εἶναι τὸν Θεὸν ἀντιλήπτορα αὐτοῦ, ἔπειτα δόξαν, ἔπειτα ὑψοῦντα τὴν κεφαλήν. Καὶ ἡμῖν ἀντιλήπτωρ, καὶ τὸ ὄνομα δηλοῖ ἀντιλαμβανόμενον, ἵνα ῥύση τε ἀπὸ πολλῶν θλιβόντων καὶ ἐπανισταμένων καὶ ἀπογινωσκόντων τὴν τοῦ λέγοντος ταῦτα σωτηρίαν.
soul: There is no salvation for him in his God. Yet Thou, O Lord, art my helper, my glory, and the lifter up of my head. All persecutions must be expected by those who have chosen to live according to God; since according to the Apostle: All who wish to live piously in Christ Jesus shall be persecuted. Yet in all things it is fitting steadfastly to endure terrible trials; since our contest is neither for a brief while, nor against slight foes, rather against many and great ones, not only those among men, rather also the invisible enemies. And according to the literal text also, David, warred against from youthful age by Saul, and after these things by myriads of others, and finally driven out of his kingdom by his son and fleeing, spoke these words during the season of his flight. And it belongs to enemies to trample upon and rise up against the misfortunes of their adversaries; wherefore also against David, when he had sinned in the matter of Uriah's wife, many certain enemies who rejoiced in others' ills rose up. Of old and for a long time through envy the head of one magnified in body is lifted high above the heads of inferiors lying low; thus, when the soul of the blessed man has risen up and ascended unto an increase of such greatness as is among souls, its head is lifted high, God working together with it and leading up towards Himself into heaven the man who offers himself to the following after what is highest. And since the Benefactor bestows far more than a man's deliberate choice, surpassing in His giving him who according to his power does what is good—and on this account Paul, ascribing the cause of every good thing to God, says: It is not of him who wills, nor of him who runs, rather of God Who shows mercy—God indeed therefore and virtue magnify and wholly praise the soul of the saint; whereas vice and the power hostile to men that works together with this contract and draw together into a narrow space the soul that does not follow God, and thus it becomes small and stunted, so that as the outpouring of vice comes on unto nothingness, such a soul is reckoned as nothing according to Isaiah; for those who sin were reckoned as nothing. And just as dust is the least of bodies, so utterly wicked souls, diminished exceedingly, are like the dust which the wind casts forth. And by head of the soul one must understand the discursive faculty; for one cannot even go so far as to conceive any faculty superior to this, seeing that the head is also more honourable than the body. This intellectual faculty therefore, more figuratively called head of the soul, in some men has been lifted high looking upwards, having peered above not only the earth, rather also all bodies, so as to reach even unto God. And one must observe, as the relation of God is hymned threefold by the speaker, the order of what is spoken first, and of what comes next, and of the remaining title. For first he says that God is his helper, then glory, then lifter up of his head. For us also He is helper, and the name signifies One Who lays hold to help, so that He may both rescue from many who afflict and rise up against him and despair of the salvation of him who speaks these things.
Notes, col. 93

On the reading

Printed ταύτη, for ταύτῃ.

Printed ῥύση, for ῥύσῃ.

