Migne Reading Room

PG 23 · cols. 877–888 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:877Read from the page
γονέναι τὸν τόπον αὐτοῦ· καὶ οἱ λοιποὶ δὲ ἑρμηνευται τοῦτον ἡρμήνευσαν τὸν τρόπον, ἐν Σαλὴμ ἐκδεδωκότες. Ὁ δὲ τοῖς θείοις δόγμασι μεμαθητευμένος, παιδευθεὶς, ὅτι οὐ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραὴλ, οὐδὲ ὅσοι σπέρμα Ἀβραάμ εἰσι, πάντες τέκνα· οὐ γὰρ τὰ τέκνα τῆς σαρκὸς ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα· ἔτι τε ἐπακούσας τοῦ αὐτοῦ Ἀποστόλου λέγοντος, Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή· ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι· οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ πάλιν· Ἡμεῖς γάρ ἐσμεν ἐν περιτομῇ οἱ ἐν πνεύματι Θεοῦ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες· ἔτι μὴν ἐπιστήσας τὸ, Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα, ὡς ἑτέρου ὄντος τοῦ μὴ κατὰ σάρκα, ἀλλὰ κατὰ πνεῦμα ἀληθινοῦ Ἰσραήλ· τούτοις μεμαθητευμένος, τὸν ἀληθινὸν Ἰσραὴλ ἐκδέξεται εἶναι τὸν ἐκ τοῦ πράγματος σημαινόμενον. Μεταλαμβάνεται γοῦν τοὔνομα εἰς τὸν ὁρῶντα τὸν Θεόν· τὸν διορατικὸν τοίνυν καὶ γνωστικὸν καὶ ἐπιστημονικὸν ἄνδρα μόνον εἶναι τὸν ἀληθινὸν Ἰσραὴλ ἀποφανεῖται· ὃν ἡ μετὰ χεῖρας παρίστησι λέξις φάσκουσα· Ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Ἐλέγχει δὲ τὸν Ἰουδαῖον οὐκ ἄξιον ὄντα τῆς προσηγορίας τοῦ Ἰσραὴλ ὁ προφητικὸς λόγος ἀποτεινόμενος πρὸς αὐτοὺς καὶ λέγων· Οὐαι ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν· καὶ, Ἀκούσατε λόγον Κυρ⟨…⟩ου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Ὥσπερ οὖν ὁ φάσκων περὶ τῶν ἐθνῶν· Διότι ἀπ' ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομα αὐτοῦ ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· καὶ πάλιν· Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, σαφῶς παρίστησι δύνασθαι τὰ ἔθνη εἶναι τὸν Ἰσραὴλ, εἴπερ ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. Καὶ πρὸς μὲν Ἰουδαίους ἐλέγετο· Υμεῖς δὲ βεβηλοῦτε αὐτὸ, δῆλον δ' ὅτι τὸ ὄνομα τοῦ Θεοῦ. Καὶ αὖθις εἴρηται πρὸς αὐτούς· Δι' ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. Εἰ τοίνυν ἡ μετὰ χεῖρας Γραφὴ διδάσκει ἐκεῖνον εἶναι τὸν Ἰσραὴλ, παρ' ᾧ τὸ τοῦ Θεοῦ δοξάζεται ὄνομα, ἐκ τῶν εἰρημένων γένοιτ' ἂν κατάδηλος ὁ ὀφείλων λέγεσθαι κυρίως Ἰσραήλ. Ἀναλόγως δὲ τούτῳ νοήσεις καὶ τὴν Ἰουδαίαν· ἔνθα γάρ ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ, αὕτη ἐστὶν ἡ Ἰουδαία. Τοῦτο γοῦν ἡ Γραφὴ παρίστησι λέγουσα· Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός. Εἰ δὲ μὴ τὸ πρᾶγμα ἐπὶ τῆς Ἰουδαίας, λέγω δὲ τῆς Παλαιστίνων χώρας εὑρίσκοιτο, πλείστης οὔσης εἰδωλολατρείας ἐν αὐτῇ γενομένης, αὐτῶν Ἰουδαίων τὸ παλαιὸν εἰδωλολατρευόντων ἐν αὐτῇ, ὡς τοὺς προφήτας ἀπελέγχειν αὐτοὺς καὶ λέγειν· Κατὰ γὰρ τὸν ἀριθμὸν τῶν πόλεών σου ἦσαν θεοί σου Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἀμφόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βαάλ· πῶς δυνατὸν ταύτην εἶναι λέγεσθαι τὴν τὸ γνωστὸν τοῦ Θεοῦ κεκτημένην Ἰουδαίαν; Διὰ τί δὲ
come His place; and the rest of the translators also rendered it in this manner, having published it as in Salem. But he who has been instructed in the divine doctrines, having been taught that not all who are of Israel, these are Israel, nor because they are Abraham's seed are all children, for not the children of the flesh, these are children of God, but the children of the promise are reckoned as seed; and having heard besides the same Apostle saying, For he is not a Jew who is one outwardly, nor is circumcision that which is outward in flesh; but he is a Jew who is one inwardly, and circumcision is of the heart, in spirit, not in letter, whose praise is not from men, but from God; and again: For we are in circumcision who worship by the Spirit of God, and do not trust in flesh; and having furthermore paid heed to the saying, Behold Israel according to flesh, inasmuch as there is another true Israel not according to flesh, but according to spirit: having been instructed in these things, he will understand the true Israel to be he who is signified by the reality itself. At any rate, the name is translated as the one who sees God; he will therefore pronounce only the clear-sighted and knowing and understanding man to be the true Israel, whom the text in hand sets forth, declaring: In Israel great is His name. And the prophetic word convicts the Jew as not worthy of the appellation of Israel, addressing itself to them and saying: Woe, sinful nation, a people full of sins; and, Hear the word of the Lord, rulers of Sodom; attend to the law of God, people of Gomorrha. Just as, therefore, he who declares concerning the nations: Because from the risings of the sun unto the settings His name has been glorified among the nations, and in every place incense is offered to My name, and a pure sacrifice; and again: Because great is My name among the nations, clearly establishes that the nations can be Israel, if indeed in Israel great is His name. And to the Jews it was said: But you profane it, manifestly the name of God. And once more it has been spoken to them: Because of you continually My name is blasphemed among the nations. If then the Scripture in hand teaches that he is Israel among whom the name of God is glorified, from what has been said it should become evident who ought properly to be called Israel. And analogously to this you will understand Judaea also; for where the knowledge of God is, this is Judaea. At any rate Scripture sets this forth, saying: Known in Judaea is God. But if the reality should not be found in the case of Judaea—I mean the land of the Palestinians—very much idolatry having occurred in it, the Jews themselves of old having practised idolatry in it, so that the prophets convicted them and said: For according to the number of your cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem they sacrificed to Baal: how is it possible for this to be called the Judaea that possesses the knowledge of God? And why
Notes, col. 877

