Migne Reading Room

PG 23 · cols. 661–672 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:661Read from the page
Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εις τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ' ἂν καὶ τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εις σάλον· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οικείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εισιν, ἀλλ' ἵνα, αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται· μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ' αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται, (sic) πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες, φασίν· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς καλάμην, οὐδ' ὡς χόρτον, οὐδ' ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ' ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες· «Εισήγαγες ἡμᾶς εἰς τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εισήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμαχον, «Εισήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εισήγαγες ἡμᾶς εἰς περιοχήν.» Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη εκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εισάγονται, ἢ εις τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχήν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν· «Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων· «Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων
Now these voices, as I said, belong to apostles and disciples and evangelists of the Saviour, whose sound went out into all the earth, and their words unto the ends of the inhabited world. And they might also belong to the holy martyrs of God, who in imitation of the first heralds of our Saviour have suffered like things; wherein they contested the contests on behalf of godliness. Explaining and making clear, then, how He set their soul unto life, and how He did not give their feet unto tottering, they say: "Because Thou proved us, O God, as silver is tried with fire." For since an untested man is unapproved, naturally God, training His own, hands them over to trials; not that He Himself may come to know of what sort they are, but so that they themselves, tried with fire, may be rendered brighter and purer. For just as in silver there is oftentimes found an admixture of foreign matter, which for a time lies hidden before the smelting, whereas in the firing it is exposed and separated off, and thereafter the silver itself remains pure, having become better and brighter from the cleansing; in the same manner the men of God too, whatever foreign matter they drew into their own soul from its intertwining around the flesh, wash off all this in their trials and in the persecutions rising up against them, being tried with fire and cleansed through such a smelting, so as to cast off every stain of sin which ever, as men, having fallen into certain shortcomings, they acquired besides. Giving thanks over these things, therefore, they say: "Because Thou proved us, O God, Thou tried us with fire as silver is tried with fire." For not like stubble, nor like grass, nor like other brittle matter did Thou try us with fire, but like silver, which from the firing becomes purer. And how they were tried with fire they set forth, saying: "Thou brought us into the snare;" and according to Aquila, "Thou brought us, they say, in a stronghold;" and according to Symmachus, "Thou brought us inside a siege;" and according to the Fifth Edition: "Thou brought us into an enclosure." Now through these things the word signifies lock-ups and guardhouses and prisons, in which before death the martyrs of God are shut up; which indeed resembles a snare catching within itself what has been hunted. And of this snare the same men make mention elsewhere too, saying: "Our soul like a sparrow was rescued out of the snare of the hunters; the snare was shattered and we were rescued." First indeed, then, those being tried with fire are brought into the snare, either into the stronghold, or into the enclosure, or into the siege; next they contest a second contest, which they make clear when they say: "Thou laid afflictions upon our back." And according to Aquila they say: "Thou set grinding on our back;" and according to Symmachus: "Thou set encirclement on our loins." And through these things they signify the stripes upon the body, which the Apostle made clearer when he said: "Three times I was beaten with rods, once I was stoned, from Jews forty save one I received." And after the lock-ups and those upon the backs or upon the loins
Notes, col. 661

On the reading

Printed εις, for εἰς.

Printed εις, for εἰς.

Printed οικείους, for οἰκείους.

Printed εισιν, for εἰσιν.

Printed Εισήγαγες, for Εἰσήγαγες.

Printed Εισήγαγες, for Εἰσήγαγες.

Printed Εισήγαγες, for Εἰσήγαγες.

Printed Εισήγαγες, for Εἰσήγαγες.

Printed εκ, for ἐκ.

Printed εισάγονται, for εἰσάγονται.

Printed εις, for εἰς.

