Migne Reading Room

PG 23 · cols. 409–420 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:409Read from the page
δὲ τὰς διαιρέσεις ἀκούων Παύλου λέγοντος· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δ' αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐτὸς Κύριος· καὶ διαιρέσεις εἰσὶν ἐνεργημάτων, ὁ δ' αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
the divisions when you hear Paul saying: There are divisions of gifts, yet the same Spirit; and there are divisions of ministries, yet the same Lord; and there are divisions of workings, yet the same God, Who works all things in all.
Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Κατὰ δὲ τὸν Σύμμαχον· Τὸ ἅγιον τῆς κατασκηνώσεως τοῦ Ὑψίστου. Μεγάλης γὰρ οὔσης καὶ πολλῆς τῆς πόλεως, ἔστι τι αὐτῆς τὸ ἐξαίρετον. Τῶν γὰρ ἐν τῇ Ἐκκλησίᾳ πολὺ μὲν τὸ ἄλλο πλῆθος, σπανίοι δὲ οἱ τῇ ἁγιοσύνῃ προσανακείμενοι, καὶ τὴν ἐντολὴν τὴν λέγουσαν Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ἅγιος, φυλάττοντες. Καὶ ἐν τούτοις τε τοῖς ἁγίοις ἡ κατασκήνωσις λέλεκται εἶναι τοῦ Ὑψίστου· ἐν μόνοις γὰρ αὐτοῖς χώραν ἔχει ἡ φάσκουσα τοῦ Θεοῦ φωνή· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
The Most High has sanctified His tabernacle. And according to Symmachus: The sanctuary of the habitation of the Most High. For although the city is great and populous, there is a certain choice part of it. For of those in the Church the rest of the multitude is large, whereas rare are those devoted to holiness and keeping the commandment that says: You shall be holy, because I, the Lord your God, am holy. And in these saints the habitation of the Most High is said to be; for in them alone does the voice of God have place which declares: I will dwell in them and walk among them; and I will be their God, and they shall be My people.
Ὁ Θεὸς ἐν μέσῳ αὐτῆς οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ Θεὸς τῷ πρωῒ, πρωΐ. Ἕτερος δὲ πάλιν φησίν· Οἶμαι αὐτὸν αἰνίττεσθαι τὰς πρωϊνὰς συνόδους, ἐν αἷς εἰώθαμεν κατὰ τὰς ἀπανταχοῦ γῆς ἐκκλησίας συγκροτεῖσθαι. Καὶ ἄλλως δὲ διεγείρει ἡμᾶς τὸ λόγιον καὶ παρορμᾷ ἐπὶ τὰς ἑωθινὰς προσευχάς· ἵν' ὥσπερ τὰς ἀπαρχὰς τῆς ἑαυτῶν ζωῆς ἀναφέροιμεν αὐτῷ· κατὰ γὰρ τούτους τοὺς καιροὺς ἀτάραχος οὖσα μάλιστα ἡ κεκαθαρμένη διάνοια, ἱερέως τρόπον λειτουργεῖν εἴωθε τῷ Θεῷ. Διάψαλμα.
God is in the midst of her, she shall not be shaken; God will help her in the morning, early in the morning. And another again says: I think that he hints at the morning assemblies, in which we are accustomed to gather together throughout the churches everywhere on earth. And in another way too the oracle rouses us and urges us on to morning prayers, so that we may offer up to Him as it were the firstfruits of our own life; for at these times especially the purified mind, being untroubled, is accustomed after the manner of a priest to minister unto God. Diapsalma.
Ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκε φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ. Ἐνταῦθα τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους εἰσάγει ταραττομένους, τάς τε ἐπὶ γῆς βασιλείας ὁπλιζομένας κατὰ τῆς Ἐκκλησίας, καὶ πόλεμον αἰρομένας κατὰ τοῦ εὐαγγελικοῦ λόγου. Εἶθ' ὥσπερ ἐν ταῖς συμβολαῖς, ἐπικρατοῦντος τοῦ τῶν νικώντων μέρους, τὸ ἐναντίον ταράττεται καὶ εἰς φυγὴν χωρεῖ· οὕτω καὶ νῦν, νικῶντος τοῦ εὐαγγελικοῦ λόγου, ἐταράχθησαν ἔθνη καὶ ἔκλιναν βασιλεῖαι, ἢ, περιετράπησαν βασιλεῖαι, κατὰ τόν Σύμμαχον. Ἀλλὰ καὶ διδόντος φωνὴν αὐτοῦ διελύθη ἡ γῆ. Τοῦ γὰρ εὐαγγελικοῦ λόγου νεωστὶ περιιόντος εἰς τὸν βίον, ξενιζόμενα τὰ ἔθνη, καὶ τὴν προτέραν αὐτῶν δεισιδαιμονίαν διεκδικοῦντα συνεκινήθη· οἵ τε τούτων βασιλεῖς ἐπανέστησαν τῇ Ἐκκλησίᾳ. Ἀλλ' ἐπεὶ ὁ Θεὸς καταφυγὴ αὐτῆς ἦν, οἱ πάντες ἀνετράπησαν, πλέον οὐδὲν ἢ φωνὴν μόνην τοῦ Σωτῆρος ἡμῶν δεδωκότος. Ἔδωκε γὰρ φωνὴν αὐτοῦ, ἡ δ' ἐσαλεύετο. Ποίαν δὲ φωνὴν ἢ τὴν διὰ τοῦ κηρύγματος τῶν ἀποστόλων αὐτοῦ; Εἰκότως οὖν πάλιν ἡμεῖς οἱ ἀνωτέρω εἰρηκότες· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, τὴν αὐτὴν ὁμολογίαν ἐπαναλαμβάνομεν λέγοντες, ὅτι μὴ ἐξ ἡμετέρας δυνάμεως τὰ τοσαῦτα κατορθώματα, ἀλλ' ἦν μεθ' ἡμῶν ὁ ταῦτα ἐνεργῶν Κύριος τῶν δυνάμεων. Αὐτός τε ἦν ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. Εὐκαίρως δὲ καὶ ἐνταῦθα τοῦ Θεοῦ Ἰακὼβ ἐμνημόνευσαν, ἀναπέμποντες ἡμᾶς ἐπὶ τὸν ὀφθέντα τῷ Ἰακὼβ ἐν σχήματι ἀνδρός. Ἐπάλαισε
The nations were troubled, kingdoms tottered; He uttered His voice, the earth was shaken. Here it introduces the men inhabiting the earth as being troubled, and the kingdoms upon earth arming themselves against the Church, and taking up war against the evangelical word. Then, just as in battles, when the side of the victors prevails, the opposing side is thrown into confusion and turns to flight, so now also, as the evangelical word conquers, the nations were troubled and kingdoms tottered, or, kingdoms were overturned, according to Symmachus. Moreover, when He uttered His voice, the earth melted away. For when the evangelical word had newly gone round into human life, the nations, finding it strange and avenging their former superstition, were stirred up together; and their kings rose up against the Church. Yet since God was her refuge, they were all overturned, when our Saviour had given nothing more than His voice alone. For He uttered His voice, and it was shaken. And what voice, save that through the preaching of His apostles? Rightly therefore do we again, who said above: Our God is a refuge and power, take up anew the same confession, saying that such great achievements were not from our own power, but the Lord of hosts Who worked these things was with us. And He Himself was our helper, the God of Jacob. Seasonably here also they made mention of the God of Jacob, referring us back to Him Who appeared to Jacob in the form of a man. There wrestled
Notes, col. 409