On the reading

Printed ἑρμηνευται, for ἑρμηνευταὶ.

Printed Οὐαι, for Οὐαὶ.

Printed Υμεῖς, for Ὑμεῖς.

PG 23:880Read from the page
οὐκ ἂν εἴποις τὴν Αἰγυπτίων χώραν ἀξίαν τῆς προσηγορίας, περὶ ἧς εἴρηται· Καὶ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αιγύπτου· καὶ αὖθις· Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις; Εἰ γὰρ παρ' οἷς γνωστός ἐστιν ὁ Θεὸς παρὰ τούτοις καὶ ἡ Ἰουδαία τυγχάνει, τί τὸ κωλῦον μὴ πάντας τοὺς τὴν γνῶσιν ἀνειληφότας τοῦ Θεοῦ ἐν τῇ Ἰουδαίᾳ εἶναι λέγεσθαι;
would you not say that the land of the Egyptians is worthy of the appellation, concerning which it has been said: And there shall be an altar to the Lord in the land of Egypt; and once more: And the Lord shall be known to the Egyptians? For if among whomsoever God is known, among these Judaea also is, what hinders all who have received the knowledge of God from being said to be in Judaea?
Νοήσεις δὲ ὅπως ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἰ μὲν γὰρ ὁ παρὰ Ἰουδαίοις τιμώμενος τόπος ἀπόρθητος καὶ ἀπολέμητος πεφύλακτο, λόγον εἶχε συγχωρεῖν Ἰουδαίων παισὶν αὐτὸν εἶναι νομίζειν τὸν ὑπὸ τῶν Γραφῶν δηλούμενον· εἰ δ' οὗτος μὲν ἐκ βάθρων ἀνῄρηται ἁλοὺς πολλάκις ὑπὸ πολεμίων, ἐν εἰρήνῃ δὲ λέγεται ὑπάρχειν ὁ τόπος αὐτοῦ· οὐκ ἂν δύναιτο ἀληθεῖ λόγῳ νομίζεσθαι τόπος εἶναι τοῦ Θεοῦ ὁ πολλάκις ὑπὸ πολεμίων ἁλούς. Διὸ οὐδὲ ὠνόμασε νῦν, ἐπὶ τὴν Ἱερουσαλὴμ, ὡς ἂν μή τις ἐκπέσοι ἐπὶ τὴν Ἰουδαϊκὴν πόλιν· ἀντὶ δὲ ταύτης τὴν διάνοιαν τοῦ πράγματος παρέστησεν εἰπών· Ἐγενήθη ἐν Σαλὴμ ὁ τόπος αὐτοῦ. Σαλὴμ δὲ ἑρμηνεύεται εἰρήνη· διὸ παρὰ τοῖς Ἑβδομήκοντα εἴρηται· Ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ. Εἰ μὲν οὖν καὶ ἐπὶ γῆς εὑρίσκοιντο ψυχαὶ παντὸς ἠλευθερωμέναι πολέμου ἐν εὐσταθείᾳ καὶ ἀταραξίᾳ καὶ γαλήνῃ διάγουσαι, εἰκότως ἂν λεχθεῖεν καὶ αὗται τόπος τοῦ Θεοῦ, ὡς ἂν χωρητικαὶ οὖσαι θείου Πνεύματος. Διὸ περὶ τῶν τοιούτων εἴρηται τὸ, Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δὲ σπανίως μὲν εὑρίσκοιντο ἐπὶ γῆς τοιοῦτοι, ἐν δὲ τῇ κατ' οὐρανὸν χρηματιζούσῃ Θεοῦ πόλει πληθύει τὸ τοῦ Θεοῦ οἰκητήριον, ἐν ἀγγέλοις, καὶ ἀρχαγγέλοις, καὶ θείαις δυνάμεσι, καὶ πνεύμασιν ἁγίοις· εἰκότως τὸν τόπον τοῦ Θεοῦ παρ' ἐκείνοις εἴποι ἄν τις, κἀκείνην εἶναι τὴν εἰρήνην ἀληθῶς Σαλὴμ ἐνταῦθα κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνομασμένην. Διὸ καὶ ὁ Ἀπόστολος ταύτην εἰδὼς ἔλεγεν· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Σαλὴμ μὲν γὰρ ἑρμηνεύεται εἰρήνη, Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης· ἧς τὸ ἐφέστιον ἐν ταῖς κατ' οὐῤανὸν θείαις τυγχάνει δυνάμεσιν· ἐν αἷς ὁ Θεὸς αὐτὸς ἐμπεριπατεῖ, χωρητικαῖς οὔσαις τῆς αὐτοῦ θεότητος. Ἑξῆς τούτοις λέγεται· Καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών. Εἶτα συνάπτει φάσκων ὁ λόγος· Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον. Καὶ ἐνταῦθα πάλιν εἰ μὲν ἐπὶ τῆς αἰσθητῆς καὶ ἐπιγείου Σιὼν ταῦτα πέπρακτο, οὐδὲ ἔδει φθονεῖν Ἰουδαίοις οὕτως ἐκδέχεσθαι βουλομένοις· εἰ δὲ πᾶν τοὐναντίον ἐξ αὐτῶν ὁρᾶται τῶν πραγμάτων, διὰ τὸ ἠρημῶσθαι τὴν Σιὼν ἐκ τῆς τῶν πολεμίων πολιορκίας, ἀνάγκη τῇ ἀποδοθείσῃ εἰρήνῃ καταλλήλως καὶ τὴν Σιὼν ἐκλαμβάνειν, ἤτοι τὴν
And you will understand how His place came to be in peace, and His habitation in Sion. For if the place honoured among the Jews had been preserved unravaged and unwarred upon, there would have been reason to concede to the children of the Jews to suppose it to be the one signified by the Scriptures; but if this one has been razed from its foundations, having been captured many times by enemies, whereas His place is said to be in peace, that which was captured many times by enemies could not in true reason be supposed to be the place of God. Wherefore neither did it name Jerusalem here, lest anyone should slip away towards the Jewish city; but instead of this it set forth the meaning of the reality, saying: His place came to be in Salem. Now Salem is translated peace; wherefore among the Seventy it has been said: His place came to be in peace. If then even on earth souls should be found freed from all war, passing their lives in stability and untroubledness and calm, reasonably might these too be called the place of God, as being receptive of the divine Spirit. Wherefore concerning such persons it has been said, I will dwell in them and walk among them, and I will be their God, and they shall be My people. But if on earth such persons should rarely be found, while in the city of God that is in heaven the dwelling-place of God abounds among angels, and archangels, and divine powers, and holy spirits, reasonably might one say that the place of God is among them, and that that peace is truly what is here named Salem according to the Hebrew tongue. Wherefore the Apostle also, knowing this city, used to say: But the Jerusalem above is free, which is our mother. For Salem is translated peace, and Jerusalem vision of peace; whose hearth is among the divine powers in heaven, among whom God Himself walks, seeing that they are receptive of His deity. Next after these things it is said: And His habitation in Sion. Then the word joins on, declaring: There He shattered the strengths of the bows, shield and sword and war. And here again, if these things had been accomplished in the case of the perceptible and earthly Sion, one ought not even to begrudge the Jews wishing so to understand it; but if quite the contrary is seen from the events themselves, because Sion has been laid waste as a result of the siege of the enemies, it is necessary, conformably to the peace already explained, to take Sion also, either as the
Notes, col. 880