PG 23:664Read from the page
πληγάς· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν.» Καὶ τοῦτο δὲ νοήσεις, ὁρῶν κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπεμβαίνοντας τοὺς ἀθέους καὶ ἀσεβεῖς ἄνδρας καὶ κατεπαιρομένους τῶν τῆς θεοσεβείας ἀθλητῶν, τοὺς δὲ ταπεινουμένους καὶ τὰ πρόσωπα συνεσταλμένους ἐπὶ ταῖς τῶν ἀθέων βλασφημίαις τε καὶ μεγαλαυχίαις. Ἤδη δὲ πολλάκις καὶ κατὰ κόρης ἔτυψαν παίοντες πληγαῖς τὰς τῶν ἀθλητῶν τοῦ Θεοῦ κεφαλάς. Ἀλλὰ ταῦτα πάντα, φασὶν οἱ τοῦ Θεοῦ μάρτυρες, σὺ ἡμῖν ἐπήγαγες, ὁ Θεός. Μὴ γάρ σου βουλομένου, οὐκ ἄν τι τοιοῦτον καθ' ἡμῶν ἐτολμᾶτο· συγχωροῦντος δέ σου, ταῦτ' ἐγίνετο, Διό φασι πρὸς αὐτόν· «Εισήγαγες ἡμᾶς εἰς τὴν παγίδα.» Σὺ γὰρ ἦσθα ὁ κατακλείστους ἡμᾶς ποιῶν, συγχωρῶν δὲ ταῦτα γίνεσθαι. Καὶ σὺ ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν. Οὐ γὰρ ἂν ταῦτα καθ' ἡμῶν ἐτολμᾶτο, εἰ τῇ σαυτοῦ χειρὶ σκεπάσας ἐφύλαττες. Σὺ δὲ καὶ τοὺς ἀθέους ἀνθρώπους ἐπεβίβασας ἐπὶ τὰς κεφαλὰς ἡμῶν. Ἤδη δὲ πρὸς τούτοις εἰς ἔσχατα κακῶν ἦλθομεν, οἱ μὲν τὸν διὰ πυρὸς ὑπομείναντες θάνατον, οι δὲ τὸν δι' ὕδατος. Σίδηρος μὲν γὰρ καὶ αἱ διὰ σιδήρου κολάσεις, οἵ τε ἄλλοι θάνατοι, οὓς οἱ πλείους ἡμῶν ὑπομεμενήκασι, τὸ μηθὲν ἐνομίσθησαν παραθέσει τῶν χειρόνων. Διὸ ἐκεῖνα μὲν σεσιωπήκαμεν· ἐπεὶ δὲ, ὡς ἐν δεινοῖς, οὐδὲν χεῖρον τοῦ διὰ πυρὸς θανάτου καὶ τοῦ δι' ὕδατος νενόμισται, ταῦτα δὲ αὐτά φαμεν ὑπομεμενηκέναι. Τινὲς μὲν γὰρ ἡμῶν ὑποβρύχιοι θαλάττῃ καὶ ποταμοῖς παρεδόθησαν· οἱ δὲ τὴν διὰ πυρὸς τιμωρίαν ὑπέστησαν. Διὰ τοσούτων οὖν ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, καὶ διὰ τούτων ἁπάντων ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον.
stripes: "Thou mounted men upon our heads." And this too you will understand, seeing in the seasons of persecutions godless and ungodly men trampling upon and lifting themselves up against the athletes of godliness, while these are abased and downcast in countenance at the blasphemies and boastings of the godless. Indeed oftentimes they even struck them on the temple, smiting with blows the heads of the athletes of God. Yet all these things, say the martyrs of God, Thou brought upon us, O God. For had Thou not willed it, nothing of the sort would have been ventured against us; whereas when Thou permitted it, these things took place, Wherefore they say to Him: "Thou brought us into the snare." For Thou were He Who made us shut up, permitting these things to take place. And Thou laid afflictions upon our back. For these things would not have been ventured against us, if sheltering us with Thy own hand Thou had guarded us. Yet Thou even mounted godless men upon our heads. And already besides these things we came to the uttermost of ills, some having endured death by fire, and others that by water. For steel indeed and punishments by steel, and the other deaths which the majority of us have endured, were reckoned as nothing in comparison with the worse things. Wherefore over those we have kept silence; but since, as among dreadful things, nothing has been reckoned worse than death by fire and that by water, these very things we say that we have endured. For some of us were delivered up submerged in sea and rivers; while others underwent punishment by fire. Through such great things, therefore, Thou proved us, O God, and through all these things Thou tried us with fire, as silver is tried with fire.
