Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Διεγείρει μὲν ἡμᾶς καὶ παρορμᾷ ἐπὶ τὴν τῶν λεγομένων σύνεσιν τὸ πνεῦμα τὸ προφητικόν. Οὔτε δὲ ψαλμὸν ἐπιγράφει συνήθως, οὔτε ᾠδὴν, οὔτε ὕμνον, οὐδέ τι τῶν παραπλησίων, διὰ τὸ σκυθρωπὸν τῶν ἀπαγγελλομένων. Ἐν οἷς δοκεῖ ἔντευξις περιέχεσθαι, περὶ ἧς ὁ θεῖος Ἀπόστολος διεκελεύετο, δεῖν λέγων πάντας ἡμᾶς ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. Ἐντυγχάνει γοῦν ὁ λόγος τῷ Θεῷ, προφητικῶς τὰ μέλλοντα ὡς παρῳχηκότα διεξιὼν, καὶ τὴν ἐσχάτην σημαίνων πολιορκίαν τῆς Ἱερουσαλὴμ τὴν ὑπὸ Ῥωμαίων γενομένην μετὰ τὴν σωτήριον Παρουσίαν. Καὶ ταῦτα μηδὲ συστάντος πω τοῦ τόπου προαναφωνεῖ. Ὁ μὲν γὰρ Ἀσὰφ, δι' οὗ ταῦτα προεφητεύετο, σύγχρονος γέγονε τῷ Δαυΐδ· Σολομὼν δὲ μετὰ τὴν τοῦ Δαυῖδ τελευτὴν οἰκοδομεῖ τὸν νεών. Δύο δὲ πορθήσεις προθεωρήσας τοῦ τόπου, τήν τε προτέραν τὴν ὑπὸ Βαβυλωνίων γενομένην, καὶ τὴν δευτέραν τὴν ὑπὸ Ῥωμαίων· τὴν μὲν πρώτην διὰ τοῦ οθʹ ψαλμοῦ σημαίνει καὶ διὰ τοῦ πβʹ, τὴν δὲ ὑστάτην διὰ τῆς μετὰ χεῖρας προφητείας. ἧς ἀπάρχεται λέγων· Ἱνατί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; Τέλος γὰρ αὐτοῖς παντελοῦς ἀποπτώσεως οὐδ' ἄλλοτε γέγονεν, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὴν κατ' αὐτῶν ἐξηνέγκατο ἀπόφασιν εἰπών· Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Οἷς ἀκολούθως καὶ ὁ ἱερὸς Ἀπόστολος μετὰ τὴν τῶν πραγμάτων ἔκβασιν γράφων περὶ αὐτῶν ἔλεγεν· Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Καὶ κατὰ μέρος δὲ τὰ ἑξῆς συμβάντα τῷ τόπῳ ἐπὶ τῆς τῶν Ῥωμαίων πολιορκίας παρίστησιν ὁ παρὼν προφήτης, ἐν οἷς φησιν· Ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἔκοψαν τὰς θύρας αὐτῆς, δῆλον δ' ὅτι τῆς Ἱερουσαλὴμ, ἐπὶ τὸ αὐτὸ, ἐν πέλυκι καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς τὴν γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. Εἰ δὲ λέγοι τις ταῦτα καὶ ἐπὶ τῶν χρόνων τῶν Βαβυλωνίων γεγονέναι, προσεκτέον τοῖς ἑξῆς, δι' ὧν εἴρηται· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. Σημεῖα γὰρ ἦν τοῦ τὸν Θεὸν ἐφορᾷν καὶ ἐπισκοπεῖν τὸ Ἰουδαίων ἔθνος τὸ παρέχειν αὐτοῖς προφήτας· ἐπεὶ καὶ ὅτε κακῶς ἔπραττον, ὥσπερ ἰατροὺς καὶ σωτῆρας αὐτοῖς τοὺς προφήτας ἐφίστη. Οὕτω γοῦν ἐπὶ τῆς πρώτης πολιορκίας τὸν μέγαν τοῦ Θεοῦ προφήτην Ἱερεμίαν εἶχον, καὶ τὸν Βαρούχ· ἀλλὰ καὶ γυνή τις Ὀλδᾶ τοὔνομα κατὰ τοὺς αὐτοὺς ἐπροφήτευε χρόνους· ἐν αὐτῇ τε τῇ Βαβυλωνίων χώρᾳ συνῆν αὐτοῖς Ἐζεκιὴλ καὶ Δανιὴλ ἐπίσημοι καὶ διαφανεῖς προφῆται· καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον κατὰ τοὺς Κύρου καὶ Δαρείου χρόνους, Ζαχαρίας καὶ Ἀγγαῖος προφῆται ἐγνωρίζοντο. Πῶς οὖν οἷόν τε ἦν ἐφαρμόζειν τοῖς τότε χρόνοις τὴν παροῦσαν προφητείαν φάσκουσαν· Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, καὶ οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι; Ἀλλὰ γὰρ ταῦτα τέλους ἐτύγχανε μετὰ τὴν σωτήριον
Why, O God, hast Thou cast off unto the end, has Thy wrath been provoked against the sheep of Thy pasture? The prophetic spirit stirs us up and urges us on unto the understanding of the things spoken. And neither does it inscribe a psalm as usual, nor an ode, nor a hymn, nor anything of the like, on account of the sadness of the things proclaimed. Wherein an intercession seems to be contained, concerning which the divine Apostle gave charge, saying that we all ought to make supplications, prayers, intercessions, thanksgivings. Accordingly the discourse makes intercession with God, prophetically going through the things to come as past, and signifying the final siege of Jerusalem that came to pass at the hands of the Romans after the saving Advent. And these things it proclaims beforehand when the place had not even yet been established. For Asaph, through whom these things were prophesied, was contemporary with David; whereas Solomon builds the temple after the death of David. And having foreseen two sackings of the place, both the former one that came to pass at the hands of the Babylonians, and the second at the hands of the Romans, the first indeed he signifies through the seventy-eighth psalm and through the eighty-second, and the last through the prophecy in hand; which he begins by saying: Why, O God, hast Thou cast off unto the end, has Thy wrath been provoked against the sheep of Thy pasture? For an end of utter falling away came to pass for them at no other time than when our Saviour and Lord pronounced sentence against them, saying: Behold, your house is left unto you desolate. Conformably to which the sacred Apostle also, writing concerning them after the issue of events, said: And wrath has come upon them unto the end. And part by part too the present prophet sets forth what befell the place next at the siege of the Romans, wherein he says: As in a thicket of trees with axes they cut down her doors—plainly those of Jerusalem—together; with hatchet and chisel they dashed her down. They burnt Thy sanctuary with fire, unto the earth they profaned the tabernacle of Thy name. Now if anyone should say that these things came to pass also in the times of the Babylonians, one must attend to what follows, through which it has been said: Our signs we have not seen, there is no longer a prophet, and us he will know no longer. For it was signs that God watched over and visited the nation of the Jews, that He provided them with prophets; since even when they fared ill, like physicians and saviours He set the prophets over them. Thus, at all events, at the first siege they had the great prophet of God Jeremias, and Baruch; nay more, a certain woman named Olda prophesied during the same times; and in the very land of the Babylonians Ezechiel and Daniel, notable and conspicuous prophets, were together with them; and after the return thence in the times of Cyrus and Darius, Zacharias and Aggaeus were known as prophets. How then was it possible to fit to the times then the present prophecy declaring: Our signs we have not seen, and there is no longer a prophet, and us he will know no longer? Nay rather, these things reached fulfilment after the saving