Migne Reading Room

PG 23 · cols. 829–840 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:829Read from the page
ἐκείνοις γὰρ τὴν εις τέλος ἀποβολὴν τοῦ ἔθνους ἐδήλου, καὶ τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ ἀπόπτωσιν. Καὶ ἐν ἐκείνῳ μὲν οὐκ ἐμφέρεται χρηστὸν τέλος οὐδὲ ἐπαγγελία τις θεραπεύουσα τὰ λελεγμένα· ἐν δὲ τῷ παρόντι μετὰ τὰ σκυθρωπὰ ἐπισυνάπτει τῷ τέλει τοῦ παντὸς λόγου· Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εις τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Ἡμεῖς δὲ, λαός σου καὶ πρόβατα νομῆς σου, ἀνθομολογη-
those verses he showed the final rejection of the nation, and the last fall of Jerusalem. And in that psalm no good ending is brought in, nor any promise healing the things spoken; whereas in the present one, after the gloomy things, he subjoins at the end of the whole psalm: "Render to our neighbours sevenfold into their bosom their reproach wherewith they have reproached Thee, O Lord. But we, Thy people and sheep of Thy pasture, shall give thanks in return
Ηʹ. Ἡ ὀγδόη προφητεία τοῦ Ἀσὰφ πολλα σημαίνει κατὰ τὸ αὐτὸ διὰ τῆς προγραφῆς· ἔστι γὰρ, εις τὸ τέλος, καὶ, ὑπὲρ τῶν ἀλλοιωθησομένων, καὶ, ψαλμός· πρὸς τούτοις ἅπασιν ἐπιτετήρηται ὡς καὶ μαρτύριον εἴη μόνος οὗτος τῶν ἐν πάσῃ τῇ βίβλῳ φερομένων οὕτως ἐπιγεγραμμένος. Εἰς μὲν οὖν τὸ τέλος ἀναπέμπει διὰ τὸ θεσπίζειν τὸ μέλλον· ὑπὲρ δὲ τῶν ἀλλοιωθησομένων, διὰ τὴν μεταβολὴν τῶν διὰ τῆς προφητείας δηλουμένων· μαρτύριον δὲ εἴρηται διὰ τὸ μαρτύρεσθαι περὶ τοῦ ἐν αὐτῷ προαναφωνουμένου ἀνδρὸς καὶ τοῦ καλουμένου Υἱοῦ ἀνθρώπου. Υἱὸν γάρ τινα ἀνθρώπου εἰσάγει καὶ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ τοῦτον ὀνομάζει. Πρῶτον μὲν οὖν τοῦ Ἰουδαίων ἔθνους τὴν ἀπὸ Αἰγύπτου πορείαν καὶ τὴν ἐπὶ τῆς Παλαιστινῶν γῆς οἴκησιν παρίστησιν ἐν ἀλληγορίας τρόπῳ φάσκων· Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτὴν, καὶ τὰ τούτοις ἀκόλουθα· εἶτα δηλοῖ τὴν ἐσομένην ἐρημίαν αὐτῶν φάσκων· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οι παραπορευόμενοι τὴν ὁδόν; Καὶ περὶ τῶν πολιορκησάντων δὲ διδάσκει λέγων· Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Δι' ὧν δύο πολιορκητὰς ἔσεσθαι τοῦ ἔθνους σημαίνει· ὃ δὴ γέγονε μὲν καὶ κατὰ τοὺς τῶν Βαβυλωνίων χρόνους· πρῶτος γὰρ ὁ Ἀσσύριος ἐπελθὼν τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ αἰχμαλώτους ἀπήγαγεν· εἶτα μετὰ τοῦτον ὁ Βαβυλώνιος τοὺς ὑπολοίπους ἐχειρώσατο, τὴν Ἱερουσαλὴμ σὺν τῷ ναῷ πυρπολήσας. Ὃ δὴ θεσπίζει φάσκων ὁ λόγος· Ἐμπεπυρισμένη ἐν πυρὶ καὶ ἀνεσκαμμένη· γέγονε δὲ καὶ ἐπὶ τῆς Ῥωμαίων βασιλείας, πρῶτον μὲν πολιορκήσαντος αὐτοὺς Τίτου τοῦ καὶ τὸ ἱερὸν πυρπολήσαντος μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν· ἔπειτα Ἀδριανοῦ τοῦ τὴν πόλιν αὐτὴν ἄβατον Ἰουδαίοις εἶναι νομοθετήσαντος. Ἀλλ' ἐπειδὴ ταῦτα περὶ τῆς πολιορκίας ἐθέσπισε τοῦ ἔθνους, προϊὼν περὶ τῆς σωτηρίου θεοφανείας εὐχὴν ἀναπέμπει λέγων· Γενηθήτω ἡ χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ Υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. Παρακαλεῖ δὲ ἐν τούτοις τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ ὀφθῆναι ἐπὶ γῆς. Δι' αὐτοῦ γὰρ,
VIII. The eighth prophecy of Asaph signifies many things at the same time through its superscription: for there is, "unto the end," and, "for those who shall be changed," and, "a psalm;" besides all these it has been observed that this one alone of those transmitted in the whole book is so inscribed as also "a testimony." Unto the end, then, it refers on account of foretelling the future; and "for those who shall be changed," on account of the change of those indicated through the prophecy; and it has been called "a testimony" on account of bearing witness concerning the man proclaimed beforehand therein and Him Who is called Son of man. For it introduces a certain Son of man and names Him the man of God's right hand. First, then, it sets forth in the manner of allegory the journey of the nation of the Jews from Egypt and their settlement in the land of the Palestinians, saying: "Thou didst transplant a vine out of Egypt, Thou didst cast out nations and plant it," and what follows these words; next it shows their future desolation, saying: "Why hast Thou pulled down its hedge, and all who pass by the way pluck its grapes?" And concerning those who besieged them too it teaches, saying: "A boar out of the thicket has ravaged it, and a solitary wild beast has devoured it." Through which it signifies that there will be two besiegers of the nation; which indeed happened also in the times of the Babylonians: for first the Assyrian came against them and led away captive the ten tribes of Israel; then after him the Babylonian subdued the remainder, burning Jerusalem together with the temple. Which indeed the word foretells, saying: "Burned with fire and dug up;" and it happened also under the empire of the Romans, when first Titus besieged them, who also burned the temple after the things dared by them against our Saviour, and next Hadrian enacted by law that the city itself be inaccessible to Jews. Yet after he foretold these things concerning the siege of the nation, proceeding he sends up a prayer concerning the saving manifestation of God, saying: "Let Thy hand be upon the man of Thy right hand, and upon the Son of man Whom Thou didst make strong for Thyself." And in these words he entreats that the man of the right hand of God may appear upon earth. For through Him,
Notes, col. 829

