Ἰεζεκιὴλ λέγον· «Υἱὲ ἀνθρώπου, ἐξαποστελῶ σε ἐγὼ πρὸς τὸν οἶκον Ἰσραὴλ, τοὺς παραπικραίνοντας, οἵτινες παρεπίκρανάν με αὐτοὶ καὶ οἱ πατέρες αὐτῶν ἕως τῆς σήμερον ἡμέρας·» καὶ ἑξῆς· «Ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, διότι οἶκος παραπικραινόντων ἐστί·» καὶ πάλιν· «Καὶ λαλήσω τοὺς λόγους μου πρὸς αὐτοὺς, ἐὰν ἄρα ἀκούσωσιν, ἢ πτοηθῶσιν, ὅτι οἶκος παραπικραινόντων ἐστί.» Καὶ ἐν ρεʹ δὲ ψαλμῷ λέλεκται· «Ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ·» καὶ πάλιν· «Πλεονάκις ἐῤῥύσατο αὐτούς· αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν.» Ναὶ μὴν καὶ Μωῦσῆς τὴν πικρίαν αὐτῶν παρίστησι λέγων· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτῶν.» Καὶ ἐν τῷ Ἰερεμίᾳ δὲ εἴρηται πρὸς τοὺς αὐτούς· «Πῶς ἐστράφη εις πικρίαν ἡ ἄμπελος ἡ ἀλλοτρία;» Εἰκότως τοίνυν καὶ ἐνταῦθα παραπικραίνοντες ὠνομάσθησαν. Ἐκ παραλλήλου δὲ μνημονεύσας τῶν ἐθνῶν καὶ τῆς τούτων σωτηρίας ὁ λόγος, παράθεσιν τῶν ἐκ περιτομῆς πεποίηται εἰπών· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς. Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ.» Εὐαγγελικὸν εἶναι τὸν ψαλμὸν καὶ ἀρχόμενοι τοῦ λόγου τετηρήκαμεν· ὃ καὶ δι' ὅλου τοῦ ὕφους τῆς προφητείας παρίσταται. Ἐκάλει μὲν γὰρ ἐν ἀρχῇ πᾶσαν τὴν γῆν· εἶτα ἐν τῷ μεταξὺ πλείονα διδάξας, σαφέστερον περὶ τῶν ἐθνῶν ποιεῖται προφητείαν λέγων· «Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.» Μετὰ δὴ οὖν τὴν τούτων διδασκαλίαν ἀκολούθως πᾶσι τοῖς ἔθνεσιν, ὡς ἂν ὠφελημένοις ἐκ τοῦ προμεμαθηκέναι τὰ προλεχθέντα, εὐλογεῖν τῶν τοσούτων θαυμάτων τῶν τε φοβερῶν ἔργων ποιητὴν παρακελεύεται λέγων· «Εὐλογεῖτε, ἔθνη, τὸν Θεὸν ἡμῶν.» Μὴ γὰρ τοὺς ὑμετέρους, φησὶ, τοὺς πάλαι πεπλανημένως νομιζομένους θεοὺς, ἀλλὰ τὸν ἡμέτερον, ὃν ἐκ πατέρων ἡμεῖς ἐπεγραψάμεθα, τοῦτον γνόντες εἶναι τὸν ἀληθινὸν Θεόν. Νῦν γοῦν, ει καὶ μὴ πρότερον, καὶ ὑμεῖς εὐλογεῖτε. Εὐφημοῦντες δὲ αὐτὸν, καὶ εὐλογοῦντες ὡς μόνον ἀληθινὸν καὶ κοινὸν ἁπάντων ἡμῶν τε καὶ ὑμῶν Θεὸν, μὴ σεσιωπημένως, μηδὲ ἠρεμέᾳ (sic) τῇ φωνῇ τοῦτο πράττετε· σὺν πολλῇ δὲ παῤῥησίᾳ καὶ θάρσει, φωναῖς τε γεγωνοῖς καὶ βοαῖς χρήσασθε μεγάλαις· ὡς καὶ τοῖς ἀλλοτρίοις ἀκούεσθαι τὴν ἀναπεμπομένην εις Θεὸν ὑφ' ὑμῶν αἴνεσιν· ὃ δὴ καὶ ὁ Σωτὴρ ἐδήλου λέγων· «Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων.» Ταύτης οὖν ἔχεται τῆς διανοίας τὸ φάσκον λόγιον· «Καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αινέσεως αὐτοῦ·» ἢ κατὰ τὸν Σύμμαχον· «Ἐξάκουστον ποιεῖτε τὴν φωνὴν τοῦ ὕμνου αὐτοῦ.» Θαυμάσαι δὲ ἔστι τοῦ λόγου τὸ ἀποτέλεσμα, ὅτε καθ' ὅλης τῆς ἀνθρώπων οικουμένης, ἐν μέσαις ταῖς πόλεσι, ἔν τε κώμαις καὶ χώραις κατὰ πάσας τὰς Ἐκκλησίας τοῦ Θεοῦ, οἱ τοῦ Χριστοῦ λαοὶ ἐξ ἁπάν-
Ezekiel, saying: "Son of man, I send you out to the house of Israel, those who provoke to bitterness, who provoked Me to bitterness, they themselves and their fathers unto this day;" and next: "If perchance they will hear, or be dismayed, because it is a house of those who provoke to bitterness;" and again: "And I shall speak My words to them, if perchance they will hear, or be dismayed, because it is a house of those who provoke to bitterness." And in the 105th Psalm too it has been said: "Because they provoked His spirit to bitterness;" and again: "Many times He rescued them; yet they provoked Him to bitterness in their counsel." Yea indeed, Moses too sets forth their bitterness, saying: "For from the vine of Sodom is their vine, and their tendril from Gomorrah; their grape is a grape of gall, a cluster of bitterness is theirs." And in Jeremiah too it has been said towards the same men: "How was the strange vine turned into bitterness?" Naturally, therefore, here too they were named provokers to bitterness. And having side by side made mention of the nations and of their salvation, the word has made a comparison with those of the circumcision, saying: "His eyes look upon the nations, let not those who provoke to bitterness be exalted in themselves. Bless our God, O nations, and make the voice of His praise to be heard." That the Psalm is evangelical we also observed when beginning our discourse; which indeed is set forth throughout the whole texture of the prophecy. For at the beginning he called all the earth; next, having taught more things in the meantime, he makes a clearer prophecy concerning the nations, saying: "His eyes look upon the nations." After the teaching of these things, then, consequently he exhorts all the nations, as having been benefited from having learned beforehand the aforesaid things, to bless the Maker of so many wonders and of the awesome works, saying: "Bless our God, O nations." For not your gods, he says, those of old erroneously supposed to be gods, but ours, Whom from our fathers we enrolled as ours, knowing This One to be the true God. Now accordingly, even if not formerly, you also bless Him. And praising Him with fair speech, and blessing Him as the only true and common God of all, both ours and yours, do not do this in silence, nor with a quiet voice; but with much boldness of speech and courage, use resonant voices and loud cries; so that even by strangers the praise sent up unto God by you may be heard; which very thing the Saviour too made plain, saying: "What I tell you in the darkness speak in the light, and what you hear in the ear proclaim upon the housetops." To this sense, then, holds the oracle that says: "And make the voice of His praise to be heard;" or according to Symmachus: "Make audible the voice of His hymn." And one may marvel at the accomplishment of the word, when throughout the whole inhabited world of men, in the midst of cities, and in villages and countrysides throughout all the Churches of God, the peoples of Christ gathered from all