Migne Reading Room

PG 23 · cols. 397–408 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:397Read from the page
τὸν αἰῶνα. Μωϋσῆς μὲν οὖν εὗρε μίαν τινὰ χάριν· καὶ Νῶε πάλιν εὗρέ τινα χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἕκαστος τῶν δικαίων χάριτος μετέσχεν. Ἐπεὶ δὲ τοῦ Ἀγαπητοῦ πᾶσα ἡ πατρικὴ εἰς αὐτὸν ἐκενώθη χάρις· ἦν γὰρ ὁ Πατὴρ λαλῶν ἐν Υἱῷ· ἔνθεν καὶ ἡ διακονησαμένη τὴν εἰς ἀνθρώπους αὐτοῦ πάροδον κεχαριτωμένη ἐλέχθη. Ἐν αὐτῷ γὰρ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι σωματικῶς· διὸ πάντες οἱ ἅγιοι ἐκ τοῦ πληρώματος αὐτοῦ εἰλήφασιν.
ever. Moses accordingly found a certain single grace; and Noah again found a certain grace before God; and each of the righteous partook of grace. But since all the Father's grace of the Beloved was poured out wholly unto Him—for the Father was speaking in the Son—hence she too who ministered to His coming among men was called full of grace. For in Him all the fulness of the Godhead was well pleased to dwell bodily; wherefore all the saints have received of His fulness.
Ἐπιβαλεῖς δὲ καὶ οὕτως· Τὸ πρῶτον ἔργον τοῦ Ἀγαπητοῦ ἡ χάρις ἡ ἐν τοῖς χείλεσιν αὐτοῦ κεχυμένη, κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν· καὶ καθ' ἕτερον δὲ τρόπον, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Ἐπειδὴ πάντα χαριζόμενος ἔπραττε τοῖς μὲν ἀφιεὶς τὰς ἁμαρτίας, τῶν δὲ τὰς νόσους καὶ τὰς μαλακίας ἰώμενος, τοῖς δὲ τὸ ἅγιον Πνεῦμα δωρούμενος. Δι' ὃ πρὸς αὐτὸν εἰκότως εἴρητο· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου. Τούτοις ἑξῆς οἱ πρόσθεν ἀποκλαυσάμενοι, καὶ τὴν ὑπὸ τοῖς πολεμίοις δουλείαν ἑαυτῶν ὑπογράψαντες, εὐκαίρως τὸν Ἀγαπητὸν ἱκετεύουσι σπεῦσαι καὶ μέχρις αὐτῶν ἐλθεῖν, φραξάμενον ὅπλοις πολεμικοῖς διὰ τοὺς ἐπικειμένους ἐχθροὺς, ὡς ἂν τροπωσάμενος αὐτοὺς, τὴν ὑπ' αὐτοῖς αἰχμαλωσίαν ὑπεξαγάγοι. Διό φασι· Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ· ὡραῖος μὲν γὰρ εἶ καὶ καλὸς, πλὴν ἀλλὰ πρὸς τῇ ὡραιότητί σου καὶ πρὸς τῷ κάλλει σου ἀνάλαβε τὴν σαυτοῦ πανοπλίαν δι' ἡμᾶς τοὺς σοὺς ἱκέτας· ῥομφαίαν τε περίθου τῷ σαυτοῦ μηρῷ, καὶ οὕτω τὴν σὴν δύναμιν ἀναλαβὼν, ἔντεινόν σου τὰ τόξα. Ἔπειτα βαλὼν τοὺς ἐχθροὺς, κατευοδοῦ καὶ βασίλευε. Ῥομφαίαν δὲ τοῦ Ἀγαπητοῦ νόει τὴν δύναμιν τὴν τῶν ἐχθρῶν καθαιρετικὴν καὶ κολαστήριον. Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. Καὶ ἄλλως δὲ ῥομφαίας Θεοῦ ὁ προφήτης μέμνηται Ἰεζεκιὴλ ὧδε λέγων· Τάδε λέγει Ἀδοναῗ Κύριος· Εἶπον· Ῥομφαία, ῥομφαία, ὀξύνου καὶ θυμώθητι, ὅπως σφάξῃς σφάγια· ὀξύνου, ὅπως γένῃ εἰς στίλβωσιν ἑτοίμη εἰς παράλυσιν· καὶ πάλιν· Ἀνάκραγε καὶ ὀλόλυξον, υἱὲ ἀνθρώπου· ὅτι αὐτὴ ἐγένετο ἐν τῷ λαῷ μου· αὕτη ἐν τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· καὶ ἑξῆς· Διάταξον σεαυτῷ δύο ὁδοὺς τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος· ἐκ χώρας μιᾶς ἐξελεύσονται· καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν ῥομφαίαν τοῦ Κυρίου λέγει τὴν ῥομφαίαν τοῦ Ναβουχοδονόσορ τὴν ἐπαχθεῖσαν τῷ λαῷ. Ἔχεις δὲ καὶ ἐν τοῖς Εὐαγγελίοις, ὡς ὁ ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ βασιλεὺς τοὺς παραιτησαμένους τὴν κλῆσιν, καὶ ἀνελόντάς τοὺς βασιλικοὺς δούλους, παραδίδωσιν εἰς σφαγήν· Καὶ πέμψας, φησὶ, τὸ στράτευμα αὐτοῦ, ἐνέπρησε τὴν πόλιν αὐτῶν. Στράτευμα δὲ τοῦ βασιλέως τὴν Ῥωμαϊκὴν χεῖρα σημαίνει τὴν πο-