On the reading

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed οὐῤανὸν, for οὐρανὸν.

PG 23:881Read from the page
Ἐκκλησίαν τοῦ Θεοῦ, ἢ τὴν ἐπουράνιον, ἣν ὁ θεῖος Ἀπόστολος παρίστη λέγων· Προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ἐνταῦθα γὰρ μηδεμιᾶς ἁμαρτίας ἐνεργούσης, μηδέ τινος ὑφεστῶτος ψυχῶν πολεμίου, συντέτριπται
Church of God, or as the heavenly one, which the divine Apostle set forth, saying: You have come unto Mount Sion, and unto the city of the living God, heavenly Jerusalem, and to myriads of angels in festal gathering, and to the Church of the firstborn enrolled in the heavens. For here, since no sin is at work, nor any enemy of souls subsists, shattered are
Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων, ἐταράχθησαν οἱ ἀσύνετοι τῇ καρδίᾳ. Σφόδρα ἀκολούθως, μετὰ τὸ παραστῆσαι τὸν τόπον τοῦ Θεοῦ, διδάσκει, ὅτι ἀποκέκλεισται εἴσω τοῦ τόπου αὐτοῦ τὰ ἀγαθά· ἀκτῖνας δ' ὥσπερ ἐκπέμπει καὶ ἐπὶ τοὺς ποῤῥωτάτω. Διό φησι· Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ⟨…⟩ρέων αἰωνίων. Τίνα δὲ ἦν τὰ αἰώνια ὄρη, ἀλλ' ἢ Σιὼν καὶ ἡ Σαλὴμ, τὰ διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα; Ἄνωθεν γοῦν ἀπὸ τῶν οὐρανίων ὑψωμάτων, ὥσπερ ἔκ τινων αἰωνίων ὀρῶν, τὰς αὐγὰς τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν, καὶ μέχρι τῶν ἐπὶ γῆς ἐκπέμπων, φωτίζει τὰς τῶν ἀξίων ψυχὰς, καταλάμπων αὐτὰς τῷ ἁγίῳ αὐτοῦ Πνεύματι· ταύτας μὲν οὖν φωτίζει· τοὺς δὲ ἀναξίους τῶν φώτων αὐτοῦ προνοίᾳ τῆς δικαιοκρισίας αὐτοῦ μετερχόμενος θορυβεῖ. Διὸ ἐπιλέγει· Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ. Ἀσύνετοι γὰρ ἀληθῶς ὄντες τῇ καρδίᾳ, ἢ κατὰ τὸν Σύμμαχον, ὑπερήφανοι τὴν καρδίαν, οὐ παρεδέξαντο τοῦ φωτὸς τοῦ Θεοῦ τὰς μαρμαρυγὰς, διὸ ἐταράχθησαν. Οἱ δ' αὐτοὶ, καὶ ὑπνώσαντες τὸν ὕπνον αὐτῶν, οὐχ εὗρον οὐδὲν ἐν ταῖς χερσὶν αὐτῶν, ἄνδρες ὄντες πλούτου. Πρὸς βραχὺ γὰρ ὀνειρώξαντες τῇ τοῦ θνητοῦ βίου φαντασίᾳ, καὶ μέγα φρονήσαντες ἐπὶ πλούτῳ, ἐνόμιζόν τινες εἶναι, κατεντρυφῶντες ταῖς ἀπὸ τοῦ πλούτου ποριζομέναις αὐτοῖς ἡδυπαθείαις· ὡς δὲ τοῦ ὕπνου διεγρηγόρησαν, μεταστάντες τοῦ παρόντος βίου, εὗρον ἑαυτοὺς οὐκ ἔχοντας οὐδὲν, οὐδέ τι ταῖς χερσὶ κρατοῦντας. Διὸ λέλεκταί που· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται ⟨…⟩ὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ⟨…⟩ὐτοῦ. Ἔνθεν εἰκότως οἱ ἀληθῶς ἀσύνετοι τῇ καρ⟨…⟩ίᾳ ἐταράχθησαν ἀπὸ ἐπιτιμήσεως τοῦ Θεοῦ Ἰα⟨…⟩ώβ· ἢ κατὰ τὸν Σύμμαχον, ἀπὸ ἐμβριμήσεως· τὸ ⟨…⟩ηνικαῦτα γὰρ ὑπὸ ἀπόφασιν γενόμενοι τῆς τοῦ Θεοῦ ⟨…⟩ικαιοκρισίας, ταραχθήσονται εἰκότως, ἐπειδήπερ ⟨…⟩νύσταξαν ἐπιβεβηκότες τοῖς ἑαυτῶν ἵπποις, δηλαδὴ ⟨…⟩οῖς ἀκολάστοις σώμασι· δέον ἐγρηγορέναι καὶ νήφειν, ⟨…⟩νημονεύοντας θείου προστάγματος λέγοντες· Γρη⟨…⟩ορεῖτε, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ⟨…⟩ραν. Οἱ δὲ ἐνύσταζον καὶ ὕπνωσαν ὕπνον αὐτῶν, ⟨…⟩είροις καὶ φαντάσμασιν ἐκδοθέντες, ἵπποις τε θη⟨…⟩μανέσι τοῖς αὐτῶν σώμασι χρησάμενοι. Οὗτοι τοι⟨…⟩ροῦν πάντες οἱ ποτὲ μὲν λεγόμενοι ἀσύνετοι τῇ ⟨…⟩ρδίᾳ, ποτὲ δὲ ἄνδρες τοῦ πλούτου, νυνὶ δὲ ἐπιβε⟨…⟩κότες τοὺς ἵππους, τέως μὲν κατὰ τὴν θνητὴν ⟨…⟩ὴν ἐνύσταξαν, ἢ κατὰ τὸν Σύμμαχον, ἐκαρώθη-
