Migne Reading Room

PG 23 · cols. 385–396 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:385Read from the page
ἐκτήσαντο αὐτὸν τὸν Κύριον, εἰκότως τοῖς ἐχθροῖς μὴ ὑποχείριοι γενήσεσθαί φασι· κρείττους δὲ τῶν πολεμίων ὑπάρξαι. Τοῦτο γοῦν δηλοῦσι λέγοντες· Ἔσωσας ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. Καὶ ἐπειδήπερ οἱ μὲν ἐχθροὶ αἰσχύνην κατεχέαντο, αὐτοὶ δὲ οὐκ οἰκείᾳ δυνάμει, τῇ δὲ τοῦ κέρως αὐτῶν ἐσώθησαν· εἰκότως ἐπισυνάπτουσι λέγοντες· Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Ἀκύλαν, Ἐν τῷ Θεῷ καυχησόμεθα· ἢ κατὰ τὸν Σύμμαχον, Τὸν Θεὸν ὑμνοῦμεν ὅλην τὴν ἡμέραν, καὶ τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. Τὴν δὲ ἐξομολόγησιν ἀντὶ εὐχαριστίας παραλαμβάνειν εἰώθασιν αἱ Γραφαί· ὥστε εἰκότως καὶ καυχᾶσθαι καὶ ὑμνεῖν, καὶ ἐπαινεῖν καὶ ἐπαινεῖσθαι, εὐχαριστεῖν τε καὶ ἐξομολογεῖσθαι οἱ σεσωσμένοι τῇ τοῦ βασιλέως αὐτῶν ἀρετῇ
they gained the Lord Himself, naturally they say that they will not become subject to their enemies, and that they have proved superior to their foes. This accordingly they show, saying: Thou hast saved us from those who afflict us, and hast put to shame those who hate us. And seeing that the enemies had shame poured over them, while they themselves were saved not by their own power, but by that of their horn, naturally they subjoin, saying: In God we shall be praised all the day long; or according to Aquila, In God we shall boast; or according to Symmachus, God we hymn all the day long, and to Thy name we will confess for ever. Now the Scriptures are accustomed to take confession in the sense of thanksgiving; so that naturally those who have been saved by the valour of their King say that they both boast and hymn, and praise and are praised, and give thanks and confess
Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. Ἐπεὶ τὸ πλῆθος τοῦ παντὸς Ἰουδαίων ἔθνους, ἐν παντοίαις ἀσεβείαις καὶ παρανομίαις ἐξητασμένον, οὐκ ἦν ἀλλότριον τοῦ σώματος τοῦ προφητικοῦ, εἰκότως τὰ τῷ πλήθει συμβάντα ἰδιοποιούμενοι οἱ τὰ πρῶτα εἰρηκότες, μέσου διαψάλματος παρεμβληθέντος, εἰς παράτασιν τῆς μεταβολῆς τῶν λεχθησομένων προφέρονται. Οἱ μὲν οὖν πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, καὶ τοῖς ἡμετέροις ἠκούομεν ὠσὶν ὁποῖα κατειργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, καὶ τὰ ἑξῆς. Νυνὶ δὲ ὀφθαλμοῖς οὐ τοιαῦτα ὁρῶμεν· τὰ δὲ τούτοις ἐναντία. Ἀπώσω γὰρ ἡμᾶς, σὺ ὁ Θεὸς, ὁ πάλαι τοὺς πατέρας ἡμῶν διασώσας, διὰ τὰς ἡμετέρας ἁμαρτίας τοὺς πάλαι ἐπὶ σοὶ μέγα φρονοῦντας, καὶ ἐν σοὶ καυχωμένους κατῄσχυνας, ἐρήμους καταλιπὼν καὶ ἀβοηθήτους ἐν τῇ πρὸς τοὺς πολεμίους συμβολῇ. Οὐδὲ γὰρ συνεξῆλθες ταῖς δυνάμεσιν ἡμῶν· ἢ κατὰ τὸν Σύμμαχον, τοῖς στρατεύμασιν ἡμῶν. Καὶ διὰ τοῦτο ἀπέυτρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν· ἢ, κατὰ τὸν Σύμμαχον· Ἔταξας ἡμᾶς ἐσχάτους παντὸς ἐναντίου, καὶ οἱ μισοῦντες ἡμᾶς διαρπάζουσιν ἑαυτοῖς. Ἔδωκας ἡμᾶς ὡς βοσκήματα βρώσεως, καὶ εἰς τὰ ἔθνη ἐλίκμησας ἡμᾶς. Ἀπέδου τὸν λαόν σου οὐχ ὑπάρξεως, καὶ οὐ πολλὴν ἐποίησας τὴν τιμὴν αὐτῶν· προπηλακισμὸν μετὰ χλευασμοῦ τοῖς κύκλῳ ἡμῶν. Ἐποίησας ἡμᾶς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν ταῖς φυλαῖς. Δι' ὅλης ἡμέρας ἡ ἀσχημόνησίς μου ἄντικρύς μου, καὶ ὁ καταισχυμμὸς τοῦ προσώπου μου καλύπτει με ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ βλασφημοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ τιμωροῦντος ἑαυτῷ. Τοσαῦτα κατὰ τὸν Σύμμαχον ὁ χορὸς ὁ προφητικὸς ἐν
But now Thou hast cast off and put us to shame, and Thou wilt not go forth among our hosts. Since the multitude of the whole nation of the Jews, proved to be in ungodliness and lawlessness of every kind, was not alien from the prophetic body, naturally those who spoke the first words, making their own what befell the multitude, with an intervening diapsalma inserted, advance to set out at length the change in the things about to be spoken. Our fathers then reported to us, and with our own ears we heard what sort of works Thou wroughtest in their days, and what follows. But now with our eyes we see no such things, rather the opposite of these. For Thou hast cast us off, Thou, O God, Who of old didst preserve our fathers; on account of our sins Thou hast put to shame those who of old thought highly in Thee and boasted in Thee, leaving them desolate and helpless in the clash