PG 23:96Read from the page
Ἐξῆς δὲ τῷ ἀντιλήπτορι ἡ δόξα ἐστί· πρότερον γὰρ ἀντιλαμβάνεται ὁ Θεὸς, εἶτα δοξάζει καὶ ἑξῆς ὑψοῖ τοῦ δεδοξασμένου τὴν κεφαλήν. Εἰ γὰρ συνηγέρθη Χριστῷ, καὶ τὰ ἄνω φρονεῖ, οὐ τὰ ἐπὶ τῆς γῆς, ὑψωθήσεται αὐτοῦ ἡ κεφαλὴ ἀπὸ τοῦ Κυρίου, ὅς ἐστιν ὁ Λόγος, δόξα ὢν τοῦ χωρήσαντος αὐτὸν, ἣν ἀπὸ τοῦ μόνου ἐξήτησεν ὁ μὴ λαμβάνων δόξαν παρὰ ἀνθρώπου. Ὅπως δὲ ὑψώθη τοῦ Δαυΐδ ἡ κεφαλὴ, νοήσεις ἐπιστήσας, ὡς καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τὸ τοῦ Δαυΐδ βεβόηται ὄνομα, διὰ τὸν ἐκ σπέρματος αὐτοῦ κατὰ σάρκα γενόμενον Χριστὸν τὸν τοῦ Θεοῦ Υἱόν· οὐχ οὕτως γὰρ ἐν ἀνθρώποις ὢν, καὶ μόνου τοῦ Ἰσραὴλ βασιλεύων, δεδόξαστο καὶ ὕψωτο, καὶ μάλιστα μετὰ τὴν ἐπανάστασιν τοῦ Ἀβεσσαλὼμ τὴν κατ' αὐτοῦ γενομένην, ὡς διὰ τῆς σωτηρίου θεοφανείας ἐκ σπέρματος αὐτοῦ προελθούσης κατὰ σάρκα.
And next after helper is glory: for first God helps, then He glorifies, and next He lifts high the head of him who has been glorified. For if he was raised together with Christ, and minds the things above, not the things upon the earth, his head shall be lifted high by the Lord, Who is the Word, being the glory of the man who has received Him—which glory he who does not receive glory from man sought from the only God. And how the head of David was lifted high, you will understand upon considering how throughout the whole inhabited world of men and among all the nations the name of David has become renowned, on account of Christ the Son of God Who came to be from his seed according to the flesh; for not so much while he was among men and reigning over Israel alone had he been glorified and lifted high, especially after the uprising of Absalom that took place against him, as through the saving theophany that came forth from his seed according to the flesh.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Τοῦ ὄρους ἐμνημόνευσε τούτου καὶ ὁ πρὸ τούτου ψαλμὸς, ἐν οἷς ἔλεγεν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. Ἦν δὲ καὶ ὁ λέγων ἐν ἐκείνοις ταῦτα ὁ Χριστός· καὶ νῦν τοιγαροῦν ἐπακούσεσθαι αὐτοῦ φησιν ὁ Δαυΐδ ἐξ ὄρους ἁγίου αὐτοῦ. Τίνα δὲ ἐπακούσεσθαι αὐτοῦ, ἀλλ' ἢ τὸν Κύριον τὸν καταστάντα βασιλέα ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ; Διὰ τούτου γὰρ μόνου ἀφέσεως τεύξεσθαι πεπίστευκεν, αὐτὸν δὲ εἶναι δόξαν αὐτοῦ, καὶ τὸν ὑψοῦντα τὴν κεφαλὴν αὐτοῦ. Σφόδρα τοίνυν προειπὼν δοξασθήσεσθαι καὶ ὑψωθήσεσθαι τὴν ἑαυτοῦ κεφαλὴν, ὁπόθεν ὑπῆρξεν αὐτῷ τοῦτο διδάσκει λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.