On the reading

Printed εις, for εἰς.

Printed πολλα, for πολλὰ.

Printed οι, for οἱ.

PG 23:832Read from the page
Θʹ. Σφόδρα ἀκολούθως τοῖς προλεχθεῖσιν ἡ μετὰ χεῖρας προφητεία ὑπὲρ τῶν ληνῶν προγέγραπται, καὶ εἰς τὸ τέλος ἀναπέμπει. Ληνοὺς δὲ διὰ τούτων ὀνομάζει τὰς καθ' ὅλης τῆς οἰκουμένης Ἐκκλησίας τοῦ Θεοῦ, ἐν οἷς ὁ τρυγητὸς τῆς ἁγίας ἀμπέλου συνῆκται. Παραδόξως δὲ προγέγραπται, ὑπὲρ τῶν ληνῶν, μετὰ τὸν ἀφανισμὸν τῆς προτέρας ἀμπέλου. Ἐκείνης γὰρ λυμανθείσης ὑπὸ τοῦ ἀγρίου συὸς, τοῦ τε φραγμοῦ αὐτῆς καθαιρεθέντος, ἐνταῦθα πολλῶν ληνῶν καὶ οὐκέτι μιᾶς ὁ λόγος μνημονεύει. Ληνὸν δὲ μίαν τὴν πρώτην ἐδήλου καὶ ὁ Ἠσαΐας λέγων· Καὶ ᾠκοδόμησα πύργον, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, δηλαδὴ τῷ ἀμπελῶνι. Ἀλλ' ἐπεὶ τὴν πτῶσιν ἐδήλου τοῦ προτέρου πύργου, καὶ τὸν ἀφανισμὸν τοῦ προληνίου, τήν τε τοῦ παντὸς ἀμπελῶνος ἐρημίαν ἐν ἐκείνοις· εἰκότως διὰ τοῦ παρόντος τῶν ἐθνῶν ἁπάντων τὴν κλῆσιν εὐαγγελίζεται, ὑπὲρ τῶν ληνῶν ἐπιγράψας τὴν προφητείαν. Διὸ ἐπὶ χαρὰν καὶ εὐφροσύνην προκαλεῖται τοὺς εὐαγγελιζομένους φάσκων· Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν· ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. Λάβετε ψαλμὸν, καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας. Ταῦτα μὲν οὖν τοῖς ἀξίοις τοῦ Εὐαγγελίου, τοῖς τὰς ληνοὺς ἀπὸ τῶν οἰκείων καρπῶν πληροῦσι. Περὶ δὲ τοῦ Ἰουδαίων ἔθνους σαφῶς ἐπιλέγει· Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι. Καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῆς καρδίας αὐτῶν. Πολλῆς δὲ ἔχεται ἀκολουθίας ταῦτα πρὸς τὴν ἔμπροσθεν προφητείαν. Ὡς γὰρ ἐκεῖ τῆς ἀμπέλου τὸν ἀφανισμὸν ἐδήλου, οὕτω καὶ ἐνταῦθα τῶν αὐτῶν τὸ ἀπειθὲς καὶ ἀνήκοον ἐλέγχει· καὶ ὡς ἐν ἐκείνῳ ἄνδρα δεξιᾶς τοῦ Θεοῦ εἰσήγαγε, καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, οὕτω διὰ τῶν προκειμένων τὴν ὑπὲρ τῶν ληνῶν συνῆψε προφητείαν, δηλαδὴ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ ἃς ὁ Υἱὸς τοῦ ἀνθρώπου συνεστήσατο.
IX. Very consistently with the things spoken beforehand, the prophecy in hand has been superscribed "for the winepresses," and refers unto the end. Now by winepresses through these words he names the Churches of God throughout the whole inhabited earth, in which the vintage of the holy vine has been gathered together. And remarkably it has been superscribed, "for the winepresses," after the disappearance of the former vine. For after that vine was ravaged by the wild boar, and its hedge pulled down, here the discourse makes mention of many winepresses and no longer of one. Now Isaiah too showed the first winepress to be one, saying: "And I built a tower, and dug a wine-vat in it," namely in the vineyard. Yet since in those words he showed the fall of the former tower, and the disappearance of the wine-vat, and the desolation of the whole vineyard, reasonably through the present psalm he proclaims the good tidings of the calling of all the nations, having inscribed the prophecy "for the winepresses." Wherefore he summons to joy and gladness those who receive the good tidings, saying: "Exult in God our helper; shout aloud to the God of Jacob. Take a psalm, and give a timbrel, a pleasant psaltery with a harp." These things, then, are for those worthy of the Gospel, who fill the winepresses from their own fruits. Concerning the nation of the Jews, however, he clearly adds: "And My people did not hear My voice, and Israel did not attend to Me. And I sent them away according to the practices of their heart." And these things hold great consistency with the preceding prophecy. For just as there he showed the disappearance of the vine, so here too he convicts the disobedience and unruliness of the same men; and just as in that psalm he introduced a man of the right hand of God, and a Son of man made strong, so through the words before us he joined thereto the prophecy "for the winepresses," namely the Churches of God which the Son of man established.