against the foes. For neither didst Thou go out with our hosts; or according to Symmachus, with our armies. And because of this Thou hast turned us backwards beside our enemies; or, according to Symmachus: Thou hast set us last of every adversary, and those who hate us plunder for themselves. Thou hast given us up like sheep for eating, and hast scattered us among the nations. Thou hast sold Thy people not for substance, and didst not make their price high; contumely with derision to those round about us. Thou hast made us a byword among the nations, a shaking of the head among the tribes. All the day long my disgrace is right before me, and the shame of my face covers me at the voice of him who reproaches and blasphemes, in the presence of the enemy and avenger for himself. So many things according to Symmachus did the prophetic choir in
Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. Ὥσπερ ἀσεβήσαντός ποτε τοῦ λαοῦ ἐπὶ τῆς ἐρήμου, ἔπειτα παραδοθέντος τῷ ὀλοθρευτῇ, λαβὼν Ἀαρὼν τὸ θυμιατήριον προσήνεγκεν ὑπὲρ τοῦ λαοῦ τὸ θυμίαμα· καὶ ἱλάσθη ὁ Θεὸς τῷ πλήθει διὰ
All these things have come upon us, and we have not forgotten Thee. Just as once when the people acted ungodly in the wilderness, and were thereafter delivered over to the destroyer, Aaron took the censer and offered the incense on behalf of the people; and God was propitiated towards the multitude through
Notes, col. 385

On the reading

Printed ἀπέυτρεψας, for ἀπέστρεψας.

PG 23:388Read from the page
τὴν τοῦ ἱερέως ἀναφοράν· τὸν αὐτὸν τρόπον καὶ ὁ χορὸς ὁ προφητικὸς, καὶ οἱ ἐν τῷ λαῷ κατορθοῦντες τὴν λογικὴν αὐτῶν θυσίαν διὰ τῆς ὑπὲρ τοῦ λαοῦ εὐχῆς ἀναπέμπουσι, τὰ οἰκεῖα κατορθώματα ἀντὶ θυσίας καὶ θυμιάματος εὐώδους ὑπὲρ τοῦ πλήθους τῷ Θεῷ προσάγοντες. Οὐ γὰρ ἁρμόζει ταῦτα τῷ πλήθει λέγειν, οὐδὲ τοῖς διὰ τὰς ἀσεβείας αὐτῶν τοῖς ἐχθροῖς παραδεδομένοις· ἀλλ' ὥσπερ τὰ πάθη τοῦ λαοῦ εἰς ἑαυτοὺς ἀνελάμβανον οἱ προφῆται, καὶ αὐτοὶ ταῦτα πεπονθέναι ἔφασκον· οὕτω τὰ ἑαυτῶν κατορθώματα κοινοποιοῦσιν εἰς πάντας. Οὐ γὰρ ἠγνόουν ἑαυτοὺς εἶναι μέλη τοῦ παντὸς σώματος· ἀκόλουθον δὲ ἦν, πάσχοντος μέλους ἑνὸς, συμπάσχειν πάντα τὰ μέλη, καὶ δοξαζομένου πάλιν μέλους, συγχαίρειν πάντα τὰ μέλη. Πάντα τοίνυν, φασὶν, ἃ προειρήκαμεν πεπόνθαμεν· ἀλλ' ἡμᾶς τούτων οὐδὲν παρεκίνησε τῆς περὶ σοῦ μνήμης, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· ἢ κατὰ τὸν Σύμμαχον· Οὐδὲ παρελογησάμεθα τὴν συνθήκην σου, οὐδὲ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν. Ἀντὶ δέ· Καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου, ὁ Σύμμαχος σαφέστερον ἐξέδωκεν εἰπών· Οὐδὲ μετετέθη τὰ ὑπορθοῦντα ἡμᾶς· ἐν τόπῳ κακώσεως· ἢ κατὰ τὸν Ἀκύλαν· Συνέθλασας ἡμᾶς ἐν τόπῳ ἀνοικήτῳ, καὶ ἐπεπώμασας ἡμῖν σκιὰν θανάτου. Οὐκ ἐπελαθόμεθά σου οὐδὲ παρέβημεν τὰς πρὸς σὲ συνθήκας.
the offering of the priest; in the same way also the prophetic choir, and those who walk uprightly among the people, send up their rational sacrifice through prayer on behalf of the people, offering their own upright deeds to God instead of sacrifice and fragrant incense on behalf of the multitude. For it does not befit the multitude to say these things, nor those delivered over to their enemies because of their ungodliness; rather, just as the prophets took the sufferings of the people upon themselves, and said that they themselves had suffered these things, so they make their own upright deeds common unto all. For they were not ignorant that they themselves were members of the whole body; and it was consequent that, when one member suffered, all the members suffered together, and again when a member was glorified, all the members rejoiced together. All the things therefore, they say, of which we have spoken beforehand we have suffered; yet none of these moved us aside from remembrance of Thee, and we did not deal unjustly in Thy Covenant; or according to Symmachus: Neither did we deal falsely with Thy pact, nor did our heart turn backwards. And instead of: And Thou didst turn aside our paths from Thy way, Symmachus rendered more clearly, saying: Neither were the things that uphold us displaced: in a place of affliction; or according to Aquila: Thou didst crush us in an uninhabited place, and didst cover over us the shadow of death. We have not forgotten Thee nor transgressed the covenants with Thee.
Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς Θεὸν ἀλλότριον· οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; Σὲ μάρτυρα, φησὶν, ἀνακαλούμεθα, κριτήν τε καὶ ἐξεταστὴν τῶν ἡμετέρων λόγων καὶ τῶν κατὰ διάνοιαν λανθανόντων τοὺς πολλοὺς λογισμῶν. Αὐτὸς γοῦν οἶσθα, εἰ, τοσαῦτα παθόντες καὶ ταπεινωθέντες ἐν τόπῳ κακώσεως, καὶ καλυφθέντες ὑπὸ τῆς σκιᾶς τοῦ θανάτου, λήθην τοῦ ὀνόματός σου πεποιήμεθα· καὶ εἰ μὴ ἐπὶ τῷ σῷ ὀνόματι παῤῥησίας γέμοντες ἐκαυχώμεθα· εἰ δὲ καὶ, ἀπογνόντες τὴν παρὰ σοῦ βοήθειαν, ἐπὶ ἕτερόν τινα ἤλθομεν, ἑτέρῳ Θεῷ χεῖρας ἀναπετάσαντες· καὶ τούτων σὺ κριτὴς τυγχάνεις. Οἶσθα δὲ καὶ τὰ κρύφια τῆς καρδίας καὶ τοὺς λογισμοὺς αὐτοὺς, ἐν οἷς καθ' ἑκάστην ἡμέραν ἕνεκα τῆς εὐσεβείας θανατούμεθα. Ὁ γὰρ τῇ προθέσει λογισάμενος ἐφ' ἑκάστῳ πειρασμῷ τὸν ὑπὲρ ἀληθείας ἀναδέξασθαι θάνατον, δυνάμει ὁ τοιοῦτος τέθνηκε. Καὶ ὁ Ἀπόστολος δὲ τοῦτο ἔλεγεν, ἐπειδὴ συνεχεῖς ἦσαν καὶ ἐπάλληλοι διωγμοὶ, καὶ οἱ περισπασμοὶ θάνατον ἀπειλοῦντες αὐτῷ. Ὁ δὲ καθ' ἕκαστον πειρασμὸν παρεσκεύαστο ἐνστατικῶς μέχρι θανάτου ἀγωνίσασθαι· διὸ εἰκότως καθ' ἡμέραν ἀποθνήσκειν ἔλεγε. Ταύτῃ οὖν τῇ διανοίᾳ καὶ οἱ πάλαι τοῦ Θεοῦ προφῆται διὰ τῶν προκειμένων ταῦτα ἔφασκον· Ἐν γὰρ τοῖς κρυφίοις ἡμῶν ἐθανατούμεθα πᾶσαν ἡμέραν. Ἀλλὰ γὰρ καὶ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· ἅπαξ γὰρ ἑαυτοὺς παραδεδωκότες ὥσπερ εἰς θυσίαν ἀντὶ παντὸς τοῦ λαοῦ, τῷ λογισμῷ καὶ τῇ προθέσει ἐσφαγιά-
If we forgot the name of our God, and if we spread out our hands towards a strange God, will not God search this out? Thee as witness, he says, we call upon, and as judge and searcher of our words and of the thoughts in our mind that escape the notice of the many. Thou Thyself accordingly knowest whether, having suffered such great things and been humbled in a place of affliction, and covered by the shadow of death, we have forgotten Thy name; and whether we did not boast filled with boldness in Thy name; and if indeed, despairing of the help from Thee, we came to some other, spreading out our hands to another God, of these things also Thou art judge. And Thou knowest also the hidden things of the heart and the very thoughts in which every day for the sake of godliness we are put to death. For he who in purpose has reckoned in every trial to take upon himself death on behalf of truth, such a man has died potentially. And the Apostle too used to say this, since persecutions were continual and one upon another, and distractions threatened death to him. And in every trial he was prepared to contend steadfastly unto death; wherefore naturally he said that he died daily. With this mind therefore the prophets of God of old also spoke these things through the words before us; for in our hidden parts we were put to death all the day long. Yea indeed we were also reckoned as sheep for slaughter; for having once delivered themselves over as though for a sacrifice on behalf of the whole people, in thought and in purpose they were slaugh-
Notes, col. 388

On the reading

Printed παρελογησάμεθα, for παρελογισάμεθα.