And you will approach it thus also: The first work of the Beloved is the grace poured out upon His lips, according to the meaning already rendered; and in another way too, grace and truth came through Jesus Christ. Since He did all things bestowing grace, forgiving sins to some, healing the diseases and infirmities of others, and granting the Holy Spirit to others. Wherefore it had naturally been said to Him: Grace has been poured out upon Thy lips. Next after these words those who wept before, and sketched their slavery under the foes, seasonably beseech the Beloved to hasten and come even unto them, fenced with warlike arms on account of the enemies pressing upon them, so that having routed them, He might lead them out from captivity under them. Wherefore they say: Gird Thy sword upon Thy thigh, O Mighty One; for Thou art fair in beauty and comely, yet beside Thy comeliness and beside Thy beauty take up Thine own panoply for the sake of us Thy suppliants; and put a sword around Thine own thigh, and thus having taken up Thy power, bend Thy bows. Thereafter having struck the enemies, prosper and reign. And by sword of the Beloved understand the power destructive and chastising of the enemies. For living is the word of God and active, and sharper than every two-edged dagger. And otherwise too the prophet Ezekiel makes mention of a sword of God, speaking thus: Thus says Adonai the Lord: Say: Sword, sword, be sharpened and enraged, that you may slaughter victims; be sharpened, that you may become for gleaming ready for paralysis; and again: Cry aloud and wail, son of man; because it has come to be among My people; this one is among the leaders of Israel; and next: Appoint for yourself two ways for the sword of the king of Babylon to enter; from one land shall they go forth; and what follows these, through which he calls the sword of Nebuchadnezzar brought upon the people the sword of the Lord. And you have in the Gospels too how the king making a marriage feast for his son delivers over to slaughter those who excused themselves from the invitation and slew the royal servants: And having sent his army, He says, he burned their city. And the army of the king signifies the Roman force that be-
Notes, col. 397

On the reading

Printed Ἀδοναῗ, for Ἀδωναῗ.

Printed ἀνελόντάς, for ἀνελόντας.

PG 23:400Read from the page
Εἶτ' ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ' ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ Ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
Then he adds: For the sake of truth and meekness and righteousness, and Thy right hand shall guide Thee marvellously. And these words he expounded similarly to the others: Thine arrows are sharpened, and peoples shall fall under Thee, in the heart of the King's enemies; which indeed stands by hyperbaton. And you will join the sense together in this manner: Thine arrows are sharpened in the heart of the King's enemies. For first he says: Thine arrows shall become sharpened against the heart of Thine enemies; next, peoples shall fall under Thee, when the enemies have been driven away by Thine arrows. At that time accordingly, having obtained freedom, and breathed again from the evils pressing them down, the peoples will run beneath Thy feet. And by arrows of the Beloved sent forth against the heart of the enemies you will understand certain invisible and unseen strokes against the rulers of this age; wounded once by which arrows, the demons used to say: Ah, what have we to do with Thee, O Son of God? Hast Thou come before the time to torment us?
Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγαπητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ' εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ' οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ' αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους· διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ
That the Beloved of God was fair in beauty and comely and full of grace, and blessed King and victor over His enemies, we have learned from what went before; and that in addition to all those things He was also God, we are taught through the words before us. For unto His person the Holy Spirit cries aloud, saying: Thy throne, O God, is for ever and ever; or according to Aquila: Thy throne, O God, is for ever and beyond. And since he also named Him King through what went before, naturally he adds: A sceptre of uprightness is the sceptre of Thy kingdom. For there is nothing crooked nor twisted in Him. And lest anyone taking the matter in a Jewish way should suppose that the Beloved of God will be some mortal king like the many, he necessarily teaches that the throne of His kingdom was from eternity, and shall be lasting and abiding for ever and ever. And that these words have not been proclaimed unto the person of the Father, but unto that of the beloved and only-begotten Son, he makes plain as he proceeds, saying: Thou hast loved righteousness, and hated lawlessness; therefore God, Thy God, has anointed Thee. For God in these words being anointed by God—Who could He be other than He Who is spoken of as God in the Gospels: And the Word was with God, and the Word was God? This God the Word therefore loved righteousness, and hated lawlessness. Instead of which Aquila translated more accurately, saying: He loved righteousness, and hated ungodliness. For by right judgement He loves the righteous under Him, and hates their opposites; wherefore He is anointed beyond His fellows with a better oil, that called the oil of exultation, and He is anointed by God His own Father—or with the oil of joy according to Aquila, or with the oil of splendour according to Symmachus. For there are many who are His fellows, or His companions who have partaken of His grace, who might even say: We have become partakers of Christ. Now some read the phrase before us somewhat thus: Therefore God, Thy God, has anointed Thee, O God, and have used this reading, following the Hebrew
PG 23:401Read from the page
λέξει δουλεύσαντες. Ἐπειδήπερ Ἐλωεὶμ ὁ Θεὸς ἐν τῇ Ἑβραϊκῇ ὠνόμασται γραφῇ, εἰπών· Ἐν ἀρχῇ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Οἱ μὲν οὖν Ἑβδομήκοντα καὶ ὁ Σύμμαχος· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰρήκασιν· ὁ δὲ Ἀκύλας· Θεὲ, δουλεύσας τῇ Ἑβραϊκῇ λέξει, περιεχούσῃ Ἐλωείμ. Ἀλλ' ὁ αὐτὸς Ἀκύλας, ὁ νῦν Θεὲ εἰρηκὼς, προϊὼν ἑξῆς δεύτερον εἰρημένου τοῦ Ἐλωεὶμ, ἐν τῷ, Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, οὐκέτι, Θεὲ, ἡρμήνευσεν, ἀλλὰ, Θεὸς,
expression closely. Seeing that God has been named Elohim in the Hebrew Scripture, saying: In the beginning of Thy throne, O God, for ever and beyond. The Seventy accordingly and Symmachus have said: Thy throne, O God; whereas Aquila said: O God, following closely the Hebrew expression, which contains Elohim. Yet the same Aquila, who just now said O God, proceeding next when Elohim is spoken a second time, in the clause, Therefore God has anointed Thee, no longer translated O God, but, God,
Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων. Ἀντὶ δὲ βάρεων ἐλεφαντίνων, ὁ Ἀκύλας· Ἀπὸ ναῶν ὀδόντος, εἴρηκε. Ναοὶ γὰρ ἐνταῦθα εἴρηνται τοῦ Νυμφίου αἱ Ἐκκλησίαι, καὶ αἱ Χριστῷ ἀνακείμεναι ψυχαὶ, ἐν λογικῇ τροφῇ πᾶσαν ἔχοντες τὴν δύναμιν. Τροφῆς δὲ καὶ λόγων σύμβολον οἱ ὀδόντες. Ἔνθεν καὶ αὐτοῦ τοῦ Χριστοῦ οἱ ὀδόντες λευκοὶ λέγονται εἶναι ὑπὲρ γάλα ἐν τῇ περὶ αὐτοῦ φασκούσῃ προφητείᾳ· Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐλεφάντινοι οἱ ναοὶ ἢ αἱ βάρεις αὐτοῦ λέγονται, διὰ τὸ νεκροῦ ζώου τυχεῖν τὸν ἐξ ἐλέφαντος κόσμον· οἵ τε ἐν τῇ Ἐκκλησίᾳ εὐδοκιμοῦντες οὐκ ἄλλως διαλάμπουσιν ἢ νεκρώσαντες τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατατὴν ἀποστολικὴν παραγγελίαν.
Myrrh and stacte and cassia from Thy garments, from ivory palaces. And instead of ivory palaces, Aquila has said: From temples of tooth. For here the Churches of the Bridegroom, and the souls dedicated to Christ, have been called temples, having all their strength in rational nourishment. And teeth are a symbol of nourishment and words. Hence the teeth of Christ Himself also are said to be whiter than milk in the prophecy speaking concerning Him: Gladdening are His eyes from wine, and His teeth whiter than milk. And according to the remaining translators, His temples or palaces are called of ivory, because ornament of ivory comes from a dead creature; and those who are approved in the Church shine out in no other way than by putting to death their members that are upon the earth, according to the apostolic charge.
Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Αἱ μὲν θυγατέρες τῶν βασιλέων, Χριστοῦ δηλαδὴ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, αἱ κατὰ μέρος ἦσαν ψυχαί. Αὐτὴ δὲ ἡ βασίλισσα ἡ μήτηρ τῶν θυγατέρων παρέστη ἐκ δεξιῶν αὐτοῦ ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Τίς δ' ἂν εἴη αὐτὴ ἀλλ' ἢ πᾶσα καθολικὴ Ἐκκλησία, ἡ ἀπὸ περάτων γῆς ἕως περάτων ἐκ πάντων ἐθνῶν συνειλεγμένη; ἣν αὐτὸς ἑαυτῷ ᾠκοδόμησεν ἐπὶ τὴν πέτραν, πρὸς τὸ μὴ πύλας ᾅδου κατισχύειν αὐτῆς. Κυριώτερον δ' ἂν εἴποις διὰ τούτου τὴν ἐπουράνιον δηλοῦσθαι Ἐκκλησίαν, ἥτις ἐστὶ μήτηρ τῶν ἐπὶ γῆς ἁγίων ἀνδρῶν. Τοῦτο γοῦν ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος εἰπών· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Καλεῖ δ' αὐτὴν καὶ πόλιν Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουράνιον ἐν μυριάσιν ἀγγέλων πανηγύρει, καὶ Ἐκκλησίαν πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς, συνεστῶσαν. Αὕτη μὲν οὖν εἴη ἂν ἡ τελεία Χριστοῦ νύμφη. Ταύτης δ' οὐκ ἂν ἁμάρτοις θυγατέρα φήσας ὑπάρχειν τὴν ἐπὶ γῆς Ἐκκλησίαν. Βασίλισσα δ' ἐκείνη, ὡς ἂν ἤδη συμβασιλεύουσα τῷ ἑαυτῆς νυμφίῳ· διὸ ἐκ δεξιῶν παρεστάναι τοῦ Βασιλέως εἴρηται· ἅτε νύμφη οὖσα αὐτοῦ, καὶ τὰ παρ' αὐτοῦ σπέρματα δεχομένη, κύουσά τε καὶ τίκτουσα διὰ παντὸς πνεῦμα σωτηρίας· ἣ καὶ τὸ βασιλικὸν ἔνδυμα περιτίθησι, τὸ φωτοειδὲς τῆς ἀφθαρσίας ἔνδυμα· ὃ δὴ, πνευματικὸν διόλου τυγχάνον, ταῖς κατ' οὐρανὸν ἀγγελικαῖς δυνάμεσι περιβέβληται.
The queen stood at Thy right hand, clothed in vesture wrought with gold, arrayed in varied colours. Now the daughters of the kings, namely of Christ and His Church, were the individual souls. Whereas the queen herself, the mother of the daughters, stood at His right hand clothed in vesture wrought with gold, arrayed in varied colours. And who could this be other than the whole catholic Church, gathered together from the ends of the earth unto the ends out of all nations? Which He Himself built for Himself upon the rock, so that the gates of Hades might not prevail against it. Yet more properly you might say that through this the heavenly Church is indicated, which is the mother of the holy men upon earth. This accordingly the divine Apostle taught, saying: But the Jerusalem above is free, which is our mother. And he also calls her the city of the living God, heavenly Jerusalem, composed in festal assembly among myriads of angels, and the Church of the firstborn enrolled in the heavens. She then would be the perfect bride of Christ. And you would not err in saying that the Church upon earth is her daughter. And she is queen, as already reigning together with her own Bridegroom; wherefore she has been said to stand at the right hand of the King; inasmuch as she is His bride, and receives the seeds from Him, both conceiving and bringing forth continually a spirit of salvation; upon whom He also puts the royal robe, the luminous robe of incorruption; which indeed, being wholly spiritual, is cast around the angelic powers in heaven.
Notes, col. 401

On the reading

Printed κατατὴν, for κατὰ τὴν.

Printed αὐτὴ, for αὕτη.

PG 23:404Read from the page
Τοῦτο καὶ διάχρυσον ὁ παρὼν λόγος ὠνόμασε. Τὸ δὲ, περιβεβλημένη καὶ πεποικιλμένη, οὔτε ἐν τῇ
This the present discourse also named wrought with gold. Whereas the phrase, clothed and arrayed in varied colours, neither in the
Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Νοήσεις, φησὶ, πῶς κροσσοῖς χρυσοῖς περιβέβληται, Παύλου λέγοντος ἀκούων· Ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν. Ἡ γὰρ γνῶσις ἡ ἐκ μέρους ἐν ἄκροις μόνοις χρυσίου τὸν κόσμον αὐτῇ περιτίθησιν· Ὅταν δ' ἔλθῃ τὸ τέλειον, φησὶ, τὸ ἐκ μέρους καταργηθήσεται. Ἐπειδὰν εἰς τὴν ἐπουράνιον Ἐκκλησίαν μεταστῇ ἡ τέως ἐκ γῆς παιδοτροφουμένη, τὸ τηνικαῦτα ἀποθήσεται μὲν τὰ κροσσωτὰ τὰ χρυσᾶ, τὴν ἐκ μέρους γνῶσιν, ἐν ἱματισμῷ δὲ χρυσῷ.
All her glory, that of the daughter of the king of Heshbon, clothed in golden fringes, arrayed in varied colours. You will understand, he says, how she is clothed in golden fringes, on hearing Paul say: In part we know, and in part we prophesy. For knowledge that is in part puts the ornament of gold upon her at the borders only: But when that which is perfect comes, he says, that which is in part shall be done away. Whenever she who meanwhile is reared as a child from the earth removes into the heavenly Church, at that time she will lay aside the golden fringes, knowledge in part, and be in golden vesture.