Ιʹ. Θεοὺς εἰσάγει καὶ Θεὸν ἐν μέσῳ θεῶν διακρίνοντα τοὺς ὠνομασμένους θεοὺς ἐν τούτοις ὁ Ἀσὰφ ἀναγκαίως· ἐπειδὴ γὰρ διὰ τῶν ἔμπροσθεν τοῦ παντὸς Ἰουδαίων ἔθνους κατηγόρει, ἀκολούθως ἐπὶ τοῦ παρόντος τοὺς παρ' αὐτοῖς ἄρχοντας ἰδίως ἐλέγχει. Εἶτ' ἐπειδὴ τὸν Χριστὸν τοῦ Θεοῦ ἐν τῷ πρὸ τούτου ἄνδρα ὠνόμασε δεξιᾶς αὐτοῦ καὶ Υἱὸν ἀνθρώπου κεκραταιωμένον, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν σημήνας, ἵνα μή τις αὐτὸν ψιλὸν ὑπολάβοι ἄνδρα καὶ τοῖς πολλοῖς ὅμοιον, θεολογεῖ αὐτὸν ἐν τοῖς μετὰ χεῖρας φήσας· Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν. Καὶ ὅπως μὴ ταραχθείη τις εἰς τὸν περὶ μοναρχίας λόγον, Θεὸν ἀκούων τὸν Χριστὸν τοῦ Θεοῦ, εἰκότως καὶ πλείονας θεοὺς ὀνομάζει τοὺς διὰ τῶν ἐξῆς κατηγορουμένους, μονονουχὶ παρακελευόμενος μὴ ἀποκνεῖν καὶ τὸν Υἱὸν Θεοῦ Θεὸν ἀποκαλεῖν. Εἰ γὰρ οἱ διαβαλλόμενοι τοῦ ἔθνους ἄρχοντες θεοὶ ἠξιώθησαν ὀνομασθῆναι, ποῖος ἂν γένοιτο κίνδυνος τὸν ἄνδρα τῆς δεξιᾶς τοῦ Θεοῦ καὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου τὸν κεκρα-
X. Gods Asaph introduces in these words, and God in the midst of gods judging those named gods, and necessarily so: for since through the preceding psalms he accused the whole nation of the Jews, consistently in the present one he convicts specifically the rulers among them. Next, since in the psalm before this he named the Christ of God the man of His right hand and Son of man made strong, signifying His coming in the flesh, lest anyone should suppose Him a mere man and like the many, he declares His deity in the words in hand, saying: "God stood in the assembly of gods." And lest anyone should be troubled regarding the doctrine of the monarchy upon hearing the Christ of God called God, reasonably he also names as several gods those who are accused through what follows, all but exhorting us not to hesitate to call the Son of God also God. For if the traduced rulers of the nation were deemed worthy to be named gods, what danger could arise in confessing the man of the right hand of God and the Son of man Who has been made
PG 23:833Read from the page
ταιωμένον Θεὸν ὁμολογεῖν; Εἶτ' ἐπὶ τέλει τοῦ παντὸς ὁ Προφήτης εὐχὴν ἀναπέμπει ὑπὲρ τῆς τῶν ἐθνῶν κλήσεως φάσκων· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν. Ἔοικε δὲ τούτῳ ἀκόλουθος εἶναι ὁ μθʹ ψαλμὸς, ἐν ᾧ καὶ αὐτῷ λέλεκτο· Θεὸς θεῶν Κύριος ἐλάλησε. Καὶ ἐν ἀμφοτέροις δ' οὖν Θεὸς θεῶν εἰσῆκται· καὶ πάλιν ἐν ἀμφοτέροις κρίνων ἀναγέγραπται. Καὶ ἐν μὲν τῷ παρόντι λέλεκται· Ἀνάστα, ὁ Θεὸς, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· ἐν δὲ τῷ μθʹ σφόδρα τούτοις ἀκολούθως ὅπως ἀναστὰς κρίνει τὴν γῆν ὑπογράφει ὁ λόγος φάσκων· Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· καὶ ἐξῆς· Ὁ Θεὸς ἐμφανῶς ἥξει, καὶ οὐ παρασιωπήσεται. Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ τὰ ἐξῆς· δι' ὧν ὅπως μέλλει κρίνειν διεξέρχεται. Καὶ ἐπειδήπερ ἐν τῷ μετὰ χεῖρας λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν· εἰκότως ἐν τῷ μθʹ τοὺς παρὰ Μωϋσεῖ περὶ θυσιῶν ἀνατρέπει νόμους, ἕτερον τρόπον παραδιδοὺς λογικῆς θυσίας, τὸν καθ' ὅλης τῆς οἰκουμένης ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιτελούμενον· δι' ὃ λέλεκται· Ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.
strong to be God? Next, at the end of the whole psalm, the Prophet sends up a prayer on behalf of the calling of the nations, saying: "Arise, O God, judge the earth, for Thou shalt inherit among all the nations." And the 49th Psalm seems to be consistent with this one, in which itself too it had been spoken: "The God of gods, the Lord, has spoken." In both, accordingly, the God of gods has been introduced; and again in both He is recorded as judging. And in the present one it has been spoken: "Arise, O God, judge the earth, for Thou shalt inherit among all the nations;" while in the 49th, very consistently with these words, the discourse sketches how arising He judges the