δέεσθαί με πρὸς σέ. Τίνα δὲ διάνοιαν περιέχει ὁ τῆς δεήσεως λόγος, φέρε κατανοήσωμεν. Βοᾷν φησὶ πρὸς Κύριον, ἐπικαλεῖσθαί τε αὐτὸν ὡς ἴδιον αὐτοῦ Θεόν. Σὺ γὰρ, φησὶν, ὁ καταξιώσας ἐμὸς χρηματίσαι Θεὸς, καθ' ἣν περιποιῆσαι πρὸς τοὺς ἁγίους ἐπαγγελίαν εἰπών· Καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Παράδεξαί μου τὴν δέησιν. Καὶ μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ταῦτα δ' ἔφασκεν ἐν ἀγωνίᾳ καθεστώς· μή πη ἄρα τοῖς μετὰ τὴν ἀνάλυσιν τοῦ θνητοῦ βίου καταβαίνουσιν εἰς τὸν τοῦ θανάτου λάκκον παρομοιωθείη. Εἰ γὰρ τὰ μάλιστα ἐν τῷ πρὸ τούτου ἔλεγε ψαλμῷ· Πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων· ἀλλ' ὅμως ὡς ἄνθρωπος, ἔτι σάρκα περικείμενος, ἠγωνία διὰ τὸ σαθρὸν καὶ εὐμετάβολον τοῦ βίου. Ἐπεὶ καὶ ὁ Ἀπόστολος ἠγωνία, μήπως, ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται. Λάκκον δὲ εἰώθασιν οἱ θεῖοι λόγοι ὀνομάζειν τὸ τῶν ψυχῶν οἰκητήριον τὸ ἐν τῷ καλουμένῳ ᾅδῃ· ὃ δὴ παρίστησιν αὐτὸς ὁ Δαυῖδ οὐκ εἰς μακρὰν ἐν τῷ κθʹ ψαλμῷ λέγων· Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ὁρᾷς ὅπως τὸν ᾅδην καὶ τὸν λάκκον ἐν ταὐτῷ διὰ τούτων συνῆψεν; Ἀλλ' ἐν μὲν τῷ μετὰ χεῖρας βοὰς πρὸς τὸν Θεὸν ἀφίησιν, παρακαλῶν μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον· ἐν δὲ τῷ ἐννάτῳ καὶ εἰκοστῷ κατωρθῶσθαι αὐτῷ τὰ τῆς εὐχῆς διδάσκει λέγων· Κύριε, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Προσφυῶς δὲ λάκκος ὠνόμασται τὸ ἐν τῷ ᾅδῃ τῶν ψυχῶν οἰκητήριον. Ὡς γὰρ ὁ λάκκος δοχεῖόν ἐστι τῶν ἄνωθεν καὶ ἐξ ὕψους εἰς αὐτὸν καταφερομένων ὑδάτων· τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ θανάτου χῶρος, ὁ καλούμενος ᾅδης τὰς ἄνωθεν ἀπὸ τοῦ τῶν ἀνθρώπων βίου εἰς αὐτὸν καταφερομένας ψυχὰς ὑποδεχόμενος, προσφυῶς λάκκος ὠνόμασται. Παρακαλεῖ τοίνυν μὴ συνελκυσθῆναι εἰς τὸν δεδηλωμένον λάκκον. Τοῦτο δὲ, φησὶν, ἔσται, εἰ ὅμοιος γενοίμην τοῖς λοιποῖς ἀνθρώποις τοῖς μὴ εἰσακουομένοις ὑπὸ σοῦ· ὃ δὴ σημεῖον τυγχάνει τῆς σῆς ἀποστροφῆς. Ἀντὶ δὲ τοῦ· Μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, ὁ Σύμμαχος, μὴ σιγήσῃς ἐξ ἐμοῦ, φησί· μήποτε, ἡσυχάσαντός σου ἄποθέν μου, ὁμοιωθῶ τοῖς καταβαίνουσιν εἰς λάκκον.
I make supplication unto Thee. Come, let us consider what meaning the word of supplication contains. He says that he cries aloud unto the Lord, and calls upon Him as his own God. For Thou, he says, art He Who deigned to be styled my God, in accordance with the promise Thou hast made unto the saints, saying: And I will be their God, and they themselves shall be to Me a people. Receive my supplication. And do not pass me over in silence, lest perchance Thou pass me over in silence, and I become like those going down into a pit. And he spoke these things while standing in anguish, lest somehow after the dissolution of mortal life he should come to resemble those going down into the pit of death. For even though in the psalm before this one he very much used to say, I believe that I shall see the good things of the Lord in a land of the living, nevertheless as a human being, still clothed around with flesh, he was in anguish on account of the frailty and changeableness of life. Since the Apostle too was in anguish lest perchance, having heralded to others, he himself might become disqualified. Now the divine oracles are accustomed to name a pit the dwelling-place of souls in what is called Hades; which very thing David himself shows not far off in the 29th psalm, saying: O Lord my God, I cried aloud unto Thee, and Thou didst heal me; O Lord, Thou didst bring up my soul out of Hades; Thou didst save me from those going down into a pit. Do you see how through these words he joined Hades and the pit together in the same place? Yet in the psalm in hand he sends forth cries unto God, entreating not to be made like those going down into a pit; whereas in the twenty-ninth he teaches that the matters of his prayer had been accomplished for him, saying: O Lord, I cried aloud unto Thee, and Thou didst heal me; Thou didst save me from those going down into a pit. Fittingly, moreover, has the dwelling-place of souls in Hades been named a pit. For just as a pit is a receptacle for waters carried down into it from above and from on high, in the same way also the region of death, which is called Hades, welcoming the souls carried down into it from above out of human life, has fittingly been named a pit. He entreats, accordingly, not to be dragged down together into the aforesaid pit. And this, he says, will happen if I should become like the rest of human beings who are not hearkened to by Thee—which indeed happens to be a sign of Thy turning away. And instead of, Do not pass me over in silence, Symmachus says, Do not be silent away from me; lest perchance, when Thou hast kept quiet afar from me, I become like those going down into a pit.
Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς, καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς. Ἔργα δὲ Κυρίου εἴποις ἂν τὴν τῶν γενητῶν πάντων ὑπόστασιν, καθ' ἣν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ πάντα παρήγαγεν ὁ τῶν πάντων ποιητὴς Θεός· ἔργα δὲ χειρῶν αὐτοῦ τὴν τῶν γενομένων διοίκησιν, καθ' ἣν προνοεῖ καὶ διέπει ὡσπερεὶ χερσὶ ταῖς ἑαυτοῦ προνοητικαῖς δυνάμεσ⟨ι⟩ διακυβερνῶν τὰ πάντα.
Because they did not understand the works of the Lord, and the works of His hands, Thou wilt pull them down, and wilt by no means build them up. You might call the works of the Lord the existence of all originated things, according to which God the Maker of all brought all things forward out of non-being into being; and the works of His hands the administration of the things that have come into being, according to which He exercises providence and manages, steering all things through by His providential powers as though by hands.