On the reading

Printed σπανίοι, for σπάνιοι.

Printed ἀπανταχοῦ, for ἁπανταχοῦ.

Printed τόν, for τὸν.

PG 23:412Read from the page
γὰρ, φησὶν, ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ εἶπεν αὐτῷ· Οὐκ ἔτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ. Καὶ ἀναστὰς Ἰακὼβ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ, ειπών· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Οὗτος γὰρ αὐτὸς ἐκεῖνος ὁ ἐν ἀνθρώπου σχήματι τῷ Ἰακὼβ φανείς. Αὐτὸς δέ ἐστιν ὁ Κύριος τῶν δυνάμεων ὁ μεθ'
a man with him, it says, Who also said to him: Your name shall no longer be called Jacob, but Israel shall be your name; because you have prevailed with God. And rising up, Jacob called the name of that place Vision of God, saying: For I saw God face to face. For this One is that very same One Who appeared to Jacob in the form of a man. And He Himself is the Lord of hosts Who is with
Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Κυρίου, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. Τόξον συντρίψει, καὶ συγκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. Ἔστι γε, ἐπιστήσαντα τοῖς χρόνοις, καὶ πρὸς λέξιν αὐτὰ ταῦτα πεπληρωμένα παραλαβεῖν· εἴ γε πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τοποκρατίαι καὶ τοπαρχίαι κατὰ χώρας ἦσαν καὶ κατὰ πόλεις· πόλεμοί τε συνίσταντο καθ' ἑκάστην γωνίαν τῆς γῆς· ὡς καὶ αὐτοὺς τοὺς γεωπόνους, τὴν χώραν ἐργαζομένους, δοράτων καὶ ξιφῶν καὶ παντοίων πολεμικῶν ὅπλων ἐπιμελεῖσθαι. Μετὰ δὲ τὴν σωτήριον θεοφάνειαν μόναρχος μὲν ἡ Ῥωμαίων βασιλεία ἐπικρατεῖν πλείστων ἐθνῶν ἤρξατο· διέτρεχε δὲ συναρξάμενον αὐτῇ τὸ σωτήριον Εὐαγγέλιον εἰς πάντα τὰ ἔθνη. Ἐπληροῦτο δὲ καὶ ἄλλη προφητεία, ὧδέ πη ἀναφωνοῦσα διὰ Ἠσαΐου· Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ταῦτα δὴ οὖν καὶ διὰ τῶν παρόντων δηλοῦται, καὶ τέλους ἐτύγχανε, ῥητῶς μὲν κατὰ τὴν ἀποδοθεῖσαν ἱστορίαν, πρὸς δὲ διάνοιαν, κατὰ τὴν τῶν νοητῶν καὶ ἀοράτων πολεμίων καθαίρεσιν. Δόρατα δὲ καὶ ὅπλα, καὶ θυρεοὺς τῶν ἀντικειμένων δυνάμεων ἐποίησαν εἶναι τὰ ἄψυχα ξόανα καὶ τὰ ἀγάλματα τῆς πολυθέου πλάνης, ἢ καὶ τοὺς ἀθέους ἄνδρας καὶ τοὺς δυσσεβεῖς λογισμοὺς τοὺς ταῖς διανοίαις τῶν ἀνθρώπων ὑποβαλλομένους ὑπὸ τῶν ἀοράτων πνευμάτων, δι' ὧν κατατοξεύουσιν ἀκοντίζοντες τὰ πεπυρωμένα βέλη κατὰ τῶν ἀφράκτων καὶ μὴ τῇ πίστει πεφραγμένων ψυχῶν.
Come and behold the works of the Lord, what wonders He has set upon the earth, cancelling wars unto the ends of the earth. He will shatter the bow, and break armour in pieces, and burn shields with fire. Indeed, if one pays attention to the times, one may take these very things as fulfilled even to the letter; seeing that before the manifestation of our Saviour there were local rulerships and district principalities country by country and city by city; and wars arose in every corner of the earth, so that even the husbandmen themselves, as they tilled the land, cared for spears and swords and warlike weapons of every kind. But after the saving theophany, the sole-ruling empire of the Romans began to prevail over most nations; and beginning together with it, the saving Gospel ran through unto all the nations. And another prophecy also was being fulfilled, crying aloud somewhat on this wise through Isaiah: And they shall beat their swords into ploughshares, and their spears into sickles; and nation shall not take up sword against nation, neither shall they learn any more to wage war. These things, then, are both declared through the present words and attained their end, literally according to the history set forth, and as to the deeper meaning, according to the pulling down of the intelligible and invisible enemies. And spears and weapons and shields of the opposing powers they took to be the lifeless carved images and the statues of polytheistic error, or else the godless men and the impious thoughts suggested to the minds of men by the invisible spirits, through which they shoot down, hurling their fiery darts against unguarded souls not fenced round with faith.
Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς, ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Ἐπειδὴ λοιπὸν πέπαυτο τὰ τοῦ πολέμου καὶ λέλυτο τὰ τῆς ταραχῆς, εἰρήνη δὲ βαρεῖα δέδοτο τοῖς ἐπὶ γῆς ἅπασιν· εἰκότως βούλεται εἰς ἀγαθὸν χρῆσθαι τῷ καιρῷ, καὶ σχολὴν ἀναλαβεῖν ψυχῆς σωτήριον. Διό φησι· Σχολάσατε καὶ γνῶτε· οὐδὲ γὰρ ἑτέρως ἔστι γνώσεως μετασχεῖν θείας, μὴ σχολάσαντα τῶν ἀφελκόντων ἐπὶ τἀναντία. Ἔνθεν εἰκότως ὁ τῆς Αἰγύπτου βασιλεὺς, πρὸς τὴν τοιαύτην διαβεβλημένος σχολὴν, τοῖς φάσκουσιν· Ὁδὸν τριῶν ἡμερῶν πορευσόμεθα, καὶ λατρεύσομεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, ἀποκρίνεται λέγων· Σχολάζετε, σχολασταί ἐστε. Εἶτα, μὴ βουλόμενος αὐτοὺς τῷ Θεῷ σχολάζειν, καταπονεῖ τῷ πηλῷ καὶ τῇ πλινθείᾳ. Ἀλλ' ἡμῖν γε οἱ καταστάντες ἄρχοντες ἐπὶ πᾶσαν τὴν γῆν ἐπιβοῶσι
Be at leisure and know that I am God; I will be exalted among the nations, I will be exalted in the earth. Since henceforth the affairs of war had ceased and those of tumult had been dissolved, and deep peace had been given to all upon earth, He rightly wills that men use the season for good, and take up a saving leisure of soul. Wherefore He says: Be at leisure and know; for neither is it otherwise possible to partake of divine knowledge, unless one has taken leisure from the things that drag away to the contrary. Hence rightly the king of Egypt, being hostile towards such leisure, answers those who say: We will go a three days' journey, and serve the Lord our God, saying: You are at leisure, you are idlers. Then, not willing that they should be at leisure for God, he wears them down with clay and brickmaking. Yet to us those appointed rulers over all the earth cry out
Notes, col. 412

