Migne Reading Room

PG 23 · cols. 253–264 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:253Read from the page
δι' ὧν ἡ κλῆσις τῶν ἐθνῶν φαίνεται κατωρθωμένη· οἷς ὁ μετὰ χεῖρας λόγος προστάττει φέρειν τῷ Κυρίῳ πρῶτον μὲν ἁπάντων υἱοὺς κριῶν, ἀλλ' οὐ κριούς· ἐπειδήπερ πρὸς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν ἐλέγετο ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν υἱοί σου. Τῶν δὲ πατέρων λήθην ποιήσασθαι παρεκελεύσατο αὐτῇ ὁ λόγος εἰπών· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου· ὅτι αὐτός ἐστι Κύριός σου. Ταῦτα γὰρ οὐδὲ πρὸς ἄλλην ἢ πρὸς μόνην τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ ἐλέγετο· παραινοῦντος αὐτῇ τοῦ θείου Πνεύματος λήθην ποιήσασθαι τοῦ προτέρου αὐτῆς λαοῦ, καὶ τοῦ οἴκου τοῦ πατρὸς αὐτῆς διὰ τὴν πολύθεον πλάνην, καὶ τὴν τῶν πατέρων αὐτῆς δεισιδαιμονίαν. Εἶτ' ἐπειδὴ τῶν πατέρων ἐπιλαθέσθαι αὐτῇ παρεκελεύσατο, ἀναγκαίως ἐπάγει λέγων· Ἀντὶ τῶν πατέρων σου ἐγενήθησαν οἱ υἱοί σου. Τούτους υἱοὺς κριῶν διὰ τὸ ἄλογον ἀποκαλεῖ. Εἶτ' ἐπιλέγει· Ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμήν· ὃ δὴ νοήσεις ἀπὸ τῆς τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς
through whom the calling of the nations manifestly has been accomplished; whom the word in hand commands to bring to the Lord first of all sons of rams, and not rams; inasmuch as unto the Church from the nations it was said in the forty-fourth psalm: Instead of your fathers there came to be your sons. And the word exhorted her to forget her fathers, saying: Hear, O daughter, and see, and incline your ear, and forget your people, and the house of your father; and the King will desire your beauty, because He Himself is your Lord. For these things were spoken to none other than to the Church of Christ alone, the divine Spirit admonishing her to forget her former people and the house of her father on account of polytheistic error and the superstition of her fathers. Next, since He had exhorted her to forget her fathers, of necessity He subjoins, saying: Instead of your fathers there came to be your sons. These He terms sons of rams on account of their lack of reason. Next he adds: Bring to the Lord glory and honour; which very thing you will understand from our Saviour's exhortation unto the
Καὶ τρίτον ἔτι πρὸς τούτοις, φέρειν τῷ Κυρίῳ προστάττει συμφώνως ὁ μετὰ χεῖρας ψαλμὸς, καὶ ὁ ἐνενηκοστὸς πέμπτος, δόξαν ὀνόματι αὐτοῦ. Αὐτῷ μὲν γὰρ προσφέρομεν δόξαν διὰ δογμάτων ἐῤῥωμένων· ἀλλὰ καὶ τιμὴν αὐτῷ προσφέρομεν, πειθαρχοῦντες προστάγματι λέγοντι· Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. Τῷ δὲ ὀνόματι αὐτοῦ δόξαν περιάπτομεν, ἐπειδὰν λάμπῃ ἡμῶν τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων· ὥστε ὁρῶντας αὐτοὺς δοξάζειν τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὅπως δὲ παρὰ τοῖς ἔθνεσι τὸ ἤνομα αὐτοῦ δοξάζεται, καὶ ὁ διὰ τοῦ προφήτου παρίστησι λόγος πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτεινόμενος καὶ λέγων· Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν· ὑμεῖς δὲ βεβηλοῦντες αὐτό. Πρὸς τούτοις ἅπασιν οἱ δηλωθέντες υἱοὶ τοῦ Θεοῦ, ἢ υἱοὶ τῶν κριῶν κελεύονται προσκυνεῖν τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Οὐ γὰρ ἔξω τῆς αὐλῆς βούλεται, οὐδὲ ἀνακεχωρημένως ἰδιάζοντας προσκυνεῖν αὐτῷ, ἀλλ' ἀπαντῶντας εἰς τὴν Ἐκκλησίαν αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ, ὁ μὲν Ἀκύλας, ἐν διαπρεπείᾳ ἡγιασμένῃ, ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ἐν διαπρεπείᾳ ἁγίᾳ. Βούλεται γὰρ ἡμᾶς ὁ λόγος μετὰ τοὺς ἐν ἁγιασμῷ γενομένους καὶ ἐν εὐπρεπείᾳ.
And thirdly, besides these things, the psalm in hand, and harmoniously the ninety-fifth, commands them to bring to the Lord glory for His name. For to Him indeed we offer glory through sound doctrines; moreover we also offer Him honour, obeying a command that says: Honour the Lord from your righteous labours, and offer first-fruits to Him from your fruits of righteousness. And we attach glory to His name whenever our works shine in front of men, so that seeing them they glorify our Father Who is in the heavens. And how His name is glorified among the nations, the word through the prophet also shows, addressing itself to the nation of the Jews and saying: My pleasure is not in you, says the Lord Almighty, and I shall not accept a sacrifice from your hands; because from the risings of the sun unto its settings My name has been glorified among the nations, and in every place incense is offered to My name and a pure sacrifice; because great is My name among the nations, whereas you profane it. In addition to all these things, the aforesaid sons of God, or sons of rams, are bidden to worship the Lord in His holy court. For He wills them to worship Him not outside the court, nor keeping apart in withdrawal, but assembling together into His Church. Instead of, in His holy court, Aquila rendered, in sanctified magnificence; and Symmachus, in holy magnificence. For the word wills us with those who have come to be in sanctification and in comeliness.
Notes, col. 253