Thou illuminatest wondrously from eternal mountains; all those without understanding in heart were troubled. Most consistently, after setting forth the place of God, it teaches that the good things are shut up within His place; yet He sends forth rays as it were even unto those farthest away. Wherefore it says: Thou illuminatest wondrously from eternal mountains. And what were the eternal mountains, save Sion and Salem, which were explained through what went before? From above at any rate, from the heavenly heights, as from certain eternal mountains, sending forth the beams of the flashings of His deity even as far as those on earth, He illuminates the souls of the worthy, shining down upon them with His Holy Spirit; these indeed He illuminates, whereas those unworthy of His lights, visiting them by the providence of His righteous judgement, He throws into confusion. Wherefore it adds: All those without understanding in heart were troubled. For being truly without understanding in heart, or according to Symmachus, proud in heart, they did not welcome the flashings of the light of God, wherefore they were troubled. And these very ones, having also slept their sleep, found nothing in their hands, though they were men of wealth. For having dreamed briefly in the fantasy of mortal life, and having thought highly of themselves over wealth, they supposed themselves to be somebody, revelling in the luxurious pleasures procured for them from wealth; but when they awoke from sleep, having departed from the present life, they found themselves having nothing, nor holding anything in their hands. Wherefore it has been said somewhere: Fear not when a man grows rich, and when the glory of his house is multiplied; because at his dying he shall not take all things, nor shall his glory descend along with him. Hence reasonably those truly without understanding in heart were troubled at the rebuke of the God of Jacob; or according to Symmachus, at the indignation; for coming at that time under the sentence of God's righteous judgement, they will reasonably be troubled, seeing that they slumbered mounted upon their own horses, manifestly their licentious bodies; whereas they ought to have kept awake and been sober, mindful of a divine command saying: Keep awake, because you know not the day nor the hour. But they slumbered and slept their sleep, given over to dreams and phantoms, and having used their bodies as mare-mad horses. All these, accordingly, who are called at one time without understanding in heart, at another time men of wealth, and now mounted upon horses, for a while during mortal life slumbered, or according to Symmachus, were plunged into stup-
Notes, col. 881

On the reading

Printed λέγοντες·, for λέγοντος·.

