Migne Reading Room

PG 23 · cols. 541–552 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:541Read from the page
νοίας λόγους ἀξίους μνήμης προσφέροντες, κυσὶ δὲ παραπλησίως ὑλαγμοὺς ἀφιέντες, φωνάς τε ὑβριστικὰς καὶ ἀναιδεῖς. Διὸ καὶ λιμώξουσιν τοῦ τῆς ζωῆς ἄρτου στερηθέντες· ἐπεὶ μὴ παρεδέξαντο τὴν σωτήριον καὶ οὐράνιον τροφὴν, αὐτὸν τὸν εἰρηκότα· Ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ διδοὺς ζωὴν τοῖς ἀνθρώποις. Ὅθεν καὶ ἕτερος προφήτης τὸν λιμὸν τοῦτον αἰνιττόμενος ἐβόα λέγων· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε· ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Στερηθέντες δὲ τῆς αιωνίου τροφῆς καὶ τὸν ἄρτον τῆς ζωῆς παραιτησάμενοι, οὐκέθ' ὡς πρόβατα γενήσονται τοῦ καλοῦ ποιμένος· παραβληθήσονται δὲ κυσίν. Εἶτα δὲ καὶ τῆς ἑαυτῶν πόλεως, ἣν κακῶς ᾤκησαν, ἀπελασθήσονται· ἀποκλεισθήσονταί τε αὐτῆς, ὡς μηκέτ' αὐτῆς ἐπιβαίνειν τολμᾷν· ἐπειδήπερ οἱ οἰκοῦντες αὐτὴν αἱμάτων αὐτὴν ἐπλήρουν. Διὸ ἐν τῷ προδηλωθέντι ἐλέγετο· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἀλλ' ἐκεῖ μὲν τὰ τολμηθέντα τῷ Ἰσραὴλ ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ κατὰ τοῦ Σωτῆρος ἐδηλοῦτο· ἐνταῦθα δὲ τὸ συμβεβηκὸς αὐτοῖς μετὰ ταῦτα τῇ τοῦ ἁγίου Πνεύματος προγνώσει ἡ Γραφὴ στηλιτεύει· διὸ καὶ στηλογραφία κέκληται. Τοῦ δὲ λόγου τὸ ἀποτέλεσμα παρίστησιν ἡ τῶν πραγμάτων ἔκβασις. Μετὰ γοῦν τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, ἐπιστάντες Ῥωμαῖοι τέλος ἐπῆγον τοῖς προφητικοῖς λόγοις. Νόμοις γοῦν τῶν κρατούντων ἐξ ἐκείνου τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπηγόρευται τοῖς τόποις ἐπιβαίνειν, ἀπαραιτήτου τιμωρίας ἐπαιωρουμένης τοῖς τοῦ νόμου παραβάταις. Διὸ εἰσέτι καὶ σήμερον ἀμφὶ μὲν τοὺς ὅρους καὶ κύκλῳ παριόντες πόῤῥωθεν ἵστανται· μηδ' ἐξ ἀπόπτου τὸ πάλαι νενομισμένον αὐτοῖς ἱερὸν ἔδαφος θεάσασθαι καταξιούμενοι· ἔξωθεν δὲ κυκλοῦντες, πίστιν ἐπάγουσι τῇ μετὰ χεῖρας λεγούσῃ Γραφῇ· Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Καὶ τούτοις ἑξῆς ἐπιλέγεται ἡ αἰτία δι' ἣν ταῦτα πείσονται· Ἰδοὺ γὰρ, φησὶν, ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, ὅτι τίς ἤκουσε; ταῦτα γὰρ ἅπαντα πεπόνθασι διὰ τὰς ἀθέους αὐτῶν καὶ δυσσεβεῖς φωνὰς, ἃς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἠφίεσαν, ἐπὶ τοῦ Πιλάτου βοῶντες· Αἶρε, αἶρε, σταύρωσον αὐτόν. Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος· Ἰδοὺ ἀποφθέγξονται ἐν στόματι αὐτῶν καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν. Ἀντὶ δὲ τοῦ, Ὅτι τίς ἤκουσε; σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ὡς οὐδενὸς ἀκούοντος ἐβόων. Τοιαῦτα γὰρ κατὰ τοῦ Σωτῆρος ὑλάκτουν, ὡς μηδενὸς ὑφορῶντος, καὶ ὡς μὴ τῆς φωνῆς αὐτῶν ἐπακροωμένου τοῦ Θεοῦ. Ἀλλ' ἐκεῖνοι μὲν ὡς μηδενὸς ἀκούοντος ἐβόων· σὺ δὲ
bringing forward words worthy of remembrance, but emitting barkings in the manner of dogs, and insolent and shameless cries. Wherefore also they shall hunger, being deprived of the bread of life, since they did not receive the saving and heavenly nourishment, Him Who said: I am the bread that came down out of heaven, and gives life to men. Whence another prophet also, hinting at this famine, cried aloud, saying: Behold, those who serve Me shall eat, but you shall be hungry; behold, those who serve Me shall drink, but you shall be thirsty. And being deprived of the eternal nourishment, and having refused the bread of life, they shall no longer become as sheep of the good Shepherd, but shall be compared to dogs. And thereafter they shall also be driven away from their own city, which they wickedly inhabited, and shall be shut out of it, so as no longer to dare to set foot in it, inasmuch as those who dwelt in it filled it with blood. Wherefore in the passage cited beforehand it was said: For I saw iniquity and contradiction in the city. Yet there the deeds dared by Israel in Jerusalem itself against the Saviour were declared; whereas here Scripture by the foreknowledge of the Holy Spirit inscribes as on a pillar what befell them after these things, wherefore also it has been called an inscription on a pillar. And the outcome of events sets forth the fulfilment of the word. For after their plot against our Saviour, the Romans coming upon them brought an end to the prophetic words. By the laws of the rulers from that time on, the whole nation of the Jews has been forbidden to set foot in the places, an inexorable punishment hanging over the transgressors of the law. Wherefore even to this very day, passing around the borders and in a circle, they stand afar off, not even from a vantage point deemed worthy to behold the soil once accounted sacred by them; and going round about outside, they bring confirmation to the Scripture in hand, which says: They shall return at evening, and shall hunger like a dog, and go round about the city. And next after these words is subjoined the cause for which they shall suffer these things: For behold, says he, they shall utter speech with their mouth, and a sword is in their lips, for who heard? For all these things have they suffered on account of their godless and impious cries which they let loose against our Saviour, crying out before Pilate: Away with Him, away with Him, crucify Him! His blood be upon us and upon our children; which very thing the word signifies when it says: Behold, they shall utter speech in their mouth, and a sword is in their lips. And instead of, For who heard? Symmachus rendered more clearly, saying: As though no one heard, they cried out. For such things did they bark against the Saviour, as though no one were watching, and as though God were not hearkening to their voice. Yet they indeed cried out as though no one heard; whereas Thou
Notes, col. 541

On the reading

Printed αιωνίου, for αἰωνίου.

