Migne Reading Room

PG 23 · cols. 421–432 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:421Read from the page
γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός· καὶ ἀγαλλίαμα δὲ τυγχάνει πάσης τῆς γῆς.
other than the one that lies there no one can lay, which is Jesus Christ; and He is also the exultation of all the earth.
Τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Διόπερ καὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ἐπέχειν λέγεται. Παρὰ μὲν οὖν τοῖς παλαιοῖς ἐλέγετο· Ἀπὸ Βοῤῥᾶ ἐκκαυθήσεται τὰ κακὰ ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. Ἐπεὶ δὲ ἡ βασιλεία τοῦ Θεοῦ, ἐπὶ τῆς γῆς συστᾶσα, ἤλασε τοὺς τὰ πλευρὰ τοῦ Βοῤῥᾶ πάλαι κρατοῦντας, καὶ τὸν ἐν αὐτοῖς λέβητα τὸν ὑποκείμενον ἔσβεσε, κρείττων τε γεγένηται τῶν κακῶν τῶν πάλαι τὸν Βοῤῥᾶν πληρούντων· εἰκότως ἐνταῦθα τὸ προλεχθὲν ὄρος διήκειν λέγεται ἐπὶ τὰ πλευρὰ τοῦ Βοῤῥᾶ. Ἐπεὶ δὲ καὶ μέχρι τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν ἡ τοῦ βασιλέως ἐξεχύθη χάρις· δύο δὲ νοουμένων κατὰ τὰς γεωγραφίας τῆς ὅλης γῆς μερῶν, τοῦ μὲν κατὰ τὸ μεσημβρινὸν καὶ νότιον κλίμα, ὃ δή φασιν εἶναι τῆς ἀντοικουμένης· τοῦ δ' ἑτέρου κατὰ τὸ βόῤῥειον, ὃ οἰκοῦμεν ἡμεῖς· εἰκότως ὁ παρὼν λόγος τὴν καθ' ἡμᾶς οἰκουμένην σημαίνων τὰ πλευρὰ τοῦ Βοῤῥᾶ ὠνόμασεν. Ἄλλως δὲ οὐκ ἔστι ταῦτα δέξασθαι ἢ μόνως οὕτως· ἐπειδήπερ ἡ Ἐκκλησία τοῦ Θεοῦ, πεπληρωκυῖα τὰ πλευρὰ τοῦ Βοῤῥᾶ καὶ πᾶσαν τὴν βόῤῥειον οἰκουμένην, ὀφθαλμοῖς ὁρᾶται· διὰ λέλεκται· Ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.
The sides of the North. Wherefore it is also said to occupy the sides of the North. Now among the ancients it used to be said: Out of the North evils shall burn forth upon all who inhabit the earth. But since the kingdom of God, having been constituted upon the earth, drove away those who of old held sway over the sides of the North, and quenched the cauldron set beneath among them, and has proved stronger than the evils that of old filled the North, rightly here the aforesaid mountain is said to reach unto the sides of the North. And since the grace of the King was poured out even unto the nations that of old were idolaters, and two parts of the whole earth are conceived according to geographies—the one towards the midday and southern clime, which indeed they say belongs to the counter-inhabited world, and the other towards the northern, which we inhabit—rightly the present word, signifying the inhabited world among us, named it the sides of the North. Nor is it possible to take these things otherwise than in this way alone, inasmuch as the Church of God, having filled the sides of the North and the whole northern inhabited world, is seen with our eyes; wherefore it is said: The mountains of Sion, the sides of the North, the city of the great King.
Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται. Πάλιν κἀνταῦθα σημεῖα τῆς παρουσίας τοῦ Θεοῦ τῆς ἐν τῇ πόλει αὐτοῦ τῇ προλεχθείσῃ δίδωσιν. Ὥσπερ γὰρ ἐν τοῖς ἀνωτέρω εἴρητο· Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς, καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τὸ πρὸς πρωῒ πρωΐ. Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι, ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ· τὸν αὐτὸν τρόπον καὶ νῦν τὸ ἐναργὲς τῆς παρουσίας τοῦ Θεοῦ ἐν τῇ πόλει αὐτοῦ παρίστησι λέγων· Ὁ θεὸς ἐν βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἀντὶ δὲ τοῦ, Ἐν ταῖς βάρεσιν αὐτῆς, ὁ Σύμμαχος· Ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται, εἴρηκεν. Ἀφανοῦς γὰρ ὄντος τοῦ Θεοῦ καὶ ἀοράτου, τότε μάλιστα ἡ παρουσία αὐτοῦ γινώσκεται, ὅταν, πολεμίων ἐπιθεμένων τῇ αὐτοῦ πόλει, τὴν ἀντίληψιν αὐτῇ παρέχει. Βάρεις δὲ τῆς πόλεως τίνας ἂν εἴποις ἢ τὰς ἀφωρισμένας κατὰ χώρας καὶ κατὰ τόπους ἐκκλησίας; Τὸ μὲν γὰρ πᾶν θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης συνεστὼς ἡ μεγάλη νοεῖται πόλις τοῦ βασιλέως· αἱ δὲ κατὰ τόπον ἐκκλησίαι τυγχάνουσιν αἱ βάρεις, ὧν μέσος ἀεὶ ὢν ὁ εἰρηκὼς Θεός· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ, Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τότε γινώσκεται, ἐπειδὰν, πολεμίων ἐπιθεμένων, ἀντιλαμβάνηται τῆς ἑαυτοῦ πόλεως καὶ τῶν βάρεων αὐτῆς.
God is known in her citadels. Again here also it gives signs of the presence of God in His aforesaid city. For just as in the words above it had been said: God is in the midst of her, and she shall not be shaken; God will help her towards morning, early in the morning. The nations were troubled, kingdoms tottered, He uttered His voice, the earth was shaken; in the same manner now also it sets forth the manifestness of the presence of God in His city, saying: God is known in her citadels, whenever He comes to her aid. And instead of In her citadels, Symmachus has said: In her palaces He shall be known. For since God is unseen and invisible, His presence is known most of all at that time when, as enemies attack His city, He affords her succour. And what would you call the citadels of the city save the churches set apart country by country and place by place? For the whole godly polity constituted throughout the whole inhabited world is understood as the great city of the King; while the local churches are the citadels, in the midst of which is ever the God Who has said: Where two or three are gathered together, there am I in the midst of them; and: Behold, I am with you all the days unto the consummation of the age; He is known at that time whenever, as enemies attack, He comes to the aid of His own city and her citadels.
Ἐξῆς τούτοις συνῆπται ἡ τῶν πολεμίων κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ ἔφοδος· εἴρηται· Ὅτι ἰδοὺ οἱ βασιλεῖς συνήχθησαν, διήλθοσαν ἐπὶ τὸ αὐτό. Κατὰ δὲ τὸν Σύμμαχον· Ἰδοὺ γὰρ, φησὶν, οἱ βασιλεῖς συνετάξαντο, ἦλθον ὁμοῦ. Ποῖοι δὲ βασιλεῖς ἢ οἱ ἐχθροὶ τοῦ θεοσεβοῦς πολιτεύματος συνετάξαντο
Next after these things is joined on the assault of the enemies against the Church of God; it is said: For behold, the kings were gathered together, they came through together. And according to Symmachus: For behold, he says, the kings arrayed themselves together, they came together. And what kings arrayed themselves together save the enemies of the godly polity
Notes, col. 421

