Κύριος φωτισμός μου, καὶ σωτήρ μου, τίνα φοβηθήσομαι ; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω ; Καὶ διὰ τοῦτο τί διδάσκει τὸ Πνεῦμα τὸ προφητικόν ; Ὅπως προσήκει τὸν τῷ Θεῷ ἀνακείμενον εὐχαριστεῖν αὐτῷ, καὶ ὁποῖα παρὰ τοῦ Θεοῦ αἰτεῖν. Περιέχει δὲ ὁ λόγος εὐχαριστίαν. Εἰκότως τοίνυν οὔτε ψαλμὸς, οὔτε ᾠδὴ, οὔτε τι τῶν παραπλησίων ἐπιγέγραπται· Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι ; Ὁ μὲν τὴν ψυχὴν ἐν νυκτὶ καὶ σκότῳ καλινδούμενος, οὐκ εἰδὼς ὅποι φέρεται καὶ ὅπως προσκόπτει, μυρία κακὰ φοβηθήσεται, ὡς ἂν παντελῶς ἐπισπώμενος· ὅθεν πάντα φόβον ὑπιδόμενος καταπτήσσει, καὶ τῆς εἰς τὸν Θεὸν ὁμολογίας ἔξαρνος γίνεται. Ὁ δὲ τῆς ψυχῆς τοὺς ὀφθαλμοὺς ὑπὸ τῆς Κυρίου ἐλλάμψεως φωτισθεὶς πρῶτον μὲν ἁπάντων αὐτὸν τὸν αὐτοῦ πρόμαχον καὶ σωτῆρα ὁπόσος τίς ἐστι θεωρεῖ· εἶτ' ἔργῳ παραλαβὼν, ὡς ὁ τῶν ἁπάντων δεσπότης καὶ Κύριος, θυρεὸς αὐτοῦ καὶ ὅπλον ἄμαχον καὶ ὑπερασπιστὴς καθέστηκεν, ἀτρεμὴς γίνεται, καὶ ἅτε τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς ἀτρεμεῖς ἔχων, καὶ πεφωτισμένους, πάντας τοὺς ἑαυτοῦ ἐχθροὺς, εἴτε τοὺς τὸν Θεὸν ἀγνοοῦντας ἀνθρώπους, εἴτε τὰς ἀοράτους καὶ πονηρὰς δυνάμεις, ἐρήμους ὁρᾷ τοῦ τοσούτου σωτῆρος καὶ βοηθοῦ, καὶ ὡς ἤδη πεπτωκότας θεωρεῖ· διὸ πάσης αὐτῶν τῆς ἐπιβουλῆς καταγελᾷ θαρσῶν τῷ ἑαυτοῦ ὑπερμάχῳ· διό φησιν· Εἰ μὲν μή μοι ὁ τοσοῦτος παρῆν βοηθὸς, φωτίζων μου τὴν ψυχὴν καὶ ὑπερασπίζων μου τῆς ζωῆς, εἰκότως ἐφοβήθην ἂν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, τούς τε ὑπὸ τούτων ἐνεργουμένους, καὶ κατὰ τῶν τοῦ Θεοῦ ἀθλητῶν ἐπανισταμένους. Ἱκανοὶ γὰρ ἦσαν οὗτοι θορυβῆσαι τὴν ψυχήν μου μὴ πεφωτισμένην· ἐπεὶ δὲ αὐτὸς ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ Θεοῦ Υἱὸς, φωτισμὸς τυγχάνει, ὁ αὐτὸς δὲ καὶ σωτήρ μου ἐστὶν, εἰκότως φήσαιμ' ἂν, Τίνα φοβηθήσομαι ; Οὐδένα γὰρ ἐπιστραφήσομαι τῶν τοσούτων ἐχθρῶν, οὐδὲ ἀπό τινος τούτων δειλιάσω, θαρσῶν τῷ ὑπερασπιστῇ τῆς ζωῆς μου. Πάλιν δ' ἐνταῦθα τηρήσεις, ὡς τὸ, Σωτήρ μου, ἐν τῷ Ἑβραϊκῷ, τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ αὐτοῖς χαρακτῆρσιν Ἑβραϊκοῖς περιέχει, ἐν οἷς ἄν τις τὸν Ἰησοῦν γράψειεν.
The Lord is my illumination and my Saviour; whom shall I fear? The Lord is the defender of my life; before whom shall I be dismayed? And through this what does the prophetic Spirit teach? How it befits him who is consecrated to God to give thanks to Him, and what sort of things to ask from God. And the discourse contains thanksgiving. Reasonably therefore neither psalm, nor ode, nor anything of the like is inscribed as title: The Lord is my illumination and my Saviour; whom shall I fear? He who wallows in soul in night and darkness, knowing neither whither he is borne nor how he stumbles, will fear countless evils, inasmuch as he draws them wholly upon himself; whence, suspecting every fear, he cowers down, and becomes a denier of confession towards God. Whereas he who in the eyes of his soul has been enlightened by the illumination of the Lord first of all beholds his own Champion and Saviour Himself, how great a One He is; next, having learned by deed that the Master and Lord of all has become his shield and invincible weapon and defender, he becomes unshaken, and inasmuch as he has the eyes of his soul unshaken and enlightened, he sees all his own enemies—whether men ignorant of God, or the invisible and wicked powers—bereft of so great a Saviour and Helper, and beholds them as already fallen; wherefore he laughs to scorn all their plotting, taking courage in his own Champion; wherefore he says: Had not so great a Helper been present with me, enlightening my soul and defending my life, reasonably should I have feared the principalities and the authorities and the world-rulers of this darkness, and the spiritual forces of wickedness (Eph. 6:12), and those worked upon by them and rising up against the athletes of God. For these were sufficient to trouble my soul had it not been enlightened; yet since the Master of all Himself, the Son of God, is illumination, and the Same is also my Saviour, reasonably might I say, Whom shall I fear? For I shall pay no heed to any of so many enemies, nor shall I be dismayed before any of them, taking courage in the Defender of my life. And here again you will observe that the phrase, my Saviour, in the Hebrew contains the name of our Saviour Jesus Christ in the very Hebrew characters in which one would write Jesus.
Ὁ δὲ ταῦτα λέγων διδάσκει ὁποίου πειραθεὶς τοῦ ἑαυτοῦ σωτῆρος, τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς κατεγέλασε· διό φησιν· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας, τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντες καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν. Οἱ μὲν ἐπίεσάν μοι θηρίων ἀτιθάσσων δίκην, μονονουχὶ καταπιεῖν με βουλόμενοι καὶ αὐτάς μου καταμασήσασθαι τὰς σάρκας. Διὸ λέλεκται παρὰ τῷ Συμμάχῳ· Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακούργους εἰς
And he who speaks these words teaches what sort of Saviour of his own he had experienced when he laughed to scorn the plotting of his enemies; wherefore he says: When evildoers draw near against me to eat up my flesh, those who afflict me and my enemies, they themselves grew weak and fell. They indeed came upon [printed: pressed] me after the manner of untamed wild beasts, all but wishing to swallow me down and chew up my very flesh. Wherefore it is said in Symmachus: When malefactors draw near against me in order to