Ἀλλὰ ταῦτα πάντα ἐπαγαγὼν ἡμῖν, πάλιν σὺ αὐτὸς ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὐ γὰρ ἡμῶν ἦν τὸ ὑπομεῖναι καὶ διαφυγεῖν τὰ τοσαῦτα, ἀλλὰ σοῦ τοῦ μεγάλου Σωτῆρος· ὡς γὰρ εἰσήγαγες εἰς τὴν παγίδα, οὕτω καὶ ἐξήγαγες εἰς ἀναψυχήν. Ἐπειδὴ μὴ παράμονα εἴασας ἡμῶν τὰ σκυθρωπὰ, μηδὲ εἰς ἄπειρον παρέτεινας τὴν θλίψιν, μηδὲ εἰς μακρὸν χρόνον συνεχώρησας ἐπιβῆναι ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· ἀλλ' οὐδὲ ἐν τῷ πυρὶ γενόμενοι ἐνυπεμείναμεν, οὐδὲ ἐν τῷ ὕδατι ἐμβληθέντες κατεπόθημεν· καὶ τοῦτο δὲ διήλθομεν· διὸ λέλεκται· «Διήλθομεν διὰ πυρὸς, καὶ τὸν βυθὸν τῶν ὑδάτων διεξήλθομεν·» διὸ καὶ, «δι' ὕδατος,» εἴρηται. Καὶ δὴ ἐπὶ τούτοις ἅπασιν ἐγγυμνάσας ἡμᾶς καὶ τῆς ὑπομονῆς ἡμῶν καὶ τῆς καρτερίας τὴν δοκιμὴν λαβὼν ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν· ἢ κατὰ τὸν Σύμμαχον, «εἰς εὐρυχωρίαν.» Καὶ τοῦτο δὲ ἐπληροῦτο διαφόρως· ἑνὸς γὰρ ὄντος τοῦ τῶν θεοσεβῶν σώματος, καὶ τῶν μὲν τάδε πεπονθότων, τῶν δὲ ὑπομεινάντων τιμωρίαν, τῶν δὲ τῇ τῶν ὑπαρχόντων ζημίᾳ μόνῃ δοκιμασθέντων, τῶν δὲ διὰ φυγῆς καὶ τῆς τῶν οἰκείων ἀναχωρήσεως ἐγγυμνασθέντων, οὐκ εἰς μακρὸν τὸ πάντων τέλος τοῖς πᾶσιν αἴσιον ἀπήντα. Οἱ μὲν γὰρ τοῦ Θεοῦ μάρτυρες διὰ τοῦ θανάτου τελειωθέντες, τὴν ἀληθῶς ἀναψυχὴν εὕραντο, ὡς δύνασθαι φάναι· «Ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε· ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου,» καὶ τὰ ἑξῆς.
Yet having brought all these things upon us, again Thou Thyself brought us out into refreshment. For it was not of us to endure and escape such great things, but of Thee the great Saviour; for as Thou brought us into the snare, so also Thou brought us out into refreshment. Since Thou did not suffer our grim things to abide permanently, nor did Thou prolong the affliction endlessly, nor for a long time did Thou permit men to mount upon our heads; nay, neither when we came to be in the fire did we remain fast in it, nor when cast into the water were we swallowed up; and this too we passed through; wherefore it has been said: "We passed through fire, and went right through the depth of the waters;" wherefore also "through water" has been said. And indeed upon all these things, having trained us and taken proof of our patience and endurance, Thou brought us out into refreshment; or according to Symmachus, "into a wide space." And this too was fulfilled in diverse ways: for whereas the body of the godly is one, and some suffered such and such things, and others endured punishment, and others were proved by the loss of their possessions alone, and others were trained through flight and withdrawal from their own kin, before long the end of all things met them all auspiciously. For the martyrs of God, perfected through death, found true refreshment, so as to be able to say: "Return, my soul, unto your rest, because the Lord has dealt bountifully with you; because He delivered my soul from death," and what follows.
Notes, col. 664