On the reading

Printed διὰ, for διὸ.

Printed Ἐξῆς, for Ἑξῆς.

PG 23:424Read from the page
ἀλλήλοις καὶ νόμους ἐγγράφους ἔθεντο τοῦ πολεμεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ; Πλὴν τὸ μέγα θαῦμα τοῦ ἐν ταῖς βάρεσιν αὐτῆς γινωσκομένου Θεοῦ τότε δείκνυται, ἐπειδὰν οἱ βασιλεῖς, συναχθέντες, πόλεμον ἄρωνται κατὰ τῆς Ἐκκλησίας αὐτοῦ, διωγμούς τε κινοῦντες, καὶ μυρίας ἐπιβουλὰς κατ' αὐτῆς βουλευάμενοι, μηδὲν ἰσχύωσι. Διὸ ἐπιλέγει· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν· ἔργῳ γὰρ τὴν δύναμιν αὐτοῦ παραλαβόντες, οὕτως ἐθαύμασαν, πρὸ τούτου μὴ θαυμάσαντες. Εἶτα ἐταράχθησαν, ὡς ἂν Θεοῦ πολέμιοι καταστάντες· Ἐσαλεύθησάν τε καὶ τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης. Λοιπὸν γὰρ ὑπέπιπτεν αὐτῶν τοῖς ὀφθαλμοῖς ὁ περὶ τῆς κρίσεως τοῦ Θεοῦ λόγος, τοῦ ὑπ' αὐτῶν πολεμουμένου. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Αὐτοὶ ἰδόντες οὕτως ἐθαύμασαν, ἐταράχθησαν, ἐξεπλάγησαν, φρίκη κατέσχεν αὐτοὺς, ὠδῖνες ὡς τικτούσης. Ὤδινον γὰρ κατὰ τὸ λελεγμένον· Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα δι' ἔργων πληρούμενα ὀφθαλμοῖς αὐτοῖς ἡμεῖς παρειλήφαμεν· ἃ καὶ εἰκὸς τοῖς μεθ' ἡμᾶς ἀπίστοις μηδὲ ἀκοῇ πιστεύεσθαι λεγόμενα. Πάντες γοῦν οἱ καθ' ἡμᾶς τῆς Ἐκκλησίας τοῦ Θεοῦ πολέμιοι καταστάντες, ἄρχοντες τοῦ αἰῶνος τούτου καὶ τύραννοι, θεηλάτοις μάστιξιν αἰκισθέντες· οἱ μὲν σήψεις τοῦ σώματος ὑπέμειναν, ὡς καὶ σκώληκας ἐξ αὐτῶν ἔτι ζώντων μετ' ἀφορήτου δυσωδίας βρύειν· οἱ δὲ τὰς ὄψεις ἔτι ζῶντες ἐπηρώθησαν, ὡς καὶ εἰς συναίσθησιν ἐλθεῖν τῆς καταλαβούσης αὐτοὺς θεηλάτου μάστιγος, παλινῳδίαν τε ᾆσαι καὶ τὸν τῆς Ἐκκλησίας Θεὸν μέγαν εἶναι καὶ ἀληθῆ καὶ μόνον Κύριον ὁμολογῆσαι· προστάξαι δὲ σὺν πολλῇ σπουδῇ ἀνανεοῦσθαι καὶ οἰκοδομεῖν τὴν πάλαι πρὸς αὐτῶν πολεμηθεῖσαν τοῦ Θεοῦ πόλιν. Τὸ δ' ἑξῆς εἰρημένον· Ἐν πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς· ἢ κατὰ τὸν Ἀκύλαν· Ἐν πνεύματι καύσωνος συντρίβεις νῆας Θαρσεῖς· ἢ κατὰ τὸν Σύμμαχον· Δι' ἀνέμου βιαίου κατεάξεις ναῦς Θαρσεῖς· νοήσεις ἐπιστήσας ὡς νῆες Θαρσεῖς ἐλέγοντο πλοῦτον μέγαν φέρειν τῷ Σολομῶντι ποτὲ κατὰ τὴν ἱστορίαν τὴν ἐν ταῖς Βασιλείαις κειμένην. Οὕτως οὖν καὶ τῶν προλεχθέντων βασιλέων τὸν πλοῦτον καὶ τὴν δυναστείαν συντριβήσεσθαι, ὁλόστολόν
with one another and enacted written laws to make war upon the Church of God? Yet the great wonder of God known in her citadels is shown at that time, whenever the kings, gathered together, take up war against His Church, stirring up persecutions and devising ten thousand plots against her, and avail nothing. Wherefore it adds: They themselves saw, so they marvelled; for having experienced His power in deed, so they marvelled, having not marvelled before this. Next they were troubled, inasmuch as they had set themselves up as enemies of God: They were shaken, and trembling laid hold of them. There were pangs as of a woman in travail. For henceforth the word concerning the judgement of God, against Whom they made war, fell beneath their eyes. Wherefore according to Symmachus it is said: They themselves saw, so they marvelled, they were troubled, they were struck with dismay, shuddering seized them, pangs as of a woman in travail. For they travailed according to what has been spoken: Behold, he travailed with unrighteousness, he conceived toil and brought forth lawlessness. He dug a pit and scooped it out, and he will fall into the ditch that he made. His toil will return upon his own head, and upon the crown of his head his unrighteousness will come down. These things being fulfilled through deeds we ourselves have received with our very eyes—things which, even when told, are likely not even to be believed on hearing by unbelievers after us. At all events, all those in our time who set themselves up as enemies of the