PG 23:389Read from the page
σθημεν, ὡς αὐτὸς σὺ ὁ Θεὸς μαρτυρεῖς· μόνος γὰρ γινώσκεις τὰ κρύφια τῆς καρδίας. Ἐπεὶ τοίνυν τοσαῦτα πεπόνθαμεν, εἰκότως μετὰ παῤῥησίας ἐπιστρέφομέν σε πρὸς ἡμᾶς καὶ διεγείρομεν ὥσπερ καθεύδοντα καί φαμεν· Ἵνα τί ὑπνοῖς, Κύριε; Ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος· ἢ κατὰ τὸν Σύμμαχον· Ἵνα τί ὡς ὁ ὑπνῶν εἶ, Δέσποτα; Ἐξύπνισον, καὶ μὴ ἀποβάλῃ εἰς τέλος. Εἰ γὰρ καὶ ἐκ μέρους ἀπώσω διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ, ἀλλ' ἱκετεύομεν μὴ εἰς τέλος ἀπώσασθαι, τὰ δ' ἡμέτερα πα-
tered, as Thou Thyself, O God, dost bear witness; for Thou alone knowest the hidden things of the heart. Since therefore we have suffered such great things, naturally with boldness we turn Thee towards us and rouse Thee as though sleeping and say: Why sleepest Thou, O Lord? Arise, and cast us not off unto the end; or according to Symmachus: Why art Thou as one who sleeps, O Master? Awake, and reject us not unto the end. For even if in part Thou didst cast off because of the sins of the people, yet we beseech Thee not to cast off unto the end, and to accept our
Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; Σύμμαχος· Ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις, ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν καὶ θλίψεως; Κρύπτεις μὲν τὸ ἑαυτοῦ πρόσωπον, ὁ Θεὸς, καὶ ἀποστρέφεις πρὸς τὸ μὴ βλέπειν τὰ αἰσχρὰ καὶ ἀπρεπῆ, καὶ τῆς σῆς θέας ἀλλότρια. Ἀλλ' ἐπεὶ ἡμεῖς ἐπὶ τοῖς λεχθεῖσι κατορθώμασι παῤῥησίαν ἄγομεν, ἵνα τί τὸ πρόσωπόν σου κρύπτεις; Τοσαῦτα δὲ πασχόντων καὶ κακοπαθούντων τῆς σῆς ἕνεκεν εὐσεβείας, ἵνα τί ἐπιλανθάνῃ τῆς κακώσεως ἡμῶν; ἤτοι τῆς πτωχείας, κατὰ τοὺς Ἑβδομήκοντα. Εἰ γὰρ καὶ μεγάλα ταῦτα ὡς πρὸς ἡμᾶς κατορθώματα, ἀλλ' ὡς πρὸς σὲ πάντα πτωχὰ καὶ σμικρὰ, καὶ ὀλίγιστα. Πλὴν ὡς ἐξ ἡμῶν μεγάλα. Διὸ ἱκετεύομεν μὴ λήθην ποιήσασθαι τῆς ἡμετέρας πτωχείας· μνησθῆναι δὲ καὶ τῆς θλίψεως ἡμῶν, ἧς ὑπεμείναμέν σου χάριν. Καὶ ἐπεὶ ἡ ψυχὴ ἡμῶν εἰς χοῦν τεταπείνωται, συγγνῶναι ταῖς ἀσθενείαις ἡμῶν ἱκετεύομεν. Καὶ ἀλλαχοῦ δὲ τῷ αὐτῷ λόγῳ δυσωπεῖ τὸν Θεὸν, λέγων· Μνήσθητι, ὅτι χοῦς ἐσμεν· ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ. Ἀλλὰ καὶ ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Δέον γὰρ αὐτὴν πεπληρῶσθαι ναμάτων ἁγίων καὶ πηγῆς ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον, ἐξ ἀνυδρίας ὑπερβαλλούσης ἡ γαστὴρ ἡμῶν ἐκολλήθη εἰς γῆν. Γαστέρα δὲ ψυχῆς νόει τὸ μνημονικὸν αὐτῆς, ἢ καὶ τὸ ἡγεμονικὸν, ἐν ᾧ πάντα συνάγει τὰ μαθήματα καὶ τὰ θεωρήματα· ἐν ᾧ καὶ σπέρμα ὑποδεξαμένη κύει, καὶ τελεσφορήσασα γεννᾷ πνεῦμα σωτηρίας, κατὰ τὸν φήσαντα· Ἐκ τοῦ φόβου σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. Τοσαῦτα δυσωπητικὰ οἱ πάλαι τοῦ Θεοῦ προφῆται, καὶ οἱ κατορθοῦντες ἐν τῷ λαῷ δεηθέντες, ἱκετεύουσι καὶ λυτρώσεως τυχεῖν· ὃ δὴ καὶ γεγένηται· ἔτι γὰρ λαλούντων αὐτῶν εἰσακούσας ὁ Θεὸς, μεταβάλλει τοὺς ὀδυρμοὺς αὐτῶν ἐπὶ τὸ φαιδρότερον. Διόπερ ἑξῆς οἱ τοσαῦτα ἀποκλαυσάμενοι ὑπὲρ τῶν ἀλλοιωθησομένων προφητεύουσι, καὶ ᾠδὴν ᾄδουσι τὴν ὑπὲρ τοῦ Ἀγαπητοῦ, δι' οὗ τὴν κακῶν ἐλευθερίαν
Why dost Thou turn away Thy face? Why dost Thou forget our poverty and our affliction? Symmachus: Why dost Thou hide Thy face, and forget our ill-treatment and affliction? Thou hidest Thine own face, O God, and turnest it away so as not to behold things shameful and unseemly, and alien to Thy sight. Yet since we maintain boldness on the ground of the upright deeds that have been spoken of, why dost Thou hide Thy face? And when we suffer such great things and endure hardship for the sake of godliness towards Thee, why dost Thou forget our ill-treatment? or our poverty, according to the Seventy. For even if these upright deeds are great as regards us, yet as regards Thee all things are poor and small, and very slight. Nevertheless as coming from us they are great. Wherefore we beseech Thee not to forget our poverty; and to remember also our affliction, which we endured for Thy sake. And since our soul has been humbled down to the dust, we beseech Thee to pardon our weaknesses. And elsewhere too by the same plea he entreats God, saying: Remember that we are dust; man, his days are as grass. Moreover our belly also cleaved to the earth. For whereas it ought to have been filled with holy streams and a spring of living water leaping up unto eternal life, from exceeding drought our belly cleaved to the earth. And by belly of the soul understand its faculty of memory, or also its ruling part, in which it gathers all teachings and contemplations; in which also, having received seed, it conceives, and having brought to perfection gives birth to a spirit of salvation, according to him who said: Because of Thy fear, O Lord, we conceived in the womb and were in travail, and brought forth a spirit of salvation. Having prayed with so many entreaties, the prophets of God of old, and those who walked uprightly among the people, beseech also to obtain redemption; which indeed has also come to pass; for while they are still speaking God hearkens, and changes their lamentations to a brighter strain. Wherefore next those who wept so greatly prophesy on behalf of those who shall be changed, and sing the song on behalf of the Beloved, through Whom freedom from evils
PG 23:392Read from the page
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΥΠΕΡ ΤΩΝ ΑΛΛΟΙΩΘΗΣΟΜΕΝΩΝ, ΤΟΙΣ ΥΙΟΙΣ ΚΟΡΕ, ΕΙΣ ΣΥΝΕΣΙΝ, ΩΔΗ ΥΠΕΡ ΤΟΥ ΑΓΑΠΗΤΟΥ ΜΔʹ.