On the reading

Printed Εισήγαγες, for Εἰσήγαγες.

Printed οι, for οἱ.

PG 23:665Read from the page
Ἀδελφα γαρ αν εἴη ταῦτα τῶν διὰ τῶν μετὰ χεῖρας φασκόντων· «Τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου·» καὶ πάλιν· «Καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οἱ δὲ ἐν τῷ βίῳ πεφυλαγμένοι καὶ τὴν τοῦ διωγμοῦ πυρκαϊὰν ἀποσβεσθεῖσαν τεθεαμένοι, ἐν εἰρήνῃ φαιδρᾷ καταστάντες, τῆς ἀναψυχῆς ἔτυχον, καὶ εἰς εὔδιον λιμένα καταντήσαντες, καὶ τῆς μετὰ τοῦ διωγμοῦ εὐφροσύνης ἀπολαύσαντες. Νοήσεις δὲ ὅπως εἴρηται ἐνταῦθα τό· «Ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν,» παραθεὶς τὸ ἐν ἑτέρῳ εἰρημένον· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ σου θυσίαν ἀλαλαγμοῦ.» Ὥσπερ γὰρ κατὰ τοὺς τῶν διωγμῶν καιροὺς ἐπανίστησιν ὁ Θεὸς ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, οὕτω μετὰ ταῦτα, ὅτε ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν, ὑψοῖ τὰς κεφαλὰς ἡμῶν ἐπὶ τοὺς ἐχθροὺς ἡμῶν. Καὶ τοῦτο προφητικῶς ἐδήλου ὁ φήσας· «Καὶ νῦν ὕψωσε κεφαλήν μου ἐπὶ ἐχθρούς μου. Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν.» Οἱ μὲν γὰρ ἅγιοι τοῦ Θεοῦ μάρτυρες μετὰ τοὺς μεγάλους ἄθλους, οὓς ὑπομεμενήκασι, διὰ πυρὸς καὶ ὕδατος διελθόντες, εἰς ἀναψυχὴν παρελήφθησαν. Εἶτα τὸν ἐπουράνιον τοῦ Θεοῦ οἶκον τὸν ἀληθινὸν ἀπολαβόντες, φασίν· «Εισελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασι.» Ὡς γὰρ διὰ πυρὸς καὶ ὕδατος διελθόντες, τὰ ἑαυτῶν ὁλοκαυτώματα, ἐν οἷς ἐμαρτύρησαν, δίκην θυσίας τῷ ἑαυτῶν προσφέρουσι Θεῷ, πολλῇ παῤῥησίᾳ χρώμενοι ἐφ' αἷς ηὔξαντο εὐχαῖς. Ηὔξαντο δὲ ἀγωνίσασθαι, καὶ ταύτην ἐποιήσαντο τὴν ἐπαγγελίαν, τὸ μέχρι θανάτου ὑπὲρ εὐσεβείας ἀθλῆσαι. Ὡς οὖν κατωρθωκότες ἅπερ ηὔξαντο, φασίν·
For akin would these words be to those speaking through the passage in hand: "Who set my soul unto life, and did not give my feet unto tottering;" and again: "And Thou brought us out into refreshment. And those preserved in life, having beheld the conflagration of the persecution quenched, established in bright peace, obtained refreshment, both having reached a calm harbour, and having enjoyed the gladness after the persecution. And you will understand how there has been said here the saying: "Thou mounted men upon our heads," on setting beside it what has been said in another Psalm: "And now He lifted up my head over my enemies. I went round and sacrificed in Thy tabernacle a sacrifice of a shout of triumph." For just as in the seasons of persecutions God raises up men upon our heads, so after these things, when He brought us out into refreshment, He lifts up our heads over our enemies. And this he declared prophetically who said: "And now He lifted up my head over my enemies. I shall enter into Thy house with whole burnt-offerings." For the holy martyrs of God after the great contests which they have endured, having passed through fire and water, were received unto refreshment. Next, having received back the true heavenly house of God, they say: "I shall enter into Thy house with whole burnt-offerings." For as having passed through fire and water, they offer their own whole burnt-offerings, wherein they bore witness as martyrs, after the manner of a sacrifice to their own God, using much boldness of speech over the vows that they vowed. Now they vowed to contend, and made this promise, to contest unto death on behalf of godliness. As having accomplished the very things that they vowed, therefore, they say:
«Ἀποδώσω σοι τὰς εὐχάς μου, ἃς διέστειλε τὰ χείλη μου· καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου.» Κατ' αὐτὰς γὰρ τὰς θλίψεις, περὶ ὧν ἀνωτέρω ἔλεγον· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν,» τὴν πρὸς τὸν Θεὸν ἀγάπην τελείαν καὶ ὁλόκληρον ἐνδεικνύμενοι, εὐχὰς ἐτίθεντο καὶ ἐπαγγελίας ἐποιοῦντο μέχρι θανάτου ἐνστῆναι, μονονουχὶ ὁμοίως τῷ Παύλῳ λέγοντες· «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος;» καί· «Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ.» Ταύτας οὖν φησι τὰς εὐχὰς ἀποδεδωκέναι τῷ Θεῷ, ἃς διέστειλε τὰ χείλη αὐτῶν, καὶ ἐλάλησε τὸ στόμα αὐτῶν ἐν τῇ θλίψει αὐτῶν. Καὶ τοιαῦτά γε ἦν «τὰ ὁλοκαυτώματα» αὐτῶν «μεμυαλωμένα» ἀληθῶς. Αι γοῦν ψυχαὶ αὐτῶν, φέρουσαι τὸ πῖον καὶ δυνατὸν τῆς πίστεως, εἶπον ἂν τὸ ἐν ἑτέρῳ λελεγμένον· «Ὡσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αινέσει τὸ στόμα μου.» Οὕτω γοῦν «μεμυαλωμένα» λέγεται τὰ εὐτραφῆ καὶ πίονα καὶ λιπαρά. Τοιαῦται δὲ τυγχάνουσιν αἱ τῶν ἀθλητῶν τοῦ Θεοῦ ψυχαὶ, ἐκ τῶν θείων καὶ λογικῶν τροφῶν «μεμυαλωμέναι,» καὶ μηδὲν ὑποκείμενον ἔχουσαι, μηδὲ ἀσθενές· διό φασιν· «Ὁλοκαυτώματα μεμυαλωμένα ἀνοίσω σοι μετὰ θυμιάματος.»
"I shall pay Thee my vows, which my lips framed distinctly; and my mouth spoke in my affliction." For during the very afflictions concerning which they said above: "Thou laid afflictions upon our back," displaying their love towards God complete and entire, they made vows and offered promises to stand firm unto death, all but saying in like manner with Paul: "Who shall separate us from the love of God? Affliction, or distress, or persecution, or famine, or nakedness, or danger?" and: "For I am persuaded that neither death, nor life, nor things present, nor things to come, shall be able to separate us from the love of God that is in Christ Jesus." These vows, then, he says they have paid to God, which their lips framed distinctly, and their mouth spoke in their affliction. And of such a sort indeed were their "whole burnt-offerings truly full of marrow." Their souls accordingly, bearing the richness and vigour of faith, might utter what has been spoken in another Psalm: "As with fat and fatness may my soul be filled, and with lips of exultation my mouth shall praise." Thus accordingly things well-nourished and rich and sleek are called "full of marrow." And of such a sort are the souls of the athletes of God, "filled with marrow" from divine and rational nourishments, and having nothing base, nor weak; wherefore they say: "Whole burnt-offerings full of marrow I shall offer up to Thee with incense."
Notes, col. 665