Church of God, rulers of this age and tyrants, tormented by God-sent scourges: some endured putrefactions of the body, so that worms even teemed out of them while still living with an unbearable stench; while others while still living were blinded in their eyes, so that they even came to perception of the God-sent scourge that had overtaken them, and sang a recantation and confessed the God of the Church to be great and true and sole Lord, and commanded with great zeal that the city of God against which they had warred of old should be renewed and built up. And what is said next: With a violent spirit Thou wilt shatter ships of Tharsis; or according to Aquila: With a scorching spirit Thou shatterest ships of Tharsis; or according to Symmachus: Through a violent wind Thou wilt break in pieces ships of Tharsis; you will understand by paying attention to how ships of Tharsis were said of old to bring great wealth to Solomon according to the history that lies in the Books of Kingdoms. Thus therefore both the wealth and the dominion of the aforesaid kings would be shattered, and with all their armament
Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν· ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. Οἱ πάλαι μὲν ἤκουον αὐτὸ μόνον τῶν προφητικῶν φωνῶν ἐκ τῶν ἱερῶν ἀναγνωσμάτων· νυνὶ δὲ αὐτοῖς πράγμασι τὰ ἀποτελέσματα τῶν προῤῥήσεων ὀφθαλ
Just as we heard, so also we saw in the city of the Lord of hosts, in the city of our God; God founded her unto the age. Those of old heard merely the prophetic utterances from the sacred readings; whereas now in very deeds the outcomes of the predictions with their
PG 23:425Read from the page
μοῖς ὁρῶντες φασί· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν. Διὸ τοῖς ταῦτα φάσκουσιν ἔλεγεν ὁ Σωτήρ· Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε· καὶ, Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσιν. Ἁρμόζοι δ' ἂν καὶ ἡμῖν ἡ τοιαύτη φωνὴ, τὰ ὅμοια τεθεαμένοις κατὰ τοὺς ἡμετέρους χρόνους· ἃ δὴ καὶ ἐπληροῦτο ἐν τῇ προλεχθείσῃ πόλει, ἣν οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Θεὸς ἐθεμελίωσεν εἰς τὸν αἰῶνα. Μάλιστα γὰρ τότε αὐτῆς φαίνεται ὁ θεμέλιος αἰώνιος, ἥ τε οἰκοδομὴ οὐκ ἐξ ἀνθρώπων ἱδρυμένη, ἀλλ' ἐξ αὐτοῦ τοῦ Θεοῦ, ἐπειδὰν, τοσούτων πολεμίων πολιορκούντων, ἀήττητος καὶ ἀκαθαίρετος διαμένῃ.
eyes beholding, they say: Just as we heard, so also we saw. Wherefore to those declaring these things the Saviour said: Many prophets and righteous men desired to see what you behold; and: But blessed are your eyes, because they behold. And such an utterance would fit us also, who have beheld the like things in our own times; which indeed were fulfilled in the aforesaid city, which not man, but God Himself founded unto the age. For most of all at that time does her foundation appear eternal, and her building established not from men, but from God Himself, whenever, while so many enemies besiege her, she abides unconquered and indestructible.
Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτως καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς· δικαιοσύνης πλήρης ἡ δεξιά σου. Ἐπειδήπερ ἡ δεξιὰ αὐτοῦ, ἡ εὐεργετικὴ καὶ πάντων τῶν ἀγαθῶν πάροχος, πεπλήρωται ἰσότητος καὶ δικαιοσύνης, οὐκ ἔστι τε προσωποληψία παρ' αὐτῷ· εἰκότως τὸ Εὐαγγέλιον πᾶσιν ἐκηρύττετο τοῖς ἔθνεσι. Διό φησιν ὁ Ἀπόστολος· Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον. Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται. Τούτοις ἀκολούθως ἐπιλέγεται ἐξῆς· Εὐφρανθήτω ὄρος Σιών· τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐφ' ᾧ τεθεμελίωτο ἡ Ἐκκλησία. Ἡ πέτρα οὖν καὶ τὸ ὄρος αὐτὸς ἦν ὁ Χριστός. Χαίρει τοίνυν καὶ πάσης εὐφροσύνης πληροῦται ἐπὶ τῇ μεγάλῃ ἐπ' αὐτῷ οἰκοδομῇ, καὶ τῇ ἀκαταμαχήτῳ πόλει, καὶ συγχαίρει τοῖς σωζομένοις ὁ σώζων αὐτοὺς Κύριος· ἀλλὰ καὶ αἱ θυγατέρες τῆς Ἰουδαίας ἀγαλλιῶνται ἕνεκεν τῶν κριμάτων τοῦ Θεοῦ. Τίνες δ' ἂν εἶεν αὗται ἀλλ' ἢ αἱ ἀποστολικαὶ ψυχαὶ καὶ πᾶς ὁ τῶν μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χορὸς ἐξ Ἰουδαίων γεγενημένος; Ἔχαιρόν γε μὴν καὶ πάσης ἀγαλλιάσεως καὶ θυμηδίας ἐπληροῦντο διὰ τὰ δίκαια κρίματα τοῦ Θεοῦ· ἐπείπερ δι' αὐτῶν πᾶσιν ὁμοῦ τοῖς ἔθνεσι καὶ πᾶσιν ἀνθρώποις ἐκηρύττετο τὸ σωτήριον Εὐαγγέλιον.