Unto the end, on behalf of those who shall be changed, for the sons of Korah, for understanding, a song on behalf of the Beloved, XLIV.
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Οἱ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν ἀποκλαυσάμενοι ἐντεῦθεν ᾠδὰς καὶ ᾄσματα ἀντὶ τῶν προτέρων ὀδυρμῶν ᾄδουσι, τῆς ἀπὸ τῶν σκυθρωπῶν μεταβολῆς αἴτιον αὐτοῖς γεγηνέναι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ δηλοῦντες· ὃν καὶ δι' ὅλης τῆς ᾠδῆς ἀνυμνοῦσιν. Ἀλλ' ἐπείπερ ταῦτα μακροῖς ὕστερον χρόνοις γίγνεσθαι ἤμελλεν, εἰκότως Εἰς τὸ τέλος ἐπιγράφουσι τὴν προφητείαν, ἢ ἐπινίκιον, ἢ τῷ νικοποιῷ, διὰ τὰ κατὰ τῶν νοητῶν πολεμίων νικητήρια. Προσέθηκαν δὲ τῇ ἐπιγραφῇ τὸ, ὑπὲρ τῶν ἀλλοιωθησομένων· ἐπειδὴ καὶ αὐτοὶ οἱ ταῦτα φάσκοντες ἀλλοίωσιν τὴν ἀπὸ τῶν σκυθρωπῶν λόγων ἐπὶ τὴν φαιδροτέραν ᾠδὴν πεποίηνται. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐμφερόμενα δι' ὅλης τῆς ᾠδῆς πλείστης πεπλήρωται ἀλλοιώσεως. Ὅ τε γὰρ Ἀγαπητὸς τοῦ θεοῦ, ἑαυτὸν κενώσας, καὶ μορφὴν δούλου λαβὼν, σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἀλλοίωσιν οὐ τὴν τυχοῦσαν ἔδοξεν ὑπομένειν, ἀναλλοίωτος ὢν καὶ ἄτρεπτος ὡς Θεός· οἵ τε δι' αὐτοῦ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας λυτρωθέντες, εἰς ἐλευθερίαν τε τὴν ὑπὸ τῷ θεῷ μετενηνεγμένοι, τὴν καλλίστην ἀληθῶς αὐτοὶ ἀλλοίωσιν ὑπομεμενήκασι. Διὸ καὶ ἡ ἐμφερομένη τοῖς λόγοις βασίλισσα κελεύεται λήθην ποιήσασθαι τοῦ λαοῦ ἑαυτῆς καὶ τοῦ οἴκου τοῦ πατρὸς ἑαυτῆς· καὶ θυγάτηρ δὲ Τύρου ἀλλόφυλος ἐπὶ τὴν καλὴν μεταβολὴν ταύτην καλεῖται· παρθένοι τε καὶ υἱοί τινες ἀντὶ πατέρων γενόμενοι, λαοί τε ἐξομολογούμενοι τῷ θεῷ, τῆς αὐτῆς ἠξιώθησαν ἀλλοιώσεως. Ὧν δὲ ἕνεκα πάντων ὑπὲρ τῶν ἀλλοιωθησομένων προγέγραπται ἡ ᾠδή· κατὰ δὲ τὸν Ἀκύλαν, ἐπὶ τοῖς κρίνοις· κατὰ δὲ τὸν Σύμμαχον, ὑπὲρ τῶν ἀνθῶν. Οἱ γὰρ ἀλλοιωθέντες, οὗτοι εὐωδίας πνεύσαντες, καὶ ἄνθη νεαρὰ τῆς Ἐκκλησίας γενόμενοι, τοῦτον ὠνομάσθησαν τὸν τρόπον. Διὸ, ἵνα ταῦτα νοηθῇ, ἀναγκαίως πρόσκειται τῇ προγραφῇ τὸ, εἰς σύνεσιν· καὶ ἵνα συνῶμεν, ὡς ὁ πᾶς λόγος ᾠδὴν περιέχει ὑπὲρ τοῦ Ἀγαπητοῦ, ἢ κατὰ τὸν Σύμμαχον· Ἆσμα εἰς τὸν Ἀγαπητόν. Ἔνθα δὲ γενόμενος, πάντα ὅσα περὶ Ἀγαπητοῦ συνάξεις· οἷον ἐν Ἠσαΐᾳ· Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ Ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ· δι' ὧν σημαίνεται ἀμπελὼν μὲν ὁ οἶκος τοῦ Ἰσραήλ· τοῦτο γὰρ ἑξῆς ὁ λόγος δηλοῖ· ἠγαπημένος δὲ καὶ Ἀγαπητὸς ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, οὗ μερὶς γέγονε καὶ κλῆρος πρότερος ὁ δηλωθεὶς ἀμπελών. Ἐπεὶ δὲ πᾶς ἠγαπημένος καὶ ἀγαπητὸς ἔχει τὸν ἀγαπῶντα, σαφῶς διὰ τούτων ὁ λόγος παρίστησι τὸν ἀμπελῶνα κτῆμα γεγονέναι τοῦ Ἀγαπητοῦ τοῦ Θεοῦ, περὶ οὗ ἡ προκειμένη ᾠδὴ εἴ-
My heart has poured forth a good word; I speak my works to the King. My tongue is the reed-pen of a swift-writing scribe. Those who wept over so many things throughout the preceding psalms henceforth sing songs and chants instead of their former lamentations, showing that the Beloved of God has become for them the cause of the change from gloomy things; Whom also they hymn throughout the whole song. Yet seeing that these things were going to come to pass in long times afterwards, naturally they entitle the prophecy Unto the end, or a song of triumph, or to the Giver of victory, because of the victories over the intelligible foes. And they added to the title the phrase, on behalf of those who shall be changed; since those very ones who utter these words have made a change from gloomy words to the brighter song. Moreover the things conveyed throughout the whole song are filled with very great change. For both the Beloved of God, having emptied Himself, and taken the form of a servant, being found in fashion as a man, seemed to undergo no ordinary change, though unchangeable and immutable as God; and those redeemed through Him from captivity under the devil, and transferred into the freedom that is under God, have themselves truly undergone the fairest change. Wherefore also the queen introduced in the words is bidden to forget her own people and her father's house; and the foreign daughter of Tyre too is called unto this fair change; and virgins and certain sons born in place of fathers, and peoples confessing