PG 23:884Read from the page
σαν, κάρῳ καὶ μέθῃ ψυχῆς περιενεχθέντες· εἶτα δὲ ὕπνωσαν ὕπνον αὐτῶν, φαντασίαις ματαίαις ἐκδοθέντες· καὶ τέλος διυπνισθέντες, ἐταράχθησαν ἀπὸ
or, having been whirled about in lethargy and drunkenness of soul; and then they slept their sleep, given over to vain fantasies; and finally, having been awakened, they were troubled at
Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου. Τοῖς μὴ βουληθεῖσι τοῦ θείου φωτὸς τὰς αὐγὰς παραδέξασθαι φοβερὸς εἶναι λέγεται. Διὸ ἀνωτέρω μὲν αὐτῷ προσεφώνει τῷ Θεῷ λέγων Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων· νυνὶ δὲ τῷ αὐτῷ, Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; Οὐκοῦν ὁ αὐτὸς καὶ φωτὸς πάροχος, καὶ φοβερὸς τυγχάνει· τοῖς μὲν δεξιοῖς φωτὸς χορηγὸς, τοῖς δὲ ἀριστεροῖς φοβερὸς, οἷς δὴ καὶ φήσει· Πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Εἶθ' ἑξῆς ἐπιφέρει· Ἀπὸ τότε ἡ ὀργή σου. Ἀπὸ τότε δὲ, πότε, ἀλλ' ἢ ἀφ' οὗ ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, καὶ ὕπνωσαν ὕπνον αὐτῶν οἱ ἀσύνετοι τῇ καρδίᾳ; Ἐξ ἐκείνου γὰρ αὐτοὶ ἑαυτοῖς ἐθησαύρισαν ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς· ὡς λέγεσθαι πρὸς αὐτούς· Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν, καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. Ἕκαστος γὰρ καθ' ὃν καιρὸν ἁμαρτάνει, ἀπὸ τότε ὀργὴν ἑαυτῷ θησαυρίζει· ὀργῆς νοουμένης τῆς τοῖς πλημμελοῦσι τεταμιευμένης τιμωρίας. Ἑξῆς δὲ εἴρηται· Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν. Πρόσχες δὲ ἐπιμελῶς, ὡς οὐκ εἴρηται, ἐποίησας, ἀλλ' ἠκούτισας. Πρὶν γὰρ ἐπιβῆναι τὸν τῆς κρίσεως καιρὸν τοῖς πρὸ τῆς κρίσεως τὸν θνητὸν βίον διανύουσι, τοὺς περὶ τῆς κρίσεως λόγους ἀκουσθῆναι ἐποίησε διὰ τῶν θείων ἀναγνωσμάτων. Ἀλλὰ νῦν μὲν ἐκ τοῦ οὐρανοῦ ἀκουστὴν ἐποίησε τὴν μέλλουσαν κρίσιν· ἐπιστάντος δὲ τοῦ καιροῦ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, Γῆ, φησὶν, ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Σαφῶς δὲ παρίστησι διὰ τούτων ὁ λόγος τὸ αἴτιον τῆς κρίσεως· ὑπὲρ γὰρ τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς. Περὶ γὰρ τῶν ἀσεβῶν εἴρηται· Οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει, οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων· ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Ἀναστάντος τοίνυν τοῦ Θεοῦ εἰς κρίσιν ὑπὲρ τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς, γῆ φοβηθήσεται καὶ ἡσυχάσει. Οἱ μὲν γὰρ πραεῖς τεύξονται τῆς σωτηρίας, οἱ δὲ τῇ ὀργῇ παραδοθήσονται· ἡ δὲ λοιπὴ γῆ καὶ οἱ τὴν μέσην εἰληφότες κατάστασιν παύσονται τῆς ταραχῆς τὸν θεῖον ἀνειληφότες φόβον. Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. Καὶ τοῦτό φησιν ἔσεσθαι ἐν τῷ ἀναστῆναι τὸν Θεὸν εἰς κρίσιν, τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. Τί δὲ τοῦτο ἦ, ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Πᾶσα γὰρ γλῶσσα καὶ πᾶς λογισμὸς καὶ ἐνθύμησις ἀνθρώπων ἐξομολογήσεται τῷ Θεῷ κατὰ τὸν τῆς κρίσεως καιρὸν, ὅτε τὰ κρυπτὰ τῶν ἀνθρώπων φανερὰ γενήσεται. Καὶ ἐγκατάλειμμα δὲ, φησὶν, ἐνθυμίου ἑορτάσει σοι. Τί δ' ἂν γένοιτο ἐγκατάλειμμα ἐνθυμίου ἢ ὁ κεκαθαρμένος ἀπὸ πάσης πονηρᾶς ἐν-
Thou art terrible, and who shall withstand Thee? From then is Thy wrath. To those who were unwilling to welcome the beams of the divine light He is said to be terrible. Wherefore above he addressed God Himself, saying, Thou illuminatest wondrously from eternal mountains; and now to the Same, Thou art terrible, and who shall withstand Thee? Therefore the Same One is both giver of light and terrible: to those on the right hand a supplier of light, and to those on the left terrible, to whom indeed He will also say: Depart into the eternal fire prepared for the devil and his angels. Then next it adds: From then is Thy wrath. And from then—when, save from the time when those mounted upon horses slumbered, and those without understanding in heart slept their sleep? For from that time they themselves treasured up for themselves wrath in the day of wrath; so that it is said to them: Walk in the light of your fire, and in the flame which you kindled. For at whatever season each one sins, from then he treasures up wrath for himself, wrath being understood as the punishment laid up in store for those who offend. And next it has been said: Out of heaven Thou madest judgement heard. Attend carefully that it has not been said, Thou madest, but Thou madest heard. For before the season of judgement came upon those completing mortal life prior to the judgement, He caused the words concerning the judgement to be heard through the divine readings. Now at present out of heaven He made the coming judgement audible; but when the season of God's righteous judgement is at hand, The earth, it says, feared and kept still at God's arising unto judgement, to save all the meek of the earth. Clearly through these words the discourse sets forth the cause of the judgement: for it is in order to save the meek of the earth. For concerning the ungodly it has been said: The ungodly shall not rise up in judgement, nor sinners in the counsel of the righteous; because the Lord knows the way of the righteous, and the way of the ungodly shall perish. When God therefore arises unto judgement in order to save all the meek of the earth, the earth shall fear and keep still. For the meek will obtain salvation, while the others will be delivered over to wrath; and the rest of the earth and those who have occupied the middle state will cease from turmoil, having received the divine fear. Because the thought of man shall confess to Thee, and the remnant of thought shall keep festival to Thee. And this it says will come to pass at God's arising unto judgement, to save all the meek of the earth. And what is this save, the thought of man shall confess to Thee? For every tongue and every reasoning and inward thought of men shall confess to God at the season of the judgement, when the hidden things of men shall become manifest. And the remnant, it says, of thought shall keep festival to Thee. And what could the remnant of thought turn out to be save the reasoning purified from every wicked in-
Notes, col. 884