According to Thy name, O God, so also is Thy praise unto the ends of the earth; Thy right hand is full of righteousness. Inasmuch as His right hand, beneficent and the provider of all good things, is filled with equity and righteousness, and there is no respect of persons with Him, rightly the Gospel was preached to all the nations. Wherefore the Apostle says: For I am not ashamed of the Gospel; for it is the power of God unto salvation to everyone who believes, both to the Jew first and to the Greek. For the righteousness of God is revealed in it. Following upon these things it is added next: Let Mount Sion be gladdened; and this also was declared through the preceding words, upon which the Church had been founded. Both the rock, therefore, and the mountain was Christ Himself. Accordingly He rejoices and is filled with all gladness over the great building upon Himself, and over the invincible city, and the Lord Who saves them rejoices together with those being saved; moreover, the daughters of Judaea also exult on account of the judgements of God. And who would these be other than the apostolic souls and the whole choir of the disciples and evangelists of our Lord and Saviour Jesus Christ, sprung from the Jews? Indeed they rejoiced and were filled with all exultation and gladness of heart on account of the righteous judgements of God, inasmuch as through them the saving Gospel was preached to all the nations together and to all men.
Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτὴν, διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς, ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ὅτι οὗτός ἐστιν ὁ Θεὸς ἡμῶν, αὐτὸς ποιμανεῖ ἡμᾶς εἰς τοὺς αἰῶνας. Τὰ μὲν προλεχθέντα πάντα θεολογίαν περιέχει τοῦ τὰ τοσαῦτα ἐν ἀνθρώποις κατωρθωκότος· τὰ δὲ προκείμενα προσφωνεῖται εἰς πρόσωπόν τινων, ὡς ἂν τὴν προλεχθεῖσαν πόλιν τοῦ Θεοῦ διαλάβοιεν κυκλώσαντες αὐτὴν, καὶ ταῖς χερσὶ περιλαβόντες· ὡς ἂν, πανταχόθεν αὐτὴν περιστοιχισάμενοι, φυλάττοιεν. Τίσι δὲ ἄρα προστάττεται ταῦτα ποιεῖν; Οἶμαι, ὅτι ταῖς τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ τὸ ἐν αὐτῇ θεοσεβὲς πολίτευμα φρουρούσαις θείαις δυνάμεσιν, ἀγγέλοις τε ἁγίοις. Τούτοις οὖν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον προσφωνεῖ λέγον· Κυκλώσατε Σιὼν, καὶ περιλάβετε αὐτήν· ἤγουν, περιτειχίσατε, κατὰ τὸν Σύμμαχον. Ἀντὶ
Surround Sion, and embrace her, recount among her towers. Set your hearts upon her power, and distribute her citadels, so that you may recount unto another generation. Because this is our God; He Himself will shepherd us unto the ages. Now all the things spoken before contain a theology of Him Who has achieved such great things among men; while the words before us are addressed to the person of certain ones, that they may encompass the aforesaid city of God, surrounding her and embracing her with their hands, so that, fencing her round from every side, they may guard her. And to whom, then, is it commanded to do these things? I think to the divine powers that guard the Church of God and the godly polity within her, and to the holy angels. To these very ones, therefore, the Holy Spirit addresses His call, saying: Surround Sion, and embrace her; that is, wall her round, according to Symmachus. Instead
Notes, col. 425