With my voice unto the Lord I cried, and He hearkened to me out of His holy mountain. The psalm before this also made mention of this mountain, where it said: Yet I was established king by Him upon Sion His holy mountain. And He Who spoke these words in those verses was Christ; and now accordingly David says that He will hearken to him out of His holy mountain. And Whom does he mean will hearken to him, other than the Lord Who was established king upon Sion His holy mountain? For through Him alone he has believed that he will obtain forgiveness, and that He is his glory and the lifter up of his head. Very fittingly therefore, having foretold that he would be glorified and that his own head would be lifted high, he teaches whence this came to him, saying: With my voice unto the Lord I cried, and He hearkened to me out of His holy mountain.
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου. Τὰ μέλλοντα ἐν τούτοις ὡς παρῳχηκότα θεσπίζει· ὡς γὰρ ἐν τῷ δευτέρῳ ἐλέγετο· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν καὶ συνέστησαν κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, ταῦτά τε ἐνοεῖτο μελλητικῶς· οὕτω καὶ νῦν τὸ, Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, προφητικῶς εἴρηται, ἀντὶ τοῦ, Κοιμηθήσομαι καὶ ὑπνώσω, καὶ ἐξεγερθήσομαι· ὅτι σὺ Κύριος ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Ἐν τούτῳ γὰρ τὸν καιρὸν ἐπισημαίνεται καθ' ὃν ὑπάρξει αὐτῷ ταῦτα. Μετὰ γὰρ τὸ κοιμηθῆναι αὐτὸν ἐξεγερθήσεται, φησὶν, ὅτι Κύριος ἀντιλήψεται αὐτοῦ. Κοίμησιν δὲ σημαίνει τὸν θάνατον, μεθ' ὃν ταῦτα ἔσεσθαι περὶ αὐτοῦ προφητεύει, ἀναπέμπων ἐπὶ τὸν χρόνον τῆς τοῦ Σωτῆρος παρουσίας, μεθ' ὃν τέλους ἔτυχεν ἡ προφητεία· ὅτε καὶ μέχρις ᾅδου καταβὰς ὁ Υἱὸς τοῦ ἀνθρώπου ὁ Χριστὸς, καὶ τῶν ἐκεῖ προσδοκώντων ἄφιξιν Σωτὴρ ἐπεδείχθη, ὡς ἅμα τῇ αὐτοῦ ἐκ νεκρῶν ἀναστάσει πολλὰ σώματα τῶν ἁγίων τῶν κεκοιμημένων συναναστῆναι αὐτῷ, ἐν οἷς εἰκὸς εἶναι καὶ τὴν τοῦ Δαυΐδ ψυχήν. Θαρσῶν δὲ τῇ δυνάμει τῆς ἀναστάσεως τοῦ
I lay down to sleep and slumbered; I awoke, because the Lord will help me. Things future he prophesies in these words as past; for just as in the second psalm it was said: Why did the nations rage, and the peoples meditate vain things? They stood by and banded together against the Lord and against His Christ, and these things were understood of the future; so now also the saying, I lay down to sleep and slumbered, has been spoken prophetically instead of: I shall lie down to sleep and shall slumber, and I shall awake, because Thou, O Lord, art my helper, my glory and the lifter up of my head. For in this he marks out the season in which these things will belong to him: for after his falling asleep he will awake, he says, because the Lord will help him. By falling asleep he signifies death, after which he prophesies that these things will come to pass concerning himself, referring forward to the time of the coming of the Saviour, after which the prophecy obtained fulfilment; when the Son of Man, the Christ, having descended even unto Hades, was also shown to be Saviour of those there awaiting His arrival, so that together with His resurrection from the dead many bodies of the saints who had fallen asleep rose together with Him, among whom it is likely that the soul of David also was. And taking courage in the power of the resurrection of the
Notes, col. 96

