Migne Reading Room

PG 23 · cols. 101–112 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:101Read from the page
στάσεως, ὁπηνίκα ὁ υἱὸς ἐδίωκεν αὐτὸν, ἐπὶ πέρας δὲ ἠγμένα μετ' οὐ πολὺ, ὅτε ἐν τῇ τοῦ πολέμου συμβολῇ πίπτει μὲν ὁ Ἀβεσσαλὼμ, πίπτουσι δὲ καὶ οἱ τὰ φίλα αὐτῷ φρονοῦντες· κρατεῖ δὲ ἡ τοῦ Δαυΐδ πρόῤῥησις ἡ φήσασα· Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως· ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. Ἐλέγετο γοῦν ταῦτα προφητικῶς, ὡς ἂν ἤδη τοῦ λαοῦ σεσωσμένου, καὶ ὑπὸ τοῦ Δαυΐδ γενημένου.
cumstance, whenever his son was pursuing him, and brought to an end not long afterwards, when in the engagement of battle Absalom falls, and there fall also those who were minded in friendship towards him; and the prediction of David prevails which said: Because Thou hast struck all who are at enmity with me in vain; the teeth of sinners hast Thou shattered. Of the Lord is salvation, and upon Thy people is Thy blessing. At all events these things were spoken prophetically, as though the people had already been saved and come under David.
ΕΞΗΓΗΣΙΣ ΨΑΛΜΟΥ Δʹ.
Explanation of Psalm 4.
Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυΐδ.
Unto the end, in psalms, an ode for David.
Εἰς τὸ τέλος ἐν ὕμνοις ψαλμὸς τῷ Δαυΐδ.
Unto the end, in hymns, a psalm for David.
Ὥσπερ πάσης τέχνης καὶ ἐπιστήμης τέλος ἐστὶν ........ καταντῆσαι τὸν μετερχόμενον· οὕτω πάσης λογικῆς φύσεως, τὸ ἐν Χριστῷ ζωοποιηθῆναι τέλος ἐστὶν, ὡς ἐν τῇ πρώτῃ πρὸς Κορινθίους ὁ Παῦλός φησι λέγων τῷ ἰδίῳ τάγματι· Δοκεῖ μη........ εν ὑπογράφειν ἁπάντων, ὡς αἱ ἑκάστου ζωοποιουμένου πρὸς τὴν ἀξίαν μετὰ βασάνους. Ἢ καὶ τούτων χωρὶς ζωοποιήσας δὲ πάντας Χριστὸς ἐν ἑαυτῷ τοὺς τῷ Ἀδὰμ ἀποθνήσκοντας βασιλεύει τῶν ζωοποιηθέντων· ἐφ' ὃ παρεκάλει τοὺς συνιέντας ἡ εἰς τὸ τέλος ἐπιγραφή. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη. Πολλαὶ μὲν οὖν αἱ κατὰ μέρος νίκαι, καὶ τέλος ἢ ποτὲ μὲν λέγοντος Παύλου· Ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς· ποτὲ δέ· Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος. Οἱ οὖν ἐπιγεγραμμένοι εἰς τὸ τέλος τῷ Δαυΐδ, τέλος καὶ νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ λεγομένου Δαυΐδ· καὶ ἀντὶ τοῦ, εἰς τέλος, κατὰ τὸν Ἀκύλαν, νικοποιοῦ. Παντὶ γὰρ νενικημένῳ περιποιήσεται νίκην. Ὑπὸ Χριστοῦ γάρ τις νικώμενος, τὴν κακίαν νενίκηκε, ταύτην ἐξαφανίζων τῷ ὑποτετάχθαι Χριστῷ. Νικᾷ γὰρ οὐκ ἄκοντας, ἀλλὰ πείθων ὡς λόγος Θεοῦ. Τοὺς δὲ τοιούτους ὕμνους ἢ ψαλμοὺς, εἰς τὸ νῖκος, Θεοδοτίων ἐπέγραψε· Σύμμαχος δὲ, ἐπινικίους. Οὕτω δὲ νοεῖν εὔλογον, κἂν μὴ τῷ Δαυΐδ ὦσιν ἐπιγεγραμμένοι, ἀλλ' εἰς τὸ τέλος τυχὸν τῷ Ἀσὰφ, ἢ τοῖς υἱοῖς Κορὲ, τῷ τοὺς ἁγίους ἀναδεδέχθαι πάντας τὴν εἰκόνα Χριστοῦ. Τὸ δὲ ἐν ψαλμοῖς παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλας, (sic) σαφέστερον ὁ Σύμμαχος, διὰ ψαλτηρίων ἐξέδωκε διδασκο........ τὴν ᾠδὴν εἰρῆσθαι........ τὰ ψαλτήρια πλείω........ ὄργανα δι' ὧν ᾄδεται τὸ εἰς τὸ τέλος, ἢ ὁ ἐπινίκιος, ἢ τῷ νικοποιῷ, ὃ δηλοῦν ἔοικε καὶ τὸ εἰς νῖκος ἐν ὕμνοις παρὰ τῷ Θεοδοτίωνι. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελιώδημα, ἢ ψαλμὸς τὴν εἰρημένην ἔχων ὑπόθεσιν ἐπαγγέλλεται ταύτην κοινώτερον μὲν ἐν τῷ προφήτῃ Λαυΐδ, μυστικώτερον δὲ τῷ Χριστῷ, τὸ πρόσωπον
Just as of every art and science it is the end [lacuna] that he who pursues it should arrive, so of every rational nature being made alive in Christ is the end, as in the First Epistle to the Corinthians Paul says, speaking of each in his own order; he seems [lacuna] to sketch of all, as each one is made alive according to his desert after torments. Or apart from these also, Christ, having made alive in Himself all who die in Adam, reigns over those made alive; unto which the inscription Unto the end exhorted those who understand. And for everyone who contends, victory is the end. Many indeed therefore are the partial victories, and the end, as Paul says at one time: In all these things we are more than conquerors through Him Who loved us; and at another time: I have fought the good fight, I have finished the course, I have kept the faith; henceforth there is laid up for me the crown of righteousness, which the Lord will render to me. Those psalms therefore that are inscribed Unto the end, for David proclaim the end and victory of Christ Who is called David; and instead of Unto the end, according to Aquila it reads Of the victory-maker. For He will procure victory for everyone who has been conquered: for anyone conquered by Christ has conquered vice, blotting this out by having been subjected to Christ; for He conquers men not against their will, rather persuading them as Word of God. Such hymns or psalms Theodotion inscribed Unto victory, and Symmachus Triumphal. And thus it is reasonable to understand them even if they be not inscribed For David, rather Unto the end perchance For Asaph, or For the sons of Core, inasmuch as all the saints have taken upon themselves the image of Christ. And the phrase in psalms in the Seventy and Aquila [sic], Symmachus rendered more clearly through psalteries, teaching [lacuna] that the ode was spoken [lacuna] the psalteries more [lacuna] instruments through which is sung the song Unto the end, or the triumphal ode, or For the victory-maker, which same sense the phrase Unto victory in hymns in Theodotion also seems to signify. This ode therefore, or melody, or psalm, having the aforesaid subject, promises this victory more commonly in the prophet David, yet more mystically to Christ, taking upon Himself the person
Notes, col. 101