earth, saying: "The God of gods, the Lord, has spoken, and has called the earth from the risings of the sun unto the settings;" and next: "God shall come manifestly, and shall not keep silence. Fire shall burn before Him," and what follows; through which it recounts how He is about to judge. And inasmuch as in the psalm in hand it has been spoken: "For Thou shalt inherit among all the nations," reasonably in the 49th He overturns the laws concerning sacrifices in Moses, handing down another manner of rational sacrifice, that which is accomplished throughout the whole inhabited earth among all the nations; wherefore it has been spoken: "For Thou shalt inherit among all the nations."
ΙΑʹ. Ὁ παρὼν λόγος, τελευταῖος ὢν τοῦ Ἀσάφ, ἱκετηρίαν περιέχει καὶ παράκλησιν ὑπὲρ τοῦ λαοῦ σφόδρ' ἀκολούθως. Ἐπειδὴ γὰρ ἐν τοῖς πρώτοις ἐθέσπισε τὴν ἐσχάτην τοῦ τόπου πολιορκίαν, εἶτ' ἀναδραμὼν τῷ χρόνῳ δευτέραν τὴν ὑπ' Ἀντιόχου γενομένην ἔταξεν, εἶτ' ἐπὶ ταύτης τρίτης ἐμνημόνευσε τῆς προαγούσης τοῖς χρόνοις, λέγω δὲ τῆς κατὰ τῶν Ἀσσυρίων καὶ Βαβυλωνίων ἀρχῆς· ἀκολούθως διὰ τῶν προκειμένων δέησιν καὶ ἱκετηρίαν ἀναπέμπει ὑπὲρ τῆς τοῖς χρόνοις πρώτης πολιορκίας, καθ' ἣν πάντες οἱ περίοικοι τῆς Ἰουδαίας δεξιὰς τοῖς Ἀσσυρίοις κατ' αὐτῶν ὤρεξαν. Ὃ δὴ σημαίνει λέγων· Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οι Ἰσμαηλῖται, Μωὰβ καὶ οι Ἀγαρηνοὶ, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετ' αὐτῶν, ἐγενήθησαν εις ἀντίληψιν τοῖς υἱοῖς Λώτ. Οἷς ἐξῆς τὸ καταληψόμενον αὐτοὺς ὑπογράφει τέλος φάσκων· Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου, ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσει ὄρη, καὶ τὰ ἐπιφερόμενα. Ἔνθα γενόμενος ἀναγκαίως ἐπιτηρήσεις, ὡς ὅπου μέμνηται τοῦ Ἀσσοὺρ, οὗτοι δὲ ἦσαν οἱ Ἀσσύριοι, καὶ τῶν προλεχθέντων ἐθνῶν τὴν κατ' αὐτῶν ποιεῖται δέησιν, καὶ τὴν καταστροφὴν αὐτῶν ἐξῆς θεσπίζει· καὶ ἐν τῷ οηʹ ὁμοίως, ἐν ᾧ τὰ κατὰ Ἀντίοχον προανεφώνει, ὃς Ἑλληνίζειν καὶ παραβαίνειν τὰ πάτρια ἠνάγκαζεν Ἰουδαίους. Πάλιν γὰρ κἀκεῖ τὴν καταστροφὴν τῶν πολεμίων προὔλεγεν. Οὐκέτι δὲ καὶ ἐν τῷ ογʹ, καθ' ὃν ἡ ἐσχάτη αὐτῶν ἐδηλοῦτο ἀποβολή.
XI. The present psalm, being the last of Asaph, contains supplication and entreaty on behalf of the people, very consistently. For since in the first psalms he foretold the final siege of the place, then running back in time set second that which took place under Antiochus, and then upon this made mention third of that which preceded in time, I mean that under the rule of the Assyrians and Babylonians, consistently through the words before us he sends up petition and supplication concerning the siege that was first in time, during which all the neighbours round about Judaea stretched out their right hands to the Assyrians against them. Which indeed he signifies, saying: "The tents of the Idumaeans and the Ishmaelites, Moab and the Hagarenes, Gebal and Ammon and Amalek, foreigners together with those who inhabit Tyre. For Assur too joined with them; they became a help to the sons of Lot." Next after which he sketches the end that will overtake them, saying: "O my God, set them like a wheel, like stubble before the face of the wind, like fire that shall burn up a forest, as a flame shall burn down mountains," and what follows. Having arrived at this point, of necessity you will observe closely how where he makes mention of Assur—and these were the Assyrians—and of the aforesaid nations, he makes petition against them, and next foretells their overthrow; and similarly too in the 78th, in which he proclaimed beforehand the events under Antiochus, who compelled Jews to Hellenize and transgress their ancestral customs. For there again he predicted the overthrow of the enemies. Yet no longer so in the 73rd as well, in which their final rejection was shown.
Οὗτοι μὲν οὖν οἱ συνημμένοι τοῦ Ἀσὰφ ιαʹ. Ὁ δὲ
These, then, are the eleven connected psalms of Asaph. Whereas the
Notes, col. 833