On the reading

Printed Ἐξῆς, for Ἑξῆς.

PG 23:97Read from the page
Σωτῆρος, δι' ἧς ἤμελλε καὶ αὐτὸς κοιμηθεὶς ἐξεγερθήσεσθαι, φησίν·
Saviour, through which he himself also after falling asleep was about to awake, he says:
Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Προεώρα γὰρ ὅτι μυριάδες ἀντικειμένων δυνάμεων βουλήσονται ἐπισχεῖν τὴν τῶν ἁγίων ἀναβίωσιν, διαφθονούμεναι τῇ αὐτῶν σωτηρίᾳ· ὧν ἐγὼ, φησὶν, λόγον οὐδένα ποιήσομαι, θαῤῥῶν τῷ ὑπερασπιστῇ μου, τῷ τοῦ θανάτου νικητῇ· ὃς δὴ θύρας χαλκᾶς συντρίψας καὶ μοχλοὺς σιδηροῦς συνθλάσας, τὰς ἐξ αἰῶνος ἀποκεκλεισμένας τοῦ θανάτου πύλας ἀνέῳξεν· ὁδόν τε ἀναστάσεως παρέσχε τοῖς αὐτόθι γνωρίμοις αὐτοῦ, ὧν εἷς αὐτῶν ἦν ὁ Δαυΐδ. Διὸ ἐν ἑτέρῳ ψαλμῷ ἔλεγεν· Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.
I shall not be afraid of myriads of people who round about set upon me together. For he foresaw that myriads of opposing powers would wish to hold back the revival of the saints, begrudging their salvation; of whom I, he says, shall make no account, taking courage in my defender, the victor over death; Who indeed, having shattered bronze doors and crushed iron bars, opened the gates of death that had been shut up from of old, and provided a way of resurrection for His acquaintances there, one of whom was David. Wherefore in another psalm he said: Thou hast made known to me ways of life; Thou shalt fill me with gladness with Thy countenance.
Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Πιστεύσας τῇ προγνώσει τῆς γενησομένης αὐτῷ μετὰ τὴν κοίμησιν τουτέστι τοῦ θανάτου διὰ τῆς σωτηρίου χάριτος καὶ εὐεργεσίας· ὅτι τε οὐκ ἄλλως ἔσται ἢ σὺν τῇ αὐτοῦ τοῦ Σωτῆρος ἀναστάσει, ἀκολούθως εὔχεται ἐπιταχῦναι τοῦ Κυρίου τὴν ἀνάστασιν, ὅπως δι' αὐτῆς τύχῃ καὶ αὐτὸς τῆς σωτηρίας· διό φησιν· Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. Νικητὴν δὲ τὸν Σωτῆρα εἰδὼς πάντων τῶν ἐπιβουλῶν τοῦ τῶν ἀνθρώπων γένους, δαιμόνων πονηρῶν καὶ δυνάμεων ἀντικειμένων, φησίν· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως. Οὕτως τὸ Ἑβραϊκὸν οὐκ ἔχει, ματαίως, ἀλλὰ, σιαγόνα· οἱ δὲ Ἑβδομήκοντα, ματαίως, ἐξέδωκαν, ἢ κατὰ τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκότα, καθά φασί τινες τῶν Ἑβραίων, ἢ τῆς λέξεως τὸ εὐτελὲς ἀποφεύγοντες. Οἱονεὶ δὲ κοιμώμενον δεικνὺς τὸν Θεὸν, ὅτε πείρας ἕνεκα παρέδωκεν ἡμᾶς ταῖς ἀντικειμέναις δυνάμεσι, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκάθευδεν αὐτῷ ὁ Πατήρ· Ἀνίσταται δὲ σώζων αὐτὸν πατάσσων αὐτοῦ τοὺς ἐχθροὺς, ἢ τοὺς Ἰουδαίους, ἢ τοὺς νοητοὺς ἀλόγως ἐχθραίνοντας. Μετὰ γὰρ τῶν μισούντων ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς· ἀνθρωπινότερον ὁ μὴ ματαίω; ἐχθραίνων ἀμύνεσθαι θέλει· θεοσεβέστερον δὲ διὰ τὸ ἀληθεύειν. Ἔφη γὰρ ὁ Παῦλος· Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύειν ὑμῖν· Ὁποῖον καὶ ἐν Ψαλμοῖς τὸ, Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ἀλλ' οὐκ ἐπιβουλευτικὴν ἔχθραν νοητέον, ἀλλὰ κωλυτικὴν, χεομένης κακίας εἰς πολλούς. Δι' ἑαυτοῦ γὰρ ἢ καὶ δι' ἄλλου χρὴ τὴν δυνατὴν προσάγοντα βοήθειαν θεραπεύειν· ἢ τὸ τελευταῖον εὔχεσθαι περὶ τοῦ κολασθῆναι τὴν μοχθηρὰν ἕξιν, ἤγουν ἐκριζωθῆναι ἀπὸ τοῦ ἔχοντος· οὗ διδακτικὸν καὶ τό, Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων, καὶ τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν. Ὁ δὲ μὴ ψιλῶς ἀγαπῶν, καὶ περὶ τὸ καλῶς γενέσθαι αὐτῷ
Arise, O Lord, save me, O my God. Because Thou hast struck all who are at enmity with me in vain; the teeth of sinners hast Thou shattered. Of the Lord is salvation, and upon Thy people is Thy blessing. Having believed in the foreknowledge of what would come to pass for him after his falling asleep, that is death, through saving grace and beneficence, and that it will not be otherwise than together with the resurrection of the Saviour Himself, he consistently prays that the resurrection of the Lord may hasten, so that through it he himself also may obtain salvation; wherefore he says: Arise, O Lord, save me, O my God. And knowing the Saviour to be victor over all the plots against the race of men, of wicked demons and opposing powers, he says: Because Thou hast struck all who are at enmity with me in vain. Thus the Hebrew text does not have in vain, rather jawbone; whereas the Seventy rendered in vain, either according to the ancient copies that stood otherwise, as some of the Hebrews say, or shunning the homeliness of the word. Showing God as though sleeping when for the sake of trial He handed us over to the opposing powers, he rouses Him up. And perhaps also when He handed over the Saviour on behalf of us all, the Father was sleeping for Him; yet He rises up saving Him, striking His enemies, whether the Jews or the intelligible foes who without reason are at enmity with Him. For with those who hate peace, the saint is peaceable, loving his enemies; more humanly, he who is at enmity not in vain wishes to defend himself; yet more piously, on account of speaking the truth. For Paul said: Have I become your enemy by speaking the truth to you? Such as in the Psalms also is the saying: Did I not hate those who hate Thee, O Lord? Yet one must understand an enmity not plotting harm, rather preventive, when vice is pouring out upon many. For by oneself or also through another one must heal by bringing whatever help is possible; or finally pray that the wicked habit may be chastised, that is, uprooted from him who has it; instructive of which is both the saying, Pray for those who mistreat you, and the saying, Love your enemies. And he who loves not merely in bare feeling also works together towards its going well for him,
Notes, col. 97