On the reading

Printed εν, for ἐν.

Printed μελιώδημα, for μελῴδημα.

Printed Λαυΐδ, for Δαυΐδ.

PG 23:104Read from the page
τῶν ἁγίων ἀναλαμβάνοντι, τὰς δὲ θλίψεις αὐτῶν ἰδιοποιημένῳ καὶ τοὺς πλατυσμοὺς ἁγίων· ἁγίων γὰρ, φωνὴ τὸ, Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἐπιστρέφοντι δὲ καὶ τοὺς ὅσοι τυγχάνουσι βαρυκάρδιοι, τούς τε ἀγαπῶντας τὰ μάταια καὶ ζητοῦντας τὸ ψεῦδος. Τὸ δὲ μελῴδημα παρὰ τὴν ᾠδὴν ἔοικε δηλοῦν καὶ τὸ τοῦ μυστικοῦ ῥυθμοῦ τεχνικόν· κατὰ δὲ ἀναγωγὴν ὀρθὴν, πολιτεία πρὸς δόξαν Θεοῦ μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων.
of the saints, making His own both their afflictions and the enlargements of the saints—for of the saints is the utterance: In everything afflicted, yet not straitened—and turning back also all who happen to be heavy of heart, both those who love vain things and seek falsehood. And melody alongside ode seems to signify also the skill of mystical rhythm; and according to right anagogy, it is a way of life unto the glory of God with sound doctrines and words profitable to others also.
Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Ὁ μὲν πρὸ τούτου ψαλμὸς ἐλέγετο ἐν τῷ ἀποδιδράσκειν Δαυΐδ ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ δὲ παρὼν ἔοικεν ἑξῆς ἐκείνῳ εἰρῆσθαι μετὰ τὴν κατὰ τοῦ Ἀβεσσαλὼμ νίκην· μεθ' ὃν ὕμνον ἐπινίκιον τῷ νικοποιῷ Θεῷ ἀνατίθησι τὸν παρόντα ψαλμὸν, δι' οὗ καὶ ἡμεῖς παιδευόμεθα μὴ ἀμνημονεῖν τῶν τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσιῶν. Εικότως οὖν ἐν μὲν τῷ πρὸ τούτου ἔλεγεν· Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἐν δὲ τούτῳ· Ἐν θλίψει ἐπλάτυνάς με. Λέγει δὲ ταῦτα περὶ τῆς κατὰ τὸν Ἀβεσσαλὼμ συμφορᾶς· καθ' ἣν τὴν Θεὸν ἐπικαλεσάμενος, ἔτυχεν αὐτοῦ ἐπηκόου· καὶ γενόμενος ἐν θλίψει διὰ τὸν λαὸν, καὶ τὴν κιβωτὸν τοῦ Θεοῦ, ἀνέσεως καὶ πλατυσμοῦ ἠξιώθη, παυσαμένου μὲν τοῦ πολέμου, εἰρήνης δὲ βαθυτάτης διαλαβούσης αὐτόν τε καὶ πάντα τὸν λαόν. Ἢ ἄλλως λέγει ταῦτα ἐπὶ τοῦ πταίσματος τῆς τοῦ Οὐρίου, καὶ ἡ τοῦ υἱοῦ ἐπανάστασις, καὶ τὰ λοιπὰ πάντα τὰ κατὰ τὸν οἶκον κακὰ ἃ συμβέβηκεν αὐτῷ. Ἐπὶ τούτοις γὰρ ἑαυτὸν κακώσας, μετανοίᾳ τε καὶ ἐξομολογήσει ἑαυτὸν παραδοὺς, καὶ τῷ πταίσματι ἐφαμίλλως ἑαυτὸν τιμωρησάμενος, ἔργοις τε δικαιοσύνης καὶ καρποῖς ἀγαθοῖς πάσης εὐποιίας τὸν Θεὸν ἱλασάμενος, καὶ τυχὼν ἐπαγγελίας ἀγαθῆς, δι' ἣν τῷ πρὸ τούτου ψαλμῷ προφητικῶς ἔλεγε· Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, καὶ τὰ λοιπὰ ὅσα παρίστη ὁ πρὸ τούτου λόγος, ἀκολούθως διὰ τῶν προκειμένων φησίν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με. Οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου. Τὸ πρῶτον ἐπακουσθεὶς ἐν τῷ ἐπικαλεῖσθαι τὸν Κύριον, οὐκ ἐπαίρεται οὐδὲ ἀποῤῥαθυμεῖ· ἀλλ' εὐθὺς περὶ τοῦ μέλλοντος χρόνου πάλιν δέεται, πάντοτε τὸν Θεὸν ἐπήκοον ἔχειν παρακαλῶν· ἱκετεύει τε κατ' οἶκτον ἐπακουσθῆναι, οὐ κατ' ὀφειλήν. Εἰ γὰρ καὶ παρῆν τις αὐτῷ καρπὸς δικαιοσύνης, ἀλλ' οὐκ ἐπὶ τούτῳ θαρσεῖν ἔλεγεν· ἀλλ' ἐπὶ τῷ ἐλέῳ καὶ τοῖς οἰκτιρμοῖς τοῦ Θεοῦ.
When I called upon Him, the God of my righteousness hearkened to me; in affliction Thou didst enlarge me. The psalm before this was spoken while David was fleeing from the face of Absalom his son; whereas the present one seems to have been spoken next after that one, after the victory against Absalom; after whom he dedicates the present psalm as a triumphal hymn to the victory-making God, through which we also are instructed not to be unmindful of the benefactions of God towards us. Fittingly therefore in the psalm before this he said: O Lord, why have those who afflict me been multiplied? whereas in this one: In affliction Thou didst enlarge me. He says these things concerning the calamity involving Absalom, during which, having called upon God, he found Him ready to hearken; and having come to be in affliction on account of the people and the ark of God, he was deemed worthy of relief and enlargement, the war having ceased, and deepest peace having embraced both himself and all the people. Or otherwise he says these things over his transgression regarding Uriah's wife, and the uprising of his son, and all the remaining evils in his house which befell him. For over these things having afflicted himself, having given himself over to repentance and confession, having punished himself commensurately with his transgression, having propitiated God by works of righteousness and good fruits of every beneficence, and having obtained a good promise, on account of which in the psalm before this he prophetically said: Yet Thou, O Lord, art my helper, my glory and the lifter up of my head, and the rest that the preceding discourse presented, he consistently says through the words before us: When I called upon Him, the God of my righteousness hearkened to me; in affliction Thou didst enlarge me. Have compassion on me and hearken to my prayer. Having first been hearkened to upon calling on the Lord, he is neither lifted up with pride nor grows slack; rather straightway concerning future time he entreats again, beseeching ever to have God ready to hearken; and he supplicates to be hearkened to according to pity, not according to debt. For even if some fruit of righteousness was present with him, yet not in this did he say he trusted, rather in the mercy and compassions of God.
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Τοὺς τὴν διάνοιαν πεπαχυμμένους, καὶ περὶ τὴν ὑπακοὴν τοῦ θείου λόγου βραδεῖς, βαρυκαρδίους ὠνόμασεν, ἢ τοὺς βεβαρημένους τὸ συνειδὸς ὑπὸ μοχθηρῶν λογισμῶν· πλήττων δὲ τούτους τῷ λόγῳ φησίν· Ἕως ποτε ταῖς ἑαυτῶν ἁμαρτίαις παραμένετε, σπεύδειν
O sons of men, how long heavy of heart? Why do you love vanity, and seek falsehood? Those thickened in understanding and slow regarding obedience to the divine word he named heavy of heart, or those weighed down in conscience by wicked reasonings; and striking them with his word he says: How long do you remain in your own sins, when you ought to hasten
Notes, col. 104

