εἰς τέλος αὐτοὺς τοῦτο παθεῖν ἐπίστευον τῇ προφητείᾳ λεγούσῃ· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; ἐνηπόρουν δὲ πρὸς ἑαυτὸν διανοούμενος ταῦτα· Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, ἢ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; καὶ τὰ ἑξῆς. Ταῦτα λογιζόμενος ἐταραττόμην· ἀλλ' ἔφερόν τε τῇ μνήμῃ τὰς παλαιὰς ἡμέρας καὶ τὰ ἐξ αἰῶνος ἔτη ἀπὸ τῶν παλαιῶν Γραμμάτων ἀναλεγόμενος, ὁσάκις ἁμαρτήσαντας αὐτοὺς ἀποβαλὼν, ἐπανήγαγεν, καὶ πολεμίοις παραδοὺς ἀσεβοῦντας, αὖθις ἀνεκτήσατο. Τί οὖν πάλαι μὲν αὐτοὺς καὶ μετὰ δεινὰς πλημμηλείας ἀνεκαλεῖτο, μὴ εἰς τέλος ἀπωθούμενος, μηδὲ ἀποκόπτων τὸ ἔλεος αὐτοῦ· νῦν δὲ οὐδὲν τούτων ποιήσει, λήθην δὲ ἕξει τῆς αὐτοῦ φιλανθρωπίας καὶ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ μακρόθυμος καὶ πολυέλεος καὶ φιλοικτίρμων; Ταῦτα νυκτὸς πρὸς ἐμαυτὸν διελογιζόμην, καὶ τὸ πνεῦμά μου ἔσκαλλον, διερευνῶν καὶ βασανίζων τοὺς ἐμαυτοῦ λογισμοὺς, ἀνακρίνων τε τὸ πνεῦμα, εἴ τι ἄρα ὑποβάλοι πρὸς θεραπείαν τῶν ἠπορημένων. Ἀντὶ δὲ τοῦ, Προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου, ὁ Σύμμαχος, Ἐκώλυον, φησὶ, τὰς ἀναβλέψεις οἱ ὀφθαλμοί μου. Συνάγων γὰρ εἰς ἐμαυτὸν τοὺς ἐμαυτοῦ λογισμοὺς, ἔμυον τὰ ὄμματα, ὡς ἂν μὴ τοῖς αἰσθητοῖς προβάλλων, περιελκοίμην τοῦ προκειμένου. Μύων οὖν τοὺς ὀφθαλμοὺς τοῦ σώματος, πρὸς ἐμαυτὸν διηπόρουν, οὐ φωνῇ φθεγγόμενος, οὐδὲ πρὸς ἕτερον λαλῶν, αὐτὸς δὲ πρὸς ἐμαυτὸν ἐννοῶν. Διὸ ἀντὶ τοῦ, Ἐταράχθην, καὶ οὐκ ἐλάλησα, καὶ τῶν ἑξῆς, παρὰ τῷ Συμμάχῳ εἴρηται· Διηπόρουν, καὶ οὐκ ἐλάλησα. — Ἀνελογιζόμην τὰς ἡμέρας τὰς πρώτας, τὰ ἔτη τὰ ἀπ' αἰῶνος ἀνεμιμνησκόμην. Ἀλλὰ ψαλμούς μου νυκτὸς πρὸς τὴν καρδίαν μου διελάλουν· καὶ ἀνὴρ συνὼν τὸ πνεῦμά μου. Οὕτως ἐπαγρύπνως διακείμενος, καὶ τὰς νύκτας διαγρηγορῶν, ἐφρόντιζον περὶ τῶν ἔμπροσθεν δι' ὧν εἴρητο· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν αἱ συγγένειαι αὐτῶν ἐπὶ τὸ αὐτό· Καταπαύσωμεν τὰς ἑορτὰς τοῦ Θεοῦ ἀπὸ τῆς γῆς. Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Ἐπὶ τούτοις οὖν διηπόρουν, εἰ θεραπεία ἔσται τοῖς ταῦτα πεπονθόσι τὰ κακά. Καὶ εἰκός γε ἦν τὸν Ἰδιθοὺμ ἐπακούσαντα τῆς τοῦ Ἀσὰφ προφητείας, καὶ ταῦτα πρὸς ἑαυτὸν λογισάμενον, ἐπαπορῆσαι πρὸς τὸν προφήτην ὡς πρὸς διδάσκαλον, ἐρώτησίν τε αὐτῷ προσαγαγεῖν, καὶ ὥσπερ τινὰ προτείνοντα πρότασιν φάναι· Τί οὖν, ὦ προφῆτα; ἐπειδὴ ταῦτα προεφήτευσας, βούλομαι γνῶναι καὶ μαθεῖν, Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ τοὺς οἰκτιρμοὺς αὐτοῦ; Καὶ δὴ πρὸς ταύτας τὰς προτάσεις τὴν διδασκαλίαν ὁ
unto the end they suffered this, I believed the prophecy when it said: Why, O God, hast Thou rejected unto the end, was Thy wrath angered against the sheep of Thy pasture? yet I was perplexed within myself as I pondered these things: Will the Lord reject unto the ages, or will He not add to be well pleased any more? and what follows. Reckoning these things, I was troubled; yet I brought to remembrance the ancient days and the years of old, recounting from the ancient Scriptures how many times, after casting them out when they sinned, He brought them back, and after delivering them over to enemies when they acted ungodly, He recovered them again. Why then of old did He recall them even after dreadful offences, not thrusting them away unto the end, nor cutting off His mercy; whereas now He will do none of these things, but will hold His lovingkindness in forgetfulness, and He Who is longsuffering and plenteous in mercy and compassionate will forget to have compassion? These things by night I reasoned within myself, and I probed my spirit, searching out and testing my own thoughts, and examining my spirit, whether perchance it might suggest anything towards the healing of my perplexities. Now instead of My eyes anticipated watches, Symmachus says, My eyes hindered upward glances. For gathering my own thoughts into myself, I closed my eyes, lest by casting them upon perceptible things I should be drawn away from what lay before me. Closing therefore the eyes of the body, I was perplexed within myself, neither uttering with my voice nor speaking to another, but conceiving thoughts myself within myself. Wherefore instead of I was troubled, and I did not speak, and what follows, in Symmachus it has been said: I was perplexed, and I did not speak. — I reckoned up the former days, the years from of old I called to remembrance. Yet my psalms by night I conversed with my heart; and a man being present was my spirit. Being thus wakefully disposed, and keeping vigil through the nights, I took thought concerning what went before, through which it had been said: As in a thicket of trees with axes they cut down its doors together, with hatchet and chisel they dashed it down. To the ground they profaned the tabernacle of Thy name. Their kindreds said in their heart together: Let us make all the feasts of God to cease from the earth. Our signs we have not seen; there is no longer a prophet, and us he will know no more. Over these things therefore I was perplexed, whether there would be healing for those who had suffered these evils. And indeed it was likely that Idithoum, having heard the prophecy of Asaph, and having reckoned these things within himself, was perplexed before the prophet as before a teacher, and brought a question to him, and like one putting forward a proposition spoke thus: What then, O prophet? Since you prophesied these things, I wish to know and learn: Will the Lord reject unto the ages, and will He not add to be well pleased any more? Or will He cut off His mercy unto the end from generation to generation? Or will God forget to have compassion, or will He shut up His compassions in His wrath? And accordingly towards these propositions the teaching