On the reading

Printed οι, for οἱ.

Printed εις, for εἰς.

PG 23:836Read from the page
ιβʹ πρὸ τοῦ νʹ ψαλμοῦ κατατέτακται δι' ἣν ἀποδεδώκαμεν αἰτίαν τοὺς τόπους διηγούμενοι. Ἀλλὰ γὰρ μετὰ τὴν τούτων ἐπιτομὴν φέρ' ἐπαναλαβόντες τὸν πρῶτον, τὴν κατὰ μέρος αὐτοῦ διάνοιαν ἐπιθεωρήσωμεν.
twelfth has been placed before the fiftieth psalm for the reason that we have given in expounding the passages. Yet after the summary of these, come, let us take up the first again, and examine its meaning part by part.
ΨΑΛΜΟΣ Τῼ ΑΣΑΦ. ΟΒʹ.
A Psalm for Asaph. 72.
Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ! Τὸ τρίτον μέρος τῆς βίβλου τῶν Ψαλμῶν ἄρχεται μὲν ἀπὸ τοῦ παρόντος, περαιοῦται δὲ εἰς τὸν πηʹ, ὡς τοὺς πάντας περιέχειν ψαλμοὺς ἑπτὰ καὶ δέκα· ὧν ἐφεξῆς ιαʹ τυγχάνουσι τοῦ Ἀσάφ· εἶτα τῶν υἱῶν Κορὲ δʹ, καὶ τοῦ Δαυῖδ εἷς, καὶ Αἰθὰν τοῦ Ἐσδραΐτου τελευταῖος. Ὁ μέντοι μετὰ χεῖρας τοῦ Ἀσὰφ (προφήτης δὲ ἦν οὗτος συγχρονίσας τῷ Δαυῖδ), Ψαλμὸς μὲν ἐπιγέγραπται, διὰ τὸ περιέχειν ἐπὶ τέλει τῶν λόγων τῶν μὲν ἀσεβῶν τὴν καταστροφὴν, τῶν δ' εὐσεβῶν τὸ παρὰ τῷ Θεῷ τεταμιευμένον ἀγαθὸν τέλος· ἃ δὴ παρίστη λέγων· Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται, ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστιν· ἄρχεται δ' ἀπὸ δογματικῆς διδασκαλίας, δι' ἧς αἰτίαν ἀποδίδωσι τῆς τῶν ἀσεβῶν κατά τινας καιροὺς εὐπραγίας· τὸ γὰρ ἀγαθὸν εἶναι καὶ μακρόθυμον τὸν Θεὸν, τοῦτό φησιν ὑπάρχειν αἴτιον. Ὅ δὴ διδάσκει καὶ ὁ θεῖος Ἀπόστολος λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; καὶ ἀλλαχοῦ δὲ εἴρηται· Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἀγαθὸς καὶ μακρόθυμος μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν Ὡς ἀγαθὸς γοῦν ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθούς. Ἔνθεν καὶ ὁ Σωτὴρ ὅρον περὶ τοῦ Πατρὸς ἐξήνεγκεν εἰπών· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Κἂν ἐξετάζῃς περὶ τοῦ Υἱοῦ, μαθήσῃ ὅπως ἐστὶ καὶ αὐτὸς ἀγαθός· ἐπείπερ ἀπαύγασμά ἐστι φωτὸς ἀϊδίου καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Πατρὸς ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. Τοιοῦτος μὲν οὖν ὁ Θεὸς πέφυκεν· ἔγνωσται δὲ οὐ πᾶσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραὴλ, τῷ διορατικῷ δηλαδὴ καὶ γνωστικῷ ἀνδρὶ, ὃν δὴ παρίστησι συνάπτων ἑξῆς καὶ λέγων, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ὁ γὰρ μηδὲν σκολιὸν κεκτημένος ἐν τῇ ἑαυτοῦ ψυχῇ, λογισμοῖς δὲ ὀρθοῖς ἐπιβάλλων τοῖς τῆς προνοίας λόγοις, αὐτὸς ἂν εἴη ὁ Ἰσραὴλ, ᾧ καὶ ἔγνωσται ἀγαθὸς ὢν ὁ Θεὸς δι' ὑπερβολήν τε ἀγαθότητος πάντων ἀνεχόμενος. Ἀλλ' ὁ μὲν Θεὸς τοιοῦτος. Ἐγὼ δὲ, ἄνθρωπος φιλαλήθης εἶναι θέλων, τὴν ἐμαυτοῦ διηγοῦμαι τῆς ψυχῆς νωθρίαν. Μικροῦ γὰρ δεῖν τὴν ἐμαυτοῦ στάσιν καὶ βάσιν, καὶ, ὡς ἂν εἴποι τις μεταφορικῶς, τοὺς τῆς ψυχῆς πόδας καὶ τὰ ἐρείσματα παρετράπην ἐκ τῆς εἰς τὸν Θεὸν ἐλπίδος διὰ τὰς τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν εὐπραγίας. Ἀλλὰ παρὰ μικρὸν μὲν τοῦτ' ἔπαθον· διὰ δὲ τὴν τοῦ Θεοῦ χάριν οὐκ ἐσαλεύθην, οὐδὲ κατεκράτησέ μου ὁ προλεχθεὶς λογισμός· ἢ γὰρ ἂν ἀπωλόμην, καὶ πάντα μου τὰ διαβήματα κέχυτο· παρ' ὀλίγον γὰρ ἐξεχύθη τὰ
How good is God to Israel, to the upright in heart! The third part of the book of Psalms begins from the present one, and comes to an end at the eighty-eighth, so as to contain seventeen psalms in all; of which eleven in succession belong to Asaph; then four of the sons of Core, and one of David, and last that of Aethan the Ezrahite. Now the one in hand, of Asaph (and this man was a prophet contemporary with David), is entitled a Psalm, because at the close of its words it contains both the overthrow of the ungodly and the good end laid up with God for the godly; which things he set forth, saying: For behold, those who remove themselves far from Thee shall perish; Thou hast destroyed everyone who goes a-whoring from Thee. But for me to cleave to God is good; and it begins from doctrinal teaching, through which he renders a reason for the prosperity of the ungodly at certain seasons; for that God is good and long-suffering, this he says is the cause. Which very thing the divine Apostle also teaches, saying: Or do you despise the riches of His kindness and long-suffering, not knowing that the kindness of God leads you to repentance? And elsewhere too it has been said: God is a righteous judge, and good, and long-suffering, not bringing wrath every day. As being good, then, He makes His sun rise upon the righteous and the unrighteous, and sends rain upon the wicked and the good. Hence the Saviour also pronounced a definition concerning the Father, saying: None is good save one, God. And even if you inquire concerning the Son, you will learn how He Himself also is good; seeing that He is an effulgence of everlasting light and an unspotted mirror of the working of the Father, and an image of His goodness. Such, then, is God by nature; yet He has become known not to all, but to Israel alone, namely to the clear-sighted and discerning man, whom indeed he sets forth by joining on immediately and saying, to the upright in heart. For he who possesses nothing crooked in his own soul, and applies himself with upright thoughts to the principles of providence, he himself would be Israel, to whom also God has become known as being good and through excess of goodness bearing with all. Now God indeed is such. But I, a man wishing to be a lover of truth, recount the sluggishness of my own soul. For I was almost turned aside in my own standing and footing, and, as one might say metaphorically, in the feet and stays of my soul, from my hope towards God on account of the prosperity of godless and ungodly men. Yet I came within a little of suffering this; but through the grace of God I was not shaken, nor did the aforesaid thought prevail over me; or else I would have perished, and all my steps would have been poured out; for almost poured out were
Notes, col. 836