On the reading

Printed ἐξῆς, for ἑξῆς.

PG 23:428Read from the page
δὲ τοῦ· Διηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς, ὁ μὲν Ἀκύλας, Ψηφίσατε, φησὶ, πύργους αὐτῆς· ὁ δὲ Σύμμαχος· Ἀριθμήσατε. Μάλιστα γὰρ τὰ ἐξοχώτατα τῶν οἰκοδομημάτων καὶ τὰ ὀχυρώτατα τῆς πόλεως, ὡς ἂν κρείττονα καὶ τῶν λοιπῶν ἀναγκαιότερα, δέδοται σὺν ἀριθμῷ τοῖς εἰρημένοις φρουροῖς φυλάττειν ἐπιμελῶς, ὡς ἂν παραδῶσιν ἔμπαλιν σῶον καὶ πλήρη ὃν παρειλήφασι ἀριθμόν. Νοήσεις δὲ τὸ λεγόμενον ἀπὸ τῆς σωτηρίου φωνῆς, δι' ἧς τοῖς αὐτοῖς μαθηταῖς καὶ ἀποστόλοις, τοῖς ὡσπερεὶ πύργοις ἐξέχουσι καὶ διαφέρουσι τῆς λοιπῆς οἰκοδομῆς, ἔλεγεν· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Ὁ γὰρ εἰς τοσοῦτον ὕψος αὐτοὺς ἐπάρας, καὶ πύργους τῆς Ἐκκλησίας αὐτοῦ καταστήσας, ὡς ἂν μή τινα πάθοιεν ὑπὸ τῶν ἐχθρῶν, μείζοσιν αὐτοὺς φύλαξιν, ἁγίοις ἀγγέλοις, παραδίδωσιν. Ἔνθεν ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων, εἰδότες, ὡς ἕκαστος τῶν μαθητῶν τοῦ Σωτῆρος ἀγγέλοις τισὶ παραδέδοται τῆς παιδίσκης ἀπαγγειλάσης, ὡς ἄρα Πέτρος εἴη ὁ τὴν θύραν παίσας, οἱ λοιποὶ μαθηταὶ ἔφασαν· Μήποτε ἄγγελος αὐτοῦ ἐστι; Διδάσκει δ' οὖν καὶ περὶ τῶν μικρῶν ἐν τῇ Ἐκκλησίᾳ ὁ Σωτὴρ λέγων· Οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Εἰκότως οὖν προστάττει ὁ παρὼν λόγος τούτοις αὐτοῖς λέγων· Ἀριθμήσατε τοὺς πύργους αὐτῆς· εἶθ' ἑξῆς τό· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς, καὶ καταδιέλεσθε τὰς βάρεις αὐτῆς· κατὰ δὲ τὸν Σύμμαχον· Τάξατε τὰς καρδίας ὑμῶν εἰς τὸν περίβολον αὐτῆς· διαμετρήσατε τὰ βασίλεια αὐτῆς. Πάντα ταῦτα προστάττονται ποιεῖν οἱ φρουροὶ τῆς Ἐκκλησίας Παρεμβαλεῖ γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. Ποίας δὲ βάρεις φησὶν, ἢ περὶ ὧν καὶ ἀνωτέρω ἐλέγετο· Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς; Ἐλέγομεν δὲ πόλιν μὲν νοεῖσθαι πᾶν τὸ θεοσεβὲς πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης, βάρεις δὲ αὐτῆς τὰς κατὰ μέρος καὶ κατὰ τόπον ἐκκλησίας. Αὐτὸς οὖν ταύτας τὰς κατὰ μέρος ὁ παρὼν προστάττει λόγος καταδιελέσθαι. Βούλεται γὰρ ἕκαστον τῶν ἀγγέλων ἀφωρισμένως ἐκκλησιῶν τινων φρουρὸν ἐπιστῆσαι. Εἶτ' ἐπιλέγει τούτοις· Ὅπως ἂν διηγήσησθε εἰς γενεὰν ἑτέραν. Ἀγγέλων γὰρ ἦν τὸ εἰς γενεὰς διαφόρους δύνασθαι τὰς
of Recount among her towers, Aquila says: Count her towers; and Symmachus: Number them. For most of all the most prominent of the buildings and the most fortified parts of the city, as being superior and more needful than the rest, have been given by number to the aforesaid guards to guard carefully, so that they may hand back safe and complete the number that they received. And you will understand what is said from the saving voice, through which to the disciples and apostles themselves, standing out as towers and excelling the rest of the building, He said: But even the hairs of your head are all numbered. For He Who lifted them up to so great a height, and appointed them towers of His Church, so that they might suffer nothing from the enemies, hands them over to greater guardians, holy angels. Hence in the Acts of the Apostles, knowing that each one of the disciples of the Saviour has been handed over to certain angels, when the maidservant reported that it was Peter who knocked at the door, the rest of the disciples said: Perhaps it is his angel? Moreover, concerning the little ones in the Church also the Saviour teaches, saying: For their angels continually behold the face of My Father Who is in heaven. Rightly therefore the present word commands these very ones, saying: Number her towers; then next: Set your hearts upon her power, and distribute her citadels; and according to Symmachus: Set your hearts upon her circuit; measure out her palaces. All these things the guards of the Church are commanded to do; for the angel