On the reading

Printed Ἀδελφα, for Ἀδελφὰ.

Printed γαρ, for γὰρ.

Printed αν, for ἂν.

Printed Εισελεύσομαι, for Εἰσελεύσομαι.

Printed Αι, for Αἱ.

Printed αινέσει, for αἰνέσει.

PG 23:668Read from the page
Νοήσεις δὲ καὶ τὸ θυμίαμα ἀπὸ τῆς λεγούσης φωνῆς· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Αὗται μὲν οὖν αἱ ψυχαὶ, τῷ πνευματικῷ πυρὶ καθαρθεῖσαι, ὁλοκαυτώματα γεγόνασιν, ἢ δίκην ἱερείων αὗται τὰ ἑαυτῶν ὀνόματα, ὡς ἂν διὰ πυρὸς τελειωθέντα, ὁλοκαυτώματα προσηνέγκαντο. Αἱ δὲ προσευχαὶ αὐτῶν εἶεν ἂν τὰ θυμιάματα. Ἐπεὶ δὲ κριοὺς καὶ βόας μετὰ χιμάρων ἀνοίσειν ἐπαγγέλλονται, ἐπιστήσεις ὅπως εἴρηται καὶ ταῦτα ἐκ προσώπου τῶν ἀποστόλων τοῦ Σωτῆρος, τοὺς ὑπ' αὐτῶν προηγμένους χιμάρους καὶ βόας καὶ κριοὺς νοήσας. Πρῶτοι μὲν γὰρ μάρτυρες αὐτοὶ τοῦ Θεοῦ γεγόνασιν· εἶτα μιμητὰς ἑαυτῶν καὶ ζηλωτὰς μυρίους ἄλλους κατεστήσαντο, οὓς ὥσπερ οἰκεῖα γεώργια τῷ Θεῷ προσφέρουσι. Κριοὺς μὲν τοὺς ἄρχοντας τῶν Ἐκκλησιῶν, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ ἐλέγετο· «Ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων·» οὓς ὥσπερ ποιμνίων ἡγουμένους αὐτοὶ κατέστησαν· βόας δὲ τὰς ἐν τῇ Ἐκκλησίᾳ ἀγελαζομένας ψυχάς· «Μὴ γὰρ τῶν βοῶν, φησὶ, μέλει τῷ Θεῷ;» ἢ δι' ἡμᾶς πάντως λέγει· χίμαροι δὲ οἱ ἀρτιγενεῖς καὶ τῷ καιρῷ τοῦ χειμῶνος γεγενημένοι εἶεν ἂν Διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, «καὶ ἔρημοι,» ὡς τὸν τοῦ διωγμοῦ καιρὸν ἐκφυγόντες, ὠνομάσθησαν. Καὶ τούτους τοιγαροῦν ὡς ἂν νεογνοὺς καὶ ὑπ' αὐτῶν προηγμένους τῷ Θεῷ προσάγουσιν ἕκαστος ἐφ' οἷς προηγάγετο σεμνυνόμενος. Ταῦτα μὲν οὖν πνευματικῶς καὶ πρεπόντως τῇ τῶν θεοπνεύστων Γραφῶν ἐπαγγελίᾳ τεθεώρηται ἡμῖν. Καὶ πρέπει γε ὄντως ἀκούειν τῶν προκειμένων, ἢ κατὰ τὰς Ἰουδαίων ταπεινὰς μυθολογίας ὁλοκαυτώμασι χαίρειν τὸν Θεὸν, ἢ θυμιάμασιν αἰσθητοῖς, ἢ κριῶν καὶ βοῶν καὶ χιμάρων αἵμασιν ὑπονοούντων. Ἃ δὴ πάντα διὰ τοῦ προφήτου αὐτὸς ὁ Θεὸς παραιτεῖται λέγων· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἵματα ταύρων καὶ τράγων οὐ βούλομαι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Καὶ ἄλλως γ' ἂν εἴη ταῦτα ἐναντία τοῖς ἔμπροσθεν κατὰ τὸν μθʹ ψαλμὸν λελεγμένοις, ἐν οἷς ἐκ προσώπου τοῦ Θεοῦ ἐλέγετο· «Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε·» καί· «Οὐ λήψομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες·» καὶ ἑξῆς· «Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα κριῶν πίομαι;» Πῶς γὰρ ἐκείνοις σύμφωνα ἂν εἴη τὰ ὡς περὶ ὁλοκαυτωμάτων καὶ κριῶν καὶ βοῶν καὶ χιμάρων ἐνταῦθα λελεγμένα; Καὶ μὴν αὐτὸς ὁ Δαυῗδ διὰ τῶν ἔμπροσθεν ἐξομολογούμενος ἔλεγεν· «Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.» Καὶ πάλιν ἐν ἑτέρῳ· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι. Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ηὐδόκησας.»
And you will understand the incense too from the voice that says: "Let my prayer be set forth as incense before Thee." These souls, therefore, cleansed by the spiritual fire, have become whole burnt-offerings, or after the manner of priests they themselves offered their own names, as having been perfected through fire, as whole burnt-offerings. And their prayers would be the incense-offerings. And since they promise to offer up rams and oxen with he-goats, you will observe how these things too have been spoken from the person of the apostles of the Saviour, understanding as he-goats and oxen and rams those brought forward by them. For first they themselves became martyrs of God; next they appointed ten thousand others as imitators and zealous followers of themselves, whom like their own tilled fields they offer to God: as rams indeed the rulers of the Churches, concerning whom in the Psalm before this too it was said: "The rams of the sheep clothed themselves;" whom like leaders of flocks they themselves appointed; and as oxen the souls gathered in herds in the Church: "For is it for the oxen, he says, that God cares?" or does he altogether speak on our account; while he-goats would be the newly born and those begotten in the season of winter Wherefore according to the rest of the translators they were named "also desert ones," as having escaped the season of the persecution. These too, therefore, as newly born and brought forward by them, they bring to God, each glorying over those whom he brought forward. Now these things have been contemplated by us spiritually and fittingly to the promise of the divinely inspired Scriptures. And it is indeed truly fitting to understand the words before us thus, rather than according to the base mythologies of the Jews who suppose that God delights in whole burnt-offerings, or in sensible incense-offerings, or in the blood of rams and oxen and he-goats. All which things