βίβλου τῶν Ψαλμῶν εἰς ὅμοιον καταλήγει τέλος. Τοῦ μὲν γὰρ πρώτου μέρους τελευταῖος ἦν ὁ μʹ, οὗ πρὸς τῷ τέλει ἐλέγετο· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο· » τοῦ δὲ δευτέρου τελευταῖος ἦν ὁ μετὰ χεῖρας ὁμοίως ἐπὶ τῷ τέλει λέγων· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ, » καὶ τὰ ἐξῆς· τοῦ δὲ τρίτου μέρους τελευταῖος ὁ πηʹ τυγχάνει, οὗ τέλος· « Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. » Ὁμοίως δὲ καὶ τοῦ τετάρτου μέρους τελευταῖος μὲν ἔστιν ὁ ρεʹ, τέλος δὲ τούτου· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος, καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. » Τὸ δὲ πέμπτον μέρος εἰς τὸ « ἀλληλούϊα » καταλήγει, ἐν ᾧ καὶ πᾶσα περιγέγραπται ἡ βίβλος. Πλὴν ὁ παρὼν μετὰ τὴν προεκτεθεῖσαν περὶ τοῦ Χριστοῦ πρόῤῥησιν ἐπιφέρει τό· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, » καὶ προστίθησι τὸ, « ὁ ποιῶν θαυμάσια μόνος. » Ποῖα δὲ θαυμάσια, ἢ τὰ προλεχθέντα ἐν οἷς ἦν τὸ καταβήσεσθαι αὐτὸν ἐπὶ πόκον ὡς ὑετὸν, καὶ τὸ ταπεινῶσαι συκοφάντην, καὶ τὸ συμπαραμενεῖν τῷ ἡλίῳ· καὶ τὸ ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνατελεῖν δικαιοσύνην, καὶ τὸ κατακυριεύσειν αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης· τοὺς Αἰθίοπας προπίπτειν ἐνώπιον αὐτοῦ· δῶρά τε αὐτῷ προσαχθήσεσθαι ἐξ ἁπάντων τῶν ἐθνῶν· ἀλλὰ καὶ τὸ στήριγμα αὐτὸν ἐν τῇ γῇ γενήσεσθαι, καὶ τὸν καρπὸν αὐτοῦ ὑπὲρ τὸν Λίβανον ἀρθήσεσθαι, καὶ ὅσα ἄλλα τούτοις ἐξῆς κατηρίθμηται; ἐφ' οἷς πᾶσι διδασκόμεθα λέγειν· « Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ὁ ποιῶν θαυμάσια μόνος. Καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εις τὸν αἰῶνα. » Ὄνομα δὲ δόξης αὐτοῦ ἡ θεότης αὐτοῦ τυγχάνει· εἰ γὰρ τὸ ὑπὸ τῆς ἁγίας Παρθένου γεγενημένον ὀνόματος ἠξίωται τοῦ Ἰησοῦ κατὰ τὸν Γαβριὴλ φήσαντα πρὸς τὸν Ἰωσήφ· « Καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ· » ἀκόλουθόν ἐστι τὸ τῆς δόξης αὐτοῦ ὄνομα τὴν περὶ αὐτοῦ νοεῖσθαι θεολογίαν, δι' ἧς Θεὸς Λόγος καὶ μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς ἐπινενόηται· ὅθεν ἐπιλέγεται ἐξῆς· « Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. » Πάλαι μὲν γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. » Καὶ ἐπεὶ μηδὲ Ἰουδαῖοι οἷς τοσαύτας ἐνεδείξατο θαυματουργίας παρεδέξαντο τὴν γνῶσιν αὐτοῦ, εἰκότως φησὶ πρὸς Μωϋσῆν· « Ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· » καὶ ἐπιλέγει· « Ζῇ τὸ ὄνομά μου, ὅτι πληρωθήσεται τῆς δόξης μου πᾶσα ἡ γῆ. » Ει γὰρ καὶ τὰ μάλιστα οὗτοι, φησὶ, παρωθοῦνται τὴν ἐμὴν δόξαν, ἀλλὰ καιρῷ τινι πληρωθήσεται ἡ οἰκουμένη πᾶσα τῆς ἐμῆς δόξης. Ὃ δὴ καὶ τὸ παρὸν λόγιον διδάσκει φῆσαν· « Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. » Τοῦτο καὶ Ἠσαΐας παρίστη θεσπίζων τὰ σεραφεὶμ κυκλοῦντα τὸν Κύριον Σαβαὼθ βοῶντά τε καὶ λέγοντα· « Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλή-
book of the Psalms concludes with a like ending. For of the first part the last was the 40th, towards the end of which it was said: "Blessed be the Lord, the God of Israel, from now and unto the age: so be it, so be it;" and of the second the last was the one in hand, speaking similarly at its end: "Blessed be the Lord, the God of Israel, Who alone does wondrous things. And blessed be the name of His glory," and what follows; and of the third part the last is the 88th, whose end is: "Blessed be the Lord unto the age: so be it, so be it." And similarly of the fourth part too the last is the 105th, and the end of this is: "Blessed be the Lord, the God of Israel, from the age and unto the age, and all the people shall say: So be it, so be it." And the fifth part concludes with "alleluia," wherewith the whole book also is brought to a close. Nevertheless the present psalm, after the prediction previously set forth concerning Christ, brings in the saying: "Blessed be the Lord, the God of Israel," and adds, "Who alone does wondrous things." And what sort of wondrous things, save those spoken beforehand, among which were His coming down upon a fleece like rain, and His humbling the slanderer, and His enduring together with the sun; and righteousness springing up in His days, and that He will have dominion from sea to sea; that the Ethiopians fall prostrate before Him; and that gifts will be offered to Him out of all the nations; moreover also that He will become a support in the earth, and His fruit will be lifted up above Lebanon, and whatever else has been enumerated next after these? Upon all of which we are taught to say: "Blessed be the Lord, the God of Israel, Who alone does wondrous things. And blessed be the name of His glory unto the age." Now the name of His glory is His deity; for if that which has been born of the holy Virgin has been deemed worthy of the name of Jesus according to Gabriel who said to Joseph: "And she shall bear a son, and you shall call His name Jesus; for He Himself shall save His people from their sins;" it follows that the name of His glory is to be understood as the theology concerning Him, whereby He has been conceived as God the Word and only-begotten God Who is in the bosom of the Father; whence there is added next: "And all the earth shall be filled with His glory." For of old He was in the world, and the world came into being through Him, and the world knew Him not." And since not even Jews, to whom He displayed so many miracles, accepted the knowledge of Him, reasonably He says to Moses: "Leave Me alone, and being angered with wrath I shall wipe them out, and make thee into a great nation;" and He adds: "As My name lives, all the earth shall be filled with My glory." For even if ever so much these men, He says, thrust aside My glory, yet at a certain season the whole inhabited world shall be filled with My glory. Which indeed the present oracle also teaches, saying: "And all the earth shall be filled with His glory." This Isaiah too set forth, prophesying that the seraphim encircling the Lord Sabaoth both cry aloud and say: "Holy, holy, holy is the Lord Sabaoth; full