of the Lord will encamp round about those who fear Him, and will deliver them. And what citadels does it mean, save those concerning which it was also said above: God is known in her citadels, whenever He comes to her aid? Now we were saying that by city is understood the whole godly polity throughout the whole inhabited world, and by her citadels the particular and local churches. The present word itself therefore commands them to distribute among themselves these particular churches; for it wills to set each one of the angels separately as guard over certain churches. Then it adds to these words: So that you may recount unto another generation. For it belonged to angels to be able across different generations
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΨΑΛΜΟΣ ΜΗʹ.
Unto the end, for the sons of Kore, Psalm 48.
Ἔδει δὲ τοὺς υἱοὺς Κορὲ, τὰ πρῶτα κατὰ καιρὸν ἐκθεμένους, καὶ τὰ δεύτερα εὐαγγελισαμένους, ἐπὶ τούτοις τε τὴν τῶν ἐθνῶν κλῆσιν κηρύξαντας, τὰ περὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ παραδόντας, μετὰ πάντα διαμαρτύρεσθαι τὰ περὶ τῆς συντελείας τοῦ παρόντος βίου καὶ τοῦ θείου δικαιωτηρίου· ἐν ᾧ πᾶν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, καὶ πάντες παραστη-
And it was needful that the sons of Kore, having set forth the first things in due season, and having proclaimed the good news of the second things, and after these having heralded the calling of the nations and handed down the things concerning the Church of God, after all things should solemnly testify to the things concerning the consummation of the present life and the divine tribunal, in which God will bring every work into judgement, and we shall all stand
PG 23:429Read from the page
σόμεθα τῷ βήματι τοῦ Θεοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτ' ἀγαθὸν, εἴτε φαῦλον. Ἀναγκαίως τοίνυν πάντα καλεῖ τὰ ἔθνη ἐπὶ τὴν τῶν λεχθησομένων ἀκρόασιν. Ὡς γὰρ ἐπὶ τὴν σωτηρίαν πᾶν γένος ἀνθρώπων παρεκάλει, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τὴν διδασκαλίαν τῆς θείας κρίσεως ὁμοῦ πάντας ἀνακαλεῖται φάσκων·
before the judgement seat of God, so that each one may receive the things done through the body, according to what he practised, whether good or worthless. Necessarily, therefore, it calls all the nations to the hearing of the things about to be spoken. For just as it exhorted every race of men unto salvation, in the same manner it also summons all together to the teaching of the divine judgement, saying:
Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη, ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐπειδὴ τῶν ἐθνῶν τὰ μὲν ἀγριώτερα τυγχάνει ἐν ἐρήμοις σκηνοποιούμενα, τὰ δὲ τὸν πολιτικὸν μετέρχεται βίον καὶ τὰς γεωργουμένας χώρας οἰκεῖ, ἀναγκαίως διαστολῇ κέχρηται, καὶ μετὰ τὴν κοινὴν κλῆσιν τῶν ἐθνῶν, ἴδιον εἰσάγει τάγμα τὸ τῶν οἰκούντων τὴν οἰκουμένην· διό φησιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, οἱ κατοικοῦντες τὴν κατάδυσιν· οὕτω δὲ καλεῖ τὰς πόλεις καὶ τὰς κώμας καὶ τοὺς οἴκους, ἐν οἷς καταδύνουσιν οἱ ἐν αὐτοῖς κατοικοῦντες. Εἶτα πάλιν διαιρεῖ τοὺς οἰκήτορας τῆς γῆς φάσκων· Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων· ἐπει μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ τὸ οἰκετικὸν γένος προσίεται ἐπὶ τὴν ἀκρόασιν, ἢ τοὺς ἀγροικώτερον μετερχομένους βίον, καὶ τοὺς ἄλλως εὖ γεγονότας καὶ τροφῆς ἠξιωμένους ἐλευθερίου· ἢ γηγενεῖς μὲν τοὺς τὴν ἔρημον οἰκεῖν ᾑρημένους, τοὺς δὲ ἀνθρώπων τοὺς ἡμερωτέρους. Ὁ δὲ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· Ἥ τε ἀνθρωπότης καὶ προσέτι καὶ υἱοὶ ἑκάστου ἀνδρός· ἵν' ᾖ διὰ μὲν τοῦ προτέρου καθολικῶς πᾶν γένος ἀνθρώπων δηλούμενον, διὰ δὲ τοῦ δευτέρου ὁ κατὰ μέρος ἕκαστος.
