Εἶπα τοῖς παρανομοῦσι, Μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι, Μὴ ὑψοῦτε κέρας. Τοὺς μὲν στύλους τῆς ἁγίας καὶ καθολικῆς Ἐκκλησίας ἐγὼ, φησὶν ὁ Θεὸς, ἐστερέωσα· ὅτι ἐκλεξάμενος αὐτοὺς ἐκ τῆς ἀποδοθείσης γῆς τακείσης μετὰ τῶν οἰκούντων αὐτήν· τοῖς δὲ λοιποῖς διεμαρτυράμην διαστειλάμενος καὶ παραινέσας μὴ παρανομεῖν. Κατὰ δὲ τὸν Σύμμαχον· Εἶπα, φησὶ, τοῖς στασιάζουσι, Μὴ στασιάζετε· καὶ τοῖς παρανόμοις, Μὴ ἐπαίρετε κέρας. Μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν λαλοῦντες τραχήλῳ ἀνομίαν. Δύναται δὲ ταῦτα πρὸς τὸ ἕτερον τάγμα τὸ ἐκ περιτομῆς λέγεσθαι, τῶν καταστασιασάντων τοῦ Σωτῆρος καὶ κατεπαρθέντων αὐτοῦ· δι' οὓς ἐτάκη αὐτῶν ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν. Πλὴν καὶ τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι διὰ τοῦ τῶν ἀποστόλων κηρύγματος ἐμαρτύρατο μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι μὴ ὑψοῦν τὸ τῆς ἁμαρτίας κέρας, μηδὲ ἐπαίρεσθαι καὶ καταθρασύνεσθαι, μηδὲ λαλεῖν ἀδικίαν κατὰ τοῦ Θεοῦ· ὅπερ πρότερον ἔπραττον πολυθέῳ προσέχοντες πλάνῃ, καὶ τὸν τῶν ὅλων Θεὸν μὴ εἰδότες.
I said to the transgressors, Do not transgress, and to the sinners, Do not exalt a horn. The pillars of the holy and catholic Church I, says God, made firm, because I chose them out of the aforesaid earth when it melted together with those dwelling in it; and to the rest I solemnly testified, charging and exhorting them not to transgress. And according to Symmachus: I said, He says, to the seditious, Be not seditious; and to the transgressors, Do not lift up a horn. Do not lift up your horn on high, speaking iniquity with your neck. And these things can be spoken towards the other rank, that of the circumcision, of those who rose in sedition against the Saviour and lifted themselves up against Him; on whose account their earth melted and all who dwell in it. Yet also to the nations throughout the whole inhabited world through the proclamation of the apostles He testified not to transgress, and to the sinners not to exalt the horn of sin, nor to lift themselves up and grow bold, nor to speak unrighteousness against God; which formerly they used to do when giving heed to polytheistic error and not knowing the God of all.