PG 23:544Read from the page
Ἐξουδενώσεις πάντα τὰ ἔθνη. Ἀντὶ δὲ τοῦ, Ἐξουδενώσεις πάντα τὰ ἔθνη, ὁ Σύμμαχος, Ἐπιφράξει πᾶσι τοῖς ἔθνεσιν, ἡρμήνευσε. Δηλοῖ δὲ ὁ λόγος ἐπιτίμησίν τινα τοῦ Θεοῦ πρὸς πάντα τὰ ἔθνη. Ἐπειδὴ γὰρ ἀνωτέρω ἐλέγετο· Πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη· ἀκολούθως διδάσκει, ὡς ἐπισκοπῶν ὁ Θεὸς ἐπιτιμήσει πρότερον πᾶσι τοῖς ἔθνεσιν, εἶτ' ἐπιστρέψει αὐτὰ τῆς πολυθέου καὶ εἰδωλολάτρου πλάνης. Γνῶναι δέ ἐστι τοῦ λόγου τὸ ἀποτέλεσμα ἐπιστήσαντα, ὡς μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, τὰ μάλιστα περὶ τὴν πολύθεον πλάνην ἐπτοημένα ἔθνη, κατ' ἀρχὰς τοῦ κηρύγματος ἐναντιωθέντα τῇ τοῦ λόγου παραδοχῇ, πολιορκίαις καί τισιν ἄλλαις ἐπιστρεπτικαῖς περιστάσεσιν ἐσωφρονίσθη, τοῦ Θεοῦ τοῦτον τὸν τρόπον ἐπιφθεγγομένου καὶ ἐπιτιμῶντος αὐτοῖς· οὕτω γοῦν, μετὰ ταῦτα σωφρονισθέντες, καθυπετάγησαν τῷ σωτηρίῳ λόγῳ. Διὸ ἐπιλέγεται ἑξῆς ἐκ προσώπου τοῦ Σωτῆρος· Τὸ κράτος μου πρὸς σὲ φυλάξω, ὅτι ὁ Θεὸς ἀντιλήπτωρ μου, ὁ Θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με· ὁ Θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· ἢ κατὰ τὸν Σύμμαχον, Ἐπιδεῖν ποιήσει με τοῖς ἀποτειχίζουσί με. Καὶ ἐν ἑτέρῳ δὲ εἴρηται· Καὶ ἐπεῖδεν ὁ ὀφθαλμός μου ἐν τοῖς ἐπανισταμένοις ἐπ' ἐμὲ πονηρευομένοις, εἰσακούσεται τὸ οὖς μου. Ἀλλὰ καὶ ὁ Δαυῒδ τοῦ Σαοὺλ τὴν πτῶσιν καὶ τὴν τελευτὴν εἶδεν, ἐπεῖδέ τε αὐτοῦ τῇ καταστροφῇ τοῦ θανάτου. Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Πάλιν πληθυντικῶς, Μὴ ἀποκτείνῃς αὐτοὺς, φησὶ, καὶ διασκόρπισον αὐτοὺς, καὶ κατάγαγε αὐτούς· οὐδενὸς ἐχθροῦ τῷ Δαυῒδ καθ' ὃν καιρὸν ταῦτα ἐλέγετο δεικνυμένου ἐκ τῆς ἱστορίας ἢ μόνου τοῦ Σαούλ. Ἀλλὰ γὰρ καὶ ταῦτα τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ Σωτῆρος ἀναφωνεῖ περὶ τῶν ἐπαναστάντων αὐτῷ, περὶ ὧν ἐλέγετο· Καὶ λαοὶ ἐμελέτησαν κενά. Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνέστησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Τούτους οὖν τοὺς εἰς κενὸν τὰς περὶ αὐτοῦ προφητείας μελετήσαντας, τούς τε ἄρχοντας αὐτῶν καὶ καθηγουμένους μὴ ἀποκτείνῃς, φησὶν, ἀλλὰ διασκόρπισον καὶ κατάγαγε. Εὔχεται δὲ αὐτοὺς καθαιρεθῆναι τοῦ ἀξιώματος· ὃ δὲ καὶ γέγονεν. Οὐκέτι γοῦν βασιλεὺς, οὐδὲ ἀρχιερεὺς, οὐδὲ προφήτης, ἀλλ' οὐδὲ γραμματεῖς καὶ Φαρισαῖοι, καὶ Σαδδουκαῖοι παρ' αὐτοῖς εἰσιν. Οὐ μὴν καὶ ἀποκτανθῆναι αὐτούς φησι. Διὸ συνέστηκεν αὐτῶν τὸ γένος, καὶ τῶν παίδων ἡ διαδοχὴ πληθύνει. Οὐ γὰρ ἀπεκτάνθησαν, οὐδὲ ἐξ ἀνθρώπων ἀπεσβέσθησαν· ἀλλ' εἰσὶ μὲν καὶ ὑφεστήκασιν· οὕτω δὲ ὡς καταβεβλημένοι καὶ κατενηνεγμένοι ἧς πάλαι ἠξίωντο παρὰ Θεῷ τιμῆς. Ἀλλὰ καὶ διασκόρπισον αὐτοὺς, φησὶν, ἐν τῇ δυνάμει σου· ἢ κατὰ τὸν Σύμμαχον· Ἀναστάτωσον αὐτοὺς τῇ δυνάμει σου. Ὅ δὴ καὶ αὐτὸ τὸ πρᾶγμα ἐναργέστερον παντὸς λόγου παρίστησιν, ἁπανταχοῦ γῆς τοῦ Ἰουδαίων ἔθνους διεσκορπισμένου,
Thou shalt set at naught all the nations. Instead of, Thou shalt set at naught all the nations, Symmachus rendered, He shall stop the mouths of all the nations. And the word signifies a certain rebuke from God towards all the nations. For since above it was said, Attend to visit all the nations, consistently he teaches that in visiting them God will first rebuke all the nations, and then turn them back from polytheistic and idolatrous error. And one may know the fulfilment of the word by giving heed to how, after the coming of our Saviour, the nations most passionately excited over polytheistic error, having at the beginning of the proclamation opposed the acceptance of the word, were brought to their senses by sieges and certain other corrective circumstances, God speaking out and rebuking them in this manner; thus at any rate, having been brought to their senses after these things, they became subject to the saving word. Wherefore there is subjoined next in the person of the Saviour: My strength will I keep towards Thee, for God is My helper; My God, His mercy shall go before Me; God will show Me among My enemies; or according to Symmachus, He will cause Me to look upon those