indeed through the prophet God Himself declines, saying: "What to Me is the multitude of your sacrifices? says the Lord; I am full of whole burnt-offerings of rams, and the fat of lambs and the blood of bulls and goats I do not will. For who sought these things out of your hands?" And otherwise too these things would be contrary to the things spoken earlier in the 49th Psalm, in which from the person of God it was said: "Not over your sacrifices shall I reprove you;" and: "I shall not take calves out of your house, nor he-goats out of your flocks; because Mine are all the wild beasts of the thicket, cattle in the mountains and oxen;" and next: "Shall I eat the flesh of bulls, or drink the blood of rams?" For how would the things spoken here as concerning whole burnt-offerings and rams and oxen and he-goats be in harmony with those? Moreover David himself confessing through the preceding words said: "Because, if Thou had willed a sacrifice, I would have given it; in whole burnt-offerings Thou will take no pleasure." And again in another Psalm: "Sacrifice and offering Thou did not will, but a body Thou prepared for me. In whole burnt-offerings and sin-offerings Thou took no pleasure."
«Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου.» Οἱ αὐτοὶ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ
"Come, hear, and I shall recount, all you who fear God, how great things He has done for my soul." The same men in the preceding words too said: "Come and see the
PG 23:669Read from the page
ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων·» καὶ ταῦτα ἔλεγον τοῖς ἔθνεσι. Καὶ νῦν οὖν πάλιν οἱ αὐτοὶ αὐτοῖς τοῖς προσφωνοῦσι φάσκοντες· «Δεῦτε καὶ ἀκούσατε, καὶ διηγήσομαι.» Τίνες δὲ δεῦτε; ἐπιλέγει ἑξῆς· «Πάντες οἱ φοβούμενοι τὸν Θεόν·» οὓς ἀνωτέρω ποτὲ μὲν πᾶσαν τὴν γῆν ὠνόμαζον, ποτὲ δὲ πάντα τὰ ἔθνη. Τοὺς αὐτοὺς γὰρ καὶ ἐπὶ τοῦ παρόντος δηλοῦσι φοβουμένους τὸν Θεὸν ἀποκαλοῦντες. Πολλάκις δὲ καὶ ἐν ἑτέροις ἀπεδείξαμεν, ὡς τοὺς ἐξ ἐθνῶν θεοσεβοῦντας φοβουμένους τὸν Κύριον καλεῖν εἴωθεν ὁ Λόγος. Ἐπεὶ τοίνυν μνείας δεῖται τὸ κήρυγμα τὸ ἀποστολικὸν, ἀναγκαίως ἐπαγγέλλονται τὴν ἑρμηνείαν παραδώσειν τοῖς ἔθνεσι λέγοντες· «Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι·» Λέγουσι δὲ ταῦτα ὡς ἐξ ἑνὸς στόματος διὰ τὴν τελείωσιν· οἱ γὰρ πάντες ἓν γεγόνασι τελειωθέντες ἐν Κυρίῳ. Καὶ ταῦτα θεσπίζει τὸ Πνεῦμα τὸ ἅγιον ὡς ἐξ ἑνὸς χοροῦ τοῦ ἀποστολικοῦ τοῖς ἔθνεσι προσφωνοῦν, ἐπαγγελλόμενόν τε διερμηνεύειν, ὅσα ἐποίησεν ὁ Θεὸς τῇ ψυχῇ αὐτῶν. Πάλαι μὲν οὖν ἔλεγον· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς μετέστρεψέ ποτε τὴν θάλασσαν εἰς ξηρὰν, καὶ ὡς ἐν ποταμῷ διῆλθον ποδί.» Νυνὶ δὲ οὐκέτι τὰ παλαιὰ, ἀλλὰ τὰ τῆς νέας καὶ καινῆς ἱστορίας παραδεδώκασι, τὰς ἑαυτῶν πράξεις ὑφηγούμενοι, καὶ τὰς εἰς αὐτοὺς ὑπὸ τοῦ Θεοῦ γενομένας εὐεργεσίας. Διό φασιν· «Ὅσα ἐποίησε τῇ ψυχῇ μου·» εἶτα διηγοῦνται τὴν ἐπαγγελίαν πληροῦντες. Τίς δὲ ἡ διήγησις; «Πρὸς αὐτὸν, φησὶ, τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου.» Ἐπειδὴ γὰρ τὰς εἰς αὐτοὺς εὐεργεσίας τοῦ Θεοῦ κατηριθμήσαντο, ὡς ἐπυρώθησαν, ὡς ἐδοκιμάσθησαν, ὡς εἰσῆλθον εἰς τὰς θλίψεις, ὡς ὑπέμειναν, ὡς διῆλθον διὰ πυρὸς καὶ ὕδατος, ὡς ἐξῆλθον εἰς ἀναψυχήν· ὅτι μὴ ἀργῶς ταῦτα αὐτοῖς πάντα, ἡ θεία δεδώρηται χάρις· ἀλλὰ γὰρ αὐτῶν τὰ μεγάλα συμβαλλομένων εἰς τὸ μαρτύριον διδάσκουσιν ἀναγκαίως. Πρῶτον μὲν γὰρ, φασὶν, οὐδέποτε ἀνεχωροῦμεν εὐχόμενοι καὶ βοῶντες πρὸς αὐτόν. Ἐβοῶμεν δὲ οὐ κραυγῇ καὶ φωνῇ γεγωνῷ, ἀλλ' «ὑπὸ τὴν γλῶσσαν» εἴσω συνέχοντες αὐτῶν τὰς βοάς· ᾔδειμεν γὰρ, ὅτι καὶ σιωπώντων ἀκούει ὁ Θεὸς, καί εἰσι κραυγαὶ ψυχῆς οὐ διὰ γλώττης προφερόμεναι, ἀῤῥήτῳ δὲ δυνάμει πρὸς τὸν Θεὸν ἀναπεμπόμεναι. Καὶ τοῦτό ἐστιν ὃ ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· «Εἴσελθε εἰς τὸ ταμιεῖόν σου, καὶ κλεῖσον τὴν θύραν σου, καὶ πρόσευξαι· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι.» Οὕτως οὖν καὶ ἐνταῦθά φασιν, ὅτι «Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου·» κατὰ δὲ τὸν Σύμμαχον, «Αὐτὸν, φασὶ, τῷ στόματί μου ἐπεκαλεσάμην, καὶ ὑψώθη παραχρῆμα ἡ γλῶσσά μου.» Ἀλλ' οὐ μόνον ταῖς εὐχαῖς ἐσχολάζομεν καὶ ταῖς πρὸς τὸν Θεὸν δεήσεσι καὶ ἱκετηρίαις· ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπεστρεφόμεθα μὲν πᾶσαν ἀδικίαν, ὡς μηδὲ ἐμβλέπειν αὐτῇ ἐθέλειν, ἢ καὶ τῷ νῷ ἐνθυμεῖσθαί τι ἄδικον. Εἰ γάρ τι τοιοῦτον ἐνενοοῦμεν, οὐδ' εἰσακούεσθαι ἄξιοι ἂν ἦμεν· διό φασιν· «Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος.» Ἐπεὶ τοίνυν καὶ τὴν διάνοιαν τοιαύτην εἶχε καὶ τὰς εὐχὰς τοιαύ-
