Φωναὶ δὲ αὗται, ὡς ἔφην, ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τυγχάνουσι τοῦ Σωτῆρος, ὧν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εις τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα. Εἶεν δ' ἂν καὶ τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων, οἳ κατὰ μίμησιν τῶν πρώτων τοῦ Σωτῆρος ἡμῶν κηρύκων τὰ ἴσα πεπόνθασιν· ἐν οἷς τοὺς ὑπὲρ θεοσεβείας ἄθλους ἠγωνίσαντο. Φασὶν οὖν ἑρμηνεύοντες καὶ διασαφοῦντες, ὅπως τὴν ψυχὴν αὐτῶν ἔθετο εἰς ζωὴν, καὶ ὅπως τοὺς πόδας αὐτῶν οὐκ ἔδωκεν εις σάλον· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ὡς πυροῦται τὸ ἀργύριον.» Ἐπειδὴ γὰρ ἀπείραστος ἀνὴρ ἀδόκιμος, εἰκότως ἐγγυμνάζων τοῖς πειρασμοῖς παραδίδωσι τοὺς οικείους ὁ Θεός· οὐχ ἵνα αὐτὸς γνῷ ὁποῖοί τινές εισιν, ἀλλ' ἵνα, αὐτοὶ πυρωθέντες λαμπρότεροι καὶ καθαρώτεροι ἀποτελεσθῶσιν. Ὥσπερ γὰρ ἐν ἀργύρῳ πολλάκις εὑρίσκεται ὕλης ἀλλοτρίας μίγμα, ὃ τέως μὲν λανθάνει πρὸ τῆς χωνείας, ἐν δὲ τῇ πυρώσει διελέγχεται καὶ διακρίνεται· μένει τε λοιπὸν αὐτὸς καθαρὸς ὁ ἄργυρος, κρείττων καὶ λαμπρότερος γεγονὼς ἐκ τῆς καθάρσεως· τὸν αὐτὸν τρόπον καὶ οἱ τοῦ Θεοῦ ἄνδρες, ὅσον ἀλλότριον ἐν τῇ ἑαυτῶν ψυχῇ ἐκ τῆς περὶ τὴν σάρκα συμπλοκῆς ἐφειλκύσαντο, τοῦτο πᾶν ἐν τοῖς πειρασμοῖς, καὶ τοῖς κατ' αὐτῶν ἐπανισταμένοις διωγμοῖς ἀπορύπτονται, (sic) πυρούμενοι καὶ καθαιρόμενοι διὰ τῆς τοιᾶσδε χωνείας, ὡς πᾶσαν ἀποβαλεῖν ἁμαρτίας κηλίδα, ἥντινά ποτε, ὡς ἄνθρωποι, ἔν τισιν ἐλαττώμασι γενόμενοι προσεκτήσαντο. Ἐπὶ τούτοις οὖν εὐχαριστοῦντες, φασίν· «Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον.» Οὐ γὰρ ὡς καλάμην, οὐδ' ὡς χόρτον, οὐδ' ὡς ἑτέραν εὔθραυστον ὕλην ἐπύρωσας ἡμᾶς, ἀλλ' ὡς ἀργύριον, τὸ ἀπὸ τῆς πυρώσεως καθαρώτερον γιγνόμενον. Πῶς δὲ ἐπυρώθησαν ὑφηγοῦνται λέγοντες· «Εισήγαγες ἡμᾶς εἰς τὴν παγίδα·» κατὰ δὲ τὸν Ἀκύλαν, «Εισήγαγες ἡμᾶς, φασὶν, ἐν ὀχυρώματι·» κατὰ δὲ τὸν Σύμμαχον, «Εισήγαγες ἡμᾶς ἐντὸς πολιορκίας·» κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν· «Εισήγαγες ἡμᾶς εἰς περιοχήν.» Δηλοῖ δὲ διὰ τούτων ὁ λόγος εἱρκτὰς καὶ φυλακὰς καὶ δεσμωτήρια, ἐν οἷς πρὸ τοῦ θανάτου κατάκλειστοι γίγνονται οἱ τοῦ Θεοῦ μάρτυρες· ἃ δὴ παγίδι ἔοικεν, εἴσω αὐτῆς ἀπολαβούσῃ τὸ τεθηρευμένον. Ταύτης δὲ τῆς παγίδος μέμνηνται καὶ ἀλλαχοῦ οἱ αὐτοὶ φάσκοντες· «Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη εκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη καὶ ἡμεῖς ἐῤῥύσθημεν.» Πρῶτον μὲν οὖν εἰς τὴν παγίδα οἱ πυρούμενοι εισάγονται, ἢ εις τὸ ὀχύρωμα, ἢ εἰς τὴν περιοχήν, ἢ εἰς τὴν πολιορκίαν· εἶτα δεύτερον ἆθλον ἀγωνίζονται, ὃν διασαφοῦσι λέγοντες· «Ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν.» Κατὰ δὲ τὸν Ἀκύλαν φασίν· «Ἔθηκας τρισμὸν ἐν τῷ νώτῳ ἡμῶν·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔθηκας κύκλωσιν τῇ ὀσφύϊ ἡμῶν.» Δηλοῦσι δὲ διὰ τούτων τὰς κατὰ τοῦ σώματος πληγὰς, ἃς ἐδήλου σαφέστερον ὁ Ἀπόστολος λέγων· «Τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, ὑπὸ Ἰουδαίων τεσσαράκοντα παρὰ μίαν ἔλαβον.» Μετὰ δὲ τὰς εἱρκτὰς καὶ τὰς κατὰ τῶν νώτων ἢ κατὰ τῶν ὀσφύων
