τῶν δύο ὁδῶν, ἑξῆς καὶ τὰ περὶ τοῦ Σωτῆρος παιδευθῆναι· δι' οὗ πάντες ἄνθρωποι τὴν μὲν τῶν ἀσεβῶν ὁδὸν ἐξέφυγον, ἔτυχον δὲ τῆς ὁδοῦ τῆς σωτηρίου διὰ τῆς εἰς αὐτὸν πίστεως· ὃ δὴ παρίστησιν φάσκων ὁ λόγος· Μακάριοι πάντες οἱ πεποιθότες εἰς αὐτόν.
ing the two ways, next also to be instructed in the things concerning the Saviour; through Whom all men escaped the way of the ungodly, and attained the saving way through faith in Him; which indeed the word presents, saying: Blessed are all who have trusted in Him.
Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Σωτὴρ ἀνθρώποις ἐπιδεδήμηκεν ὁ Χριστὸς τοῦ Θεοῦ· Σωτὴρ καὶ φωστὴρ τῶν ἐθνῶν ἁπάντων, διδάσκαλος εὐσεβείας, σωφροσύνης καθηγεμὼν, δικαιοσύνης ἀρχηγὸς, ἀρετῆς ἁπάσης καὶ θεογνωσίας ἀληθοῦς αἴτιος. Τί δὲ οὖν, φησὶ, ταράττεται τὰ ἔθνη ἐπὶ τῇ τῶν τοσούτων ἀγαθῶν παρουσίᾳ; Εἰ δὲ καὶ πληρωτὴς ἐλήλυθε τοῦ Μωϋσέως νόμου, ὥσπερ οὖν αὐτὸς διδάσκει λέγων· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, καὶ τὰ τῶν προφητῶν λόγια δι' αὐτοῦ τέλους ἐτύγχανε· τί δὲ οἱ ταῦτα μελετῶντες, καὶ διὰ στόματος αὐτὰ φέρειν σπουδάζοντες, οἱ τοῦ Ἰουδαίων ἔθνους λαοὶ ματαίαν ἐποιήσαντο περὶ αὐτοῦ μελέτην; Ἀλλὰ καὶ οἱ καθ' ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἄρχοντες, οἵ τε κατὰ χρόνους βασιλεῖς τῆς γῆς, τί δὴ παθόντες δεινὸν, ἢ τί λέγειν ἔχοντες διαβολῆς ἄξιον, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ κακὴν ταύτην συνετάξαντο συμφωνίαν, ὡς μίαν ἐπιβουλὴν ἀρτῦσαι καὶ μίαν ἀσεβῆ γνώμην βουλεύσασθαι κατὰ τοῦ τῶν ὅλων δεσπότου τε καὶ βασιλέως Θεοῦ, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ; Οἱ γοῦν τὸν ὑπὸ τοῦ πάντων Κυρίου τε καὶ Θεοῦ ἀπεσταλμένον ἀνθρώποις Σωτῆρα πολεμοῦντες, ἐλαύνοντές τε αὐτοῦ τὴν διδασκαλίαν καὶ τὴν Ἐκκλησίαν αὐτοῦ κατὰ χρόνους διώκοντες βασιλεῖς καὶ ἄρχοντες τῆς γῆς λελήθασιν οὐ μόνον εἰς τὸν Χριστὸν, ἀλλὰ καὶ εἰς τὸν ἀπεσταλκότα αὐτὸν ἐκτείνοντες τὰ τῆς ἀσεβείας. Χριστὸν μὲν οὖν ὀνομαστὶ ὑπὸ ἀνθρώπων ἐπιβουλευόμενον σαφῶς ἐν τούτοις ὁ λόγος θεσπίζει. Προϊὼν δὲ καὶ Υἱὸν τοῦ Θεοῦ ὀνομάζει· ἀλλὰ καὶ κλῆρον αὐτῷ παρὰ τοῦ Πατρὸς δοθήσεσθαι πάντα τὰ ἔθνη καὶ τὰ πέρατα τῆς γῆς διδάσκει· ἃ δὴ ἐπὶ μόνῳ τῷ ἡμετέρῳ Σωτῆρι πεπληρωμένα δείκνυται. Ἐπεὶ δὲ γεγόνασι παρὰ Ἰουδαίοις καὶ ἕτεροι Χριστοὶ, ἱερεῖς δηλαδὴ καὶ βασιλεῖς τοῦ ἔθνους, σκοπήσεις ἐπὶ τίνος τούτων τὰ θεσπιζόμενα συμβέβηκεν· εἴ τις καὶ ἄλλος ἐπιβουλεύεται, εἴ τις Υἱὸς Θεοῦ κέκληται, εἴ τις τῶν ἐθνῶν ἁπάντων κεκράτηκεν· εἴ τις καθ' ὅλης Χριστὸς ἐγνώσθη τῆς οἰκουμένης. Ἀλλ' οὐκ ἂν ἔχοι τις εἰπεῖν· μόνος γὰρ ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς τῆς οἰκείας προσηγορίας τὸν σύμπαντα κατέπλησε κόσμον, Χριστιανῶν ἐξ αὐτοῦ πᾶσαν τὴν οἰκουμένην πληρώσας, καὶ ἐπὶ μόνῳ αὐτῷ ἕκαστος τῶν εἰρημένων τέλους ἔτυχεν.
