τῶν δικαίων αὐτῶν, δικάσαι τε καὶ κρίνειν αὐτοὺς ὀρθῶς· τὸν αὐτὸν τρόπον καὶ ὁ θεοφιλὴς διὰ τῶν προκειμένων τῷ Θεῷ φησι· Κρῖνόν μοι, ὁ Θεὸς, οὐχὶ, κρῖνόν με· κατὰ δὲ τὸν Σύμμαχον, κρῖνόν μοι. Σὺ γὰρ αὐτὸς γενοῦ μοι κριτὴς, καὶ τὴν κρίσιν μου ταύτην κρῖνον, καὶ ὑπερδίκησον τῆς δίκης μου, ἵνα, τυχὼν ἐκδικίας, συμβάλωμαι τῇ σωτηρίᾳ τοῦ παντὸς πλήθους τὰ ἐμαυτοῦ κατορθώματα.
to their just pleas, and to do justice and judge them rightly; in the same way also the God-loving man says to God through the words before us: Judge for me, O God, not, judge me; for according to Symmachus, it is judge for me. For do Thou Thyself become judge for me, and judge this judgement of mine, and champion my cause, so that, obtaining vindication, I may contribute my own upright deeds to the salvation of the whole multitude.
Ἐξαπόστειλον τὸ φῶς σου, καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. Νοήσεις καὶ οὕτως· Τοῦ παρὰ σοὶ φωτὸς καὶ τῆς παρὰ σοὶ ἀληθείας τυχὼν ὁδηγηθήσομαι, ὑπὸ μὲν τοῦ φωτὸς φωτιζόμενος, ὑπὸ δὲ τῆς σῆς ἀληθείας χειραγωγούμενος ἐπὶ τὸ ὄρος τὸ ἅγιόν σου τὸ ἐπουράνιον καὶ ἐπὶ τὰ αὐτόθι σκηνώματά σου, περὶ ὧν καὶ ἐν τῷ πρὸ τούτου ἔλεγον· Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος· ὡς ἂν δέ σοι τῷ Θεῷ ἱερωμένος, ἐπὶ τὰ ἐνδοτάτω καὶ μέχρι τοῦ θυσιαστηρίου ἥξω, καὶ πρὸς σὲ τὸν Θεὸν ἐλεύσομαι τὸν εὐφραίνοντα τὴν νεότητά μου τὴν πνευματικήν. Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεός. Κιθάραν δὲ τὸ σῶμά φησι, δι' οὗ ἀνακρούεσθαι πέφυκεν ὁ νοῦς, καὶ διὰ τῶν αἰσθητηρίων ὥσπερ διὰ χορδῶν τὴν τῷ Θεῷ πρέπουσαν μελῳδίαν ἀναπέμπειν εἴωθε. Σαφῶς δὲ διὰ τούτων ὁ χορὸς ὁ προφητικὸς παρακαλεῖ τὸ φῶς ἀποσταλῆναι τοῦ Θεοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, ὡς μηδέπω τότε φαῖνον ἐπὶ τῆς γῆς, μηδὲ τῆς ἀληθείας ὑπαρχούσης πως σὺν ἀνθρώποις, ὅτε ταύτας ἠφίει τὰς φωνάς. Φῶς δὲ ἀποστελλόμενον ἕτερον ἂν εἴη τοῦ ἀποστέλλοντος, περὶ οὗ εἴρηται· Ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Διδάσκει δὲ καὶ αὐτὸς ὁ Σωτὴρ αὐτοπροσώπως λέγων· Ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή. Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου καὶ ὁ Θεός μου. Σύμμαχος δέ· Τί καταῤῥέεις, ψυχή μου, καὶ τί θορυβεῖς ἐπ' ἐμέ; Ἀνάμεινον τὸν Θεόν· εἰσαεὶ γὰρ ἐξομολογήσομαι αὐτῷ, τῇ σωτηρίᾳ τοῦ προσώπου μου καὶ τῷ Θεῷ μου. Ἀνάμεινον, φησὶν, ἵνα καὶ αὐτὴ δυνηθῇς ποτε εἰπεῖν· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀλλὰ καὶ ἔλπισον ἐπὶ τὸν Θεόν· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Τί γὰρ ἂν χρὴ ταράττεσθαι; τί δὲ περίλυπον γίνεσθαι, τοσούτων προσδοκωμένων ἀγαθῶν; Ἔτι γὰρ μικρὸν ὅσον ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ, καὶ τὸ φῶς ἀποσταλήσεται, καὶ ἡ ἀλήθεια παραγενήσεται, καὶ τὰ προφητευθέντα τέλους τεύξεται· καὶ τέλος παντὸς λόγου τὸ σωτήριόν ἐστι τοῦ προσώπου, αὐτὸς ὁ Θεός μου. Ἐπειδὰν γὰρ καταξιωθῶ, παραστὰς τῷ Θεῷ, πρόσωπον πρὸς πρόσωπον ἐποπτεῦσαι τὸ σωτήριον, περὶ οὗ πολὺς ὁ λόγος διὰ πασῶν τῶν Γραφῶν· τότε δὴ αὐτῷ ἐξομολογήσομαι ὡς ἂν Θεῷ
Send forth Thy light, and Thy truth; they have guided me and led me unto Thy holy mountain, and unto Thy tabernacles. You will understand it thus also: Having obtained the light that is with Thee and the truth that is with Thee I shall be guided, illuminated by the light, and led by the hand by Thy truth unto Thy heavenly holy mountain and unto Thy tabernacles there, concerning which I also said in the psalm before this: For I shall pass through in the place of a marvellous tabernacle unto the house of God in a voice of exultation and confession of a sound keeping festival; and as consecrated to Thee, O God, I shall come to the innermost places and as far as the altar, and I shall go in unto Thee, O God, Who gladdenest my spiritual youth. I will confess to Thee upon the harp, O God. By harp he means the body, through which the mind is naturally wont to strike up music, and through the organs of sense as though through strings is accustomed to send up the melody fitting for God. And clearly through these words the prophetic choir calls upon the light of God and His truth to be sent forth, since at that time it was not yet shining upon the earth, nor did the truth yet exist in a manner among men, when it uttered these voices. And light being sent forth would be other than Him Who sends it forth, concerning which it has been said: There was the light that enlightens every man coming into the world. And the Saviour Himself also teaches in His own person, saying: I am the light and the truth and the life. Why are you cast down, O my soul, and why do you trouble me? Hope in God, for I will confess to Him, the salvation of my countenance and my God. And Symmachus: Why do you waste away, my soul, and why do you make tumult against me? Wait for God; for evermore I will confess to Him, to the salvation of my countenance and my God. Wait, he says, that you yourself also may one day be able to say: Waiting I waited for the Lord, and He attended to me. Yea, hope also in God; for hope does not put to shame. For what need could there be to be troubled? And why become cast down, when so many good things are awaited? For yet a very little while, He Who is coming will come, and will not tarry, and the light will be sent forth, and the truth will arrive, and the things prophesied will attain their end; and the end of every word is the salvation of the countenance, my God Himself. For whenever I am deemed worthy, standing beside God, to behold face to face the salvation concerning which there is much discourse throughout all the Scriptures, then indeed I will confess to Him as to my God