On the reading

Printed Εικότως, for Εἰκότως.

Printed τὴν, for τὸν.

Printed ποτε, for πότε.

PG 23:105Read from the page
δέον ἐπὶ μετάνοιαν καὶ τὴν φίλην τῷ Θεῷ ἐξομολόγησιν; κατὰ δὲ τὴν ἱστορίαν, ἔοικεν ὁ Δαυΐδ πρὸς τοὺς ἐπὶ τοῖς πειρασμοῖς καὶ ταῖς περιστάσεσι ταραττομένους, καὶ θορυβουμένους, καὶ πάντα μᾶλλον πράττοντας ἢ ἐπὶ τὸν Θεὸν καταφεύγοντας, ταῦτα λέγειν. Τί γὰρ χρὴ ταράττειν καὶ ταράττεσθαι, φησὶν, ἐν τοῖς περιστατικοῖς καιροῖς; Τί δὲ χρὴ ματαιότητι ἑαυτοὺς ἐκδιδόναι, ὦ βαρυκάρδιοι ἄνδρες; Τί δὲ τὸ ψεῦδος μετιέναι, τὸ ἀληθὲς καταλιπόντας; Ἀλλὰ γὰρ ἐντεῦθεν μαθόντες, ὅτι Θεὸς καὶ Κύριός ἐστιν ὁ τῶν ὅλων ἔφορος καὶ προνοητὴς, ὁ μηδέποτε καταλείπων πάντα ὅσιον αὐτοῦ, ἀλλ' ἀεὶ θαυμαστὰ ἐπ' αὐτῷ δεικνὺς, σπουδάζετε καὶ αὐτοὶ ὅσιοι γενέσθαι, εὖ καὶ ἀκριβῶς εἰδότες, ὅτι καὶ ὑμῶν ὥσπερ οὖν καὶ ἐμοῦ αὐτοῦ Κύριος εἰσακούσεται, ἐν τῷ κεκραγέναι πρὸς αὐτόν. Ἐπακούσαντος δὲ ὑμῶν τοῦ Κυρίου, οὐδὲν δεῖ λοιπὸν μεριμνᾷν, ἔχοντας τὸ ἀσφαλὲς ἀπὸ τῆς παρ' αὐτοῦ βοηθείας. Δόξα τε τοῦ θείου λόγου εἶεν ἂν οἱ υἱοὶ τῶν ἀνθρώπων κατὰ τὸν Ἀκύλαν καὶ Σύμμαχον· ὁ μὲν γὰρ Ἀκύλας· Ἕως πότε, οἱ ἔνδοξοί μου; ὁ δὲ Σύμμαχος· Ἕως πότε, ἡ δόξα μου; διὰ τὴν ἐν αὐτοῖς νοερὰν ψυχὴν καὶ λογικὴν τὴν κατ' εἰκόνα τοῦ Θεοῦ πεποιημένην. Οὓς ἐπὶ τὸ χεῖρον ἑαυτοὺς διαστρέφοντας ὁ λόγος ἐπονειδίζει, βαρυκαρδίους καλῶν, καὶ ἀνθρώπων υἱούς· δέον εἶναι υἱοὺς Θεοῦ, κατὰ τό· Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.
unto repentance and confession dear to God? And according to the history, David seems to speak these words to those troubled and thrown into tumult amid trials and crises, and doing anything rather than fleeing to God for refuge. For why must you trouble and be troubled, he says, in seasons of crisis? And why must you give yourselves over to vanity, O men heavy of heart? And why pursue falsehood, having forsaken what is true? Rather indeed, having learned from here that God and Lord is the Overseer and Provider of all things, Who never forsakes any holy one of His, rather ever shows wondrous things upon him, be eager yourselves also to become holy, knowing well and accurately that the Lord will hearken to you also just as indeed to me myself, upon your crying unto Him. And when the Lord has hearkened to you, there is no need thenceforth to be anxious, having security from the help that comes from Him. And the sons of men would be the glory of the divine Word according to Aquila and Symmachus; for Aquila reads: How long, O my glorious ones? and Symmachus: How long, O my glory?—on account of the intelligent and rational soul within them made according to the image of God. Whom, as perverting themselves for the worse, the word reproaches, calling them heavy of heart and sons of men, when they ought to be sons of God, according to the saying: I said, You are gods, and all of you sons of the Most High.
Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ. Ὁ προφήτης περὶ Χριστοῦ διδάσκει ἡμᾶς, ὅς ἐστιν ἀληθὴς ὅσιος, κατὰ τὸ εἰρημένον ἐν τῷ ιεʹ ψαλμῷ· καὶ οἱ ἀπόστολοι δὲ ἐμαρτύρησαν, ὡς περὶ Χριστοῦ προφητευομένου λέγοντες εἰρῆσθαι τὸ, Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Δυνατὸν δὲ καὶ περὶ παντὸς ὁσίου διδάσκεσθαι ἡμᾶς. Οὐ ταυτὸν δέ ἐστι πιστεῦσαι, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ, καὶ γνῶναι, ὡς οὐδὲ ταυτόν ἐστι τῇ ἀληθείᾳ πιστεῦσαι, καὶ γνῶναι τὴν ἀλήθειαν, καὶ πιστεῦσαι τῷ Θεῷ καὶ γνῶναι τὸν Θεόν. Οἱ ἀπόστολοι οὖν τῇ ἀληθείᾳ ἐπίστευον· ἀλλ' οὐ πάντως ὅτε ἐπίστευον ἐγνώκεισαν αὐτήν. Ἀπόδειξις δὲ τῶν εἰρημένων τὸ Εὐαγγέλιον, ἔνθα εἴρηται· Ἐὰν μείνητε ἐν τῷ ἐμῷ λόγῳ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Πιστεύουσι γὰρ τῇ ἀληθείᾳ, φησὶ, τὸ γνώσεσθαι τὴν ἀλήθειαν· κατὰ γὰρ τοὺς προφήτας πιστεῦσαι δεῖ πρὶν συνιέναι καὶ λαλῆσαι· τοῦ μὲν Ἡσαΐου λέγοντος· Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε· τοῦ δὲ Δαυΐδ· Ἐπίστευσα, διὸ ἐλάλησα. Ὅτι δὲ τὸ γινώσκειν τὸν Θεὸν τοῦ πιστεύειν αὐτῷ διαφέρει, ἐν τοῖς Ψαλμοῖς ἀναγέγραπται διὰ τοῦ, Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· οὐ γὰρ τοῖς ἀπιστοῦσί φησι· Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐπὶ γνῶσιν οὖν ἡμᾶς ὁ λόγος προκαλούμενος ὑποβάλλει καὶ τὴν τίνος γνῶσιν ἀνα-