On the reading

Printed ειπών, for εἰπών.

PG 23:413Read from the page
σχολάζειν, καρπὸν τῆς σχολῆς ἐπαγγελλόμενοι τὴν ἔνθεον γνῶσιν. Λαλεῖ δὲ ὁ Θεὸς δι' αὐτῶν λέγων· Γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ἀλλὰ καὶ ὅτι ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. Πάλαι μὲν γὰρ παρὰ Ἰουδαίοις ἐγινωσκόμην μόνοις, ὅτε γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ· νυνὶ δὲ ὑμῖν παρακελεύομαι σχολὴν ἄγειν, ὡς ἂν μάθοιτε καὶ γνῶτε τίνα τρόπον καὶ παρὰ πᾶσι τοῖς ἔθνεσιν ὑψωθήσομαι, δοξαζόμενος παρ' αὐτοῖς μᾶλλον ἢ παρὰ τοῖς πάλαι με εἰδέναι νομιζομένοις.
to be at leisure, promising divine knowledge as the fruit of that leisure. And God speaks through them, saying: Know that I am God; and moreover that I will be exalted among the nations, I will be exalted in the earth. For of old I was known among the Jews alone, when in Judaea God was known, in Israel His name was great; whereas now I exhort you to keep leisure, so that you may learn and know in what manner I shall be exalted among all the nations also, being glorified among them more than among those who of old were supposed to know Me.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΥΙΩΝ ΚΟΡΕ, ΨΑΛΜΟΣ ΜϚʹ.
Unto the end, for the sons of Kore, Psalm 46.
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Δοκεῖ μοι τὰ τῆς προγραφῆς ἐσφαλμένως ἔχειν. Οὐ γὰρ ὑπὲρ τῶν υἱῶν Κορὲ, ἀλλὰ, τοῖς υἱοῖς Κορὲ, ἢ τῶν υἱῶν Κορὲ, ἐχρῆν ἐπιγεγράφθαι κατὰ τὰς ἔμπροσθεν προγραφάς. Οἱ γὰρ λοιποὶ ἑρμηνευταὶ καὶ τὸ Ἑβραϊκὸν ὁμοίως ἔχουσι τοῖς ἔμπροσθεν. Καὶ ἐπειδήπερ σαφέστατα τοῖς ἔθνεσιν ὁ λόγος παρακελεύεται, οὐδὲν ἔχων ἐπικεκαλυμμένον, εἰκότως οὐδὲ τὰ τῆς προγραφῆς εἰς σύνεσιν ἡμᾶς παρορμᾷ, οὐδὲ ὑπὲρ τῶν κρυφίων· ψαλμὸς δὲ ἁπλῶς εἴρηται, ἢ μελώδημα, ἢ ᾆσμα κατὰ τοὺς λοιπούς. Τὸ δὲ, εἰς τέλος, ἀναγκαίως πρόκειται, διὰ τὸ ἐν ὑστέροις χρόνοις μέλλειν ἀποπληροῦσθαι τὴν πρόῤῥησιν. Προστάττει δὲ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἀκολούθως μετὰ τὰ προλεχθέντα περὶ τοῦ Ἀγαπητοῦ, καὶ περὶ τῶν τούτου κηρύκων, πᾶσι τοῖς ἔθνεσιν εὐφροσύνης σύμβολα πράττειν, διὰ τοῦ κροτεῖν μὲν τὰς χεῖρας ὡς ἐπὶ γάμοις συντελουμένοις νυμφίου καὶ νύμφης· ἀλαλάζειν δὲ τῷ Θεῷ, ὡς ἐπὶ βασιλέως εὐφημουμένου ἐπὶ τῇ κατὰ τῶν πολεμίων νίκη. Καὶ εἰκότως μετὰ τὴν κατὰ τῶν πολεμίων νίκην τοῦ Σωτῆρος, νύμφην ἑαυτοῦ δηλαδὴ τὴν Ἐκκλησίαν ἀπειληφότος, πάντας παρακαλεῖ τὸ Πνεῦμα τὸ ἅγιον σπεύδειν ἐπὶ τὴν ἑορτήν. Διὸ βοᾷ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι λέγον· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τὸ δ' αἴτιον τῆς παρακελεύσεως διδάσκει ἐξῆς φάσκον· Ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Πρότερον μὲν γὰρ Κύριος αὐτὸς ὁ ὕψιστος μόνων τῶν κατ' οὐρανὸν ἐβασίλευεν· ἠγνοεῖτο δὲ τοῖς ἐπὶ τῆς γῆς, ὅτε δαίμονες ἐκράτουν ἐπὶ γῆς ἀνθρώπων· νυνὶ δὲ διὰ τοῦ Ἀγαπητοῦ ἐπέλαμψε τοῖς ἐπὶ γῆς τὴν αὐτοῦ χάριν καὶ αὐτὸς ὁ Ὕψιστος, φοβερὸς γέγονεν ἐκείνοις τοῖς πολεμίοις τοῖς τὴν πολύθεον ἐνεργοῦσι πλάνην· πάντας γὰρ αὐτοὺς ἤλασε, καὶ μακρὰν τῆς τῶν ἀνθρώπων ἐποίησεν ἀγέλης. Σχολῆς δὲ γενομένης, βασιλεὺς μέγας τῶν ἐπὶ πᾶσαν τὴν γῆν ἐθνῶν ἀνεκηρύττετο. Διὸ τοῖς βασιλευομένοις κροτεῖν ταῖς χερσὶν ὁ λόγος παρακελεύεται, τουτέστιν ἔργοις καὶ πράξεσι· ὥσπερ εἰ φωνὰς ἀφιέναι ἀξίας τῆς τοῦ Ὑψίστου βασιλείας, καὶ ἀλαλάζειν δὲ αὐτῷ ἐν φωνῇ ἀγαλλιάσεως
All you nations, clap your hands; shout in triumph to God with a voice of exultation; because the Lord Most High is terrible, a great King over all the earth. It seems to me that the words of the superscription stand in error. For not for the sons of Kore, but to the sons of Kore, or of the sons of Kore, ought to have been inscribed, in accordance with the preceding superscriptions. For the rest of the translators and the Hebrew hold in like manner with the preceding ones. And inasmuch as the word exhorts the nations most clearly, having nothing veiled, rightly neither do the words of the superscription urge us unto understanding, nor are they for the hidden things; rather it is simply called a psalm, or a melody, or a song according to the rest. Yet unto the end is necessarily set in front, because the prediction was to be fulfilled in later times. And the Holy Spirit commands very fittingly, after the things aforesaid concerning the Beloved and concerning His heralds, that all the nations perform symbols of gladness, by clapping their hands as at wedding feasts being celebrated of bridegroom and bride, and shouting in triumph to God as for a king acclaimed upon victory over the enemies. And rightly after the victory over the enemies of the Saviour, Who has manifestly received the Church as His own bride, the Holy Spirit calls upon all to hasten to the feast. Wherefore He cries aloud to all the nations throughout the inhabited world, saying: All you nations, clap your hands, shout in triumph to God with a voice of exultation. And the cause of the exhortation He teaches next, saying: Because the Lord Most High is terrible, a great King over all the earth. For formerly the Lord Most High Himself reigned over those in heaven alone, while He was unknown to those upon the earth, when demons held sway over men on earth; whereas now through the Beloved the Most High Himself also shone forth His grace upon those on earth, and became terrible to those enemies who worked polytheistic error; for He drove them all away, and put them far from the flock of men. And when leisure came about, He was proclaimed great King of the nations over all the earth. Wherefore the word exhorts those ruled by Him to clap with their hands, that is, by works and deeds, as though sending forth voices worthy of the kingdom of the Most High, and to shout in triumph to Him with a voice of exultation
Notes, col. 413

On the reading

Printed νίκη, for νίκῃ.

Printed ἐξῆς, for ἑξῆς.