On the reading

Printed ματαίω;, for ματαίως.

Printed ἀληθεύειν, for ἀληθεύων.

PG 23:100Read from the page
συνεργεῖ, καὶ τὸ ἐν ἑβδόμῳ δὲ ψαλμῷ λεγόμενον· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, σαφῶς διδάσκει μηδένα μισεῖν. Πῶς οὖν εἴρηται· Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Μᾶλλον δὲ τίς ἐστιν οὕτως ἄθεος, ὡς μισεῖν ὃν ἡγεῖται Θεόν; Δῆλον οὖν, ὡς οἱ μισοῦντες καὶ καταθεματίζοντες Ἰησοῦν μισοῦσι τὸν Θεόν· Ὁ γὰρ ἐμὲ, φησὶ, δεχόμενος δέχεται τὸν ἀποστείλαντά με· καὶ, Ὁ ὁμολογῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα ἔχει· οὐκοῦν καὶ ὁ μισῶν τὸν Υἱὸν, καὶ τὸν Πατέρα μισεῖ. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεόν· μισεῖ γὰρ σοφίαν καὶ δικαιοσύνην, ἅπερ ἐστὶ Χριστός. Καὶ τί θαυμαστὸν, ὅπου ἑαυτὸν ὁ ἁμαρτάνων μισεῖ; Κατὰ γὰρ Σολομῶντα· Ὁ ἀπωθούμενος παιδείαν μισεῖ ἑαυτόν. Οὐκοῦν ὁ μισῶν τοὺς μισοῦντας τὸν Θεὸν πλὴν λογίων τῶν εὐσεβεστάτων πάντας μισήσει καὶ ἑαυτὸν ἁμαρτάνοντα. Ὥστε οὐ ζῶα νομιστέον τὰ μισοῦντα τὸν Θεὸν, ἀλλὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα, οἷον ἡ ἀδικία· καὶ ὁ ἄδικος καθὸ ἄδικος μισεῖ τὸν Θεὸν, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο ποιούσης. Καὶ δεῖ ταῦτα μισεῖν ἐχθρὰ τυγχάνοντα προηγουμένως ἡμῶν. Καὶ ὥσπερ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτω καὶ τὸ τοιόνδε μῖσος. Οὐκοῦν πᾶς ἐχθραίνων τινὶ ματαίως ἐχθραίνει· ὃ δὴ προὔκειτο δεῖξαι. Τοιοῦτόν ἐστι καὶ τὸ, Ἐμίσησάν με δωρεάν.
and what is spoken in the seventh psalm also—If I repaid those who repay me evils, may I then fall away empty from my enemies—clearly teaches to hate no one. How then has it been said: Did I not hate those who hate Thee, O Lord? Or rather, who is so godless as to hate Him Whom he considers God? It is plain therefore that those who hate and curse Jesus hate God; for He who receives Me, He says, receives Him Who sent Me; and, He who confesses the Son has the Father also; therefore he too who hates the Son hates the Father also. Moreover everyone who sins hates God; for he hates wisdom and righteousness, which things Christ is. And what wonder, where he who sins hates himself? For according to Solomon: He who thrusts away instruction hates himself. Therefore he who hates those who hate God, save for the most pious men of reason, will hate all men and himself when sinning. So one must not suppose that the things hating God are living beings, rather evils befalling rational beings, such as unrighteousness; and the unrighteous man, in so far as he is unrighteous, hates God, the unrighteousness within him doing this. And one ought to hate these vices as being primarily hostile to us. And just as from perfection come righteousness and temperance, so also comes hatred of such a kind. Therefore everyone who is at enmity with anyone is at enmity in vain; which indeed was set before us to prove. Of such a kind also is the saying: They hated me without cause.