And know that the Lord has made wondrous His holy one. The prophet teaches us concerning Christ, Who is the true Holy One, according to what is spoken in the fifteenth psalm; and the apostles also bore witness, saying that as prophesied concerning Christ was spoken the verse: Thou wilt not abandon my soul unto Hades, nor wilt Thou give Thy holy one to see corruption. Yet it is possible that we are also taught concerning every holy man. Nor is it the same thing to believe that the Lord has made wondrous His holy one and to know it, just as neither is it the same thing to believe the truth and to know the truth, and to believe God and to know God. The apostles therefore believed the truth; yet not altogether when they believed had they come to know it. A proof of what has been spoken is the Gospel, where it has been said: If you abide in My word, truly you are My disciples, and you shall know the truth, and the truth shall set you free. For to those who believe the truth, He says, comes the knowing of the truth; for according to the prophets one must believe before understanding and speaking, Isaiah saying: Unless you believe, neither shall you understand; and David: I believed, wherefore I spoke. And that knowing God differs from believing Him has been recorded in the Psalms through the verse: Be still and know that I am God; for not to unbelievers does He say: Be still and know that I am God. Calling us forth therefore unto knowledge, the word suggests also the knowledge of what thing one must re-
PG 23:108Read from the page
λαβεῖν ἡμᾶς χρὴ, ὥς εἰσιν ὑπὸ Θεοῦ τεθαυμαστωμένοι οἱ ὅσιοι, θαύμασι προσαχθέντες τῶν ἀποῤῥήτων μυστηρίων καὶ τῶν ἁγίων θεωρημάτων, καὶ αὐτοὶ δι' αὐτὴν τοῦ Θεοῦ χάριν καὶ θείαν ἐπισκοπὴν θαυμαστοὶ γενόμενοι.
take it, we must, that the holy ones have been made wondrous by God, having been drawn by wonders to the ineffable mysteries and the holy contemplations, and having themselves become wondrous through that very grace of God and divine visitation.
Ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Συμβουλεύει κωλύειν τὸ τῆς ὀργῆς πάθος, εἴ ποτε ἀγανακτικῶς ἀνακινεῖται, μηδὲ εἰς ἔργον τὸν θυμὸν κινεῖσθαι παραινῶν. Οὐκ ἀκαίρως δὲ ταῦτά φησιν· ἀλλ' ἐπειδὴ κατὰ τοῦ Ἀβεσσαλὼμ ὁρμῶντες εἰς πόλεμον, μετ' ὀργῆς ἐξῄεσαν, ὡς εἰκὸς, οἱ μετὰ τοῦ Δαυΐδ, ἀγανακτοῦντες ἐπὶ τῇ τοῦ υἱοῦ κατὰ τοῦ πατρὸς ἐπαναστάσει· τούτου χάριν ἔοικε τοιαῦτά τινα πρὸς αὐτοὺς λέγειν· Ὑμεῖς μὲν, ὦ ἄνδρες σύμμαχοι, οἳ δὴ καὶ ἔνδοξοί μου, ὡς υἱοὶ ἀνθρώπων βαρυκάρδιοί τινες ὄντες, καὶ τῇ τοῦ θνητοῦ βίου ματαιότητι προσέχοντες, οὐκ εἰδότες τὴν τοῦ Θεοῦ κατὰ τῶν ἀσεβῶν δικαιοκρισίαν, θυμοῦσθε κατὰ τοῦ ἀσεβοῦς υἱοῦ· καὶ δικαίως κινούμενοι, καὶ ἀγανακτικῶς ὀργιζόμενοι, ἐπὶ τὸν πόλεμον ὁρμᾶτε· ἐγὼ δὲ τοῖς πᾶσι παραινῶ, ει καὶ εὔλογος ἡ ὀργὴ, ἀλλ' ὑμᾶς οὐ χρὴ τῆς οἰκείας ἐπιλανθάνεσθαι ἀνεξικακίας, οὐδ' ἐπὶ πλέον ἐξάπτεσθαι, ὡς καὶ ἐπὶ ἁμαρτίας ἐκπίπτειν. Διό φημι· Ὀργίζεσθε, ἀλλὰ μὴ ἁμαρτάνετε. Εἰ δὲ καὶ κλονεῖσθε, κατὰ τὸν Ἀκύλαν, τὰς ψυχὰς διὰ τὰ τῷ Ἀβεσσαλὼμ προτετολμημένα, ἀλλ' ὁρᾶτε μὴ καὶ ἑτέραν ἐπὶ ταῖς προτέραις προσθείητε ἁμαρτίαν, τῇ ὀργῇ ἐπιμένοντες. Εὕροις δ' ἂν καὶ κατὰ τὴν ἱστορίαν πολλὰ παραινοῦντα αὐτὸν φείσασθαι τοῦ παιδός.