PG 23:416Read from the page
προστάττει, ὡς ἂν μὴ μόνον ἔργοις καὶ βίῳ, ἀλλὰ καὶ δόγμασιν ὀρθοῖς καὶ θεολογίαις ἀνυμνεῖν αὐτόν.
commands, so that not only by works and life, but also by right dogmas and doctrines of God they may hymn Him.
Ὑπέταξε τοὺς λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν. Ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ, ἣν ἠγάπησεν. Ὅτι τοῖς υἱοῖς Κορὲ οὔτε λαοὶ ὑπετάγησαν, οὔτε ἔθνη ὑπὸ τοὺς πόδας αὐτῶν γεγένηνται, παντί τῳ δῆλον. Οὐκοῦν ὡς ἐκ προσώπου τῶν ἀποστόλων ταῦτα εἴρηται. Οὗτοι γὰρ προσταχθέντες ὑπ' αὐτοῦ τοῦ Σωτῆρος μαθητεῦσαι πάντα τὰ ἔθνη, ὑπὸ τῆς αὐτοῦ δυνάμεως ἐμπνευσθέντες, τὴν εἰς πάντα τὰ ἔθνη πορείαν στειλάμενοι, διῆλθον καὶ τὰ βάρβαρα φῦλα, καὶ τὴν οἰκουμένην διέδραμον σύμπασαν. Εἰκότως οὖν ἐξ αὐτῶν προσώπου τοῖς τὸ κήρυγμα παραδεξαμένοις λέγεται ταῦτα· Ὅτι εἰ καὶ μὴ σώματι καταλαμβάνεται καὶ σαρκὸς ὀφθαλμοῖς ὁ ὑφ' ἡμῶν κηρυττόμενος Κύριος· ἀλλ' αὐτῷ ἔργῳ μάθετε τίς ποτέ ἐστι καὶ πηλίκος οὗτος. Οὐχ ὁρᾶτε τοὺς κήρυκας ἡμᾶς τίνες ἐσμὲν καὶ ὁποῖοι ἄνδρες εὐτελεῖς καὶ ἰδιῶται; ὅμως γοῦν τοσοῦτον ὁ δι' ἡμῶν ἰσχύει λόγος, ὥς τὴν σύμπασαν οἰκουμένην πληρῶσαι. Πόθεν οὖν ἡ τοσαύτη δύναμις, ἡ ὑποτάξασα ἡμῖν λαοὺς καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν, τοὺς μὲν προτέρους λαοὺς τοὺς πειθηνίους γενομένους τῇ ἡμετέρᾳ διδασκαλίᾳ· τὰ δὲ ἔθνη τοὺς ἔτι ἐν ἀπιστίᾳ μείναντας· οὓς ἐπαναστάντας πολλάκις, καὶ πολεμῆσαι βεβουλημένους ἡμᾶς τε καὶ τὸν ὑφ' ἡμῶν κηρυττόμενον λόγον, ὁ μέγας Βασιλεὺς ὑπέταξε τοῖς ἡμετέροις ποσὶν, ὡς ἐπελθεῖν ἡμᾶς καὶ ἐπιβῆναι αὐτοῖς; Αὐτίκα δ' οὖν καὶ μὴ βουλομένων αὐτῶν ἡμεῖς ἐν μέσαις ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις τῷ ἡμετέρῳ Θεῷ συνεστησάμεθα Ἐκκλησίας. Ἐξελέξατο δὲ ἡμῖν τὴν κληρονομίαν ἑαυτοῦ, ἣν ἐπηγγείλατο τῷ ἑαυτοῦ Ἀγαπητῷ ειπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ταύτην οὖν δηλαδὴ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἡμῖν τοῖς ἀποστόλοις αὐτοῦ ἐκλεξάμενος διένειμεν. Ἐκλεκτὴ γάρ ἐστιν αὕτη, κατ' ἐκλογὴν ἐκ πάντων τῶν ἐθνῶν ὑποστᾶσα, καὶ οὐ κατὰ διαδοχὴν γένους. Ἀντὶ δὲ τοῦ, κληρονομίαν ἑαυτοῦ, οἱ λοιποὶ, τὴν κληρονομίαν ἡμῶν, ἢ, τὴν κληρουχίαν ἡμῶν, ἐκδεδώκασιν. Ὥσπερ γὰρ ἐπὶ τοῦ προτέρου λαοῦ τὴν γῆν ἐπαγγελίας κλήρῳ διενείμαντο οἱ μετὰ Ἰησοῦ τοῦ Ναυῆ, τοὺς πρὶν οἰκήτορας ἐκβάλλοντες, τὸν αὐτὸν τρόπον καὶ οἱ τῆς τοῦ Θεοῦ βασιλείας κήρυκες, τὴν σύμπασαν οἰκουμένην διελθόντες, κατεκληρώσαντο τοὺς προλεχθέντας λαοὺς, τοὺς ἀφανεῖς καὶ ἀοράτους πολεμίους ἐλάσαντες. Ταύτην τὴν κληρονομίαν τὴν καλλονὴν Ἰακὼβ εἶναί φησιν· ἢ κατὰ τὸν Ἀκύλαν, τὸ ὑπερφερὲς Ἰακώβ· κατὰ δὲ τὸν Σύμμαχον, τὸν ἐνδοξασμὸν Ἰακώβ· κατὰ δὲ τὴν πέμπτην ἔκδοσιν, τὸ καύχημα Ἰακώβ. Ἡ γὰρ Ἐκκλησία Χριστοῦ καύχημα καὶ δόξα τοῦ παλαιοῦ προφήτου Ἰακὼβ γέγονε διὰ τὰς αὐτοῦ Ἰακὼβ περὶ τῶν ἐθνῶν προανα-
He subdued the peoples to us, and nations under our feet. He chose out for us His inheritance, the beauty of Jacob, which He loved. That neither were peoples subdued to the sons of Kore, nor did nations come to be under their feet, is plain to everyone. Therefore these things are spoken as from the person of the apostles. For these, having been commanded by the Saviour Himself to make disciples of all the nations, inspired by His power, having set out on their journey unto all the nations, passed even through the barbarian tribes, and traversed the whole inhabited world. Rightly therefore from their person these things are said to those who have received the preaching: Even though the Lord preached by us is not apprehended in body and with eyes of flesh, yet by the very deed learn Who He ever is and how great is this One. Do you not see us the heralds, who we are and what sort of lowly and unlearned men? Nevertheless the word spoken through us has such strength as to fill the whole inhabited world. Whence then comes so great a power, which subdued to us peoples and nations under our feet—the former peoples who became obedient to our teaching, and the nations who still remained in unbelief, whom, when they rose up against us oftentimes and purposed to make war upon both us and the word preached by us, the great King subdued to our feet, so that we came upon them and trod upon them? Straightway, therefore, even against their will, in the midst of their own cities and lands we established Churches for our God. And He chose out for us His own inheritance, which He promised to His own Beloved, saying: Ask of Me, and I will give You nations for Your inheritance, and for Your possession the ends of the earth. This Church from the nations, manifestly, having chosen her out, He distributed to us His apostles. For she is elect, having come into being by election out of all the nations, and not by succession of race. And instead of His inheritance, the rest have rendered our inheritance, or our allotment. For just as in the case of the former people those with Joshua the son of Nun divided the land of promise by lot, casting out the former inhabitants, in the very same manner also the heralds of the kingdom of God, passing through the whole inhabited world, received by lot the aforesaid peoples, having driven away the unseen and invisible enemies. This inheritance he says is the beauty of Jacob; or according to Aquila, the excellency of Jacob; and according to Symmachus, the glory of Jacob; and according to the Fifth Edition, the boast of Jacob. For the Church of Christ has become the boast and glory of the ancient prophet Jacob on account of Jacob's own fore-
Notes, col. 416