On the reading

Printed Ὅ δὴ, for Ὃ δὴ.

Printed ἡμέραν Ὡς, for ἡμέραν. Ὡς.

PG 23:837Read from the page
διαβήματά μου, οὐ μὴν ἐξεχύθη. Νοήσεις δὲ ὅπως ἐκχεῖται ψυχῆς διαβήματα, ἐπιστήσας, ὡς ἤδη τινὲς, προκόψαντες ἐν ἀσκήσει θεοσεβείας, ἐν σωφροσύνῃ τε καὶ ἁγνείᾳ διαλάμψαντες μακροῖς χρόνοις, ὕστερόν ποτε ὑπεσύρησαν χαυνότερον βιώσαντες καὶ ὀλισθήσαντες, ἢ παντελῶς ἐκπεσόντες τοῦ σκοποῦ, καὶ ὥσπερ ναυάγιον παθόντες τῶν πάλαι συνηγμένων αὐτοῖς ἀγαθῶν πράξεων. Τούτων γὰρ οὐκ ἂν ἁμάρτοις εἰπὼν τοὺς πόδας τῆς ψυχῆς σεσαλεῦσθαι· οὐ μὴν ἀλλὰ καὶ ὅλους πεπτωκέναι, τά τε διαβήματα αὐτῶν καὶ τὰς κατὰ Θεὸν πορείας τὴν ἐν μακρῷ χρόνῳ προκοπὴν ἀποῤῥεῦσαι καὶ ἐκκεχύσθαι. Ἀλλὰ ταῦτα μὲν παρὰ μικρὸν, φησὶν, ἔπαθον, οὐ μὴν πέπονθα διὰ τὸ τοῦ Θεοῦ ἔλεος. Πλὴν ἤμελλόν γε ταῦτα πάσχειν διὰ ζῆλον ὃν ἐζήλουν ἐπὶ τοῖς ἀνόμοις ὁρῶν τὴν εἰρήνην αὐτῶν καὶ τὴν ἐν πλούτῳ καὶ τρυφῇ, ἔν τε ἀρχαῖς καὶ ἀξιώμασιν εὐημερίαν. Εἰς ταῦτα γὰρ ἀφορῶν διεπριόμην, ὡς μικροῦ δεῖν κινδυνεῦσαι περιπεσεῖν ἀθέοις λογισμοῖς· οἷς οὐ περιπέπτωκα δόγμασιν ὀρθοῖς θεραπευόμενος, τοῖς ὑπομιμνήσκουσιν ἀγαθὸν εἶναι τὸν Θεὸν καὶ ἀνεξίκακον καὶ μακρόθυμον. Διόπερ ἐκπληττόμενος αὐτοῦ καὶ ἀποθαυμάζων τὴν ὑπερβολὴν τῆς ἀγαθότητος, εἶπον ἀρχόμενος τοῦ λόγου· Ὡς ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς, τοῖς εὐθέσι τῇ καρδίᾳ. Ἀντὶ δὲ τοῦ· Ὡς ἀγαθὸς, ὁ Σύμμαχος·
my steps, yet they were not poured out. And you will understand how the steps of a soul are poured out, when you consider how already certain men, having advanced in the practice of godliness, and having shone forth over long times in temperance and chastity, afterwards at some point were swept away, having lived more laxly and slipped, or having fallen away altogether from the goal, and having suffered as it were a shipwreck of the good deeds gathered together by them of old. For of these men you would not err in saying that the feet of their soul have been shaken; nay more, that they have fallen altogether, and that their steps and their walks according to God, their progress over a long time, have flowed away and been poured out. Yet these things, says he, I came within a little of suffering, though I have not suffered them, on account of the mercy of God. Nevertheless I was on the point of suffering these things on account of the jealousy wherewith I was jealous at the lawless, seeing their peace and their prosperity in wealth and luxury, and in offices and dignities. For looking away towards these things I was cut to the heart, so as almost to run the risk of falling into godless thoughts; into which I have not fallen, being healed by right doctrines, those that call to mind that God is good and patient of wrong and long-suffering. Wherefore being struck with awe at Him and marvelling at the excess of His goodness, I said as I began my discourse: How good is God to Israel, to the upright in heart. And instead of, How good, Symmachus:
Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Ὡς ἐν ἱστορίᾳ διεξέρχεται τὰ ταράξαντα αὐτοῦ τὴν ψυχὴν, ἵνα γνῶμεν, ὅτι μὴ ἐπὶ μικροῖς ἐσαλεύθησαν αὐτοῦ οἱ πόδες παρ' ὀλίγον· μηδὲ ἐπὶ τοῖς τυχοῦσιν ἤμελλον ἑαυτοῦ ἐκχεῖσθαι τὰ διαβήματα. Τίνα δὲ ἦν ταῦτα; Οἱ ἀσεβεῖς καὶ τὸν Θεὸν οὐκ εἰδότες, οὕτω, φησὶν, ἐν εὐσταθείᾳ βίου καὶ θυμηδίαις διῆγον, καὶ μέχρις ἐσχάτης τελευτῆς τοσαύτης ἀπήλαυον τρυφῆς, ὡς καὶ πάνθ' ὁντινοῦν εὔξασθαι τῶν ἴσων αὐτοῖς τυχεῖν, ζηλῶσαί τε αὐτῶν οὐ μόνον τὴν ζωὴν, ἀλλὰ καὶ τὸν θάνατον, ὃν οὐδὲ παραιτήσασθαι ἐξῆν οὐδὲ ἀπευκτὸν ἡγήσασθαι. Οὕτως οὐκ ἦν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν. Ἀλλὰ καὶ εἰ συνέβη ποτὲ μάστιγι καὶ πληγῇ, τουτέστι περιστάσει καὶ συμφορᾷ περιπεσεῖν αὐτῶν τινα, ἢ ἐν νόσοις ἐξετασθῆναι καὶ ζημίαις, οὐκ ἦν στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Οὐ γὰρ στερεά τις ἦν καὶ ἐπίμονος ἡ κατ' αὐτῶν πληγή· βραχεῖα δέ τις καὶ ἐξ ἐπιπολῆς παρατρέχουσα. Οὐδὲ ἐν κόποις δὲ ἀνθρώπων ἐξητάζοντο, γεωπονοῦντες καὶ τὴν τροφὴν ἀπὸ χειρῶν ποριζόμενοι, πενίᾳ τε κατατρυχόμενοι· τοὐναντίον δὲ πλούτῳ περιῤῥεόμενοι καθηδυπάθουν ἐντρυφῶντες, καὶ μηδὲν ὅμοιον πάσχοντες τοῖς λοιποῖς ἀνθρώποις τοῖς μαστιζομένοις ἑκάστης ἡμέρας δι' ἐπιπόνου καὶ μοχθηροῦ βίου. Διὸ ἐν κόπῳ ἀνθρώπων οὐκ εἰσὶ,