Be angry, and do not sin; for the things that you say in your hearts, be pierced with compunction upon your beds. He counsels restraining the passion of anger, if ever it is stirred up indignantly, exhorting that wrath should not be moved into action. And not unseasonably does he say these things; rather, since when rushing into war against Absalom those with David went out in anger, as was natural, being indignant at the son's uprising against his father, for this sake he seems to say some such things as these to them: You indeed, O fellow soldiers, who are also my glorious ones, being as sons of men somewhat heavy of heart, and giving heed to the vanity of mortal life, not knowing God's righteous judgement against the ungodly, are enraged against the ungodly son; and being justly moved, and growing indignantly angry, you rush into the war; yet I exhort you all, even if the anger is reasonable, nevertheless you must not forget your own forbearance, nor be kindled still further, so as even to fall out into sins. Wherefore I say: Be angry, yet do not sin. And even if, according to Aquila, you are shaken in your souls because of the things audaciously done beforehand by Absalom, yet see lest you add even another sin upon the former ones by persisting in anger. And throughout the history too you would find him exhorting much to spare the boy.
Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. Εἰ καὶ ὡς ἄνθρωποι θνητοὶ πολλὰ διανοεῖσθε μεθ' ἡμέραν ὀργιζόμενοι· ἀλλ' ἐπὶ ταῖς κοίταις ὑμῶν ἐφ' ἡσυχίας, παρ' ἑαυτοῖς γενόμενοι, κατανύγητε, τὰ δι' ἡμέρας ὑμῖν πεπραγμένα διαλογιζόμενοι. Μὴ γοῦν, φησὶν, ὀργίζεσθε κατὰ τῶν εἰς ὑμᾶς πλημμελούντων, μηδὲ κατὰ τοῦ ἐπαναστάντος τῷ πατρί· μήτε αὐτοὶ ἁμαρτάνοντες, κἂν ἕτεροι ἀσεβοῦντες προκαλοῦνται ὑμᾶς εἰς ὀργῆς ἔργα καὶ εἰς ἁμαρτίας, ἀλλ' ἀντὶ τούτων μᾶλλον, εἴπερ βούλεσθε τὸ ἀσφαλὲς ἔχειν, θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, καὶ μηκέτι ταράττεσθε, οἰκειωθέντες τῷ Κυρίῳ διὰ τῆς δικαιοσύνης. Ἐπείπερ ἀντὶ πάσης θυσίας χαίρει δικαιοπραγίαις καὶ ταῖς κατ' ἀρετὴν πράξεσι. Καὶ τοῦτο πολὺ βέλτιον πράττειν ἢ ὀργίζεσθαι καὶ ἑαυτοὺς ἐκδικεῖν σπουδάζειν. Διὸ δὴ καὶ αὐτὸς, ἐπαναστάντος τοῦ υἱοῦ, περὶ τοῦτο μόνον ἐσπούδασα διὰ δικαιοσύνης τὸν Θεὸν ἱλασκόμενος· ὅθεν, Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, καὶ, ἐν θλίψει ἐπλάτυνάς μοι· ἐπειδὴ, θύσας θυσίαν δικαιοσύνης, ἐπ' αὐτὸν ἤλπισα.
Sacrifice a sacrifice of righteousness, and hope in the Lord. Even if as mortal men you devise many things by day when growing angry, yet upon your beds in quietness, coming to yourselves, be pierced with compunction, reckoning over the things done by you during the day. Do not, then, he says, be angry against those who offend against you, nor against him who rose up against his father; neither sinning yourselves, even if others by acting ungodly provoke you to works of anger and to sins, but instead of these things rather, if indeed you wish to have safety, sacrifice a sacrifice of righteousness, and hope in the Lord, and no longer be troubled, having been brought near to the Lord through righteousness. Since in place of every sacrifice He rejoices in righteous deeds and in actions according to virtue. And to do this is much better than to be angry and to be eager to avenge yourselves. Wherefore indeed I myself also, when my son rose up, was eager about this alone, propitiating God through righteousness; whence: When I called upon Him, the God of my righteousness heard me, and, in affliction Thou broadened room for me; since, having sacrificed a sacrifice of righteousness, I hoped in Him.
Πολλοὶ λέγουσιν· Τίς δείξει ἡμῖν ἀγαθά; Ἄλλοι μὲν, φησὶν, ἄλλως διανοούμενοι, καὶ μάλιστα οἱ βαρυκάρδιοι υἱοὶ τῶν ἀνθρώπων, οἱ τὴν τοῦ βίου ματαιότητα ἀγαπῶντες. οὐκ εἰδότες τ' ἀληθῶς ἀγαθὰ, οὐδὲ ἐλπίζοντες, οὐδὲ πιστεύοντες ταῦτα ὄψεσθαι, φασί· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; Οὐ γὰρ συνορῶσιν
Many say: Who will show us good things? Others indeed, he says, thinking otherwise, and especially the heavy-hearted sons of men, who love the vanity of life, not knowing the things truly good, nor hoping, nor believing that they will see these things, say: Who will show us the good things? For they do not perceive
Notes, col. 108

