Μετὰ γοῦν τὴν τοῦ Σωτῆρος ημῶν παρουσίαν πάντα ταῦτα πεπόνθασιν, ὅτε ἔφθασεν ἐπ' αὐτοὺς ὀργὴ εἰς τέλος, ἀπώσθησάν τε καὶ καθῃρέθησαν καὶ ἀπεβλήθησαν· διεκόπησάν τε καὶ περιήχθησαν διασκορπισθέντες εἰς πάντα τὰ ἔθνη. Ἀλλὰ καὶ «συνέσεισας, φησὶ, τὴν γῆν, καὶ συνετάραξας αὐτήν,» διὰ τὸ μυρία κακὰ ἐν αὐτῇ γίγνεσθαι· λέγω δὲ τῇ αὐτῶν γῇ, ἤτοι τῇ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ τὸ βασίλειον, καὶ τὸ ἁγίασμα, καὶ πάντα τὰ σεμνὰ τοῦ νόμου συνετελεῖτο· ἢ καὶ πάσῃ αὐτῶν τῇ χώρᾳ, ἢ καὶ ταῖς ψυχαῖς αὐτῶν τροπικῶς γῆν ὠνομασμέναις. Ἃ δὴ πάντα ἀθρόως διὰ τὰς παρανόμους αὐτῶν πράξεις συνεσείσθη καὶ συνεταράχθη. Ὅμως δ' οὖν ἱκετεύει ὁ προφήτης λέγων ἑξῆς· «Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐκινήθη.» Κινηθεῖσα γὰρ καὶ σαλευθεῖσα τῆς οἰκείας μονῆς καὶ στάσεως ἡ προλεχθεῖσα γῆ, συντρίμματα καὶ κατάγματα ἐκτήσατο. Διόπερ ἑξῆς ἐπιλέγεται· «Ἔδειξας τῷ λαῷ σου σκληρά·» καὶ ποτίζει δὲ αὐτοὺς οἶνον κατανύξεως· ἢ, κατὰ τὸν Ἀκύλαν, «οἶνον καρώσεως·» ἢ, κατὰ τὸν Σύμμαχον, «οἶνον σάλου.» Καὶ ἔστι γε εἰπεῖν τὸν ἀπὸ τῶν θείων Γραφῶν λόγον, ἐλεγκτικὸν ὄντα αὐτῶν τῆς εἰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀπιστίας, οἶνον ὑπάρχειν κατανύξεως, νυττομένης αὐτῶν καὶ τιτρωσκομένης τῆς συνειδήσεως ἀπὸ τῶν περὶ τοῦ Σωτῆρος προφητειῶν· ἐξ αὐτῶν τε τῶν περιεχόντων αὐτοὺς πραγμάτων καὶ ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς. Ταῦτα γὰρ, κἂν ἀπροσποίητοι εἶναι δοκῶσιν, ὅμως τὴν συνείδησιν αὐτῶν τιτρώσκει, πλήττοντα καὶ εἰς συναίσθησιν αὐτοὺς ἄγοντα τῆς εἰς τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀπιστίας. Ἀλλ' ἐκείνοις μὲν τοιαῦτα μέλλειν ἔσεσθαι θεσπίζει. Τοὺς δὲ μέλλοντας προστρέχειν τῷ Χριστῷ τοῦ Θεοῦ, καὶ τὴν δι' αὐτοῦ σωτηρίαν παραδέχεσθαι, εὐαγγελίζεται ἑξῆς λέγων· «Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου.» Κατὰ δὲ τὸν Ἀκύλαν· «Ἔδωκας, φησὶ, τοῖς φοβουμένοις σε σύσσημον, τοῦ σημειοῦσθαι ἀπὸ προσώπου βεβαιότητος·» κατὰ δὲ τὸν Σύμμαχον· «Ἔδωκας τοῖς φοβουμένοις σε σημεῖον, εἰς τὸ ἐκφυγεῖν ἀπὸ προσώπου τοξεύματος.» Εἰ μὲν οὖν ἦσαν καὶ οἱ διὰ τῶν ἔμπροσθεν δεδηλωμένοι τῷ σημείῳ τούτῳ, οὐκ ἂν ἀπώσθησαν, οὐδ' ἂν καθῃρέθησαν, οὐδ' ἂν τῇ ὀργῇ παρεδόθησαν· ἀλλ' ἐπεὶ μὴ ἠβουλήθησαν καταδέξασθαι τὸ σωτήριον σημεῖον, εἰκότως τούτοις περιπεπτώκασιν. Οἱ δέ γε φοβούμενοι τὸν Κύριον (οὕτω δὲ εἴωθε καλεῖν ὁ λόγος τοὺς ἐξ ἐθνῶν πιστεύοντας, ὡς πολλάκις διὰ πλειόνων ἐδείξαμεν), λαβόντες τὸ σημεῖον χρησάμενοί τε αὐτῷ, καὶ κατὰ τοῦ προσώπου σφραγιζόμενοι, εὕραντο φυγὴν ἀπὸ προσώπου τόξου, μηδενὸς νοητοῦ καὶ ἀοράτου πολεμίου βάλλειν αὐτοὺς τολμῶντος διὰ τὸ ἐπικείμενον αὐτοῖς σημεῖον καὶ τοῖς παλαιοῖς δεδομένον. Μωϋσῆς μὲν γὰρ τὰς φλιὰς τῶν οἴκων τῶν Ἰσραηλιτῶν αἵματι τοῦ προβάτου τοῦ Πάσχα κατασημαίνεσθαι διετάξατο εἰς ἀποτροπὴν τοῦ ὀλοθρευτοῦ· καὶ ἐν τῷ Ἐζεκιὴλ δὲ, μελλούσης ἀφανίζεσθαι τῆς πόλεως, ἀναγέγραπται ὁ Θεὸς εἰρηκὼς πρὸς τὸν ἐνδεδυμένον τὸν ποδήρη, ὅστις ποτ' ἦν· «Δίελθε μέσην τὴν πόλιν