to God, were deemed worthy of the same change. For the sake of all of whom the song has been superscribed on behalf of those who shall be changed; and according to Aquila, upon the lilies; and according to Symmachus, on behalf of the flowers. For those who were changed, having breathed fragrance, and become fresh flowers of the Church, were named in this manner. Wherefore, in order that these things might be understood, there is necessarily attached to the superscription the phrase, for understanding; and in order that we may understand that the whole discourse contains a song on behalf of the Beloved, or according to Symmachus: A chant unto the Beloved. And having come to this point, you will gather together all the passages concerning the Beloved; as for instance in Isaiah: Now will I sing for the beloved a chant of my Beloved touching my vineyard. A vineyard belonged to the beloved; through which words the house of Israel is signified as the vineyard—for this the discourse shows next—while the beloved and Beloved is the Only-begotten Son of God, Whose portion and former lot was the vineyard indicated. And since every one beloved and dear has Him Who loves him, clearly through these words the discourse sets forth that the vineyard became the possession of the Beloved of God, concerning Whom the song before us has been spo-
Notes, col. 392

On the reading

Printed γεγηνέναι, for γεγονέναι.

PG 23:393Read from the page
ρηται, ὑπὲρ τοῦ Ἀγαπητοῦ. Καὶ ἐν Ψαλμοῖς δὲ λέλεκται· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ. Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ. Σαφῶς δὲ κἀνταῦθα ἰδίως μνημονευομένου Κυρίου τοῦ Θεοῦ τῶν ὅλων· καὶ πάλιν ἰδίως τοῦ Ἀγαπητοῦ, καὶ ἐν τῇ τρίτῃ τάξει τῶν εὐαγγελιζομένων τὸν Ἀγαπητὸν, οἷς δίδοσθαι ῥῆμα ἐξ αὐτοῦ τοῦ θεοῦ ἄνωθεν λέλεκται, καὶ ἡ περὶ τοῦ Σωτῆρος ἡμῶν συνίσταται μαρτυρία. Καὶ ἐν ἑτέρῳ δὲ αὖθις εἴρηται· Καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Προκείσθω τούτοις καὶ τὸ ἐπισφράγισμα τῶν ὅλων, τὸ σωτήριον Εὐαγγέλιον ἐν φωνῇ πατρικῇ τὸν Ἀγαπητὸν ἄνωθεν παρ' ἀνθρώποις ἐδείκνυ, βοώσῃ· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τοσούτων ἀποδεδειγμένων περὶ τοῦ Ἀγαπητοῦ, σαφὴς ἂν εἴη λοιπὸν καὶ ἀναμφίλεκτος ἡ προκειμένη προφητεία διὰ τῆς προγραφῆς φήσασα· Ὠδὴ ὑπὲρ τοῦ Ἀγαπητοῦ. Ὅτι δὲ ὁ Χριστὸς ἦν οὗτος, ἕτερος
ken, on behalf of the Beloved. And in the Psalms too it has been said: The Lord will give a word to those who preach good tidings with great power: The King of the hosts of the Beloved. And clearly here too, since the Lord the God of the universe is mentioned distinctly, and again distinctly the Beloved, and in the third rank those who preach good tidings of the Beloved, to whom a word is said above to be given from God Himself, the testimony concerning our Saviour is established as well. And in another place again it has been said: And the beloved as a son of unicorns. Let there be set beside these also the seal of all, the saving Gospel which in the Father's voice from above showed the Beloved among men, crying aloud: This is My beloved Son, in Whom I am well pleased. So many proofs having been demonstrated concerning the Beloved, the prophecy before us would henceforth be clear and indisputable in saying through the superscription: A song on behalf of the Beloved. And that this was Christ, being other
Τινὲς ᾠήθησαν, ὡς ἐκ προσώπου τοῦ Πατρὸς λέγεσθαι τὸν ψαλμὸν ἤτοι τὴν ᾠδὴν περὶ τοῦ ἐν ἀρχῇ ὄντος πρὸς αὐτὸν Λόγου, ὃν ἐκ τῆς οἱονεὶ καρδίας, ἢ αὐτῶν τῶν σπλάγχνων, φησὶ, προήγαγε· καὶ ἀπὸ ἀγαθῆς καρδίας ἀγαθὸς λόγος προῆλθεν. Ἐμοὶ δὲ δοκεῖ ταῦτα ἐπὶ τὸ προφητικὸν ἀναφέρεσθαι πρόσωπον· τὰ γὰρ ἐφ' ἑξῆς τοῦ ῥητοῦ οὐκέτι ὁμοίως ἐξομαλίζει ἡμῖν τὴν περὶ τοῦ Πατρὸς ἐξήγησιν. Οὔτε γὰρ ἂν περὶ τῆς ἑαυτοῦ γλώσσης ὁ Πατὴρ εἶπεν, ὅτι·
Some supposed that the psalm or the song is spoken as from the person of the Father concerning the Word Who was in the beginning with Him, Whom He brought forth as though out of His heart, or His very bowels, he says; and from a good heart a good word came forth. To me, however, these words seem to be referred to the prophetic person; for what follows next in the text no longer similarly smooths out for us the interpretation concerning the Father. For neither would the Father have said concerning His own tongue:
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Οὐ γὰρ ἐκ τῆς πρὸς τοὺς ἀνθρώπους συγκρίσεως τὴν ὑπεροχὴν τοῦ κάλλους ἔχει. Καὶ προϊὼν δέ φησι· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως· οὐ γὰρ εἶπεν· Ἔχρισά σε ἐγὼ ὁ Θεὸς, ἀλλ' ἔχρισέ σε· ὥστε ἐκ τούτου παρίστασθαι ἕτερον εἶναι τὸ διαλεγόμενον πρόσωπον. Ποῖον οὖν ἐστι τοῦτο ἢ ὁ προφήτης, ὁ χωρήσας τὴν τοῦ ἁγίου Πνεύματος εἰς ἑαυτὸν γενομένην ἐνέργειαν;
My tongue is the reed-pen of a swift-writing scribe. Fair in beauty beyond the sons of men. For He does not hold superiority of beauty from comparison with men. And proceeding further he says: Therefore God, Thy God, has anointed Thee with the oil of exultation; for he did not say: I, God, have anointed Thee, but He has anointed Thee; so that from this it is established that the person speaking is another. Who then is this other than the prophet, who received the working of the Holy Spirit that came into himself?
Ἀντὶ δὲ τοῦ· Ἐξηρεύξατο ἡ καρδία μου, ὁ Σύμμαχος· Ἐκινήθη, φησὶν, ἡ καρδία μου λόγῳ ἀγαθῷ. Ὡς γὰρ ἑτέρου ἀπαγγείλαντος τὸν λόγον, αὐτὸς κεκινῆσθαί φησι διὰ τῆς ἀκοῆς. Ἐν τῷ φάσκειν· Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ, οὐδέτερον δηλοῦσι βασιλέα, ἢ τὸν Ἀγαπητὸν αὐτὸν, ᾧ καὶ τὰ ἑξῆς πεφώνηται. Τούτῳ γὰρ, φησὶ, τὰ ἔργα μου διηγήσομαι· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον, τὰ δικαιώματά μου ἐξαγγελῶ. Πολλῆς δὲ γέμων παῤῥησίας ἐπ' ἀγαθοῖς ἔργοις ὁ τῶν προφητῶν χορὸς, ταῦτα λέγειν τεθάρσηκεν. Εἰ δὲ καὶ γνῶναι ποθεῖς τίνα ἦν τῶν προφητῶν τὰ ἔργα, μάθοις ἂν διὰ τῶν ἔμπροσθεν, ἐν οἷς ἔφασκον· Ταῦτα πάντα ἦλθεν ἐφ' ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν Διαθήκῃ σου· καὶ πάλιν· Ὅτι
And instead of: My heart has poured forth, Symmachus says: My heart was moved by a good word. For as though another had announced the word, he says that he himself has been moved through hearing it. In saying: I speak my works to the King, they indicate no other king than the Beloved Himself, to Whom also what follows is addressed. For to Him, he says, I will recount my works; or according to Aquila and Symmachus, I will declare my righteous deeds. And filled with great boldness over good works, the choir of the prophets took courage to say these things. And if you also desire to know what the works of the prophets were, you may learn through the preceding words, in which they said: All these things have come upon us, and we have not forgotten Thee, and we did not deal unjustly in Thy Covenant; and again: Because
PG 23:396Read from the page
ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν. Μέγα δὲ ἦν ἔργον καὶ τὸ διὰ γλώττης τὰ μέλλοντα προφητεύειν, καὶ τῷ βασιλεῖ διακονεῖσθαι τὴν εὐαγγελικὴν ᾠδήν. Ἀντὶ δὲ τοῦ· Κάλαμος γραμματέως ὀξυγράφου, ὁ μὲν Ἀκύλας· Σχοῖνος γραμματέως ταχινοῦ· ὁ δὲ Σύμμαχος· ἡ γλῶσσά μου, φησὶ, γραφεῖον γραφέως ταχινοῦ. Σφόδρα δὲ θαυμαστῶς τὴν ἑαυτοῦ γλῶσσαν, οὐ χεῖρα γραμματέως ἐπιστήμονος, οὐδὲ γραμματέα φησὶν, ἀλλὰ κάλαμον γραμματέως ὀξυγράφου· δηλῶν, ὅτι ὄργανον ἦν ἡ προφητικὴ γλῶσσα ἑτέρου τοῦ χρωμένου αὐτῇ, ἁγίου Πνεύματος· ὅπερ ὁ γραμματεὺς, οὗ γραφεῖον καὶ κάλαμος ἐτύγχανεν ἡ τῶν προφητῶν γλῶσσα, ὥσθ' ἕτερον εἶναι τὸν ὀξυγράφον γραμματέα, δηλαδὴ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ ἕτερον τὸν προφήτην, καὶ τρίτον τὴν γλῶσσαν τὴν προφητικὴν, ἣ καλάμου καὶ γραφείου
for Thy sake we are put to death all the day long. And it was a great work also to prophesy things to come through the tongue, and to minister the evangelical song to the King. And instead of: The reed-pen of a swift-writing scribe, Aquila has: The reed of a swift scribe; while Symmachus says: My tongue is the stylus of a swift writer. And very marvellously he calls his own tongue not the hand of a skilled scribe, nor a scribe, but the reed-pen of a swift-writing scribe; showing that the prophetic tongue was an instrument of another Who used it, the Holy Spirit; which was the scribe, Whose stylus and reed-pen the tongue of the prophets was, so that the swift-writing scribe is one, namely the Holy Spirit, and the prophet another, and a third the prophetic tongue, which of reed-pen and stylus