Now these voices, as I said, belong to apostles and disciples and evangelists of the Saviour, whose sound went out into all the earth, and their words unto the ends of the inhabited world. And they might also belong to the holy martyrs of God, who in imitation of the first heralds of our Saviour have suffered like things; wherein they contested the contests on behalf of godliness. Explaining and making clear, then, how He set their soul unto life, and how He did not give their feet unto tottering, they say: "Because Thou proved us, O God, as silver is tried with fire." For since an untested man is unapproved, naturally God, training His own, hands them over to trials; not that He Himself may come to know of what sort they are, but so that they themselves, tried with fire, may be rendered brighter and purer. For just as in silver there is oftentimes found an admixture of foreign matter, which for a time lies hidden before the smelting, whereas in the firing it is exposed and separated off, and thereafter the silver itself remains pure, having become better and brighter from the cleansing; in the same manner the men of God too, whatever foreign matter they drew into their own soul from its intertwining around the flesh, wash off all this in their trials and in the persecutions rising up against them, being tried with fire and cleansed through such a smelting, so as to cast off every stain of sin which ever, as men, having fallen into certain shortcomings, they acquired besides. Giving thanks over these things, therefore, they say: "Because Thou proved us, O God, Thou tried us with fire as silver is tried with fire." For not like stubble, nor like grass, nor like other brittle matter did Thou try us with fire, but like silver, which from the firing becomes purer. And how they were tried with fire they set forth, saying: "Thou brought us into the snare;" and according to Aquila, "Thou brought us, they say, in a stronghold;" and according to Symmachus, "Thou brought us inside a siege;" and according to the Fifth Edition: "Thou brought us into an enclosure." Now through these things the word signifies lock-ups and guardhouses and prisons, in which before death the martyrs of God are shut up; which indeed resembles a snare catching within itself what has been hunted. And of this snare the same men make mention elsewhere too, saying: "Our soul like a sparrow was rescued out of the snare of the hunters; the snare was shattered and we were rescued." First indeed, then, those being tried with fire are brought into the snare, either into the stronghold, or into the enclosure, or into the siege; next they contest a second contest, which they make clear when they say: "Thou laid afflictions upon our back." And according to Aquila they say: "Thou set grinding on our back;" and according to Symmachus: "Thou set encirclement on our loins." And through these things they signify the stripes upon the body, which the Apostle made clearer when he said: "Three times I was beaten with rods, once I was stoned, from Jews forty save one I received." And after the lock-ups and those upon the backs or upon the loins