ἐθέλειν γενέσθαι τοῦ ἀνδρός. Ἐπειρᾶτο γοῦν τῷ δόρατι κατ' αὐτοῦ· ὡς δ' ἡστόχησε τῆς πληγῆς, οὐκέτ' ἐπικεκρυμμένως, ἐκ δὲ τοῦ φανεροῦ ἀποστείλας εἰς τὸν οἶκον τοῦ Δαυῒδ, θανατῶσαι αὐτὸν ὡρμήθη. Ὁ δ' ἐν τοιαύτῃ ἀποληφθεὶς συμφορᾷ, τὴν προκειμένην στηλογραφίαν συντάττει, ἀναβοῶν πρὸς τὸν Θεὸν καὶ λέγων· Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου, ὁ Θεὸς, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ λύτρωσαί με. Ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν, καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με. Εὔχεται δὲ διὰ τούτων φύλακος τυχεῖν τοῦ Θεοῦ, βοηθοῦ τε καὶ σωτῆρος, εἰς τὸ μὴ ἁλῶναι ὑπὸ τῶν ἐχθρῶν, μηδ' ὑποχείριον αὐτοῖς γενέσθαι· ἢ καὶ ὑπὲρ τοῦ μὴ καὶ αὐτὸν ὅμοιον αὐτοῖς ἀποφανθῆναι, μηδὲ γενέσθαι ἕνα τῶν ἐργαζομένων τὴν ἀνομίαν, μηδὲ τῆς μερίδος τῶν ἀνδρῶν τῶν αἱμάτων, περὶ ὧν καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· Ἄνδρες αἱμάτων καὶ δολιότητος, οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ἐχθροὺς δὲ ὅτι μὴ τοὺς ὁρατοὺς μόνους ἐγίνωσκεν, ἀλλὰ τοὺς ἀφανεῖς καὶ ἀοράτους, οἳ καὶ αὐτοὶ ἐνήργουν τὸν Σαούλ· πνεῦμα γὰρ πονηρὸν ἦν ἐπὶ Σαοὺλ, ὑφ' οὗ κινούμενος ἐξεκαίετο ἐπὶ τὸν κατὰ τοῦ Δαυῒδ φθόνον· πολλάκις ἡμῖν ἀποδέδεικται. Κἀνταῦθα τοίνυν τῶν μὲν πολεμίων περιγενόμενος ἀναγέγραπται, νίκην τε πολλάκις ἀράμενος κατὰ τῶν ἀλλοφύλων. Δεινοὶ δὲ ἦσαν ἄρα ἐχθροὶ καὶ πολέμιοι οἱ ἀφανεῖς αὐτοῦ ἐχθροὶ, οὓς παριστὰς καὶ διὰ τῶν προκειμένων ἔλεγεν· Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί. Ἐκ μὲν οὖν τῆς ἱστορίας οὐδετέρους φαίνεται ἐσχηκὼς ἐχθροὺς ἢ μόνον τὸν Σαούλ. Τοῦτο γὰρ παρέστησεν ἡ Γραφὴ μαρτυραμένη, ὅτι ἠγαπᾶτο ὑπὸ παντὸς τοῦ λαοῦ· καὶ τοῦτ' ἦν μάλιστα τὸ αἴτιον τῆς κατ' αὐτοῦ βασκανίας. Εἰ τοίνυν πάντες ἠγάπων τὸν Δαυῒδ, μόνος δὲ Σαοὺλ καὶ ἐπὶ τούτῳ φθόνῳ πιμπράμενος ἐπεβούλευσεν αὐτῷ, πῶς ἐνταῦθα πληθυντικῶς φησιν, Ἐξελού με ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμέ· καὶ πάλιν, Ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου, ἐπέθεντο ἐπ' ἐμὲ κραταιοί; Ἀλλὰ γὰρ σαφῶς διὰ τούτων παρίστανται ἀόρατοι καὶ ἀφανεῖς ἐχθροὶ, περὶ ὧν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Οὐκ ἔστιν ἡμῖν πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ πρὸς τὰ πνεύματα τῆς πονηρίας. Οὗτοι γοῦν ἐξέκαον τὸν Σαοὺλ κατὰ τοῦ Δαυΐδ· διὸ ἐξ αὐτῶν ῥυσθῆναι ἐδεῖτο τοῦ Θεοῦ. Πρὸς μὲν γὰρ τὸν Γολιὰθ, καὶ πρὸς τοὺς λοιποὺς ἀλλοφύλους ἀπήρκει αὐτὸς ἱστάμενος, καὶ πολέμου νόμῳ τοῖς πᾶσιν ἐπεξιών· πρὸς δὲ τὰς ἀφανεῖς δυνάμεις καὶ τοὺς ἀοράτους ἐχθροὺς Θεὸν ὑπέρμαχον ἠξίου αὐτῷ γενέσθαι. Ὅτι δὲ μηδὲν ἀδικήσας τὸν Σαοὺλ, μάτην ἠλαύνετο ὑπ' αὐτοῦ, παρίστησι μὲν ἡ ἱστορία, ἐμφαίνει δὲ καὶ αυτὸς ἑξῆς λέγων· Οὔτε ἡ ἀνομία μου, οὔτε ἡ ἁμαρτία μου· ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα. Ἀντὶ δὲ τοῦ, ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα, ὁ Σύμμαχος, μὴ οὔσης, φησὶν, ἁμαρ-
