Θεοῦ, καὶ ἐπὶ τὴν τῶν πραττομένων ἐκδίκησιν ἑαυτὸν διεγείραντος, πρῶτον μὲν ἐσκορπίζοντο μακρὰν ἀλλήλων διασκεδαννύμενοι, εἶτ' ἐχρῶντο φυγῇ· καὶ μετὰ ταῦτα ὡς ἐκλείπει καπνὸς ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἤμελλον ἀπόλλυσθαι. Νοήσεις δὲ ὅπως ὡς ἐκλείπει καπνὸς ἐξέλιπον οἱ ἐχθροὶ αὐτοῦ, ἐπιστήσας ὡς τὸ μὲν παλαιὸν μετεσχηματίζοντο εἰς ἀγγέλους φωτὸς, αὐτὸς δὲ ὁ διάβολος καὶ οἱ διάκονοι αὐτοῦ κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· «Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.» Οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται εἰς ἀγγέλους δικαιοσύνης, ἐχρησμοδότουν τε τότε κατὰ πάντα τόπον, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς δεισιδαίμονας θύειν αὐτοῖς καθ' ὑπερβολὴν μανίας καὶ τὰ ἑαυτῶν φίλτατα. Νυνὶ δὲ ἐκείνων πάντων ἀφανισμὸς καὶ ἐρημία γέγονεν, ὡς μηδὲ μνήμην αὐτῶν ἐπιλιπέσθαι· ἐξέλιπον δὲ ὡς ἐκλείπει καπνὸς ἀποσβεσθέντος αὐτῶν τοῦ πυρός· διὸ καὶ ἀλλαχοῦ εἴρηται· «Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ.» Ἡ γὰρ τοῦ Θεοῦ ὀργὴ τούτοις αὐτοῖς ἐπελθοῦσα, τὸ πῦρ αὐτῶν ᾧ κατέφλεγον τὰς τῶν ἀνθρώπων ψυχὰς κατέσβεσεν· οὗ σβεσθέντος, ἀνέβη καπνός. Ἀλλὰ καὶ οὗτος ὁ καπνὸς μηκέθ' ὑποκαιόμενος, μηδὲ ἔχων ὁπόθεν ὑποστῇ, ἐκλείπει. Ἐπεὶ, δὲ ὁ Θεὸς φῶς ἐστι, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία, τοῦτο τὸ φῶς τοῖς αὐτῷ φίλοις σοφίας καὶ γνώσεως, καὶ ἀληθείας μαρμαρυγὰς ἐκπέμπει, ὡς φάναι αὐτοὺς, «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.» Τοῖς δὲ προλεχθεῖσιν ἐχθροῖς αὐτοῦ πῦρ καταφλέγον γίγνεται. Διὸ λέλεκται ἐν ἑτέροις· «Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά·» καὶ, «Πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ φλογιεῖ πάντας τοὺς ἐχθροὺς αὐτοῦ.» Καὶ ἐν τῷ μετὰ χεῖρας οἱ ἐχθροὶ οὐ μόνον ἐκλείπειν ὡς καπνὸς, ἀλλὰ καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἐκτήκεσθαι εἴρηνται· ἐπειδήπερ αὐτοὶ ἑαυτοὺς ἐχθροὺς τοῦ Θεοῦ πεποιήκασιν. Ὁ γὰρ Θεὸς ἀγαπᾷ τὰ ὄντα πάντα, καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύαζε· διὸ οὐδενὸς ἐχθρὸς αὐτός. Οἱ δὲ μακρύνοντες ἑαυτοὺς ἀπ' αὐτοῦ, καὶ ἐχθροποιοῦντες ἑαυτοὺς, ἐπισπῶνται τὴν ἀπώλειαν· ὡς λέγεσθαι· «Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται.» Οὕτω δὲ καὶ μισοῦσι τὸν Θεὸν οἱ τὰ ὑπ' αὐτοῦ μεμισημένα πράττοντες. Ταῦτα μὲν οὖν καθ' ἕνα λελέχθω τρόπον. Ἐπεὶ δὲ ἡ πᾶσα προφητεία εὐαγγελικὴ τυγχάνει, θέα μήποτε ταῦτα εἰς τὸν Θεὸν Λόγον ἀναφέρεται, ὃς ἦν μὲν πάλαι ἐν τοῖς κόλποις ἀναπαυόμενος τοῦ Πατρός· «Ἐν ἀρχῇ» γὰρ «ἦν ὁ Λόγος· καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Καί· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεὸν,» αὐτὸς ἦν ὁ Μονογενὴς τοῦ Θεοῦ ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Ἐπεὶ δὲ μορφήν δούλου λαβὼν, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, τὸ Πνεῦμα τὸ ἅγιον εἰκότως τὴν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγον· «Ἀναστήτω ὁ Θεὸς, καὶ διασκορπισθή-
God, and roused Himself for the avenging of the things being practised—were first scattered, dispersed far from one another, and next betook themselves to flight; and after these things failed as smoke fails, and as wax melts from before the face of fire, so were they going to perish. And you will perceive how His enemies failed as smoke fails when you observe how of old they disguised themselves as angels of light—both the devil himself and his ministers, according to the Apostle, who says: «For Satan himself disguises himself as an angel of light.» It is no great thing, therefore, if his ministers also disguise themselves as angels of righteousness, and at that time delivered oracles in every place, promising divinations and healings, so that superstitious men in an excess of madness sacrificed to them even their own dearest ones. Now, however, vanishing and desolation have come upon all those beings, so that not even a remembrance of them is left behind; and they failed as smoke fails when their fire was quenched; wherefore elsewhere also it has been said: «Smoke went up in His wrath.» For the wrath of God coming upon these very ones quenched their fire wherewith they burned up the souls of men; and when it was quenched, smoke went up. Yet this smoke too, being no longer kindled from beneath nor having aught whence it may subsist, fails. And since God is light, and in Him there is no darkness at all, to those dear to Him this light sends forth gleams of wisdom and knowledge and truth, so that they say: «The light of Thy face has been signed upon us, O Lord.» Whereas to His aforesaid enemies it becomes a consuming fire. Wherefore it has been said elsewhere: «Fire shall blaze before Him, and round about Him a mighty tempest;» and, «Fire shall blaze over against Him, and shall burn up all His enemies.» And in the psalm in hand the enemies have been said not only to fail as smoke, but also to melt away as wax melts from before the face of fire, inasmuch as they themselves have made themselves enemies of God. For God loves all things that exist, and abhors nothing of the things that He made; for neither did He fashion anything while hating it; wherefore He Himself is enemy of none. Those, however, who remove themselves far from Him, and make themselves enemies, draw destruction upon themselves, so that it is said: «For behold, those who remove themselves far from Thee shall perish.» And in this way too those who practise the things hated by Him hate God. Let these things, then, be spoken according to one way. Yet since the whole prophecy happens to be evangelical, see whether these things do not refer to God the Word, Who of old was resting in the bosom of the Father; for «In the beginning was the Word, and the Word was with God, and the Word was God.» And: «He was in the beginning with God;» He Himself was the Only-begotten of God, Who is in the bosom of the Father. And since, having taken the form of a servant, and having been found in fashion as a man, He humbled Himself unto death, with good reason the Holy Spirit prophesies His resurrection, saying: «Let God arise, and let be scat-