Ὅτι οὔτε ἀπὸ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων, ὅτι ὁ Θεὸς κριτής ἐστι. Καὶ ταῦτα, φησὶ, διεμαρτυράμην διὰ τῶν ἐμῶν ἀποστόλων ἅπασιν ἀνθρώποις, μνημονεύειν τῆς κρίσεως τοῦ Θεοῦ, καὶ παύσασθαι πάσης παρανομίας, πεπεισμένους ὅτι οὐ πόῤῥω που ἀφέστηκεν ὁ τῶν ὅλων κριτής· πάντα δὲ πληροῖ καὶ πανταχοῦ πάρεστι. Διὸ προσήκει ὡς ἐν ὀφθαλμοῖς αὐτοῦ ζῶντας ἐπιστρεφῶς πολιτεύεσθαι. Οὐ γὰρ μακρὰν ἀφέστηκεν, ὡς νομίσαι πόῤῥω που ἀπῳκίσθαι αὐτὸν, ἢ πρὸς αὐταῖς ἀνατολαῖς, ἢ κατὰ τὰ δυσμιαῖα μέρη, ἤ που ἐν ἐρημίαις καὶ ὄρεσι. Μέσος γὰρ ἐπιπαρὼν τοῖς πᾶσι, κριτὴς τῶν ὅλων ἐστί. Ἔργον τε αὐτοῦ τῆς κρίσεως τὸ κατ' ἀξίαν ἀπονέμειν ἑκάστῳ, καὶ τοῦτον μὲν ταπεινοῦν, τοῦτον δὲ ὑψοῦν· ταπεινοῦν μὲν τοὺς ὑπερηφάνους καὶ τοὺς ἐπαίροντας εἰς ὕψος τὸ κέρας αὐτῶν· ὑψοῦν δὲ τοὺς ταπεινοὺς, κατὰ τό· Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν. Διό φησιν· Ὅτι οὔτε ἀπὸ ἐξόδων καὶ ἀπὸ ἀνατολῶν ἡλίου, οὔτε ἀπὸ δυσμῶν, οὔτε ἀπὸ ἐρήμων ὀρέων· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Οὐ γὰρ ἀπὸ ἀνατολῆς, οὐδὲ ἀπὸ δύσεως, οὐδὲ ἀπὸ ἐρήμου ὀρέων· ἀλλ' ὁ Θεὸς κριτὴς τοῦτον μὲν ταπεινοῖ, τοῦτον δὲ ὑψοῖ. Καὶ τοῦτο δὲ, φησὶν, ἀναγκαῖον εἰδέναι πάντας ἀνθρώπους, Ὅτι ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου, πλῆρες κεράσματος. Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. Κατὰ δὲ τὸν Σύμμαχον· Ποτήριον γὰρ ἐν χειρι Κυρίου, καὶ οἶνος ἄκρατος πληρῶν ἐκχυθεὶς, ὥστε ἕλκειν ἀπ' αὐτοῦ. Πλὴν τὰς τρυγίας αὐτοῦ ἐκστραγγίσουσι πίνοντες οἱ φαῦλοι τῆς γῆς. Καὶ ταῦτα, φησὶν, ἐδίδαξα πάντας ἀνθρώπους, ὡς ἂν μὴ ἀγνοεῖν, ὅτι περιμένει τοὺς πάντας τὸ ποτήριον, ὅπερ ἑκάσ⟨…⟩ῳ
Because neither from goings forth, nor from settings, nor from desert mountains, because God is judge. And these things, He says, I solemnly testified through My apostles to all men, to remember the judgement of God, and to cease from all transgression, being persuaded that the Judge of all does not stand off somewhere far away, but fills all things and is everywhere present. Wherefore it is fitting, living as before His eyes, to conduct oneself attentively. For He does not stand far off, so that one might suppose Him to have settled somewhere far away, either by the very risings, or towards the western parts, or somewhere in deserts and mountains. For being present in the midst of all, He is Judge of all. And the work of His judgement is to apportion to each according to worth, and to humble this one, and exalt that one: to humble the proud and those who lift up their horn on high, and to exalt the humble, according to the saying: God resists the proud, but gives grace to the humble. Wherefore it says: Because neither from goings forth and from risings of the sun, nor from settings, nor from desert mountains; instead of which Symmachus rendered it in this manner: For neither from the east, nor from the west, nor from a desert of mountains; for God is judge: this one He humbles, and that one He exalts. And this too, He says, it is necessary for all men to know, Because a cup is in the hand of the Lord of unmixed wine, full of mixture. And He tipped from this into that; yet its dregs have not been emptied out, all the sinners of the earth shall drink them. And according to Symmachus: For a cup is in the hand of the Lord, and unmixed wine filling it has been poured out, so that men draw from it. Yet its dregs the wicked of the earth shall wring out as they drink. And these things, He says, I taught all men, so that they might not be ignorant that the cup awaits all, which for each