he wished to become the man's slayer. At any rate he made an attempt against him with the spear; and when he missed his stroke, no longer covertly, rather openly sending to the house of David, he set out to put him to death. And he, being caught in such a calamity, composes the inscription on a pillar before us, crying aloud unto God and saying: Deliver me from my enemies, O God, and from those who rise up against me ransom me. Rescue me from those who work iniquity, and from men of blood save me. Through these words he prays to obtain God as guardian, helper and saviour, so as not to be captured by his enemies, nor fall under their hand; or else on behalf of his not himself also being shown to be like them, nor becoming one of those who work iniquity, nor of the lot of the men of blood, concerning whom in the passages above also it was said: Men of blood and deceitfulness shall by no means live out half their days; but I will hope in Thee. And that he recognized as enemies not the visible ones alone, rather the unseen and invisible ones, who themselves also worked upon Saul — for an evil spirit was upon Saul, moved by which he was inflamed unto envy against David — has often been demonstrated by us. Here too, accordingly, he has been recorded as having prevailed over his foes in war, and as having often won victory against the Philistines. Dread enemies and foes, then, were his unseen enemies, presenting whom through the words before us also he said: For behold, they hunted my soul, mighty ones set upon me. Now from the history he appears to have had no other enemies at all save Saul alone. For Scripture set this forth, bearing witness that he was loved by all the people; and this most of all was the cause of the malice against him. If, therefore, all men loved David, and Saul alone, burning with envy over this too, plotted against him, how does he here speak in the plural, Deliver me from my enemies and from those who rise up against me; and again, For behold, they hunted my soul, mighty ones set upon me? Surely indeed through these words are clearly presented invisible and unseen enemies, concerning whom the Apostle also said: Our wrestling is not against blood and flesh, rather against the principalities and the authorities, and the world-rulers of this darkness, and against the spirits of wickedness. These, at any rate, inflamed Saul against David; wherefore he besought God to be delivered out of them. For against Goliath, and against the rest of the Philistines, he himself sufficed standing firm and marching out against them all by the law of war; whereas against the unseen powers and the invisible enemies he besought God to become his champion. And that having wronged Saul in nothing, he was hunted down by him in vain, the history sets forth, and he himself also indicates next, saying: Neither is there iniquity of mine, nor sin of mine; without iniquity I ran and directed my course. And instead of without iniquity I ran and directed my course, Symmachus says, there being no si-