On the reading

Printed ὥς, for ὡς.

Printed ειπών, for εἰπών.

PG 23:417Read from the page
Ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, ὅτι τοῦ Θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. Μετὰ τῶν ἄλλων τῶν προλεχθέντων, καὶ ἄρχοντες λαῶν ὑπὸ μίαν συνήχθησαν Ἐκκλησίαν, γενόμενοι λαὸς τοῦ Θεοῦ Ἀβραάμ· οὕτως γὰρ ἡρμήνευσε θαυμαστῶς ἀποδοὺς ὁ Σύμμαχος ειπών· Ἄρχοντες λαῶν ἠθροίσθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Οἱ γὰρ πάλαι ἄρχοντες τῶν λαῶν οἱ εἰδωλολάτραι, καὶ πάσῃ δεισιδαιμονίᾳ πλάνης ἐκδεδομένοι, οὗτοι λαοὶ γεγόνασι τοῦ Θεοῦ Ἀβραὰμ, τὸν Θεὸν Ἀβραὰμ ἐπιγνόντες, καὶ τοῦτον ἐν ταῖς εὐχαῖς ἀναβοώμενοι, καὶ μετ' αὐτοῦ ποιούμενοι τὴν σύνοδον. Καὶ ὁ Θεοδοτίων δὲ, εἷς καὶ αὐτὸς τῶν ἐπιμελῶς ἑρμηνευσάντων τυγχάνων, ὁμοίως τῷ Συμμάχῳ ἡρμήνευσεν εἰπών· Ἄρχοντες λαῶν συνήχθησαν, λαὸς τοῦ Θεοῦ Ἀβραάμ. Διὰ τί δὲ οἱ Ἑβδομήκοντα, μετὰ τοῦ Θεοῦ Ἀβραὰμ, εἰρήκασι; Ἐπειδὴ ἡ Ἑβραϊκὴ φωνὴ τοῖς αὐτοῖς στοιχείοις γράφει τὸ, μετὰ, καὶ τὸ, λαός. Εἴρηται γὰρ, ἀμ Ἐλοῗμ· ὃ δύναται καὶ, μετὰ τοῦ Θεοῦ, λέγεσθαι, καὶ, λαὸς τοῦ Θεοῦ.
Rulers of peoples were gathered together with the God of Abraham, because God's mighty ones of the earth were exceedingly lifted up. Together with the others aforesaid, rulers of peoples also were gathered together under one Church, becoming the people of the God of Abraham; for thus Symmachus translated, rendering admirably and saying: Rulers of peoples were assembled, the people of the God of Abraham. For those who of old were rulers of the peoples, idolaters and given over to every superstition of error, these have become peoples of the God of Abraham, having recognized the God of Abraham, and calling upon Him in their prayers, and holding their assembly with Him. And Theodotion also, himself too being one of those who translated carefully, translated similarly to Symmachus, saying: Rulers of peoples were gathered together, the people of the God of Abraham. Why then have the Seventy said, with the God of Abraham? Because the Hebrew tongue writes with the same letters both with and people. For it is said, am Eloim; which can be rendered both with God, and people of God.
ΩΔΗ ΨΑΛΜΟΥ ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ ΜΖʹ.
A Song of a Psalm, for the sons of Kore, 47.
Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· ἀγαλλιάματι πάσης τῆς γῆς, ὄρη Σιὼν, τὰ πλευρὰ τοῦ Βοῤῥᾶ, ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Τρεῖς μὲν οἱ πρῶτοι ἐπιγεγραμμένοι τῶν υἱῶν Κορὲ συμφορᾶς καὶ λύπης περιεῖχον λόγους· ὁ δὲ τέταρτος μεταβολὴν ἐπὶ τὸ φαιδρότερον ἐδήλου· διὸ ᾠδὴ ἐτύγχανεν ὑπὲρ τοῦ Ἀγαπητοῦ· ὡσαύτως καὶ ὁ πέμπτος, ὑπὲρ τῶν κρυφίων ἦν· ἀλλὰ καὶ ὁ ἕκτος ὁμοίως ψαλμὸς ἦν. Ὁ δὲ μετὰ χεῖρας, μείζονα τῶν ἔμπροσθεν θεολογίαν περιέχων, εἰκότως Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορὲ ἐπιγέγραπται· κατὰ τὸ αὐτὸ γὰρ οἱ μὲν διὰ φωνῆς ἀναβοῶντες ὕμνουν τὸν Θεὸν, οἱ δὲ δι' ὀργάνων μουσικῶν τὴν αὐτὴν ἀνεκρούοντο ᾠδὴν, τῷ μέλει σύμφωνον ποιούμενοι τὴν ἁρμονίαν. Ὕμνον δὲ ὑπὲρ τῆς Ἐκκλησίας