Εἰδέναι δὲ δεῖ, ὡς κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν συνῆπται ἡ διάνοια τῷ καλάμῳ τοῦ γραμματέως, ὑφ' ἕνα τε στίχον τὸ ὅλον ἀπείληπται λόγιον, οὕτως ἔχον· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου· ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπεὶ δὲ ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ, τὴν τῶν ἀνωτέρω διάνοιαν περιγράψαντες, ἀπὸ ἑτέρας ἀρχῆς τὴν ἔκθεσιν ἐποιήσαντο· εἰκότως καὶ ἡμεῖς ἐξ ἑτέρας ἀρχῆς τό· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, παρεθήκαμεν. Ὁ μὲν οὖν Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον, Κάλλει ἐκαλλιώθης ἀπὸ υἱῶν ἀνθρώπων· ὁ δὲ Σύμμαχος· Κάλλει καλὸς εἶ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ὥστε εἶναι τὰ πρῶτα τῆς ᾠδῆς ἀντὶ προοιμίου λελεγμένα. Μέλλων γὰρ εὐαγγελίζεσθαι τὸν ὑπὲρ τοῦ Ἀγαπητοῦ λόγον, καὶ τὴν ὑπὲρ αὐτοῦ προφέρειν ᾠδὴν ὁ προφητικὸς χορὸς, προοιμίῳ κέχρηται, στήσας τὸ προοίμιον ἕως τοῦ· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἐντεῦθεν δὲ λοιπὸν ἀπάρχεται τῆς εἰς πρόσωπον τοῦ Ἀγαπητοῦ ᾠδῆς· ἀναφωνεῖ τε πρὸς αὐτόν· Ὡραῖος εἶ κάλλει, καλὸς εἶ, ἢ κάλλει ἐκαλλιώθης, ἢ κάλλει ὡραιώθης, ὦ Ἀγαπητὲ, παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Εἰ γὰρ καὶ τὰ μάλιστα εἷς τις γέγονας καὶ αὐτὸς υἱῶν τῶν ἀνθρώπων, καὶ κατηριθμήθης τοῖς ἐπὶ γῆς πολιτευσαμένοις· ἀλλ' οὐκ ἔστι παραβάλλειν τῷ κάλλει σου ἕτερον. Δῆλον δὲ, ὅτι κατὰ τὴν ἀρετήν· οὕτω γὰρ οὔτε δόξει ἐναντία τούτοις Ἠσαΐας λέγειν φήσας· Καὶ ἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐκεῖνα γὰρ τὸν σταυρὸν καὶ τὸ πάθος προανεφώνει, ἃ παροινίας καὶ ὕβρεως ὑπῆρχε μεστά· διὸ δὴ καὶ ἐπήγαγεν ὁ προφήτης· Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Ὁ δὲ ψαλμὸς κάλλος αὐτοῦ καλεῖ, καθ' ἃ εἴρηται, οὐ τὸ τοῦ σώματος, ἀλλὰ τὸ τῆς ἀρετῆς, ἁμαρτίας οὐ δεξάμενον σπῖλον. Τούτοις ἑξῆς εἴρηται· Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ θεὸς εἰς
Now one must know that according to the translation of the Seventy the sense is joined to the reed-pen of the scribe, and under a single verse the whole oracle is comprised, running thus: My tongue is the reed-pen of a swift-writing scribe; fair in beauty beyond the sons of men. But since the Hebrew text and the remaining translators, having rounded off the sense of the words above, made their exposition from a fresh beginning, naturally we too have set down from a fresh beginning the clause: Fair in beauty beyond the sons of men. Aquila accordingly translated in this manner, In beauty Thou wast made fair above the sons of men; while Symmachus has: In beauty Thou art fair beyond the sons of men; so that the opening words of the song have been spoken by way of a prelude. For being about to proclaim the good tidings of the word on behalf of the Beloved, and to bring forth the song on His behalf, the prophetic choir has used a prelude, stopping the prelude as far as: My tongue is the reed-pen of a swift-writing scribe. And from this point onward it begins the song addressed to the person of the Beloved; and cries aloud to Him: Fair art Thou in beauty, beautiful art Thou, or in beauty wast Thou made beautiful, or in beauty wast Thou made fair, O Beloved, beyond the sons of men. For even though very much indeed Thou Thyself hast also become one of the sons of men, and wast numbered among those who lived upon earth, yet it is impossible to compare another to Thy beauty. And it is plain that this is in respect of virtue; for thus Isaiah too will not seem to say things contrary to these when he says: And we saw Him, and He had no form nor beauty; rather His form was dishonoured, failing beyond the sons of men. For those words proclaimed beforehand the cross and the passion, which were full of outrage and insult; wherefore indeed the prophet also added: Being a man in calamity, and knowing how to bear infirmity, He was dishonoured and not esteemed. Whereas the psalm calls His beauty, according to what has been said, not that of the body, but that of virtue, which received no stain of sin. Next after these words it is said: Grace has been poured out upon Thy lips; therefore God has blessed Thee for