The kings of the earth stood by, and the rulers were gathered together against the Lord and against His Christ. As Saviour for men has the Christ of God sojourned here: Saviour and luminary of all the nations, teacher of piety, guide of temperance, author of righteousness, cause of all virtue and of true knowledge of God. Why then, he says, are the nations troubled at the coming of such great blessings? And if He has also come as fulfiller of the law of Moses, just as He Himself teaches, saying: I came not to destroy the law, rather to fulfil it, and the oracles of the prophets obtained their end through Him; why then did the peoples of the nation of the Jews, who meditate on these things and are eager to carry them upon their mouth, make a vain meditation concerning Him? Moreover the rulers of the nations throughout the whole inhabited earth, and the kings of the earth from time to time, having suffered what terrible thing, or having what to say worthy of slander, together and with one accord drew up this evil agreement, so as to contrive one plot and take counsel in one ungodly resolve against God the Master and King of all, and against His Christ? At all events, the kings and rulers of the earth who war against the Saviour sent to men by the Lord and God of all, driving out His teaching and persecuting His Church from time to time, have escaped their own notice stretching forth the deeds of ungodliness not only against the Christ, rather also against Him Who sent Him. That Christ by name is plotted against by men, the word clearly prophesies in these lines; and proceeding further it also names Him Son of God; moreover it teaches that all the nations and the ends of the earth will be given to Him by the Father as an inheritance; which things indeed are shown fulfilled in our Saviour alone. And since there have also been other anointed ones among the Jews, namely priests and kings of the nation, you will examine in whom of these the things prophesied have come to pass: whether anyone else also is plotted against, whether anyone has been called Son of God, whether anyone has prevailed over all the nations, whether anyone has become known as Christ throughout the whole inhabited earth. Yet no one could say so; for our Saviour Jesus Christ alone filled the whole world with His own title, filling the entire inhabited earth with Christians named from Him, and in Him alone each of the things spoken of obtained fulfilment.
Τὸ διάψαλμα παρὰ τοῖς Ἑβδομήκοντα κεῖται, οὐκέτι δὲ παρὰ Θεοδοτίωνι καὶ Συμμάχῳ. Καίτοι γε εἰώθασι πολλάκις χρῆσθαι τῇ λέξει ταύτῃ ὁμοίως τοῖς Ἑβδομήκοντα. Διὸ εἰκὸς, εἰ καὶ τὸ πρόσωπον
The diapsalma stands in the Seventy, yet no longer in Theodotion and Symmachus, even though they are accustomed often to use this word similarly to the Seventy. Wherefore it is likely that, even if the speaker