ἀναπέμπουσι τῷ τὰς κατὰ τῶν πολεμίων νίκας ἀραμένῳ, καὶ τὴν Ἐκκλησίαν αὐτοῦ τῆς πικρᾶς καὶ χαλεπῆς δουλείας λυτρωσαμένῳ. Ὁ μὲν οὖν πρὸ τούτου παρεκελεύετο τοῖς ἔθνεσι κροτεῖν καὶ ἀλαλάζειν τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ψάλλειν αὐτῷ, ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός· ψάλλειν τε συνετῶς, ἐπείπερ ἐβασίλευσεν ἐπὶ τὰ ἔθνη. Ἔδει δὲ τοὺς κεκελευσμένους ταῦτα πράττειν, καὶ τὸν τρόπον τοῦ ἀλαλαγμοῦ, καὶ τὸν ψαλμὸν αὐτὸν ὡς παρὰ διδασκάλου μαθεῖν· διὸ ἀναγκαίως ὁ παρὼν λόγος τοῦτο διδάσκει. Παιδεύεται τοίνυν τὰ ἔθνη τὰ ἐξ ἀθεότητος ἐπὶ τὴν ἔνθεον διδασκαλίαν μεταβεβλημένα τὸν ἑαυτῶν θεολογεῖν Κύριον καὶ λέγειν· Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· ἢ, καὶ ὑμνητὸς σφόδρα, κατὰ τοὺς λοιπούς. Νοήσεις δὲ ὅπως μέγας εἴρηται, ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ τὸν σύμπαντα περιαθρήσας κόσμον, κατὰ τὸν Ἠσαῖαν φήσαντα· Ἐπάρατε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται· οὐ σωματικῷ με-
Great is the Lord and exceedingly praiseworthy, in the city of our God, in His holy mountain well-rooted; with the exultation of all the earth, the mountains of Sion, the sides of the North, the city of the great King. Now the first three inscribed of the sons of Kore contained words of calamity and grief; while the fourth declared a change towards a brighter state, wherefore it was a song for the Beloved; likewise also the fifth was for the hidden things; and the sixth too was similarly a psalm. But the one in hand, containing a greater theology than the preceding ones, is rightly inscribed A Song of a Psalm, for the sons of Kore; for at the same time some crying aloud with their voice hymned God, while others through musical instruments struck up the same song, making the harmony concordant with the melody. And they send up a hymn on behalf of the Church to Him Who won the victories against the enemies and ransomed His Church from bitter and grievous slavery. Now the one before this exhorted the nations to clap and shout in triumph to God with a voice of exultation, and to sing psalms to Him, because God is King of all the earth; and to sing psalms with understanding, inasmuch as He reigned over the nations. And it was needful that those commanded to do these things should learn as from a teacher both the manner of the triumphal shout and the psalm itself; wherefore necessarily the present word teaches this. The nations, therefore, who have been changed from godlessness unto divine teaching are instructed to confess their own Lord as God and to say: Great is the Lord and exceedingly praiseworthy; or, and exceedingly to be hymned, according to the rest. And you will understand how He is called great, when you look up unto heaven and survey the whole cosmos, according to Isaiah who said: Lift up your eyes on high, and behold Who displayed all these things; for from the greatness and beauty of created things the Author of their coming-to-be is analogously contemplated: not in bodily
Notes, col. 417