who wall Me off. And in another place also it has been said: And My eye has looked upon My enemies who rise up doing evil against Me, My ear shall hear. Moreover David also saw the fall and the end of Saul, and looked upon the ruin of his death. Slay them not, lest they ever forget Thy people. Again in the plural, Slay them not, says He, and scatter them, and bring them down; whereas no enemy to David at the time when these things were spoken is shown from the history save Saul alone. For indeed these things also the prophetic Spirit utters aloud in the person of the Saviour concerning those who rose up against Him, concerning whom it was said: And peoples meditated vain things. The kings of the earth stood by, and the rulers combined together against the Lord and against His Christ. These men, therefore, who in vain meditated the prophecies concerning Him, and their rulers and leaders, slay not, says He, but scatter and bring down. And He prays that they be deposed from their dignity; which indeed has come to pass. No longer, at any rate, is there king, nor high priest, nor prophet, nay nor even scribes and Pharisees and Sadducees among them. Yet He does not say that they should be slain. Wherefore their race holds together, and the succession of their children multiplies. For they were not slain, nor were they extinguished from among men; rather they exist and subsist, yet in such wise as men cast down and brought low from the honour of which they were deemed worthy of old before God. Moreover, Scatter them also, says He, in Thy power; or according to Symmachus: Drive them from their homes by Thy power. Which very thing the fact itself sets forth more manifestly than any speech, since everywhere on earth the nation of the Jews is scattered,
PG 23:545Read from the page
καὶ ἀναστάτου τυγχάνοντος· ὥστ' εἰ μέγα φρονοῖεν ἐπὶ τούτῳ Ἰουδαῖοι, ὡς πάντα πληροῦντες τὰ ἔθνη παρά τε βαρβάροις καὶ ἐν μέσοις Ἕλλησιν οἰκοῦντες· ἀλλ' ἴστωσαν, ὅτι ἐν κατάρας λόγῳ ταῦτα περὶ αὐτῶν ἐθεσπίζετο. Ἡ γοῦν παροῦσα προφητεία φησὶν περὶ αὐτῶν· Διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Ἀλλὰ καὶ τὸ μὴ πάμπαν αὐτοὺς ἐξ ἀνθρώπων ἠφανίσθαι σημαίνει λέγουσα· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ σου. Εἰ γὰρ ἦσαν ἐξ ἀνθρώπων ἀφανισθέντες, καὶ μηδαμῶς ἐν ζῶσιν ὄντες, οὐκ ἂν εἶδον, φησὶ, τὸν ἐμὸν λαὸν, οὐδ' ἂν ἔγνωσαν ἀνθοῦσαν τὴν ἐμὴν Ἐκκλησίαν· ἀλλ' ἵνα βλέπωσιν αὐτὴν καὶ τὸν ἐμὸν θεωρῶσι λαὸν, μὴ ἀποκτείνῃς μὲν αὐτοὺς, διασκόρπισον δὲ αὐτοὺς ἁπανταχοῦ γῆς, ἔνθα μέλλει καὶ ἡ ἐμὴ Ἐκκλησία συνίστασθαι· ὅπως, βλέποντες τὸν ἐμὸν λαὸν καὶ τὴν καθ' ὅλης τῆς οἰκουμένης ὑπ'
and driven from its home; so that if the Jews should boast over this, as filling all the nations and dwelling both among barbarians and in the midst of Greeks, yet let them know that by way of a curse these things were prophesied concerning them. The present prophecy, at any rate, says concerning them: Scatter them in Thy power, and bring them down, O Lord my defender. Yet it also signifies that they have not altogether been blotted out from among men, saying: Slay them not, lest they ever forget Thy people. For if they had been blotted out from among men, and were in no wise among the living, they would not have seen, says He, My people, nor would they have known My Church flourishing; but in order that they may behold her and view My people, slay them not indeed, but scatter them everywhere on earth, where My Church also is going to be established; so that, beholding My people and throughout the whole inhabited world by
Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν. Πάλιν κἀνταῦθα τὴν αἰτίαν παρίστησι τῶν προλεχθέντων. Διὰ τί γὰρ ταῦτα παθεῖν αὐτοὺς ἠξίου, ἀναγκαίως διδάσκει λέγων· Δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν. Καὶ ἔστι θαυμάσαι τὸ ἀκριβὲς τῆς τοῦ ἁγίου Πνεύματος προῤῥήσεως. Ἐπειδὴ γὰρ οὐκ αὐτοὶ Ἰουδαῖοι, κατὰ τὸν τοῦ Σωτῆρος ἡμῶν καιρὸν τὸν θάνατον αὐτῷ εἰργάσαντο, Ῥωμαϊκῇ δὲ χειρὶ τοῦτ' ἐπράττετο, δικάζοντος μὲν Πιλάτου, διαλαβόντων δὲ στρατιωτῶν καὶ ἀπαγαγόντων αὐτὸν, Ἰουδαίων δὲ τούτων μηδ' ὁτιοῦν πεποιηκότων· εἰκότως οὐκ αὐτὸ τὸ ἔργον τοῦ θανάτου τούτοις ἀνατίθησι, ἀλλὰ τὴν αἰτίαν. Οἵ τε γὰρ ἄρχοντες τῶν Ἰουδαίων, συνέδριον ποιησάμενοι, πᾶσαν ἐκίνησαν μηχανὴν, ὅπως αὐτὸν ἀπολέσωσιν· οἵ τε τούτοις χαριζόμενοι ψευδομάρτυρες καὶ συκοφάνται εἰς πρόσωπον ἔστησαν τοῦ Σωτῆρος· ὅ τε πᾶς λαὸς φωναῖς καὶ χείλεσιν οἰκείοις τὸ αἷμα αὐτοῦ καθ' ἑαυτῶν καὶ κατὰ τῶν ἰδίων παίδων ἐξῃτήσαντο. Εἰκότως οὖν ὁ παρὼν λόγος οὐ τῆς τοῦ θανάτου πράξεως, ἣν ὥρισε μὲν Πιλάτος, διεπράξαντο δὲ οἱ ὑπ' αὐτῷ στρατιῶται, μνημονεύει, ἀλλὰ τῆς τῶν ἀρχιερέων συσκευῆς, καὶ τῆς τῶν συκοφαντῶν μαρτυρίας, τῆς τε φωνῆς τοῦ πλήθους ἐπιβοήσαντος κατ' αὐτοῦ. Διό φησιν· Ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν· ὡσεὶ ἔλεγε σαφέστερον· Δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ διὰ λόγον χειλέων αὐτῶν. Διὰ γὰρ ταῦτα διασκόρπισον αὐτοὺς τῇ δυνάμει σου, καὶ κατάγαγε αὐτοὺς, ὁ ὑπερασπιστής μου Κύριε. Κατὰ δὲ τὸν Σύμμαχον, Ἁμαρτίᾳ, φησὶ, τοῦ στόματος αὐτῶν, καὶ τῷ λόγῳ τῶν χειλέων αὐτῶν τὰ προλεχθέντα αὐτοῖς ἐπαχθήσεσθαι. Καὶ ἐπιλέγει· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· ἢ, κατὰ τὸν Σύμμαχον, Συλληφθήτωσαν μετὰ τῆς
The sin of their mouth, the word of their lips; and let them be caught in their pride. Again here too he sets forth the cause of the things spoken beforehand. For why He asked that they suffer these things, he necessarily teaches, saying: On account of the sin of their mouth, and on account of the word of their lips. And one may marvel at the exactness of the prediction of the Holy Spirit. For since it was not the Jews themselves, at the time of our Saviour, who wrought death upon Him, but this was done by a Roman hand, Pilate passing judgement, and soldiers seizing and leading Him away, while of these things the Jews did nothing whatever; reasonably does he ascribe to them not the deed of death itself, but the cause. For both the rulers of the Jews, having held a council, set every device in motion that they might destroy Him; and the false witnesses and informers currying favour with them stood before the face of the Saviour; and the whole people with their own cries and lips demanded His blood against themselves and against their own children. Reasonably, therefore, the present word makes mention not of the act of death, which Pilate decreed and the soldiers under him carried out, but of the intrigue of the chief priests, and of the testimony of the informers, and of the cry of the multitude shouting out against Him. Wherefore it says: The sin of their mouth, the word of their lips; as though it said more clearly: On account of the sin of their mouth, and on account of the word of their lips. For on account of these things scatter them by Thy power, and bring them down, O Lord My defender. And according to Symmachus, By the sin, says he, of their mouth, and by the word of their lips, the things spoken beforehand shall be brought upon them. And it subjoins: And let them be caught in their pride; or, according to Symmachus, Let them be caught with their
PG 23:548Read from the page
ὑπερηφανίας αὐτῶν. Ὑπερήφανοι γάρ τινες ὄντες καὶ ἀλαζόνες, οὐκ ἔφερον τοῦ Σωτῆρος ἡμῶν τὴν παῤῥησίαν. Διὸ μετὰ πολλῆς ὑπερηφανίας προσελθόντες ἔλεγον αὐτῷ· Τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτηκ; καὶ ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἡμῶν γὰρ κρατούντων τοῦ ἱεροῦ καὶ τοῦ παντὸς ἔθνους ἀρχόντων, σὺ τίς ὢν καὶ πόθεν τὰ τοιαῦτα τολμᾷς; Τούτων οὖν ἕνεκα τῶν λόγων ἐνταῦθα εἴρηται· Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν· καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσε· Συλληφθήτωσαν μετὰ τῆς ὑπερηφανίας αὐτῶν, ἀρὰν καὶ ψεῦδος λαλοῦντες. Εἶθ' ἑξῆς ἐπιλέγει· Ἐν συντελείᾳ, ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν. Ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος λευκότερον ἀπέδωκε φήσας· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον ἵνα μὴ ὦσι. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ προφητικὸν οὐκ ἐπαρώμενον τοῖς ταῦτα μέλλουσι πείσεσθαι προαναφωνεῖ, τὰ δὲ συμβησόμενα προαγορεῦον, τῆς διανοίας τοιοῦτον παριστώσης νοῦν. Διὰ τὴν ἁμαρτίαν τοῦ στόματος αὐτῶν, καὶ διὰ τὸν λόγον τῶν χειλέων αὐτῶν συλληφθήσονται ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν, καὶ συλληφθήσονται ἀρὰν καὶ ψεῦδος λαλοῦντες· γενήσονταί τε ἐν συντελείᾳ καὶ ἐν ὀργῇ ἀναλισκούσῃ αὐτοὺς ὡς μηκέθ' ὑπάρχειν. Κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται· Τέλεσον ἐν χόλῳ, τέλεσον, καὶ οὐχ ὑπάρξουσιν. Ὥσπερ οὖν καὶ κατὰ τὸν Σύμμαχον· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι. Θεσπίζει δὲ διὰ τούτων ὁ λόγος μηκέτι ὑπάρχειν ἐν τῇ προλεχθείσῃ πόλει τοὺς τὰ τοιαῦτα τετολμηκότας· τέλος δὲ λαβεῖν λοιπὸν τὴν πάλαι σπουδαζομένην ἐν τῇ πόλει λατρείαν καὶ τὴν ἐν αὐτῇ συνεστῶσαν βασιλείαν, καὶ πάντα τὰ πρότερον αὐτοῖς ὑπάρχοντα ἐκ Θεοῦ ἀγαθὰ, προφητῶν δηλαδὴ παρουσίας, καὶ ἀγγέλων ἐπιφανείας καὶ τὴν λοιπὴν ἐπισκοπήν· ἃ δὴ ἀληθῶς τέλους ἔτυχε διὰ τῆς ἐπενεχθείσης αὐτοῖς ὀργῆς. Ὅτι δὲ περὶ τούτων λέλεκται τὸ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, δῆλον ἀπὸ τοῦ λεγομένου ἑξῆς. Τί δὲ ἦν τοῦτο; Καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰακὼβ τῶν περάτων τῆς γῆς. Εἰ γὰρ περὶ αὐτοῦ ἐλέγετο τοῦ ἔθνους καὶ περὶ αὐτῶν τῶν ἀνδρῶν τό· Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσι, πῶς, συντελεσθέντες, καὶ μηκέθ' ὑπάρχοντες, ἐδύναντο γινώσκειν, ὅτι ὁ Θεὸς δεσπόζει τῶν περάτων τῆς γῆς; πῶς δὲ καὶ ἀνωτέρω ἐλέγετο· Μὴ ἀποκτείνῃς αὐτούς, ἔδοξε γὰρ ἂν ἐναντίον εἶναι τὸ, Μὴ ἀποκτείνῃς αὐτοὺς, τῷ, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν. Ἀλλ' οὐκ εἴρηται ἐνταῦθα, Συντέλεσον αὐτούς· ἀλλ' ἀορίστως, Συντέλεσον ἐν θυμῷ, ἀνάλωσον, ἵνα μὴ ὦσιν, ἐπινοούντων ἡμῶν καὶ προσυπακουόντων ἔξωθεν τὸ, ἵνα μὴ ὦσιν ὁποῖοι καὶ ἦσαν πρότερον, καὶ ἵνα μὴ ὑπάρχωσιν ἐν ᾗ ἐτύγχανον πάλαι παρὰ τῷ Θεῷ τιμῇ· ἧς ἀφαιρεθείσης αὐτῶν, καὶ τῶν πάλαι ὑπαρχόντων αὐτοῖς ἀρθέντων, γυμνοὶ καταλειφθέντες καὶ κατενηνεγμένοι ἀπὸ τοῦ ὕψους τῆς ὑπερηφανίας αὐτῶν, διασκορπισθέντες τε εἰς πάντα τὰ ἔθνη, ἔγνωσαν
pride. For being certain proud and boastful men, they could not bear the boldness of speech of our Saviour. Wherefore coming up with great pride they said to Him: Who gave Thee this authority? and by what authority doest Thou these things? For when we control the temple and rule the whole nation, who art Thou and whence doest Thou dare such things? For the sake of these words, therefore, it has been said here: And let them be caught in their pride; and out of cursing and falsehood they shall be reported; instead of which Symmachus rendered: Let them be caught with their pride, speaking cursing and falsehood. Then next it subjoins: In consummation, in wrath of consummation, and they shall by no means exist. Instead of which again Symmachus rendered more clearly, saying: Make an end in wrath, consume that they may not be. And these things the prophetic Spirit proclaims beforehand, not calling down curses upon those who are going to suffer these things, but foretelling what will come to pass, the thought presenting such a sense: On account of the sin of their mouth, and on account of the word of their lips, they shall be caught in their pride, and they shall be caught speaking cursing and falsehood; and they shall be in consummation and in wrath consuming them so that they no longer exist. And according to Aquila it has been said: Make an end in anger, make an end, and they shall not exist. Just as also according to Symmachus: Make an end in wrath, consume, that they may not be. And through these words the utterance prophesies that those who have dared such things shall no longer exist in the aforesaid city, and that henceforth the worship eagerly practised of old in the city shall come to an end, and the kingdom