After the coming of our Saviour, at any rate, they have suffered all these things, when wrath came upon them unto the end, and they were rejected and pulled down and cast off, and were cut off and led round about, scattered among all the nations. Moreover, "Thou shook the land," says he, "and troubled it," because countless evils took place in it: I mean in their land, that is, Jerusalem, in which both the palace and the sanctuary and all the solemn rites of the law were celebrated; or in all their country too, or even in their souls figuratively named land. All which things at once, on account of their lawless deeds, were shaken together and troubled. Nevertheless the prophet supplicates, saying next: "Heal its breaches, for it was shaken." For having been shaken and tossed from its own permanence and stability, the aforesaid land acquired breaches and fractures. Wherefore next it is subjoined: "Thou showed Thy people hard things"; and He gives them to drink the wine of staggering; or, according to Aquila, "the wine of stupor"; or, according to Symmachus, "the wine of tossing." And one may indeed say that the word from the divine Scriptures, convicting them of their unbelief in the Christ of God, is a wine of staggering, their conscience being pricked and wounded by the prophecies concerning the Saviour, and out of the very circumstances encompassing them, and out of the turning of the nations. For these things, even though they pretend to ignore them, nevertheless wound their conscience, striking them and bringing them to perception of their unbelief in our Saviour and Lord. Yet to those men indeed he prophesies that such things are going to be. Whereas to those who are going to run to the Christ of God, and welcome the salvation through Him, he proclaims good tidings next, saying: "Thou gave to those who fear Thee a token, to flee from before the bow." And according to Aquila: "Thou gave," says he, "to those who fear Thee a standard, to be marked from before certainty"; and according to Symmachus: "Thou gave to those who fear Thee a sign, so as to escape from before an arrow." Now if those declared through the preceding verses had also been marked with this sign, they would not have been rejected, nor would they have been pulled down, nor would they have been delivered over to wrath; but since they were unwilling to accept the saving sign, reasonably have they fallen into these things. Those, however, who fear the Lord (for thus the word is accustomed to call believers from the nations, as we have often shown at length), having received the sign and used it, and being sealed upon the face, found flight from before the bow, no intelligible and invisible enemy daring to shoot at them on account of the sign resting upon them, which was given to the ancients also. For Moses enjoined that the doorposts of the houses of the Israelites be marked with the blood of the sheep of the Passover for the averting of the destroyer; and in Ezekiel too, when the city was about to be blotted out, God is recorded as having said to the one clothed in the robe reaching to the feet, whoever he was: "Pass through the midst of the city,