Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ Δαυῖδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραΐτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυῖδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ' εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ' ἀπὸ δογματικῆς διδασκαλίας, δι' ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὅ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι' ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ' ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ' ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ' ὀλίγον γὰρ ἐξεχύθη τὰ
How good is God to Israel, to the upright in heart! The third part of the book of Psalms begins from the present one, and comes to an end at the eighty-eighth, so as to contain seventeen psalms in all; of which eleven in succession belong to Asaph; then four of the sons of Core, and one of David, and last that of Aethan the Ezrahite. Now the one in hand, of Asaph (and this man was a prophet contemporary with David), is entitled a Psalm, because at the close of its words it contains both the overthrow of the ungodly and the good end laid up with God for the godly; which things he set forth, saying: For behold, those who remove themselves far from Thee shall perish; Thou hast destroyed everyone who goes a-whoring from Thee. But for me to cleave to God is good; and it begins from doctrinal teaching, through which he renders a reason for the prosperity of the ungodly at certain seasons; for that God is good and long-suffering, this he says is the cause. Which very thing the divine Apostle also teaches, saying: Or do you despise the riches of His kindness and long-suffering, not knowing that the kindness of God leads you to repentance? And elsewhere too it has been said: God is a righteous judge, and good, and long-suffering, not bringing wrath every day. As being good, then, He makes His sun rise upon the righteous and the unrighteous, and sends rain upon the wicked and the good. Hence the Saviour also pronounced a definition concerning the Father, saying: None is good save one, God. And even if you inquire concerning the Son, you will learn how He Himself also is good; seeing that He is an effulgence of everlasting light and an unspotted mirror of the working of the Father, and an image of His goodness. Such, then, is God by nature; yet He has become known not to all, but to Israel alone, namely to the clear-sighted and discerning man, whom indeed he sets forth by joining on immediately and saying, to the upright in heart. For he who possesses nothing crooked in his own soul, and applies himself with upright thoughts to the principles of providence, he himself would be Israel, to whom also God has become known as being good and through excess of goodness bearing with all. Now God indeed is such. But I, a man wishing to be a lover of truth, recount the sluggishness of my own soul. For I was almost turned aside in my own standing and footing, and, as one might say metaphorically, in the feet and stays of my soul, from my hope towards God on account of the prosperity of godless and ungodly men. Yet I came within a little of suffering this; but through the grace of God I was not shaken, nor did the aforesaid thought prevail over me; or else I would have perished, and all my steps would have been poured out; for almost poured out were