established in it, and all the good things from God that formerly belonged to them, namely the presence of prophets, and appearances of angels, and the rest of His visitation; which things in truth reached an end through the wrath brought upon them. And that concerning these things was spoken the saying, Make an end in wrath, consume, that they may not be, is plain from what is said next. And what was this? And they shall know that God rules over Jacob, over the ends of the earth. For if concerning the nation itself and concerning the men themselves had been spoken the saying, Make an end in wrath, consume, that they may not be, how, having been brought to an end and no longer existing, could they know that God rules over the ends of the earth? And how also was it said above, Slay them not? For the saying, Slay them not, would have seemed contrary to, Make an end in wrath, consume, that they may not be. However, it has not been said here, Make an end of them; rather indefinitely, Make an end in wrath, consume, that they may not be, as we understand and supply from outside: that they may not be such as they were formerly, and that they may not exist in the honour in which they stood of old before God; which having been taken away from them, and the things that belonged to them of old having been removed, left naked and brought down from the height of their pride, and scattered among all the nations, they came to know
Notes, col. 548

On the reading

Printed ταύτηκ, for ταύτην.

PG 23:549Read from the page
αὐτοῖς ἔργοις, ὅτι ὁ πάλαι Θεὸς Ἰακὼβ χρηματίζων, οὗτος αὐτὸς δεσπόζει οὐκέτι τοῦ Ἰακὼβ, οὐδὲ τοῦ Ἰσραὴλ, ἀλλὰ πάντων τῶν περάτων τῆς γῆς. Θεὸν δὲ Ἰακὼβ καὶ νῦν εὐκαίρως ὠνόμασε, τὸν Χριστὸν δηλώσας· αὐτὸς γὰρ ἦν ὁ ἐν ἀνθρώπου σχήματί τε καὶ μορφῇ τῷ πατριάρχῃ Ἰακὼβ ὀφθεὶς, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ. Μετονομάζει τε αὐτὸν λέγων· Οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός. Αὐτὸς οὖν ἐκεῖνος ὁ τῷ Ἰακὼβ χρηματίσας Θεὸς τῶν περάτων τῆς γῆς ἄρξει κυριολογούμενος παρὰ πᾶσι τοῖς ἔθνεσι, δεσπότης τε καὶ Κύριος ὀνομαζόμενος. Ἅπερ ἵνα ὀφθαλμοῖς παραλάβωσιν οἱ ἀρνησάμενοι αὐτὸν, ἀναγκαίως προείρηται· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου· καὶ ἐνταῦθα· Καὶ γνώσονται, ὅτι δεσπόζει τῶν περάτων τῆς γῆς ὁ Θεὸς Ἰακώβ. Ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν. Εἰς βεβαίωσιν τῶν προλεχθέντων δευτεροῖ τὸν λόγον, ἐπαναλαβὼν τὴν αὐτὴν προφητείαν, θεσπίζει τε, ὅτι οὐκ ἀφανισθήσονται ἐξ ἀνθρώπων οὐδὲ ἀποκτανθήσονται, ἐπιστρέψουσι δὲ, τουτέστιν, εἰς συναίσθησιν ἐλεύσονται ὀψέ ποτε καὶ ἑσπέραν· Λιμώξουσί τε ὡς κύων· ἢ, κατὰ τὸν Ἀκύλαν, Ὀκλάσουσιν ὡς κύων· ἢ, κατὰ τὸν Σύμμαχον, θορυβηθήσονται ὡς κύνες, καὶ περικυκλώσουσι πόλιν. Ταῦτα δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐθεσπίζετο· ἀλλ' ἐκεῖ μὲν ἀνεφέρετο ἑξῆς ἡ αἰτία ἐν τῷ, Ἰδοὺ ἀποφθέγξονται τῷ στόματι αὐτῶν, καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν, καὶ δι' ἁμαρτίαν στόματος αὐτῶν, καὶ λόγον χειλέων αὐτῶν· ἐνταῦθα δὲ μετὰ τὸ, Ἐπιστρέψουσιν εἰς ἑσπέραν, καὶ λιμώξουσιν ὡς κύων, καὶ κυκλώσουσι πόλιν, ἐπενήνεκται· Αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν· ἐὰν δὲ μὴ χορτασθῶσι καὶ γογγύσουσιν. Ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἀνακαμπτέτωσαν εἰς ἡμέραν, θορυβείτωσαν ὡς κύνες, περιερχόμενοι πόλιν ῥεμβόμενοι, ἵνα μὴ
by the very facts that He Who of old was styled the God of Jacob, this very Same rules no longer over Jacob, nor over Israel, but over all the ends of the earth. And opportunely did he name Him the God of Jacob now also, signifying Christ; for He Himself was the One Who in human fashion and form appeared to the patriarch Jacob, when a man wrestled with him. And He changes his name, saying: No longer shall your name be called Jacob, but Israel shall be your name; for you have prevailed with God, and with men you are mighty. That very One, therefore, Who was styled God to Jacob shall rule over the ends