Because there is no shrinking back in their death, nor firmness in their scourge. They are not in the toils of men, and with men they shall not be scourged. Therefore pride held them fast to the end. As in a narrative he goes through the things that troubled his soul, that we may know that it was not over small matters that his feet were almost shaken; nor over ordinary things that his own steps were about to be poured out. And what were these things? The ungodly and those who knew not God, says he, passed their lives in such stability of life and delights, and right up to their last end enjoyed such great luxury, that anyone at all would pray to obtain the like with them, and would envy not only their life, but also their death, which one could neither beg off from nor deem something to be deprecated. Thus there was no shrinking back in their death. Moreover, even if it ever happened that someone of them fell into a scourge and a stroke, that is, into distress and misfortune, or was tried in sicknesses and losses, there was no firmness in their scourge. For the stroke against them was not a firm and lasting one; rather a brief one, and passing over superficially. Nor were they reckoned in the toils of men, tilling the ground and procuring food with their hands, and worn down by poverty; on the contrary, flowing round with wealth, they lived in pleasure, revelling in luxury, and suffering nothing like the rest of men who are scourged every day through a toilsome and wretched life. Wherefore they are not in the toil of men,
PG 23:840Read from the page
καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Ὁ δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ὅτι οὐκ ἐνεθυμοῦντο, περὶ θανάτου· στερεὰ γὰρ ἦν τὰ πρόπυλα αὐτῶν καὶ ἑξῆς· Ἐν ταλαιπωρίᾳ, φησὶν, ἀνδρὸς οὐκ ἐγένοντο, οὐδὲ μετὰ ἀνθρώπων ἐπλήσσοντο. Ἐπεὶ οὖν ἐν τοιούτοις ἦσαν, διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία. Δέον γὰρ ἀσεβεῖς ὄντας, ὅσον ἐν ἀνθρωπίνοις λογισμοῖς, τἀπίχειρα πάσχειν τοῖς ἀσεβήμασιν· οἱ δὲ κατενετρύφων τοῦ βίου θεομαχοῦντες. Δι' ὃ ἐπιτριβόμενοι χείρους ἑαυτῶν ἐγίγνοντο, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν· ἀνθ' οὗ ὁ Σύμμαχος· Ὑπερηφανίαν, φησὶν, ἡμφιώσαντο, ἀποθήκας ἐξ ἀδικίας ἔχοντες. Ἔτι μὴν πρὸς τούτοις· Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· οὗ δὴ σαφεστέραν ὁ Σύμμαχος ἀπέδωκε τὴν διάνοιαν εἰπών· Προέπιπτον ἀπὸ λιπαρότητος οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ Ἀκύλας δὲ ὁμοίως ἡρμήνευσε φήσας· Ἐξῆλθον ἀπὸ στέατος ὀφθαλμοὶ αὐτῶν. Εἶτ' ἐπὶ τούτοις· Διήλθοσαν, φησὶν, εἰς διάθεσιν καρδίας, διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ· ἃ καὶ αὐτὰ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτω· Παρέβαινον τὰ φαινόμενα τῇ καρδίᾳ καταμωκώμενοι. Καὶ γὰρ αὐτὰ τὰ τοῖς πάντων ὀφθαλμοῖς ὁρώμενα ἔργα τοῦ Θεοῦ, καὶ τὰ προφανῆ τῆς Προνοίας θαύματα παρέβαινον οὗτοι, νοοῦντες μὲν καὶ συνιέντες αὐτὰ, καταμωκώμενοι δὲ καὶ χλευάζοντες δι' ὑπερβολὴν ἀπονοίας. Ἔτι μὴν ἐλάλησαν ἐν πονηρίᾳ, καὶ ἀδικίαν εἰς τὸ ὕψος ἐφθέγγοντο. Ἔθεντό τε εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. Καὶ ταῦτα δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· Ἐλάλουν ἐν πολλῇ συκοφαντίᾳ, τοῦ ὕψους κατελάλουν. Ἔτασσον εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἡ δὲ γλῶσσα αὐτῶν περιπατήματα ἐν τῇ γῇ. Βλάσφημα γὰρ προφερόμενοι ῥήματα κατὰ τοῦ Θεοῦ, ὡς μήτε ὁρῶντος μήτε ἐπισκοποῦντος, μήτε μὴν ὅλον ὑπάρχοντος, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν, καὶ μέχρι τοῦ οὐρανοῦ ἐξέτεινον ἑαυτῶν τὸ στόμα· καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ τῆς γῆς ἔχοντες. Ταῦτ' ἦν δι' ἃ ὡμολόγουν τὸ ἐμαυτοῦ πάθος, κατ' ἐμαυτοῦ στηλιτεύων ἔγγραφον κατηγορίαν, καὶ ὅτι παρὰ μικρὸν