Ἀπενεχθήσονται τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. Ἡ διὰ τῶν ἔμπροσθεν πολλάκις ὠνομασμένη θυγάτηρ οὐκ ἐπὶ γῆς εἰς τὸ παντελὲς διαμένει, μετατεθήσεται δὲ κατὰ καιρόν. Ἀλλ' οὐ πᾶσα ἀθρόως τῆς τοιαύτης μεταβάσεως ἀξιωθήσεται· ἐν μέρει δὲ αἱ πρώτῳ βαθμῷ ἐν αὐτῇ τετιμημέναι ἀπενεχθήσονται τῷ Βασιλεῖ. Αὗται δέ εἰσιν αἱ τὴν ἐν Χριστῷ ἁγνείαν κατορθώσασαι ψυχῇ καὶ σώματι, καὶ πνεύματι καθηγιασμέναι. Μετὰ δὲ τὸ πρῶτον τάγμα αἱ πλησίον αὐτῶν ἀπενεχθήσονται· πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί. Αὗται δέ εἰσιν αἱ τὸν ἔγγιστα τόπον τῶν παρθένων ἐπέχουσαι διὰ σεμνοῦ καὶ σώφρονος βίου. Ὅπως δὲ ἀπενεχθήσονται παρίστησι λέγων· ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Νοήσεις δὲ ὅπως εἴρηται τοῦτο, παραθεὶς τὴν ἀποστολικὴν φωνὴν ἥ φησιν· Ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Οὐ γὰρ ἐλεύσονται οὐδὲ ἀπελεύσονται τῷ Βασιλεῖ παρθένοι, ἀλλ' ἀπενεχθήσονται, ἄλλων αὐτὰς ἀπαγόντων· ἀγγέλων δηλαδὴ θείων μετεωριζόντων αὐτὰς καὶ εἰς ὕψος ἐπαιρόντων, ὡς ἂν εὐμαρῆ τὴν ἄνω ποιήσαιντο πορείαν. Ἀπενεχθήσονται δ' ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, καὶ εἰσαχθήσονται εἰς ναὸν βασιλέως, εἰς τὸν οἶκον τὸν βασιλικὸν τῆς τῶν οὐρανῶν βασιλείας καταξιούμεναι. Ναὸς δὲ οἶκος θεοῦ ἐστιν· ὥστε Θεὸς ὁ Βασιλεὺς, ᾧ ἀπάγονται. Ἄγουσι δὲ αὐτὰς καὶ οἱ τὰ παιδεύματα παραδιδόντες αὐταῖς, ὅ τε Νόμος καὶ οἱ προφῆται.
Virgins shall be brought away to the King after her; those near her shall be brought away to Thee. The daughter often named throughout what went before does not remain altogether upon earth, but shall be translated in due season. Yet not all of her at once shall be deemed worthy of such a removal; rather in part those honoured in the first rank within her shall be brought away to the King. And these are those who have achieved chastity in Christ in soul and body, and have been sanctified in spirit. And after the first order those near them shall be brought away; for there are many mansions with the Father. And these are those who hold the place nearest to the virgins through a reverent and temperate life. And how they shall be brought away he sets forth, saying: in gladness and exultation. And you will understand how this has been said, setting beside it the apostolic utterance which says: We shall be caught up in clouds to meet the Lord in the air, and so we shall always be with the Lord. For virgins will neither come nor go away to the King, but will be brought away, while others lead them away—namely divine angels lifting them aloft and raising them on high, so that they may make the upward journey easy. And they shall be brought away in gladness and exultation, and shall be brought into the temple of a king, deemed worthy of entrance into the royal house of the kingdom of the heavens. Now a temple is the house of God; so that the King to Whom they are led away is God. And those too who hand down teachings to them lead them, both the Law and the prophets.
Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί. Τούτων τὴν διάνοιαν σαφέστερον ἀποδεδώκασιν οἱ λοιποί· ὁ μὲν Ἀκύλας εἰπών· Ἀντὶ τῶν πατέρων σου ἔσονταί σοι υἱοί· ὁ δὲ Σύμμαχος· Ἀντὶ πατέρων ἐγένοντο υἱοί σου. Ἡ δ' ἑρμηνεία τοῦ λόγου ταύτην ἔχει τὴν διάνοιαν· Οἱ υἱοί σου οἱ ἐν σοὶ καὶ ὑπὸ σοῦ γεγεννημένοι ἀντὶ πατέρων γενήσονταί σοι. Ἔξεις γὰρ αὐτοὺς πατέρας, οὓς αὐτὴ γεγέννηκας. Νοήσεις δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα, ἐπιστήσας ὅπως οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι, προσελθόντες τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ, καὶ ἀναγεννηθέντες ἐν αὐτῇ, υἱοὶ αὐτῆς γίγνονται· κἄπειτα ἐπιδιδόντες τὴ προκοπῇ, πατέρες αὐτῆς καθίστανται, προαγόμενοι εἰς τὴν αὐτῆς προ-
In place of your fathers sons have been born to you. The remaining translators have rendered the sense of these words more clearly: Aquila saying: In place of your fathers you shall have sons; and Symmachus: In place of fathers have your sons become. And the interpretation of the saying has this sense: Your sons who have been begotten in you and by you shall become to you in place of fathers. For you will have as fathers those whom you yourself have begotten. And you will understand the outcome of the saying, giving heed to how foreigners from the nations, coming to the Church of God, and reborn in her, become her sons; and thereafter advancing in progress, are appointed her fathers, promoted unto her
Notes, col. 404

On the reading

Printed τὴ, for τῇ.