of the earth, being properly so called among all the nations, and named Sovereign and Lord. In order that those who denied Him might perceive these things with their eyes, it has necessarily been said beforehand: Slay them not, lest they ever forget My people; and here: And they shall know that the God of Jacob rules over the ends of the earth. They shall return at evening and shall hunger like a dog, and go round about the city. For confirmation of the things spoken beforehand he repeats the word, resuming the same prophecy, and prophesies that they shall not be blotted out from among men nor be slain, but shall return, that is, shall come to perception late at last and at evening; And they shall hunger like a dog; or, according to Aquila, They shall crouch down like a dog; or, according to Symmachus, They shall make an uproar like dogs, and go round about the city. Now these things were prophesied through the preceding verses also; yet there the cause was adduced next in the words, Behold, they shall utter speech with their mouth, and a sword is in their lips, and for the sin of their mouth, and the word of their lips; whereas here, after the words, They shall return at evening, and shall hunger like a dog, and go round about the city, there has been added: They themselves shall be scattered abroad to eat; and if they be not satisfied, they shall even murmur. Instead of which Symmachus rendered in this way: Let them bend back by day, let them make an uproar like dogs, going about the city wandering, lest
Ἐγὼ δὲ ᾄσομαι τὴν δύναμίν σου, καὶ ἀγαλλιάσομαι τῷ πρωι τὸ ἔλεός σου· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Βοηθός μου, σοὶ ψαλῶ, ὅτι Θεὸς ἀντιλήπτωρ μου εἶ, ὁ Θεός μου τὸ ἔλεός μου. Ταῦτα μὲν οὖν οἱ ἐπαναστάντες μοι πείσονται· ἐγὼ δὲ τὴν δύναμίν σου τοῦ ἐμοῦ Πατρὸς ᾄσομαι. Λέγεται δὲ ταῦτα ἐκ προσώπου τοῦ Σωτῆρος προφητικῷ πνεύματι, ὡς καὶ ἐν ἑτέροις ἐλέγετο ἐξ αὐτοῦ· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Καὶ ἀγαλλιάσομαι δὲ, φησὶ, τῷ πρωὶ τὸ ἔλεός σου· ὅπερ ὁ Σύμμαχος
But I will sing of Thy power, and in the morning will I exult in Thy mercy; for Thou became My helper and My refuge in the day of My affliction. O My helper, unto Thee will I sing psalms, for Thou art God My helper, My God, My mercy. These things, therefore, those who rose up against Me shall suffer; whereas I will sing of Thy power, that of My Father. And these things are spoken in the person of the Saviour by the prophetic Spirit, as in other places also it was said by Him: I will declare Thy name to My brethren, in the midst of the Church will I praise Thee. And I will exult, says He, in the morning in Thy mercy; which Symmachus
Notes, col. 549

On the reading

Printed πρωι, for πρωὶ.

PG 23:552Read from the page
ἡρμήνευσε· Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου. Σημαίνει δὲ διὰ τούτου προφητικῶς τὴν κατ' ὄρθρον καὶ καθ' ἑκάστην πρωΐαν τῆς ἀναστασίμου ἡμέρας καθ' ὅλης τῆς οἰκουμένης ἐν τῇ Ἐκκλησίᾳ αὐτοῦ συντελουμένην λατρείαν. Ἐν μὲν γὰρ τῷ λέγεσθαι, Ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε, ὁ τόπος ἐδηλοῦτο καθ' ὃν ὑμνήσειν τὸν Πατέρα ὁ Χριστὸς ἐπηγγέλλετο· ἐν δὲ τῷ, Καὶ ὑμνήσω κατ' ὄρθρον τὸ ἔλεός σου, ὁ χρόνος παρίσταται, ἐν ᾧ τὸ ἔλεος τὸ πατρικὸν τὸ εἰς πάντα χυθὲν τὰ ἔθνη ὁ Μονογενὴς αὐτοῦ διὰ τοῦ ἰδίου λαοῦ ὑμνεῖ χαίρων καὶ ἀγαλλιώμενος ἐπὶ τούτῳ. Καὶ ταῦτα δὲ πάντα ἀποδώσω σοι, φησίν· ὅτι ἐγενήθης ἀντιλήπτωρ μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεώς μου. Τούτων γὰρ ἁπάντων παρὰ τοῦ Πατρὸς τυχὼν, εἰκότως κατ' ὄρθρον ὑμνήσω τὸν ἔλεόν σου, καί σοι ψαλῶ αὐτὸς ἐγώ· ὅτι γέγονάς μου ἀντιλήπτωρ, καὶ Θεός μου καὶ ἔλεός μου. Οὐδεὶς γὰρ τῶν ὑποβεβηκότων οἷός τε ἦν ἐμοὶ ὀρέγειν χεῖρα ἢ σὺ μόνος ὁ ὑπὲρ μὲ Πατήρ. Διὸ καί σου ἀνηρτῆσθαι ὁμολογῶ, καὶ τὴν δύναμίν σου ᾄσομαι, ἀντιλήπτορα καὶ καταφυγὴν ἐμαυτοῦ σὲ μόνον ἐπιγραφόμενος. Εἶεν δ' ἂν αὗται αἱ φωναὶ τοῦ Σωτῆρος, διδάσκοντος τοὺς πάντας εὐσεβεῖν εἰς τὸν αὐτοῦ Πατέρα.
