γέθει, δυνάμει δὲ ἀκαταλήπτῳ· ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι· διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται.
size, but in incomprehensible power; moreover, in wisdom also He is great, and in goodness and forbearance and love of mankind, and in the rest of the divine powers conceived in Him; wherefore it is said: And to Thy thoughts there is none who shall be likened.
Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν (sic) πεποιημένους ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ' ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ' ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι' ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ' ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ' ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ' ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καί πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον
Certain godless ones, demons who have made themselves authors of incantations (sic), He Who established His own kingdom upon earth, and accomplished among men each one of the things enumerated before. And not only is He great, but also exceedingly to be hymned; yet not among all, nor in every place, but in the city of our God, and in His holy mountain. Inasmuch as those outside His city, being ignorant of divine teaching, know not how to hymn Him, nor how to speak worthily of God; wherefore they have cast down the venerable title upon lifeless matter, or kinds of irrational animals, or upon the elements—earth, water, air, fire—or upon the parts of the cosmos; and different men in different ways held impious opinions concerning God; and on this account, being aliens from the city of God, they have fallen away from the true hymn. Now the city of our God is the Church, which the oracles above also declared, through which it had been said: The rushings of the river gladden the city of God; the Most High has sanctified His tabernacle. And these things are concerning the Church on earth, concerning which it is said: I will dwell in them and walk among them; and I will be their God, and they shall be My people. And if there is another city better than this one, Whose craftsman and maker is He Himself, behold how in this one also He is great and to be hymned and exceedingly praiseworthy, being worthily understood in it and confessed as God. And where on earth this city has been built, the psalm teaches, saying: In His holy mountain well-rooted; that is, well-founded and rooted, and with the exultation of all the earth. And what sort of mountain this may be, the great Apostle teaches, saying: We have come unto Mount Sion and unto the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn enrolled in heaven. And that this very one is the true city of God, the same Apostle showed, saying: But the Jerusalem above is free, which is our mother. Now a mountain worthy of God is heaven itself. Yet since He did not disdain men upon earth either from His own kingdom—for the psalm before this declared this, saying: God is King of all the earth, sing psalms with understanding; God reigned over the nations—rightly upon the earth also a city was constituted for Him, manifestly the godly polity constituted throughout the whole inhabited world through the evangelical preaching. And the mountain of God on which this polity has been constituted, do not hesitate to say is the Word of God, that is, Christ; inasmuch as upon His rock the Church has been built, and He Himself was the rock. This One therefore, being both mountain and rock and foundation of the Church, would Himself alone be so according to him who declares: A foundation