PG 23:405Read from the page
στασίαν, καὶ τῆς ἱερατικῆς λειτουργίας καταξιούμενοι. Πῶς δ' ἕξεις αὐτοὺς ἀντὶ πατέρων διερμηνεύει, σαφέστερον λέγων· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγει δὲ ταῦτα πρὸς τὴν ἐπὶ γῆς Ἐκκλησίαν ὁ λόγος, τὴν ἀπὸ περάτων ἕως περάτων διήκουσαν· ἐφ' ἣν ἄρχοντας καὶ πατέρας τοὺς ἰδίους υἱοὺς αὐτὴ ἡ Ἐκκλησία τοῦ Θεοῦ καθίστησιν.
presidency, and deemed worthy of the priestly ministry. And how you will have them in place of fathers it interprets, saying more clearly: You will appoint them rulers over all the earth. And the word says these things to the Church upon earth, which reaches from the ends unto the ends; over which the Church of God herself appoints her own sons as rulers and fathers.
Διὰ τοῦτο λαοὶ ὑμνήσουσί σε εἰς αἰῶνα διηνεκῶς. Ἡ προλεχθεῖσα θυγάτηρ τῶν βασιλέων, αὕτη δὲ ἦν ἡ ἐπὶ γῆς Ἐκκλησία, συναισθομένη τῆς δυνάμεως τοῦ πατρικοῦ ὀνόματος, ἐπειδήπερ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, μετὰ τὰς πρὸς αὐτὴν λεχθείσας ἐπαγγελίας, πιστεύσασα φωναῖς, χαρᾶς τε καὶ εὐφροσύνης πληρωθεῖσα.
Therefore peoples will hymn you unto the age continually. The aforesaid daughter of kings—and this was the Church upon earth—perceiving the power of the paternal name, inasmuch as He bestowed upon Him the name that is above every name, so that in the name of Jesus every knee should bow, of heavenly and earthly and subterranean beings, after the promises spoken to her, having believed the utterances, was filled with joy and gladness.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ. ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΥΠΕΡ ΤΩΝ ΚΡΥΦΙΩΝ, ΨΑΛΜΟΣ ΜΕʹ.
Unto the end. For the sons of Kore, for the hidden things, Psalm 45.
Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν. Εὐχαριστήριον ὕμνον ἀναπέμπει τῷ μεγάλων αὐτὸν καταξιώσαντι ὁ λόγος· ὅτι φροῦδος ἔσται, καθάπερ τινὶ παραπεμφθεῖσα βυθῷ, ἡ πάλαι κρατήσασα τῶν δαιμόνων ἀσέβεια, ἡ τῶν ὀρῶν μιμουμένη τὸ ὕψος, καὶ τῆς οἰκουμένης ἐπὶ πλεῖστον ἐσχηκυῖα τὸ κράτος. Εἶτα λέγει ὁ προφητικὸς λόγος, ὡς τὰ ὕδατα ζάλην ἐδέξατο, καὶ τὰ ὄρη κλόνον ὑπέμεινε, τοῦ εὐαγγελικοῦ διαπορθμευομένου κηρύγματος. Ἐνταῦθα δὲ ὄρη τὸ τῶν δαιμόνων προσηγόρευσε στῖφος διὰ τὸν τῆς ἀλαζονείας ὄγκον καὶ τοῦ τύφου τὸ ὑψηλόν· ὕδατα δὲ τῶν ἀνθρώπων τὰς γνώμας, τὰς δίκην ὑδάτων τῇδε κἀκεῖσε φερομένας ῥᾳδίως, καὶ ὑπὸ τῶν τῆς ἀπάτης κυκωμένας πνευμάτων. Ταῦτα δὲ διδάσκει ἡμᾶς καὶ ἡ τῶν Πράξεων ἱστορία· ὅπως, τῶν ἱερῶν ἀποστόλων τὴν οἰκουμένην περινοστούντων, ζάλης ἐμπίπλαντο καὶ θορύβων αἱ πόλεις. Καὶ γὰρ ἐν Ἐφέσῳ Δημήτριος πᾶσαν τὴν πόλιν ἐκύκωσε· καὶ ἐν Λύστροις καὶ Δέρβῃ ταὐτὸ τοῦτο γεγένηται. Καὶ πάλιν ἐν Φιλίπποις καὶ Θεσσαλονίκῃ, καὶ Ἀθήναις, καὶ Κορίνθῳ, τῶν τῆς ἀπάτης πνευμάτων ταῦτα διεγειρόντων τὰ κύματα, ὑπὸ τούτων τινὲς ἐνεργούμενοι κατὰ τῶν ἱερῶν ἐβόων ἀποστόλων· Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισι. Ταῦτα καὶ ὁ μακάριος προηγόρευσεν Ἀβακούμ· Ἐπεβίβασας, γάρ φησιν, εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά. Ἵππους δὲ προσηγόρευσεν ὄχημα θεῖον γεγενημένους τοὺς ἱεροὺς ἀποστόλους· ἐπ' αὐτῶν γὰρ ὀχούμενος ὁ Δεσπότης, τὰ πολλὰ καὶ διάφορα τῆς ἀσεβείας δόγματα διεσκέδασε. Νοήσεις δὲ καὶ ἄλλως τὴν σύγχυσιν τῆς γῆς καὶ τὴν ταραχὴν αὐτῆς, ἀκούων τοῦ Σωτῆρος λέγοντος· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; καὶ πάλιν· Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰ-