On the reading

Printed ειπών, for εἰπών.

PG 23:420Read from the page
γέθει, δυνάμει δὲ ἀκαταλήπτῳ· ἀλλὰ καὶ σοφίᾳ μέγας ἐστὶ καὶ ἀγαθότητι καὶ ἀνεξικακίᾳ καὶ φιλανθρωπίᾳ, ταῖς τε λοιπαῖς ἐπινοουμέναις ἐν αὐτῷ θεϊκαῖς δυνάμεσι· διὸ λέλεκται· Καὶ τοῖς διαλογισμοῖς σου οὐκ ἔστι τίς ὁμοιωθήσεται.
size, but in incomprehensible power; moreover, in wisdom also He is great, and in goodness and forbearance and love of mankind, and in the rest of the divine powers conceived in Him; wherefore it is said: And to Thy thoughts there is none who shall be likened.
Ἀθέους τινὰς ὄντας δαίμονας ἐπῳδῶν (sic) πεποιημένους ὁ τὴν ἑαυτοῦ βασιλείαν ἐπὶ γῆν συστησάμενος, καὶ τὰ καθ' ἕκαστον τῶν ἔμπροσθεν κατηριθμημένων ἐν ἀνθρώποις ἐπιτελέσας. Οὐ μόνον δὲ μέγας ἐστὶν, ἀλλὰ καὶ ὑμνητὸς σφόδρα· οὐ μὴν παρὰ πᾶσιν, οὐδὲ ἐν παντὶ τόπῳ, ἀλλ' ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν, καὶ ἐν τῷ ὄρει ἁγίῳ αὐτοῦ. Ἐπείπερ οἱ ἔξω τῆς αὐτοῦ πόλεως, ἀμαθεῖς ὄντες τῆς ἐνθέου διδασκαλίας, οὐκ ἴσασιν αὐτὸν ὑμνεῖν, οὐδ' ἐπαξίως θεολογεῖν· διόπερ τὴν σεβάσμιον προσηγορίαν ἐπὶ τὴν ἄψυχον ὕλην καταβεβλήκασιν, ἢ ζώων ἀλόγων γένη, ἢ ἐπὶ τὰ στοιχεῖα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἢ ἐπὶ τὰ μέρη τοῦ κόσμου· καὶ ἄλλοι ἄλλως πως περὶ Θεοῦ ἐδόξασαν ἀσεβῶς· καὶ διὰ τοῦτο, τῆς πόλεως ὄντες ἀλλότριοι τοῦ Θεοῦ, ἀποπεπτώκασι τοῦ ἀληθοῦς ὕμνου. Πόλις δὲ τοῦ Θεοῦ ἡμῶν ἡ Ἐκκλησία, ἣν καὶ τὰ ἀνωτέρω ἐδήλου λόγια, δι' ὧν εἴρητο· Τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ· ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος. Καὶ ταῦτα μὲν περὶ τῆς κατὰ γῆν Ἐκκλησίας· περὶ ἧς εἴρηται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Εἰ δ' ἔστι τις ἄλλη κρείττων ταύτης πόλις, ἧς τεχνίτης καὶ δημιουργὸς αὐτός· θέα ὅπως καὶ ἐν ταύτῃ μέγας καὶ ὑμνητὸς, καὶ αἰνετός ἐστι σφόδρα, κατ' ἀξίαν νοούμενος ἐν αὐτῇ καὶ θεολογούμενος. Ποῖ δὲ γῆς ᾠκοδόμηται ἡ πόλις αὕτη, ὁ μὲν ψαλμὸς διδάσκει λέγων· Ἐν ὄρει ἁγίῳ αὐτοῦ εὐρίζῳ· τουτέστι τῷ εὖ τεθεμελιωμένῳ καὶ ἐῤῥιζωμένῳ, καὶ τῷ ἀγαλλιάματι πάσης τῆς γῆς. Ποῖον δ' ἂν εἴη τοῦτο τὸ ὄρος, ὁ μέγας Ἀπόστολος διδάσκει λέγων· Προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ Ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς. Ταύτην δὲ αὐτὴν εἶναι τὴν πόλιν τοῦ Θεοῦ τὴν ἀληθινὴν ὁ αὐτὸς παρίστη λέγων· Ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶ μήτηρ ἡμῶν. Ὄρος δὲ τοῦ Θεοῦ ἐπάξιον αὐτὸς ὁ οὐρανός. Ἐπειδὴ δὲ καὶ τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ἀπηξίωσε τῆς οἰκείας βασιλείας· τοῦτο γὰρ ἐδήλου ὁ πρὸ τούτου ψαλμὸς λέγων· Βασιλεὺς πάσης τῆς γῆς ὁ Θεὸς, ψάλατε συνετῶς· ἐβασίλευσεν ὁ Θεὸς ἐπὶ τὰ ἔθνη· εἰκότως καὶ ἐπὶ τῆς γῆς συνέστη αὐτῷ πόλις, τὸ θεοσεβὲς δηλαδὴ πολίτευμα τὸ καθ' ὅλης τῆς οἰκουμένης διὰ τοῦ εὐαγγελικοῦ συστὰν κηρύγματος. Ὄρος δὲ τοῦ Θεοῦ ἐν ᾧ τὸ πολίτευμα τοῦτο συνέστηκε, μὴ ὄκνει λέγειν τὸν Λόγον τοῦ Θεοῦ, ἤτοι τὸν Χριστόν· ἐπείπερ ἐπὶ τὴν πέτραν ᾠκοδόμηται αὐτοῦ ἡ Ἐκκλησία· αὐτός τε ἦν ἡ πέτρα. Οὗτος οὖν καὶ ὄρος καί πέτρα καὶ θεμέλιος τῆς Ἐκκλησίας, αὐτὸς ἂν μόνος εἴη κατὰ τὸν φάσκοντα· Θεμέλιον