Hear these things, all you nations; give ear, all you who inhabit the inhabited world: both the earthborn and the sons of men, rich and poor together. Since some of the nations happen to be wilder, pitching their tents in deserts, while others pursue civic life and inhabit cultivated lands, it has necessarily employed a distinction, and after the common calling of the nations, introduces as a distinct order that of those who inhabit the inhabited world; wherefore it says: Give ear, all you who inhabit the inhabited world; or according to Aquila and Symmachus, you who inhabit the covert; and thus it calls the cities and the villages and the houses, in which those who inhabit them take shelter. Next again it divides the dwellers of the earth, saying: Both the earthborn and the sons of men; since it admits to the hearing not only free men, but also the class of household servants, or those who pursue a more rustic life as well as those otherwise well-born and deemed worthy of a liberal upbringing; or else by earthborn it means those who have chosen to inhabit the desert, and by sons of men the more civilized. And Symmachus translated in this manner: Both mankind and moreover the sons of each man; so that through the former the whole race of men universally may be signified, and through the latter each individual severally.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ταῦτα δὲ καὶ ἀπὸ τῶν ἀποστόλων δύναται λέγεσθαι. Παραβολὰς δὲ καλεῖ τοὺς αἰνιγματώδεις λόγους. Καὶ γὰρ ὁ Κύριος, παραβολικῶς τοῖς ὄχλοις διαλεγόμενος, τοῖς ἀποστόλοις κατ' οἶκον ταύτας διέλυε. Τούτῳ νῦν ὁ χορὸς τὴν τοῦ Θεοῦ σοφίαν τὸν Χριστὸν ἐπὶ στόματος φέρων· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ θεοῦ σοφία, ἐλέγετο· Τὸ στόμα μου λαλήσει σοφίαν. Τοῦτον γὰρ πᾶσιν ἀνθρώποις ἐκήρυττον. Ἠκονημένοι δὲ τὸν νοῦν, πάσας τοῦ Χριστοῦ συνίεσαν τὰς παραβολὰς καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Διὸ μετὰ ταύτας ὁ μὲν Σωτὴρ ἔλεγε· Συνήκατε ταῦτα πάντα; Οἱ δὲ λέγουσιν αὐτῷ, ναὶ. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις, ἃς ἤνοιγον τοῖς μὴ παρακολουθεῖν δυναμένοις, τοῦ σωματικοῦ ὀργάνου τῇ ἐνοικούσῃ πρὸς τοῦτο διακονοῦντος ψυχῇ. Τοῦτο γὰρ ἀντὶ ψαλτηρίου παρέλαβε πρὸς τὴν διὰ τούτων θείων ὕμνων ἀνάκρουσιν, ἑκάστου μέρους ἐπιστημονικῶς ἐν αὐτῷ κινουμένου.
My mouth shall speak wisdom, and the meditation of my heart understanding. I will incline my ear to a parable, I will open my dark saying upon the psaltery. And these things can also be spoken on the part of the apostles. Now it calls enigmatic sayings parables. For indeed the Lord, speaking in parables to the crowds, expounded them privately to the apostles. Therefore now the apostolic choir, bearing upon its mouth Christ the wisdom of God—for Christ is the power of God and the wisdom of God—used to say: My mouth shall speak wisdom. For they preached Him to all men. And having their mind sharpened, they understood all the parables of Christ even before His interpretation. Wherefore after them the Saviour said: Have you understood all these things? And they say to Him, Yea. Their heart, therefore, meditated understandings, which they opened to those unable to follow, while the bodily instrument ministered for this purpose to the indwelling soul. For it took this instead of a psaltery for the striking up of divine hymns through these members, each part in it being moved with skill.
Ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Εἰ δὲ πρόσωπον Κυρίου τὸ λέγον, πτέρναν αὐτοῦ εὕρῃς τὸν ἔσχατον τοῦ σώματος καὶ τῇ γῇ πλησιάζοντα Ιούδαν· σῶμα
Why do I fear in an evil day? The lawlessness of my heel will surround me. Now if the person speaking is that of the Lord, you may find His heel to be Judas, the last of the body and drawing near to the earth; for the body
Notes, col. 429