the works of God, terrible in counsels beyond the sons of men;» and these things they used to say to the nations. And now therefore again the same men address the very ones who call out, saying: «Come and hear, and I will relate.» And who are they that are to come? He adds next: «All you who fear God;» whom earlier they called at one time all the earth, and at another all the nations. For they signify the same men at present also when they style them those who fear God. And often elsewhere too we have shown that the Word is accustomed to call those from the nations who reverence God those who fear the Lord. Since, therefore, the apostolic preaching stands in need of remembrance, they necessarily promise that they will hand down the interpretation to the nations, saying: «Come, hear, and I will relate;» and they say these things as from one mouth on account of their perfection; for they have all become one, having been perfected in the Lord. And the Holy Spirit utters these oracles as addressing the nations from the one apostolic choir, and promising to interpret all the things that God did for their soul. Of old, indeed, they used to say: «Come and see the works of God, how He once turned the sea into dry land, and how in the river they passed through on foot.» Now, however, they have handed down no longer the ancient things, but those of the new and fresh history, recounting their own deeds and the benefactions wrought towards them by God. Wherefore they say: «All the things that He did for my soul;» then they relate them, fulfilling their promise. And what is the narration? «Unto Him,» he says, «with my mouth I cried out, and I exalted Him under my tongue.» For since they enumerated the benefactions of God towards them—how they were tried by fire, how they were proved, how they entered into afflictions, how they endured, how they passed through fire and water, how they went out into refreshment—they necessarily teach that divine grace has not bestowed all these things upon them idly, seeing that they themselves contributed great things towards their testimony. For first, indeed, they say, we never ceased praying and crying out unto Him. Yet we cried out not with shouting and a loud voice, but «under the tongue,» holding back their cries within; for we knew that God hears even those who keep silent, and there are cries of the soul not uttered through the tongue, but sent up to God by an ineffable power. And this is what the Saviour taught when He said: «Enter into your chamber, and shut your door, and pray; and your Father Who sees in secret will repay you.» Thus therefore here too they say, «Unto Him with my mouth I cried out and exalted Him under my tongue;» and according to Symmachus, «Upon Him,» they say, «with my mouth I called, and straightway my tongue was exalted.» Yet not only did we devote ourselves to prayers and to petitions and supplications unto God, but by very deeds also we turned away from all unrighteousness, so as not even to be willing to look upon it, or even in mind to ponder anything unjust. For if we had any such thought in mind, we would not even have been worthy to be heard; wherefore they say: «If I beheld unrighteousness in my heart, let not the Lord hear me.» Since, therefore, he both held such a mind and such prayers
PG 23:672Read from the page
τας ἀνέπεμπεν, εἰκότως φησί· «Διὰ τοῦτο εἰσήκουσεν ὁ Θεὸς καὶ προσέσχε τῇ φωνῇ τῆς δεήσεώς μου.» Καὶ ταῦτα ἦν τὰ αἴτια δι' ἃ ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχὴν μετὰ τοὺς τοσούτους πειρασμούς. Ἐφ' οἷς ἅπασι τὸν ὀφειλόμενον εὐχαριστήριον ὕμνον ἀναπέμποντες τῷ Θεῷ, ἐπισφράγισμα τοῦ παντὸς ποιοῦνται λόγου φάσκοντες· «Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστρεψε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπ' ἐμοῦ.» Ταῦτα δὲ πάντα ὁ χορὸς ὁ ἀποστολικὸς ἐξ ἑνὸς προσώπου μετὰ πάντας τοὺς προλεχθέντας λόγους ἐπεσφραγίσατο, εὐλογίαν καὶ δοξολογίαν καὶ εὐχαριστίαν ἐπὶ πᾶσι τοῖς προλεχθεῖσιν ἀναπέμπων τῷ Θεῷ.
sent up, with good reason he says: «Therefore God heard me and attended to the voice of my petition.» And these were the causes for which He led us out into refreshment after such great temptations. Over all of which, sending up to God the due hymn of thanksgiving, they set a seal upon the whole discourse, saying: «Blessed be God, Who has not turned away my prayer, and His mercy from me.» And upon all these things the apostolic choir, speaking in one person after all the aforesaid words, set its seal, sending up blessing and doxology and thanksgiving to God over all the things spoken before.
1. ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ ΨΑΛΜΟΣ ῼΛΗΣ, ΞϚʹ.
1. Unto the end, among hymns, a Psalm of a song, 66.
«Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐλεήσαι ἡμᾶς.» Καὶ ὁ παρὼν ψαλμὸς εὐαγγελικὸς ὢν, τῆς αὐτῆς ἔχεται τῷ πρὸ αὐτοῦ διανοίας· διόπερ «εἰς τὸ τέλος» παραπέμπει καὶ αὐτὸς, «ᾠδή» τε «ψαλμοῦ» ἐπιγέγραπται· ἐπεὶ κἀκεῖνος ψαλμὸς ᾠδῆς ἐλέγετε εἶναι. Μήποτε δὲ τὸ τίνος εἶεν λόγοι οὐδέτερος αὐτῶν ἐν τῇ προγραφῇ παρίστησι διὰ τὸ ἐναργὲς τῶν προφητικῶς εισηγμένων ἐν αὐτοῖς προσώπων. Οἱ κήρυκες γοῦν τῶν ἐθνῶν, οἱ ἀπόστολοι δηλαδὴ τοῦ Σωτῆρος ἡμῶν, ἐν ἑκατέρῳ παρελήφθησαν. Αὐτίκα γοῦν καὶ διὰ τῶν προκειμένων ἀκαλύπτως ἀναβοῶσιν ἐν τῇ γῇ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι τό τε σωτήριον τοῦ Θεοῦ, καὶ τὴν ὁδὸν αὐτοῦ γνωσθῆναι εὐχόμενοι· εἶθ' ἑξῆς· «Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεὸς, ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες. Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη.» Καὶ αὖθις δευτεροῦσι τὸν λόγον εἰς βεβαίωσιν τῶν θεσπιζομένων. Ὁ χορὸς τοίνυν ὁ ἀποστολικὸς, ὁ διὰ τῶν ἔμπροσθεν εἰρηκώς· «Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ·» καὶ αὖθις· «Πᾶσα ἡ γῆ προσκυνησάτωσαν·» καὶ πάλιν· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν·» καὶ ἐν τῷ μετὰ χεῖρας ὁμοίως, ὁρῶν, ὅτι πολλῆς δεῖται συνεργίας Θεοῦ εἰς κατόρθωσιν τοῦ εὐαγγελικοῦ κηρύγματος, ὥσπερ κατεπᾴδων ἑαυτῷ δι' εὐχῆς φησιν· «Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.» Ἡμεῖς μὲν γὰρ ἑαυτοὺς τὸ μηδὲν εἶναί φαμεν, καὶ τὸ μηδὲν δύνασθαι ὁμολογοῦμεν, εὐτελεῖς ὄντες καὶ ἰδιῶται, πένητές τε καὶ πάντων ἔσχατοι ἀνθρώπων· αὐτὸς δὲ ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπηρέτας γενέσθαι τῆς τῶν ἐθνῶν σωτηρίας, πρῶτον μὲν οἰκτειρήσειεν ἡμᾶς, οἶκτον ἡμῶν λαβὼν τῆς ἀσθενείας· εἶτα προσθείη τι τὸ δυνάμενον ἡμᾶς δυναμῶσαι· τοῦτο δὲ ἦν τὸ εὐλογῆσαι ἡμᾶς· εὐλογίᾳ δὴ πνευματικῇ, ὡς ἂν καὶ εἰς ἡμᾶς πληρωθείη πρεπόντως τῇ αὐτοῦ χάριτι ἡ φάσκουσα εὐλογία· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ταῦτα μὲν γὰρ καὶ πάλαι κατ' ἀρχὰς ἐπὶ τῆς κοσμοποιίας εἴρητο· ἐνομίσθη τε Ἰουδαίοις οὐκ ἄλλως ἢ σωματικῶς μόνως διὰ τῆς πολυτελείας πληροῦσθαι. Ἡμεῖς δὲ, εἰδότες, ὡς ἔστι καὶ ψυχῆς ἔκγονα, διδασκάλων τε παῖδες οἱ μαθητευόμενοι, τοιαύτης ἀξιοῦμεν τυχεῖν εὐλογίας, ὡς ἂν αὐξηθείημεν καὶ πληθυνθείημεν πλή-
«May God have compassion on us and bless us, may He cause His face to shine upon us and have mercy on us.» The present psalm also, being evangelical, cleaves to the same thought as the one before it; wherefore it too refers «unto the end,» and is inscribed a «song of a psalm,» since that one also was said to be a psalm of a song. Perhaps neither of them sets forth in its superscription whose words they are on account of the clearness of the persons prophetically introduced in them. At any rate, the heralds to the nations, namely the apostles of our Saviour, have been assumed in both. Straightway, then, through the words before us also they cry aloud openly, praying that both the salvation of God and His way may become known on the earth and among all the nations; and then next: «Let peoples confess to Thee, O God, let all peoples confess to Thee. Let nations be glad and exult.» And again they repeat the saying for confirmation of the things prophesied. The apostolic choir, therefore, which through the preceding words had said: «Shout aloud to God, all the earth;» and again: «Let all the earth worship;» and again: «Bless our God, you nations;» in the psalm in hand likewise, seeing that it needs much cooperation from God for the accomplishment of the evangelical preaching, charming itself as it were through prayer, says: «May God have compassion on us and bless us, may He cause His face to shine upon us, and have mercy on us.» For we, indeed, say that we ourselves are nothing, and confess that we are able to do nothing, being lowly and unlettered, poor and last of all men; but may God Himself, having willed that we become ministers of the salvation of the nations, first have compassion on us, taking pity on our weakness; and next add something able to empower us; and this was to bless us—even with a spiritual blessing, so that unto us also might fittingly be fulfilled by His grace the blessing which says: «Increase and multiply, and fill the earth, and gain dominion over it.» For these things had indeed been spoken of old at the beginning too, at the creation of the world; and among the Jews they were thought to be fulfilled in no other way than bodily alone through profusion. We, however, knowing that there are offspring of the soul as well, and that those instructed are children of teachers, ask to obtain such a blessing, so that we may increase and be multiplied in a mul-
Notes, col. 672

On the reading

Printed ῼΛΗΣ, for ῼΔΗΣ.

Printed ἐλέγετε, for ἐλέγετο.

Printed εισηγμένων, for εἰσηγμένων.

Printed πολυτελείας, for πολυτεκνίας.