Certain godless ones, demons who have made themselves authors of incantations (sic), He Who established His own kingdom upon earth, and accomplished among men each one of the things enumerated before. And not only is He great, but also exceedingly to be hymned; yet not among all, nor in every place, but in the city of our God, and in His holy mountain. Inasmuch as those outside His city, being ignorant of divine teaching, know not how to hymn Him, nor how to speak worthily of God; wherefore they have cast down the venerable title upon lifeless matter, or kinds of irrational animals, or upon the elements—earth, water, air, fire—or upon the parts of the cosmos; and different men in different ways held impious opinions concerning God; and on this account, being aliens from the city of God, they have fallen away from the true hymn. Now the city of our God is the Church, which the oracles above also declared, through which it had been said: The rushings of the river gladden the city of God; the Most High has sanctified His tabernacle. And these things are concerning the Church on earth, concerning which it is said: I will dwell in them and walk among them; and I will be their God, and they shall be My people. And if there is another city better than this one, Whose craftsman and maker is He Himself, behold how in this one also He is great and to be hymned and exceedingly praiseworthy, being worthily understood in it and confessed as God. And where on earth this city has been built, the psalm teaches, saying: In His holy mountain well-rooted; that is, well-founded and rooted, and with the exultation of all the earth. And what sort of mountain this may be, the great Apostle teaches, saying: We have come unto Mount Sion and unto the city of the living God, the heavenly Jerusalem, and to myriads of angels in festal assembly, and to the Church of the firstborn enrolled in heaven. And that this very one is the true city of God, the same Apostle showed, saying: But the Jerusalem above is free, which is our mother. Now a mountain worthy of God is heaven itself. Yet since He did not disdain men upon earth either from His own kingdom—for the psalm before this declared this, saying: God is King of all the earth, sing psalms with understanding; God reigned over the nations—rightly upon the earth also a city was constituted for Him, manifestly the godly polity constituted throughout the whole inhabited world through the evangelical preaching. And the mountain of God on which this polity has been constituted, do not hesitate to say is the Word of God, that is, Christ; inasmuch as upon His rock the Church has been built, and He Himself was the rock. This One therefore, being both mountain and rock and foundation of the Church, would Himself alone be so according to him who declares: A foundation
Notes, col. 420

On the reading

Printed καί, for καὶ.