and with men they shall not be scourged. And Symmachus rendered it thus: Because they took no thought concerning death; for firm were their forecourts; and next: In the misery, says he, of a man they came not to be, nor with men were they stricken. Since, then, they were in such circumstances, therefore pride held them fast. For whereas, being ungodly, they ought, so far as lies in human reasonings, to suffer the wages for their ungodly deeds, they instead revelled away their life fighting against God. Wherefore, growing hardened, they became worse than themselves, and wrapped themselves in their own unrighteousness and ungodliness; instead of which Symmachus: They clothed themselves, says he, with pride, having storehouses out of unrighteousness. Furthermore, besides these things: Their unrighteousness shall come forth as out of fat; the meaning of which Symmachus rendered clearer, saying: Their eyes bulged forth from fatness; and Aquila too rendered it similarly, saying: Out from fat came their eyes. Then upon these things: They passed through, says he, into the disposition of the heart; they devised and spoke in wickedness; which very things Symmachus rendered thus: They transgressed the things that are manifest, scoffing in heart. For indeed the very works of God seen by the eyes of all, and the manifest wonders of Providence, these men transgressed, understanding and perceiving them indeed, yet scoffing at them and mocking through excess of madness. Furthermore, they spoke in wickedness, and uttered unrighteousness unto the height. And they set their mouth unto heaven, and their tongue passed through upon the earth. And these things too Symmachus rendered thus: They spoke in much calumny, they spoke down from the height. They set their mouth unto heaven; and their tongue was walkings in the earth. For bringing forth blasphemous words against God, as neither seeing nor watching over, nor indeed existing as a whole, they spoke unrighteousness unto the height, and stretched forth their own mouth as far as heaven; and this though being lowly and having their tongue upon the earth. These were the things on account of which I confessed my own affection, posting up against myself a written accusation, and that almost
Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Τὰ μὲν ἄθεα τῶν ἀσεβῶν ῥήματα καὶ ἡ κρατήσασα αὐτῶν ὑπερηφανία τοιαύτη τις ἦν οἵα δεδήλωται. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὡς αὐτὰ ταῦτα πρὸς ἀγαθοῦ γεγένηται τῷ ἐμῷ λαῷ. Εἰ γὰρ καὶ τὰ μάλιστα πρός τινα καιρὸν αὐτοῖς ἐκείνοις τοῖς ἀσεβέσιν ὁ ἐμὸς λαὸς παρεδόθη εἰς ἔκπραξιν ἁμαρτημάτων, ἀλλ' ἡ ὑπερβολὴ τῆς τῶν προλεχθέντων ἀπονοίας, πτῶσιν αὐτοῖς ἐργασαμένη καὶ ὀλέθρου γενομένη αὐτοῖς αἰτία, ἄνεσιν καὶ ἀναπνοὴν τῷ ἐμῷ παρέξει λαῷ. Ἐκπεσόντων γὰρ ἐκείνων καὶ ἀπολομένων διὰ τὰς οἰκείας ἀσεβείας, ὁ λαός μου ἐπιστρέψει ἐνταῦθα, τουτέστιν ἐν τῷ παρόντι βίῳ· καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς, δηλαδὴ τοῖς ἐν τῷ ἐμῷ λαῷ ἀξίοις. Πλήρεις δὲ ἡμέραι εἰσὶν αἱ παντὸς ἀγαθοῦ πεπληρωμέναι, καὶ
Therefore my people shall return here, and full days shall be found among them. Now the godless words of the ungodly and the pride that took hold of them were of such a kind as has been shown. Yet one must not be ignorant that these very things have turned out for good to my people. For even though ever so much for a certain season my people was delivered over to those very ungodly men for the exaction of sins, yet the excess of the madness of the aforesaid men, having wrought a fall for them and become a cause of ruin to them, will afford relief and breathing-space to my people. For when those men have fallen away and perished on account of their own ungodlinesses, my people shall return here, that is, in the present life; and full days shall be found among them, namely among those in my people who are worthy. And full days are those filled with every good, and
Notes, col. 840

On the reading

Printed ὅλον, for ὅλως.