On the reading

Printed ει, for εἰ.

PG 23:109Read from the page
αὐτὰ, τῷ μὴ καταυγάζεσθαι τῷ φωτὶ τοῦ προσώπου σου· διὸ δὴ μόνα τὰ γεώδη καὶ φθαρτὰ ὑπολαμβάνοντες εἶναι ἀγαθὰ, περὶ ταῦτα ἀσχολοῦνται καὶ ταῦτα μεταδιώκουσιν. Εἰ δέ τις αὐτοῖς περὶ τῶν θειοτέρων καὶ ἐπουρανίων λέγοι, ἐρωτᾷν εἰώθασιν· Καὶ τίς ἆρά ἐστιν ὁ δείξων ἡμῖν ταῦτα; Ἀλλ' ἐκεῖνοι μὲν τοιοῦτοί τινες. Ἡμεῖς δὲ παρ' οἷς ἐσημειώθη τὸ φῶς τοῦ προσώπου σου, ὦ Κύριε, καὶ τὸν δείξοντα καὶ τὸν δώσοντα ἡμῖν αὐτὰ ἐπιστάμεθα ὑπὸ τοῦ σου φωτὸς εἰς τὴν γνῶσιν αὐτῶν ἐληλυθότες· Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.
them, through not being illumined by the light of Thy countenance; wherefore indeed supposing earthly and corruptible things alone to be good, they busy themselves about these and pursue after these. And if anyone should speak to them about more divine and heavenly things, they are accustomed to ask: And who then is there who will show us these things? Yet those men indeed are some such sort. But we, with whom the light of Thy countenance has been signed, O Lord, know both Him Who will show and Him Who will give them to us, having come by Thy light unto the knowledge of them: Thou gave gladness into my heart.
Ἀπὸ καρποῦ τοῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἐπεὶ δὲ πολλαχοῦ τῶν Γραφῶν ἐν εὐλογίαις σῖτος καὶ οἶνος τοῖς ἁγίοις κεῖνται ἐν ἐπαγγελίᾳ, ὡς τοῦ ἐναντίου τοῖς ἁμαρτωλοῖς ἡ τούτων στέρησις· ἄξιον ἀποστῆσαι τῆς κατὰ τὸ ῥητὸν ψιλὸν ὑπολήψεως, τούς τε ἀκεραιοτέρους τῶν πεπιστευκότων, καὶ τοὺς διὰ τὴν μικρότητα τῆς ἐπαγγελίας ἑτέρῳ θεῷ ἀναπλαττομένῳ ὑπ' αὐτῶν βουλομένους προσκυνεῖν· καὶ φιλοτιμητέον τὸ ποικίλον τῶν σωματικῶν βρωμάτων ἀναγαγεῖν ἐπὶ ταῦτα, ὧν μεταλαμβάνουσα κατ' ἀξίαν ἑκάστη ψυχὴ ἁγιάζεταί τε καὶ εὐεκτεῖ καὶ ἰσχυροποιεῖται πρὸς τὸ δύνασθαι τὰ ἐπιβάλλοντα αὐτῇ ἔργα ἐπιτελεῖν· Ἐγὼ δὲ οἶμαι αὐτὰ καὶ εἰς τὸν μέλλοντα αἰῶνα ἀνάγεσθαι. Καὶ ἵνα μὴ περὶ τῶν τηλικούτων ἀμαρτύρως δόξωμεν ἀποφαίνεσθαι, ἀρκέσει ἡμῖν Παῦλος σαφέστατα τοῦτο διδάσκων ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ αὕτως· Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νουμηνίας σαββάτων· ἃ ἐστι σκιὰ τῶν μελλόντων.
From the fruit of their corn and wine and oil they were multiplied. Since in many places of the Scriptures among blessings corn and wine are set down in promise for the holy ones, just as on the contrary for sinners there is the deprivation of these, it is worthy to draw away from the supposition according to the bare letter both the simpler of those who have believed, and those who because of the smallness of the promise wish to worship another god fashioned by them; and we must strive earnestly to refer the variety of bodily foods up to those things by partaking of which worthily each soul is sanctified and thrives and is strengthened towards being able to accomplish the works incumbent upon it; and I for my part think that they are also referred to the age to come. And lest concerning things so great we should seem to declare an opinion without witness, Paul will suffice for us, teaching this most clearly in the Epistle to the Philippians thus: Let no one therefore judge you in food or in drink, or in respect of a feast or a new moon of sabbaths, which are a shadow of the things to come.
Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατώκισάς με. Ἔοικε δηλοῦν τὴν ἀβλαβῆ ἄνεσιν καὶ ἀνάπαυσιν τῆς ψυχῆς, συμφώνως τῷ θείῳ λόγῳ ἐσομένην μετὰ τὰς πρὸς τὰ κάλλιστα θεωρίας. Τάχα γὰρ ὃν τρόπον κατὰ τὸ σῶμα φαγόντες καὶ πιόντες ἀνέσεως δεόμεθα τῆς κατὰ τὸν ὕπνον· οὕτως οὐ πάντοτε δυναμένη διαρκεῖν ἡ ψυχὴ πρὸς τὸ θεωρεῖν, ἐν καιρῷ ἐνατενίζει τοῖς κατὰ τὴν ἑαυτῆς δύναμιν τῷ αὐτάρκει· εἶτα διανάπαυσιν ἡγούμεθα δηλοῦσθαι διὰ τοῦ· Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω.
In peace together I shall lie down and sleep, because Thou, O Lord, alone in hope settled me. He seems to signify the harmless relaxation and rest of the soul that will take place in harmony with the divine word after contemplations towards the noblest things. For perhaps just as according to the body, having eaten and drunk, we need the relaxation that comes in sleep, so the soul, not always able to hold out towards contemplating, in season gazes intently upon the things according to its own power in what suffices; then we consider repose to be signified through the words: In peace together I shall lie down and sleep.
Ἐκεῖνοι μὲν, φησὶν, οἱ πολλοὶ ἅτε δὴ πλατεῖαν καὶ εὐρύχωρον ὁδεύοντες, δι' ἧς οἱ πολλοὶ βαδίζουσι, οὐκ ἐλπίζοντες, τίς δείξει αὐτοῖς τὰ κατὰ ἀλήθειαν ἀγαθὰ, ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ σίτῳ πληθύνοντες, ὡς ἀγαθῶν τούτων ἀπολαύειν ἡγοῦνται· ἐμοὶ δὲ τῷ καταξιωμένῳ τοῦ φωτὸς τοῦ προσώπου σου, Κύριε, ἔδωκας εὐφροσύνην καρδίας· ἀλλ' οὐδὲ σαρκῶν οὐδὲ σωμάτων, καὶ οὐ τὴν ἐξ οἴνου καὶ σίτου καὶ ἐλαίου σώμασι χορηγουμένην, ἀλλ' εὐφροσύνην τὴν κατὰ διάνοιαν. Μαθὼν γὰρ παρὰ τοῦ Σωτῆρος καὶ τῶν σῶν ἐπαγγελιῶν, ὅτι, εἰ καὶ τὰ μάλιστα κατὰ τὸν ἐνεστῶτα βίον λύπαι μοι καὶ θλίψεις καὶ πειρασμοὶ καὶ περιστάσεις οὐ διαλείπουσιν, ἀλλ' ἔσται μοι και-
Those men indeed, he says, the many, inasmuch as travelling a broad and spacious way through which the many walk, not hoping that anyone will show them the things good in truth, abounding in wine and oil and corn, consider themselves to enjoy these as good things; whereas to me, counted worthy of the light of Thy countenance, O Lord, Thou gave gladness of heart; yet neither of flesh nor of bodies, and not that supplied to bodies from wine and corn and oil, but gladness according to the mind. For having learned from the Saviour and from Thy promises that, even if ever so much in the present life griefs and afflictions and temptations and distresses do not fail me, yet there will be for me a sea-
Notes, col. 109