Ἀλλὰ καὶ διὰ τοὺς ἀνωτέρω εἰρηκότας τῇ ψυχῇ αὐτοῦ, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, νῦν φησιν· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας, τουτέστι τοὺς λόγους καὶ τὰς κατ' ἐμοῦ βλασφημίας περιεῖλας· ἀλλὰ καὶ αὐτοὺς τοὺς κατ' ἐμοῦ τὰ τοιαῦτα φθεγξαμένους, ἀσεβεῖς ὄντας καὶ ἐπιχαιρεσικάκους, συνέτριψας, καὶ τὰς φωνὰς αὐτῶν κατήσχυνας. Καὶ οὐ μόνον γε ἐμοὶ μετὰ τὸ κοιμηθῆναι καὶ ἀναστῆναι παρέσχου, ἀλλὰ καὶ παντὶ τῷ μέλλοντι χρηματίζειν σου λαῷ. Τηρητέον δὲ, ὡς, ἀντὶ τοῦ Σωτηρία, ἡ Ἑβραϊκὴ φωνὴ τὸ τοῦ Ἰησοῦ ὄνομα παρείληπται· καὶ δὴ τὸ συμπέρασμα τοῦ παντὸς δύο περιέχει διδασκαλίας· ὅτι τε ἡ τοῦ Κυρίου δύναμις σωτήριός ἐστι, καὶ ὅτι αὐτὸς τῷ αὐτοῦ λαῷ, τῷ δι' αὐτοῦ σεσωσμένῳ, τὴν εὐλογίαν παρέξει. Εὐλογία δὲ πάντως πνευματικὴ κατὰ τὸν Ἀπόστολον εἰπόντα· Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ. Ἔνθεν ἐπὶ τῆς τοῦ Σωτῆρος γενέσεως λέλεκται τῷ Ἰωσὴφ ὑπὸ τοῦ ἀγγέλου· Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ, οὓς καὶ μακαρίους ὁ λόγος ἔφασκε. Ταῦτα μὲν οὖν τις κατὰ θεωρίαν τῶν προκειμένων. Εἴποι δ' ἄν τις καὶ πρὸς λέξιν πεπληρῶσθαι αὐτά· προλεχθέντα μὲν ὑπὸ τοῦ Δαυΐδ προφητικῶς ἐν καιρῷ τῆς περι-
Moreover on account of those who above had said to his soul, There is no salvation for him in his God, he now says: The teeth of sinners hast Thou shattered, that is, Thou didst take away the words and the blasphemies against me; moreover those very men who uttered such things against me, being ungodly and rejoicing in others' ills, Thou didst shatter, and their voices didst Thou put to shame. And not only to me after falling asleep didst Thou grant also to rise again, rather also to all Thy people that was about to bear Thy name. And one must observe that instead of Salvation the Hebrew word that expresses the name of Jesus has been used; and indeed the conclusion of the whole psalm comprises two teachings: both that the power of the Lord is saving, and that He Himself will provide blessing to His people saved through Him. And the blessing is altogether spiritual, according to the Apostle who said: Blessed be the God and Father of our Lord Jesus Christ, Who blessed us with every spiritual blessing in the heavenly places in Christ. Hence at the birth of the Saviour it was spoken to Joseph by the angel: And you shall call His name Jesus; for He Himself shall save His people—whom the word also called blessed. Thus much then might one say by way of spiritual contemplation of the words before us. Yet one might say that they were also fulfilled according to the letter: foretold indeed prophetically by David in the season of the cir-