Our God is a refuge and power, a helper in the afflictions that have found us exceedingly. Therefore we shall not fear when the earth is troubled, and mountains are transposed into the hearts of seas. The word sends up a hymn of thanksgiving to Him Who deemed it worthy of great things; because the impiety of the demons that prevailed of old, which imitated the height of the mountains and held mastery for the greatest time over the inhabited world, will vanish away, as though consigned to some deep. Next the prophetic word says how the waters received a tempest, and the mountains endured a shaking, while the evangelical preaching passed across. And here it called the throng of the demons mountains on account of the bulk of their arrogance and the loftiness of their pride; and waters, the opinions of men, which after the manner of waters are easily borne hither and thither and churned up by the spirits of deceit. And the history of the Acts also teaches us these things: how, as the sacred apostles went round the inhabited world, the cities were filled with tempest and tumults. For indeed in Ephesus Demetrius threw the whole city into confusion; and in Lystra and Derbe this very same thing came to pass. And again in Philippi and Thessalonica, and Athens, and Corinth, when the spirits of deceit stirred up these waves, certain men energized by them cried out against the sacred apostles: Those who have turned the inhabited world upside down, these have come here also. These things the blessed Habakkuk also foretold; for he says: Thou didst mount Thy horses into the sea, troubling many waters. And horses he called the sacred apostles, who became a divine chariot; for riding upon them the Master scattered the many and varied dogmas of impiety. And you will understand in another way also the confusion of the earth and its troubling, when you hear the Saviour saying: I came to cast fire upon the earth; and what do I will if it has already been kindled? and again: Do not suppose that I came to cast peace upon the earth; I came not to cast
PG 23:408Read from the page
ρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς, καὶ θυγατέρα κατὰ τῆς μητρὸς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· ὡσεὶ σαφέστερον ἔλεγε· Καὶ ἐχθροὺς ἑκάστου ποιῆσαι τοὺς οἰκιακοὺς αὐτοῦ. Τί χρὴ λέγειν, ὡς καὶ πόλεις ὅλαι καὶ δῆμοι ἔθνη τε παντοῖα ἐπὶ τῷ εὐαγγελικῷ λόγῳ συνεχύθησαν, λυομένης αὐτοῖς τῆς παλαιᾶς δεισιδαιμονίας; Ἀλλὰ τούτων ταραττομένων καὶ συγχεομένων, οἱ τῆς Ἐκκλησίας υἱοὶ καὶ προεστῶτες αὐτῆς φασιν· Οὐ φοβηθησόμεθα. Ἰδιοποιοῦνται δὲ τὸν Θεὸν λέγοντες· Ὁ Θεὸς ἡμῶν, πρὸς ἀντιδιαστολὴν τῶν πεπλανημένως παρὰ τοῖς ἔθνεσιν ὀνομαζομένων θεῶν. Καὶ εἰ μὲν ἄνθρωποι μόνον ἐταράσσοντο, ἀπήρκει εἰπεῖν· Ἐν τῷ ταράσσεσθαι τὴν γῆν οὐ φοβηθησόμεθα· ἐπεὶ δὲ καὶ ἀφανεῖς δυνάμεις καὶ δαίμονες πονηροὶ ἐπὶ τῷ σωτηρίῳ λόγῳ κλόνον καὶ σάλον ἐπε-
peace, but a sword. For I came to set a man at variance against his father, and a daughter against her mother, and a bride against her mother-in-law, and a man's enemies will be those of his own household; as though He were saying more clearly: And to make each one's household his enemies. What need is there to say how whole cities also and peoples and nations of every kind were thrown into confusion at the evangelical word, while their ancient superstition was being dissolved for them? Yet while these are troubled and confounded, the sons of the Church and those who preside over her say: We shall not fear. And they make God their own, saying: Our God, in contradistinction to the gods erroneously so named among the nations. And if men alone had been troubled, it would have sufficed to say: When the earth is troubled we shall not fear; but since invisible powers also and wicked demons at the saving word experienced shaking and tossing
Ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν· ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. Νοήσεις δὲ ταῦτα τὰ ὄρη τὰ πνευματικὰ τῆς πονηρίας ἀπὸ τῆς εὐαγγελικῆς διδασκαλίας. Ὁπηνίκα γὰρ τὸν σεληνιαζόμενον ὁ Σωτὴρ ἰάσατο, ἐπιφέρει λέγων τοῖς μαθηταῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ· καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν· ὄρος ὀνομάζων τὸ προδηλωθὲν δαιμόνιον. Πῶς δ' ἐν καρδίᾳ θαλασσῶν μετατίθεται τὰ ὄρη, μάθοις ἂν ἀπὸ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου, ἔνθα εἴρηται, ὅτι παρεκάλουν τὸν Σωτῆρα οἱ δαίμονες, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Τὴν δὲ ἄβυσσον εἴωθεν ἡ Γραφὴ καλεῖν θαλάσσας, ὡς ἐν τῷ Ἰὼβ εἴρηται· Ἦλθες δ' ἐπὶ τῆς θαλάσσης· ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Περὶ ταύτης τῆς ἀβύσσου καὶ Μωϋσῆς ἐν τῇ κοσμοποιίᾳ ἐδίδασκε λέγων· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου. Ἀλλὰ τούτων γινομένων· Ἡμεῖς, φησὶν, οὐ φοβηθησόμεθα, ἠχούντων καὶ θολουμένων τῶν ὑδάτων αὐτῶν, καὶ σειομένων ὀρέων ἐν τῷ παραδοξασμῷ αὐτοῦ, κατὰ τὸν Σύμμαχον. Ἐνδοξασμὸς δὲ ἦν τοῦ Σωτῆ-
Their waters roared and were troubled; the mountains were troubled in His might. And you will understand these mountains to be the spiritual forces of wickedness from the evangelical teaching. For when the Saviour healed the moonstruck boy, He adds, saying to the disciples: Amen I say to you, if you have faith as a grain of mustard, you will say to this mountain: Pass from here to there, and it will pass, and nothing will be impossible for you; calling the aforesaid demon a mountain. And how the mountains are transposed into the heart of seas, you may learn from the Gospel according to Luke, where it is said that the demons besought the Saviour that He would not command them to depart into the abyss. Now Scripture is accustomed to call the abyss seas, as is said in Job: And Thou camest upon the sea, and walkedst in the footprints of the abyss. Concerning this abyss Moses also taught in the creation of the world, saying: And darkness was above the abyss. Yet when these things come to pass: We, he says, shall not fear, while their waters roar and grow turbid, and mountains are shaken in His marvelous glory, according to Symmachus. Now the glorification of the Sav-
Τὸ διάψαλμα διαστολὴν εἰργάσατο τῆς τῶν προλεχθέντων διανοίας πρὸς τὰ μέλλοντα ῥηθήσεσθαι. Διόπερ ὡς ἐπὶ ἕτερον τάγμα διαβὰς ὁ λόγος, πάλιν δι' αἰνιγμῶν τῆς Ἐκκλησίας τοῦ Θεοῦ τὴν εἰρηνικὴν κατάστασιν σημαίνει, ἣν πόλιν τοῦ Θεοῦ ὀνομάζει διὰ τὸ θεοσεβὲς πολίτευμα. Θεοῦ δὲ πόλις τὸ τῶν κατὰ Θεὸν πολιτευομένων σύστημα· τοῦτο δὲ τὴν σύμπασαν οἰκουμένην πληροῖ. Ἐπειδήπερ ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν ἔστιν εὑρεῖν διὰ τῆς Ἐκκλησίας συνισταμένην τὴν τοιαύτην Θεοῦ πόλιν, ἥτις, τὸν οὐράνιον ἔχουσα λόγον πηγάζοντα ἐν αὐτῇ καὶ ἀνομβροῦντα, πάσης θεϊκῆς εὐφροσύνης πληροῦται. Ἀκύλας δὲ καὶ Σύμμαχος· Τοῦ ποταμοῦ, φασὶν, αἱ διαιρέσεις εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ. Νοήσεις
The diapsalma made a distinction in the sense of the things previously spoken towards the things about to be spoken. Wherefore, passing over as it were to another order, the word again through enigmas signifies the peaceful state of the Church of God, which it names the city of God on account of its godly polity. Now the city of God is the body of those who live as citizens according to God; and this fills the whole inhabited world. Inasmuch as from the risings of the sun unto its settings one may find such a city of God constituted through the Church, which, having the heavenly word welling up in her and showering forth, is filled with all divine gladness. And Aquila and Symmachus say: The divisions of the river gladden the city of God. You will understand