On the reading

Printed ἦ,, for ἢ,.

PG 23:885Read from the page
θυμήσεως λογισμός; ὅμοιος ὢν ἐκείνο⟨…⟩ς περὶ ὧν εἴρηται· Λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν. Οὕτω γοῦν αὐτὸς ἐγκατάλειμμα ἐνθυμίου ὠνόμασται· διὸ ἑορτάσει τότε, ἅτε δὴ κατὰ καιρὸν τὰς ἐπαγγελίας ἀπολαβὼν τῆς οὐρανίου βασιλείας.
ward thought?—being like those concerning whom it has been said: There has come to be a remnant according to the election of grace. Thus at any rate it itself has been named a remnant of thought; wherefore it shall keep festival then, inasmuch as in due season it has received back the promises of the heavenly kingdom.
Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ τὰς εὐχὰς ὑμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ· τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, τῷ φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Συντελέσας τὸν περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγον, παραινετικῶς λοιπὸν πᾶσιν ἡμῖν προστάττει εὔχεσθαι, καὶ ἀποδιδόναι Κυρίῳ τῷ Θεῷ ἡμῶν τὰς εὐχάς· ὡς ἔτι δὲ καιρός ἐστι κατὰ τὸν ἐνεστῶτα βίον, ἀναγκαίως τοῦτο ποιεῖν παραινεῖ. Εὐχὰς δὲ τὰς ἐπαγγελίας εἴωθεν ὀνομάζειν· διὸ λέλεκται· Ἐὰν εὔξῃ εὐχὴν, μὴ χρονίσῃς ἀποδοῦναι· ἀγαθὸν τὸ μὴ εὔξασθαι, ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι. Ἕκαστος τοίνυν τῶν ἡμῶν τὴν ἑαυτοῦ πρόθεσιν καὶ τὴν οἰκείαν ἐπαγγελίαν ὥσπερ εὐχὴν ἀποδιδότω, μεμνημένος τοῦ φήσαντος· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Νῦν μὲν οὖν, φησὶν, εὔξασθε καὶ ἀπόδοτε. Ἔσται γὰρ καιρὸς ἐν ᾧ πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα. Κατὰ γὰρ τὸν τῆς βασιλείας αὐτοῦ καιρὸν βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι, βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσοίσουσι, καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς. Τότε γοῦν καθημένῳ ἐπὶ θρόνου δόξης αὐτοῦ προσκυνήσουσι πάντες μετὰ δώρων· τουτέστι, μεθ' ὧν ἐπιφέρεται ἕκαστος καρπῶν. Διόπερ ὡς ἔτι καιρός ἐστιν, ἐντεῦθεν ἤδη παραινεῖ εὔξασθαι καὶ ἀποδιδόναι· ὡς ἂν, τοὺς ἑαυτῶν θησαυροὺς ταμιευσάμενοι, κατὰ καιρὸν αὐτῷ προσκομίσωμεν, ἄξιοι γενόμενοι τῶν κυκλούντων αὐτοῦ τὸν θρόνον. Πάντες γὰρ κύκλῳ αὐτοῦ προσοίσουσιν αὐτῷ δῶρα, φοβερῷ ὄντι τοῖς μὴ πλησιάζουσιν αὐτῷ, μηδὲ τὰ δῶρα προσφέρουσι. Διὸ ἐπιλέγεται· Τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Τὸ γὰρ, Οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐπὶ τοὺς υἱοὺς ἀνθρώπων, λεχθήσεται καὶ ἐπ' ἐκείνων τῶν ποτε μὲν ἀρχόντων καὶ ἡγουμένων χρηματισάντων, καὶ Πνεύματος ἁγίου καταξιωθέντων, οὐ μὴν ἀξίως βιωσάντων τῆς χάριτος· ἀφ' ὧν ἀφαιρεῖται τὸ πνεῦμα,
Vow and pay to the Lord God your vows, all who are round about Him; to Him Who is terrible and Who takes away the spirits of rulers, to Him Who is terrible among the kings of the earth. Having brought to completion the discourse concerning the judgement of God, by way of exhortation henceforth it enjoins upon us all to vow, and to pay our vows to the Lord our God; and while there is still time during the present life, it necessarily exhorts us to do this. Now it is accustomed to call promises vows; wherefore it has been said: If you vow a vow, do not delay to pay it; it is good not to vow, rather than to vow and not pay. Let each of us therefore pay his own resolve and his own promise as a vow, mindful of him who declared: Offer to God a sacrifice of praise, and pay to the Lord your vows; and call upon Me in the day of affliction, and I will deliver you, and you shall glorify Me. Now therefore, it says, vow and pay. For there shall be a season in which all who are round about Him shall bring gifts. For at the season of His kingdom the kings of Tharsis and the islands shall bring gifts, the kings of the Arabs and Saba shall bring gifts, and all the kings of the earth shall worship Him. Then at any rate, as He sits upon the throne of His