On the reading

Printed ἐπει, for ἐπεὶ.

Printed ναὶ, for ναί.

Printed Ιούδαν, for Ἰούδαν.

PG 23:432Read from the page
γὰρ Κυρίου οἱ ἀπόστολοι. Οὐ φοβοῦμαι οὖν τὴν Ἰούδα προδοσίαν ἐν τῷ καιρῷ τοῦ σταυροῦ· ἐπεὶ μηδὲ ἕκαστος τὴν τοῦ Ἀδὰμ παρακοήν. Ταύτην γὰρ ὑπῃνιξάμεθα πτέρναν ἀνομίας εἶναι. Οὐδεὶς γὰρ δι' ἄλλου κακίαν καταδικάζεται. Ἀνομίαν δὲ πτέρνης τὴν παρακοὴν εἶπον Ἀδὰμ, τῷ τὸν ὄφιν ἐξουσίαν ἔχειν κατὰ τῆς πτέρνης αὐτοῦ.
of the Lord is the apostles. Therefore I do not fear the betrayal of Judas at the time of the cross; since neither should each man fear the disobedience of Adam. For we hinted that this is the heel of lawlessness; for no one is condemned on account of another's wickedness. And I called the disobedience of Adam the lawlessness of the heel, because the serpent has power against his heel.
Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα αὐτοῦ, καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Νοήσεις δὲ καὶ οὕτως· οὐκ ἀδελφὸς ἀδελφὸν, οὐ φίλος φίλον λυτρώσεται· ἕκαστος γὰρ τὸν ἴδιον μισθὸν λήψεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει· καὶ οὐ δώσει τις ἐξίλασμα τῷ Θεῷ ὑπὲρ ἑαυτοῦ κατ' ἐκείνην τὴν ἡμέραν· οὐδὲ τιμὴν καταθήσεται καθάπερ ἑαυτὸν ἐξωνούμενος. Μάταιος ἄρα τοῖς κεκτημένοις ὁ πλοῦτος· πλὴν εἰ μή τις κατὰ τὸν παρόντα βίον εὑρεθῇ πιστὸς καὶ φρόνιμος οἰκονόμος, ὃς ἐν καιρῷ δώσει τὸ σιτομέτριον τοῖς συνδούλοις. Οὗτος γὰρ, ἐντεῦθεν ἤδη σπείρας ἑαυτῷ εἰς δικαιοσύνην, τρυγήσει τότε καρποὺς ζωῆς. Λύτρον γὰρ ἀνδρὸς, φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος. Οἱ δὲ μήτε πλούτῳ μήτε δυνάμει σώματος ἀλαζονευόμενοι, ἐπίπονον δὲ τὸν παρόντα κτησάμενοι βίον, καταξιωθήσονται τῆς ἐν ἐπαγγελίᾳ ζωῆς. Ἀντὶ δὲ τοῦ· Ἐκοπίασεν εἰς τὸν αἰῶνα, ὁ Σύμμαχος, Ἀλλὰ παυσάμενος, φησὶ, τῷ αἰῶνι, ζῶν εἰς αἰῶνα διατελέσει ὁ τοιοῦτος. Ὁ κοπιῶν διὰ τῆς πρακτικῆς ζήσεται εἰς τέλος διὰ τῆς γνώσεως.
A brother does not redeem; shall a man redeem? He shall not give to God his propitiation, and the price of the redemption of his soul. And you will understand it thus also: brother shall not redeem brother, nor friend redeem friend; for each one will receive his own reward, and the fire will test each one's work, of what sort it is; and no one will give a propitiation to God on his own behalf on that day, nor lay down a price as though buying himself off. Vain, therefore, is wealth to those who possess it, save unless someone in the present life be found a faithful and prudent steward, who in due season will give the measure of grain to his fellow servants. For this man, having already sown from here for himself unto righteousness, will then reap fruits of life. For the ransom of a man, says the Wise Man, is his own wealth. While those who boast neither in wealth nor in bodily strength, but have acquired the present life as one of toil, will be deemed worthy of the promised life. And instead of He laboured unto the age, Symmachus says: Yet having ceased from the age, living unto the age such a one will continue. He who labours through the practical life will live unto the end through knowledge.
Καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν, καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα. Ἕτερος ἔφη· Καταλείψουσιν ἑτέροις τὸν αἰσθητόν τε πλοῦτον αὐτῶν καὶ τὸν ἐν συγγράμμασιν. Οὐδὲν γὰρ ἐξ αὐτῶν αἱρήσουσι κέρδος κατά τὴν ἡμέραν τῆς κρίσεως. Ἀπαχθήσεται γὰρ ἡ τούτων ψυχὴ, οὐδὲν πλέον ἢ τὸν ἑαυτῆς τάφον ἐπαγομένη· δηλαδὴ τὸ σῶμα καὶ τὴν φθορὰν, ἐν ᾗ ὥσπερ ἐν τάφῳ κατώρυκτο. Καὶ ἄλλως δὲ οὐδὲν πλέον ἕξει τις ἐκ τῶν γηΐνων κτημάτων, ἢ τοῦ τάφου τὸν τόπον, ἐν ᾧ τελευτήσας κείσεται νεκρὸς ἐφθαρμένος. Τὰ δὲ σκηνώματα αὐτῶν, ἐν οἷς ἔτι ζῶντες κατῴκουν, εἰς ἑτέρους ἀλλοτρίους ἥξει, καὶ διαδοθήσεται εἰς γενεὰν καὶ γενεάν.
And they will leave their wealth to strangers, and their graves shall be their houses unto the age. Another said: They will leave to others both their perceptible wealth and that which is in writings; for they will take no profit from them on the day of judgement. For their soul will be led away, bringing with it nothing more than its own grave: manifestly the body and the corruption in which, as in a grave, it had been buried. And in another way too, one will have nothing more out of earthly possessions than the place of the grave, in which having died he will lie a corrupted corpse. And their tabernacles, in which while still living they dwelt, will come to other strangers, and will be handed on from generation to generation.
Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. Εἰπὼν τῶν ἀσεβῶν τὰ πρὸ τοῦ θανάτου, νῦν οἷα πείσονται λέγει ἐν αὐτῷ τῷ ᾅδῃ γενόμενοι. Θρέμματα γὰρ ἔσονται θανάτου ὑπὸ αὐτοῦ ποιμαινόμενοι· κατὰ δὲ Σύμμαχον, ὡς βοσκήματα ᾅδου ἔταξαν ἑαυτούς. Οὐ γὰρ ἠθέλησαν ὑπὸ τῷ καλῷ ποιμένι τετάχθαι· καὶ διὰ τοῦτο γεγόνασι θρέμματα θανάτου, καὶ τοὺς μὲν ἀπάξει εἰς τὸ πῦρ τὸ αἰώνιον, τοὺς δὲ ὅπου ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, τοὺς δὲ εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἀντὶ δὲ τοῦ· Καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης αὐτῶν, ὁ μὲν Ἀκύλας, Καὶ χαρακτὴρ αὐ-
Like sheep they have been laid in Hades; death shall shepherd them. Having spoken of the things that befall the ungodly before death, it now declares what sort of things they will suffer when they have come to be in Hades itself. For they will be cattle of death, shepherded by him; and according to Symmachus, like herd-beasts of Hades they stationed themselves. For they were not willing to be stationed under the Good Shepherd; and on this account they have become cattle of death, and some he will lead away into the eternal fire, and others where there is weeping and gnashing of teeth, and others into the outer darkness. And instead of And their help shall grow old in Hades away from their glory, Aquila renders: And their stamp
Notes, col. 432

On the reading

Printed κατά, for κατὰ.