On the reading

Printed αὕτως, for οὕτως.

Printed ἃ ἐστι, for ἅ ἐστι.

Printed κατώκισάς, for κατῴκισάς.

PG 23:112Read from the page
ρὸς ὁ τῆς ἀπαλλαγῆς τοῦ σώματος, καθ' ὃν ἐν εἰρήνῃ ποιήσομαι τὴν κοίμησιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος· εὖ δὲ ἀκριβῶς πέπεισμαι, ὅτι τότε μοι παρέσται τὰ τέλη τῆς εὐφροσύνης, ἐπειδὰν ἡ κοίμησίς με καταλάβῃ καὶ ὁ κατὰ τὸν θάνατον ὕπνος. Τότε γὰρ σὺ αὐτὸς ὁ, Κύριε, μετὰ τῆς ἀγαθῆς ταύτης ἐλπίδος ἀναλαβών με κατοικιεῖς ἐν ταῖς ἐπουρανίοις μοναῖς. Σημείωσαι δὲ κἀνταῦθα τὰς ἐπὶ τοῖς διαψάλμασι διαστολὰς, ἤτοι τῆς διανοίας ἐναλλαγὴν παριστώσας, ἢ τάχα μεταβολὴν τοῦ μέλους ἐναλλάττοντος, ἢ τὸν ῥυθμόν.
son of release from the body, in which in peace I shall make my lying down to rest and my release from the body; and I am well and surely persuaded that then the consummations of gladness will be present for me, whenever the lying down to rest overtakes me and the sleep of death. For then Thou Thyself, O Lord, taking me up with this good hope, will settle me in the heavenly mansions. Note here also the pauses at the diapsalmata, presenting either a shift of thought, or perhaps a change of the varying melody, or the rhythm.
Ἀστέριος δὲ ὁ ἀρειανὸς οὕτως τὸν ψαλμὸν ἐξηγήσατο· Διὰ τί, εἰς τὸ τέλος ἐν ὕμνοις, ἐπιγέγραπται ὁ ψαλμός; Ἐπειδὴ καλῶς μὲν ἤρξατο, καλῶς δὲ τὸν βίον ἐτέλεσε· ἢ ἐπειδὴ κακῶς μὲν ἤρξατο, θεωρήσας τὴν τοῦ Οὐρίου γυναῖκα λουομένην καὶ ἐμοίχευσε· καλῶς δὲ, μετανοήσας, τὸν βίον ἐτέλεσε· διὰ τοῦτο εἰς τὴν ἀρχὴν ἐν ψόγοις, εἰς τὸ τέλος ἐν ὕμνοις. Ψαλμὸς τῷ Δαυΐδ ἡ πρᾶξις τῆς μετανοίας· καὶ ἐπειδὴ ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ δικαιοσύνη, διὰ τοῦτο ἔλεγεν· Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου. Δικαιοσύνην γὰρ αὐτοῦ νῦν λέγει ὁ Δαυΐδ τὴν μετάνοιαν. Εἶδεν ὁ Θεὸς καθαρθεῖσαν τὴν ψυχὴν, καὶ ἐδέξατο τὴν προσευχήν. Ἢ ἐπειδὴ ἐν τῷ πρὸ τούτου ψαλμῷ τὸν διωγμὸν τὸν ὑπὸ τοῦ Ἀβεσσαλὼν ὠδύρετο· προσευχὴ δὲ μεσιτεύσασα τὸν τύραννον ἀνεῖλεν· ὡς, ἐρωτηθεὶς πῶς τοῦ Ἀβεσσαλὼμ ἐνίκησεν, ἀπεκρίνατο τὴν ἀρχὴν τοῦ ψαλμοῦ. Ὥσπερ γὰρ, φησὶν, ἁμαρτήσαντί μοι ὁ Θεὸς αὐτὸν κατ' ἐμοῦ ἤγειρεν, οὕτως μετανοήσαντι τὴν κατ' αὐτοῦ ἐδωρήσατο νίκην. Διὰ τί δ' ἐν αὐτῷ τῷ ἐπικαλεῖσθαι εἰσηκούσθη ὁ Δαυΐδ; Ἐπειδὴ, ἐλεγχόμενος ὑπὸ τοῦ Νάθαν, εὐθὺς εἰς μετάνοιαν ἐκάμφθη, διὰ τοῦτο εὐθὺς προσευχόμενος εἰσηκούσθη. Ὁ γὰρ πάντα ποιῶν ὅσα βούλεται, ὁ Θεὸς, ὑπακούεται παραχρῆμα, καὶ ἔτι λαλοῦντος ἐρεῖ ὁ Θεός· Ἰδοὺ πάρειμι.