rendered: And at dawn will I praise Thy mercy. And through this He signifies prophetically the worship celebrated at dawn and every morning of the day of the resurrection throughout the whole inhabited world in His Church. For in the saying, In the midst of the Church will I praise Thee, the place was declared in which Christ promised that He would praise the Father; whereas in the saying, And at dawn will I praise Thy mercy, the time is presented at which His Only-begotten through His own people praises the paternal mercy poured out upon all the nations, rejoicing and exulting over this. And all these things will I render unto Thee, says He; for Thou became My helper and My refuge in the day of My affliction. For having obtained all these things from the Father, reasonably at dawn will I praise Thy mercy, and unto Thee will I Myself sing psalms; for Thou have become My helper, and My God and My mercy. For none of the subordinate beings was able to stretch out a hand to Me save Thou alone, the Father Who art above Me. Wherefore I confess that I depend upon Thee, and I will sing of Thy power, inscribing Thee alone as My helper and refuge. And these would be the utterances of the Saviour, teaching all men to practise piety towards His Father.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΟΙΣ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΔΙΔΑΧΗΝ, ΟΠΟΤΕ ΕΝΕΠΥΡΙΣΕ ΤΗΝ ΜΕΣΟΠΟΤΑΜΙΑΝ ΣΥΡΙΑΣ, ΚΑΙ ΤΗΝ ΣΥΡΙΑΝ ΣΩΒΑΛ, ΚΑΙ ΑΠΕΣΤΡΕΨΕ ΙΩΑΒ ΚΑΙ ΕΠΑΤΑΞΕ ΤΗΝ ΦΑΡΑΓΓΑ ΤΩΝ ΑΛΩΝ ΔΩΔΕΚΑ ΧΙΛΙΑΔΑΣ ΝΘʹ.
UNTO THE END, FOR THOSE WHO SHALL BE CHANGED, FOR AN INSCRIPTION ON A PILLAR, TO DAVID FOR INSTRUCTION, WHEN HE BURNED MESOPOTAMIA OF SYRIA, AND SYRIA SOBAL, AND JOAB RETURNED AND SMOTE IN THE VALLEY OF SALT TWELVE THOUSAND. 59.
«Ὁ Θεὸς, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὠργίσθης καὶ ᾠκτείρησας ἡμᾶς.» Εἰς στηλογραφίαν μέν ἐστι καὶ ὁ παρὼν λόγος, οὐ μὴν κατὰ τοὺς αὐτοὺς εἴρηται χρόνους ταῖς πρὸ αὐτῆς. Ἐκεῖναι μὲν γὰρ ἔτι ζῶντος Σαοὺλ καὶ πρὸ τοῦ βασιλεῦσαι τὸν Δαυῒδ ἐλέχθησαν· ἡ μὲν πρώτη, «ὁπότε ἐκράτησαν αὐτὸν οἱ Ἀλλόφυλοι ἐν Γέθ·» ἡ δὲ δευτέρα, «ἐν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον·» ἡ δὲ τελευταία, «ὅτε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν.» Τὴν δὲ μετὰ χεῖρας μετὰ τὸν θάνατον Σαοὺλ, τὴν ἀρχὴν ἤδη τῆς βασιλείας διέπων, πολύν τε ἐν αὐτῇ χρόνον διαγενόμενος, ὁ Δαυῒδ θεσπίζει. Τοῦτο δὲ ἐπισημαίνεται ἡ προγραφὴ φάσκουσα· «Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβᾶ, καὶ ἐπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε τὴν φάραγγα τῶν Ἁλῶν δώδεκα χιλιάδας.» Εὕροις δ' ἂν τὴν ἱστορίαν ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν, ἐν ᾗ γέγραπται· «Καὶ ἐπάταξε Δαυῒδ τὸν Ἀδραζὰρ υἱὸν Ἰαὰβ βασιλέα Σωβᾶ, πορευομένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην. Καὶ προκατελάβετο Δαυῒδ τῶν αὐτοῦ χίλια ἅρματα, καὶ ἑπτὰ χιλιάδας ἱππέων, καὶ εἴκοσι χιλιάδας ἀνδρῶν πεζῶν. Καὶ παρέλυσε Δαυῒδ πάντα τὰ ἅρματα, καὶ ὑπελείπετο αὐτῷ ἐξ αὐτῶν ἑκατὸν ἅρματα. Καὶ παραγίνεται Συρία Δαμασκοῦ βοηθῆσαι τῷ Ἀδραζὰρ βασιλεῖ Σωβᾶ. Καὶ ἐπάταξε τῷ Συρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν. Καὶ ἔθετο Δαυῒδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν. Καὶ ἐνένετο ὁ Σύ
"O God, Thou rejected us and pulled us down; Thou grewest wrathful and had compassion upon us." The present discourse also is for an inscription on a pillar, yet it was not spoken at the same times as those before it. For those were spoken while Saul was still alive and before David became king: the first, "when the Philistines seized him in Geth"; the second, "when he fled from the face of Saul into the cave"; and the last, "when Saul sent and watched his house in order to put him to death." Whereas the one in hand David prophesies after the death of Saul, when he was already administering the rule of the kingdom and had spent a long time in it. And the superscription indicates this, saying: "When he burned Mesopotamia of Syria, and Syria Soba, and Joab returned, and smote in the Valley of Salt twelve thousand." And you may find the history in the Second Book of Kingdoms, in which it is written: "And David smote Adrazar the son of Jaab king of Soba, as he went to establish his hand upon the river Euphrates. And David captured from his forces a thousand chariots, and seven thousand horsemen, and twenty thousand footmen. And David hamstrung all the chariots, and left over for himself a hundred chariots out of them. And Syria of Damascus comes to help Adrazar king of Soba. And he smote among the Syrians twenty-two thousand men. And David set a garrison in Syria that is by Damascus. And the Sy-
Notes, col. 552

On the reading

Printed Συρῳ, for Σύρῳ.

Printed ἐνένετο, for ἐγένετο.