glory, all shall worship Him with gifts—that is, with the fruits which each brings with him. Wherefore, while there is still time, henceforth already it exhorts us to vow and to pay, so that, having stored up our own treasures, we may bring them to Him in due season, having proved worthy of those who encircle His throne. For all round about Him shall bring gifts to Him, Who is terrible to those who do not draw near to Him nor offer gifts. Wherefore there is added: To Him Who is terrible and Who takes away the spirits of rulers, terrible among the kings of the earth. For the saying, My spirit shall by no means abide among the sons of men, will be spoken also in the case of those who once were styled rulers and leaders, and were counted worthy of the Holy Spirit, yet did not live worthily of grace; from whom the spirit is taken away,
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΥΠΕΡ ΙΔΙΘΟΥΜ, ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟϚʹ.
Unto the end, for Idithoum, a Psalm for Asaph. 76.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τῷ μὲν Ἀσὰφ εἴρηται ὁ ψαλμὸς, ἀνήνεκται δὲ εἰς πρόσωπον τοῦ Ἰδιθοὺμ, ὑπὲρ οὗ τὰ ἐμφερόμενα τῷ ψαλμῷ συνετάττετο. Ὅθεν ὁ Σύμμαχος, Διὰ Ἰδιθοὺμ, ὁ δὲ Ἀκύλας, Ἐπὶ Ἰδιθοὺμ, ἡρμήνευσαν. Καὶ νῦν μὲν ὁ Ἀσὰφ, τοὺς μετὰ χεῖρας λόγους συντάξας, ὥσπερ διδάσκαλος μαθητῇ ἐμμελετᾷν τῷ Ἰδιθοὺμ παραδέδωκεν· ἢ ὥσπερ ἰατρὸς τῷ θεραπείας δεομένῳ σωτή-
With my voice unto the Lord I cried, with my voice unto God, and He attended to me. The psalm has been spoken by Asaph, and referred to the person of Idithoum, on whose behalf the contents of the psalm were composed. Whence Symmachus rendered it, Because of Idithoum, and Aquila, Over Idithoum. And now Asaph, having composed the words in hand, has handed them over like a teacher to a disciple, to Idithoum, to meditate upon; or like a physician to one in need of healing, a sav-
PG 23:888Read from the page
ριον φάρμακον ἐπὶ τὸ χρήσασθαι αὐτῷ καὶ ὠφελεῖσθαι τὸν θεραπευόμενον· ἐν δὲ τοῖς ἔμπροσθεν ὑπὲρ τοῦ αὐτοῦ ἀνδρὸς ὁ Δαυῗδ ποτὲ μὲν ᾠδὴν, ποτὲ δὲ ψαλμὸν ἔγραφε. Διὸ ἐν μὲν τῷ ληʹ ψαλμῷ ἐπεγέγραπτο, Εἰς τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ, ᾠδὴ τῷ Δαυῗδ. Ὅτι δὲ ὁ ἀνὴρ οὗτος συγχρονίσαι λέγεται τῷ Δαυῗδ καὶ τῷ Ἀσὰφ, ἡ τῶν Παραλειπομένων παρίστησι Γραφὴ, ὡς ἐν τοῖς ἔμπροσθεν ἀπεδείξαμεν. Καί μοι δοκεῖ ὁ Ἰδιθοὺμ διδασκαλίας δεδεῆσθαι τοῦ περὶ Προνοίας λόγου, διὰ τὸ συνορᾷν ἐν τῷ τῶν ἀνθρώπον βίῳ πολλοὺς ἀθέους καὶ ἀσεβεῖς ἐπαιρομένους καὶ μεγαλαυχουμένους, πλούτῳ τε καὶ περιουσίᾳ ἐντρυφῶντας· δικαίους δὲ ἔμπαλιν ταπεινουμένους καὶ πρὸς τῶν ἀσεβῶν καταπονουμένους. Εἰκὸς γοῦν αὐτὸν ἐπὶ τούτοις ἀποδυσπετεῖν, καὶ λόγους τινὰς κεκινηκέναι πρός τε αὐτὸν τὴν Δαυῗδ καὶ πρὸς τὸν Ἀσὰφ, ὁποίους ἐκίνουν καὶ ἕτεροι τῶν παλαιῶν, ὡς ὁ εἰπών· Ἱνατί ἀσεβεῖς εὐθηνοῦσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, Ὁ σπόρος αὐτῶν κατὰ ψυχήν· τὰ δὲ παιδία αὐτῶν παίζοντα, ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Λέγει δὲ Κυρίῳ· Ἀπόστα ἀπ' ἐμοῦ· ὁδούς σου εἰδέναι οὐ βούλομαι. Τοιαῦτά τινα, ὡς εἰκὸς, ἐπαποροῦντι τῷ Ἰδιθοὺμ, οἷα διδάσκαλοι καὶ ἰατροὶ ποτὲ μὲν ὁ Δαυῗδ, ποτὲ δὲ ὁ Ἀσὰφ, διδασκαλίας παρεῖχον τῆς τοιᾶσδε δόξης θεραπευτικάς. Ὅθεν ἐν μὲν τῷ ληʹ τοιάδε λέγειν αὐτὸν ἐδίδασκεν· Εἶπα· Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου. Ἐθέμην τῷ στόματί μου φυλακὴν ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα, καὶ τὰ τούτοις ἑξῆς· ἃ δὴ κατὰ τοὺς οἰκείους τόπους παραθέμενοι διεσαφήσαμεν. Ἐν δὲ τῷ ξαʹ πάλιν ὁ αὐτὸς λέγων τὸν αὐτὸν ἐδίδασκεν· Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου. Καὶ γὰρ αὐτὸς Θεός μου καὶ Σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπιπλεῖον. Ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον, φονεύετε πάντες ὑμεῖς; Καὶ ταῦτα δὲ ὁποῖον ἔχει νοῦν κατὰ τὴν δοθεῖσαν χάριν ἡρμήνευται. Οἷς ἀκολούθως καὶ ὁ Ἀσὰφ διὰ τῶν μετὰ χεῖρας τῷ αὐτῷ ἀνδρὶ παραδίδωσι διδασκαλίαν τοῦ μὴ ταράττεσθαι ἐν τοῖς τοῦ βίου πειρατηρίοις, μηδὲ ἐν οἷς ἔγνω ἐκ τῶν ἔμπροσθεν αὐτοῦ προφητειῶν περὶ τῆς τῶν ἀσεβῶν ἐπαναστάσεως, τῆς τε τοῦ λαοῦ τοῦ Θεοῦ ταπεινώσεως· καταφεύγειν δὲ ὡς ἐπὶ λιμένα σωτήριον ἐν ταῖς τοιαῖσδε ἀμηχανίαις ἐπ' αὐτὸν τὸν Θεὸν, ταῖς τε πρὸς αὐτὸν ἱκετηρίαις σχολάζειν, καὶ ταῦτα λέγειν, ἅπερ αὐτῷ διὰ τοῦ προκειμένου ψαλμοῦ, οἷα διδάσκαλος, παρεδίδου. Καὶ δῆτα παραλαβὼν τὸ μάθημα τοῦτο, τὴν ἑαυτοῦ ψυχὴν ἐθεράπευε, κατεπᾴδων αὐτὸς ἑαυτῷ καὶ λέγων· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. Τοιοῦτον γὰρ, φησὶν, ἐμαυτὸν παρεσκεύαζον, ὡς ἄξιον εἶναι τῆς προσοχῆς τοῦ Θεοῦ· διὸ προσέσχε μοι· καὶ τοιαύτας τε ἠφίειν φωνὰς καὶ βοὰς, ὡς ἀξίας εἶναι αὐτὰς τῆς τοῦ Θεοῦ ἀκοῆς. Διὸ
ing remedy for him to use and so that the one being healed might be benefited; whereas in what went before on behalf of the same man David wrote at one time an ode, at another time a psalm. Wherefore in the 38th psalm there had been inscribed, Unto the end, for Idithoum, an ode for David. And that this man is said to have been contemporary with David and with Asaph, the Scripture of Chronicles establishes, as we demonstrated in what went before. And it seems to me that Idithoum stood in need of instruction in the doctrine concerning Providence, through observing in the life of men many godless and ungodly men lifting themselves up and boasting greatly, revelling in wealth and abundance; and righteous men contrariwise humbled and worn down by the ungodly. Naturally at any rate he grew impatient over these things, and stirred up certain arguments both towards David himself and towards Asaph, such as others also of the ancients used to stir up, like him who said: Why do the ungodly prosper, and have even grown old in wealth? Their seed is according to their desire, and their children play, taking up psaltery and harp. And they say to the Lord: Depart from me; Thy ways I do not wish to know. When Idithoum, as is likely, was perplexed over some such matters, like teachers and physicians at one time David, at another time Asaph, afforded teachings curative of such an opinion. Whence in the 38th psalm he taught him to speak thus: I said: I will guard my ways, so as not to sin with my tongue. I set a guard upon my mouth while the sinner stood before me; I became deaf and was humbled and kept silent, and what follows these words, which we set down in their proper places and made clear. And in the 61st again the same speaker taught the same man: Shall not my soul be subject to God? For from Him is my salvation. For He Himself is my God and my Saviour, my helper; I shall by no means be shaken any more. How long do you set upon a man, do all of you murder him? And what sense these words also bear has been interpreted according to the grace given. Consistently with which Asaph also through the words in hand delivers to the same man instruction not to be troubled in the trials of life, nor in the things he knew from his preceding prophecies concerning the uprising of the ungodly and the humiliation of the people of God; but to flee as unto a saving harbour in such perplexities unto God Himself, and devote himself to supplications towards Him, and speak those words which through the psalm set before us he was delivering to him like a teacher. And indeed, having received this lesson, he healed his own soul, charming himself and saying: With my voice unto the Lord I cried, with my voice unto God, and He attended to me. For such, he says, did I prepare myself as to be worthy of God's attention; wherefore He attended to me; and such utterances and cries did I send forth as to be worthy of God's hearing. Wherefore
Notes, col. 888

On the reading

Printed ἀνθρώπον, for ἀνθρώπων.

Printed τὴν Δαυῗδ, for τὸν Δαυῗδ.