And Asterius the Arian expounded the psalm thus: Why is the psalm inscribed, unto the end in hymns? Since he began well indeed, and ended his life well; or since he began badly indeed, having beheld the wife of Urias bathing and committed adultery, yet ended his life well, having repented; on this account at the beginning in censures, unto the end in hymns. A psalm of David is the deed of repentance; and since where sin abounded, righteousness superabounded, on this account he said: When I called upon Him, the God of my righteousness heard me. For David now calls his repentance his righteousness. God saw the soul cleansed, and accepted the prayer. Or since in the psalm before this he lamented the persecution by Absalon, and prayer intervening slew the usurper; as though, on being asked how he prevailed over Absalom, he answered the beginning of the psalm. For just as, he says, when I sinned God raised him up against me, so when I repented He granted the victory over him. And why in the very act of calling was David heard? Since, on being rebuked by Nathan, he was straightway bent unto repentance, on this account straightway on praying he was heard. For He Who does all things whatsoever He wills, God, hearkens immediately, and while one is still speaking God will say: Behold, here I am.
Εἶτα εἰρηκὼς τοῖς πλησίον ὅπως τάχιον εἰσηκούσθη, τρέπει τὸν λόγον πρὸς τὸν Θεὸν, καὶ τῷ εἰσακούσαντι εὐχαριστεῖ· Ἐν θλίψει ἐπλάτυνάς μοι. Τὰ κύματα τῶν θλίψεων, φησὶν, ἡ ταχεῖα γαλήνη διέλυσε, καὶ λιμῷ με τηκόμενον ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου ἐπλούτισας, ὡς μὴ μόνον ἐμὲ, ἀλλὰ καὶ πάντας τοὺς ὑπ' ἐμὲ ἀπολαῦσαι. Διὸ ὑπωκαταβὰς ἔλεγεν· Ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν. Ἡ ἐκείνων συνουσία εὐφροσύνη καρδίας μοι γέγονεν. Τοῦτο δὲ μανθάνομεν ἀπ' αὐτῆς τῆς ἱστορίας. Ὅτε γὰρ πολεμούμενος ὑπὸ τοῦ Ἀβεσσαλὼμ ἔφυγεν ἐν ταῖς ἐρήμοις καὶ ἐν τοῖς ὄρεσιν, λιμῷ καὶ ἀνάγκῃ ὡς ἐν διωγμῷ ἐκρατήθη· ἀλλ' ὁ Θεὸς αὐτοῦ τὴν ἀνάγκην παρεμυθήσατο. Πρῶτος γὰρ ὁ Σίβα ὁ ἐκ τοῦ οἴκου τοῦ Σαοὺλ ἤνεγκεν αὐτῷ ἄρτους διακοσίους, καὶ οἶνον καὶ παλάθας καὶ σταφίδας· εἶτα μετὰ τοῦτον Βερζελλὶ ὁ Γαλααδίτης, καὶ
Then having told his neighbours how quickly he was heard, he turns his speech towards God, and gives thanks to Him Who heard: In affliction Thou broadened room for me. The waves of afflictions, he says, swift calm dissolved, and me wasting away with famine Thou enriched from the fruit of corn and wine and oil, so that not only I, but also all those under me enjoyed it. Wherefore going a little lower he said: From the fruit of their corn and wine and oil they were multiplied. The store of those things became gladness of heart to me. And this we learn from the history itself. For when warred upon by Absalom he fled in the deserts and in the mountains, he was gripped by famine and distress as in persecution; yet God comforted his distress. For first Siba, he of the house of Saul, brought him two hundred loaves, and wine and fig-cakes and raisins; then after him Berzelli the Galaadite, he too
Notes, col. 112

On the reading

Printed ὁ, Κύριε, for ὦ Κύριε.

Printed Ἀβεσσαλὼν, for Ἀβεσσαλὼμ.

Printed ὑπωκαταβὰς, for ὑποκαταβὰς.