Παρουσίαν καὶ τὰς προλεχθείσας αὐτοῦ φωνὰς, μεθ' ἃς οὐκ εἰς μακρὸν ἐπιστάντες Ῥωμαῖοι τὸν τόπον ἠφάνισαν. Ὃ δὴ καὶ αὐτὸς ἐδήλου θεσπίζων τὸ μέλλον ὁ Σωτὴρ διὰ παραβολῆς τῆς οὕτως ἐχούσης· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ· καὶ ἀπέστειλε τοὺς ἑαυτοῦ δούλους καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους· οἱ δὲ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἑτέρους· οἱ δὲ, πρὸς τὸ μὴ θελῆσαι ἀπαντῆσαι, ἔτι καὶ διαλαβόντες τοὺς δούλους ὕβρισαν καὶ ἀπέκτειναν. Οἷς ἐπιλέγει· Ὁ δὲ βασιλεὺς, ἀκούσας, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Ταῦτα ὁ Σωτὴρ ἐν αὐτῷ τῷ ἱερῷ ἔτι τότε συνεστῶτι ἀναγέγραπται εἰρηκώς· ἃ καὶ ἐπληροῦτο οὐκ εἰς μακρὸν, Οὐεσπασιανοῦ καὶ Τίτου πολιορκησάντων τὸν τόπον· καθ' οὓς προφητῶν οὐδεὶς γεγονὼς ἱστορεῖται γενέσθαι κατὰ τούτους. Τοιγαροῦν πολιορκίαν ὁ μετὰ χεῖρας παρίστησι λόγος· διό φησιν ἀρχόμενος· Ἵνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Ἔστι δὲ ἐκ τούτων τὴν ἀρετὴν ἀποθαυμάσαι τῆς θεοπνεύστου Γραφῆς, ὡς τὰ μακροῖς ὕστερον πραχθέντα χρόνοις προγνώσει θείᾳ προείληφε. Τὸ δὲ, Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, εἴρηται, ἐπειδὴ πολλάκις ἀσεβείαις καὶ πλημμελείαις τὸ Ἰουδαίων ἔθνος ὑποπίπτον παρεδίδοτο τοῖς περιοίκοις ἀλλοφύλοις ἔθνεσι· καὶ ποτὲ μὲν αὐτοὺς Μωαβῖται ἐχειροῦντο, ποτὲ δὲ Ἀμμανῖται, καὶ ἄλλοτε δὲ Μαδιηναῖοι. Εἶτ' ἐπιστρέφων αὐτοὺς ἀνελάμβανεν ὁ Θεός· καὶ μετὰ ταῦτα πάλιν παρανομοῦντας παρεδίδου πολεμίοις ἑτέροις, καὶ αὖθις ἀνεκτᾶτο· οὐδέποτε δὲ αὐτοὺς ἀπωθεῖτο εἰς τέλος, πρὸς βραχὺν δέ τινα καιρὸν ἐπιστρέφων ἐνῆγεν εἰς σωτηρίαν. Μετὰ δὲ τὸ κατὰ τοῦ Σωτῆρος τολμηθὲν αὐτοῖς ἄγος ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος, κατὰ τὴν ἀποστολικὴν Γραφὴν, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ' ἐπᾶραι κεφαλὴν αὐτούς. Ὃ δὴ σημαίνουσα ἡ προφητεία φησίν· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος; Σεσιωπημένως δὲ ὁ λόγος διὰ τῆς ἐρωτήσεως ἠνίξατο τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν πρᾶξιν, μεθ' ἣν καὶ εἰς τέλος ἀπεβλήθησαν. Τοῦτο δὲ καὶ ὁ Σωτὴρ αὐτὸς παρίστη λέγων· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Τὸ γὰρ, Ποσάκις ἠθέλησα, δηλοῖ τὴν μακρῷ χρόνῳ ἐνδοθεῖσαν αὐτοῖς μακροθυμίαν· τὸ δὲ, καὶ οὐκ ἠθελήσατε, παραστατικὸν ἂν γένοιτο τῆς ὑστάτης αὐτῶν ἀποβολῆς, ὅτε καὶ ὠργίσθη ὁ θυμὸς αὐτοῦ ἐπὶ τὰ πάλαι γενόμενα πρόβατα νομῆς αὐτοῦ. Ἑξῆς δὲ ὁ λόγος ἱκετηρίαν προσάγει λέγων· Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Σφόδρα δὲ καταλλήλως συναγωγῆς ἐμνημόνευσε, καὶ πρῶτον κτῆμα τοῦ Θεοῦ φησιν αὐτὴν γεγονέναι· ἅτε εἰδὼς καὶ τὴν μὴ ἐξ ἀρχῆς, ἀλλ' ὕστερον μετὰ τὴν ἀπόπτωσιν ἐκείνης ἐξ ἁπάντων τῶν ἐθνῶν ὑποστᾶσαν Ἐκκλησίαν. Ἧς καὶ ἐν ἑτέροις μνημονεύει λέγων· Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Εὐηγγελισάμην
Advent and His aforesaid utterances, not long after which the Romans came upon the place and blotted it out. Which very thing the Saviour Himself also showed, foretelling what was to come through the parable that runs thus: The kingdom of heaven has been likened unto a man that is a king, who made a marriage feast for his son; and sent forth his servants to call those invited to the marriage feast; and they would not come. Again he sent forth others; and they, besides not willing to come to meet them, furthermore seized the servants and insulted and killed them. Unto which He subjoins: And the king, having heard, was provoked to wrath, and having sent his armies, destroyed those murderers, and burned up their city. These things the Saviour is recorded to have spoken in the temple itself while it was still standing then; which also were fulfilled before long, when Vespasian and Titus besieged the place; in whose time none of the prophets is recorded to have arisen among these men. Wherefore the discourse in hand sets forth a siege; hence it says as it begins: Why, O God, hast Thou cast off unto the end? And from these things one may marvel at the excellence of divinely inspired Scripture, how by divine foreknowledge it grasped beforehand the things done in times long afterwards. Now the saying, Why, O God, hast Thou cast off unto the end, has been spoken because oftentimes the nation of the Jews, falling into ungodlinesses and offences, was delivered over to the neighbouring foreign nations; and at one time Moabites subdued them, at another time Ammanites, and at another time Madianites. Then, turning back, God took them up again; and after these things, when they transgressed the law again, He delivered them over to other enemies, and recovered them anew; yet never did He cast them off unto the end, rather, turning back for some brief season, He led them on unto salvation. But after the pollution dared by them against the Saviour, wrath came unto them unto the end, according to the apostolic Scripture, so that from that time even until now they have never again lifted up their head. Signifying which very thing, the prophecy says: Why, O God, hast Thou cast off unto the end? And silently through the question the discourse hinted at the deed against our Saviour, after which they were also cast away unto the end. And this the Saviour Himself also set forth, saying: How often have I willed to gather together thy children, even as a bird gathers together her brood under her wings, and you would not? Behold, your house is left unto you desolate. For the saying, How often have I willed, makes plain the long-suffering granted to them over a long time; while the saying, and you would not, would set forth their final rejection, when His wrath also was provoked against those that of old had been the sheep of His pasture. Next the discourse brings forward a supplication, saying: Remember Thy synagogue, which Thou didst acquire from the beginning. Exceedingly aptly has he made mention of a synagogue, and says that it became a first possession of God; inasmuch as he knew also the Church that arose out of all the nations, not from the beginning, but afterwards after the falling away of that one. Of which he makes mention in other places also, saying: In the midst of the Church I will hymn Thee; and again: I have proclaimed the good tidings of