On the reading

Printed ἤνομα, for ὄνομα.

PG 23:256Read from the page
Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε· Κύριος ἐπὶ ὑδάτων πολλῶν. Ὅτι, αἰθρίας οὔσης ἐπὶ τὴν κορυφὴν τοῦ Καρμήλου, ἤκουε φωνὴν ὑδάτων πολλῶν. Καὶ ὅλως, συναγαγών τις τὰ ἐν τῇ Παλαιᾷ περὶ ὑδάτων ἀναγεγραμμένα, καὶ ὡς τὸ, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος· καὶ τό· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετόμενα· τά τε ἐν τῷ κατακλυσμῷ, ὡς, ἁπάντων ὑποβρυχίων γινομένων, μόνος ὁ Νῶε καὶ οἱ σὺν αὐτῷ διεσώζοντο ἐν τῇ κιβωτῷ· καὶ τὰ ἐπὶ τῆς Αἰγύπτου, καὶ τὰ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τὰ ἐν τῷ Ἰορδάνῃ, ὅπως ἀβρόχῳ ποδὶ διεβίβασαν οἱ υἱοὶ Ἰσραὴλ, ὄψεται.
The voice of the Lord upon the waters; the God of glory thundered; the Lord upon many waters. Because, when the sky was clear upon the summit of Carmel, he heard a sound of many waters. And altogether, if anyone gathers together the things recorded in the Old Testament concerning waters—both that saying, The Spirit of God was borne above the water, and that one, Let the waters bring forth creeping creatures of living souls and winged birds flying, and the events in the flood, how when all things sank beneath the waters Noah alone and those with him were saved through in the ark, and the events in Egypt, and those at the Red Sea, and those at the Jordan, how the sons of Israel crossed over with unwetted foot—he will see.
Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ὁ γὰρ πάντα ἰσχύων ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ, οὗτος ἀκούει τῶν ἐντολῶν Κυρίου, καὶ ποιεῖ. Φωνὴ οὖν Κυρίου οὐκ ἐν τῇ ἀσθενεῖ καὶ λελυμένῃ ψυχῇ, ἀλλ' ἐν τῇ εὐτόνῳ ἰσχυρῶς κατεργαζομένῃ τὸ ἀγαθόν. Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Οὐ διὰ μόνων, φησὶ, τῶν εἰρημένων ἡμῖν περὶ ὑδάτων ἡ φωνὴ παρίσταται τοῦ Κυρίου· ἀλλὰ καὶ διὰ τῆς ἰσχύος αὐτοῦ καὶ τῆς μεγαλοπρεπείας, ἣν ἔστιν ὀφθαλμοῖς κατανοῆσαι ἀθρόως τὸν σύμπαντα κόσμον ἀπείρατα, ἰδίως τε τὰ τούτου μέρη θεασάμενον, τά τε μεγέθη τὰ ἀνεκδιήγητα καὶ τὰ ἀνέκφραστα κάλλη, τήν τε ἐν αὐτοῖς ὁρωμένην πολυποίκιλον σοφίαν· ἃ δὴ τυγχάνει παραστατικὰ τῆς τοῦ συστησαμένου τὰ πάντα δυνάμεώς τε καὶ ἰσχύος. Ἔνθεν οἱ προφητικοὶ λόγοι τὴν θεολογίαν ἀπὸ τῆς μεγαλουργίας αὐτοῦ παρελάμβανον. Διὸ εἴρηται παρὰ τῷ Ἱερεμίᾳ· Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ τὰ ἑξῆς.
The voice of the Lord in strength. For he who is strong for all things in Christ Who empowers him, this man hears the commandments of the Lord and does them. The voice of the Lord, therefore, is not in the weak and slackened soul, but in the vigorous one strongly working out what is good. The voice of the Lord in magnificence. Not solely through the things spoken to us concerning waters, he says, is the voice of the Lord presented, but also through His strength and His magnificence, which it is possible to perceive with the eyes on viewing all at once and boundlessly the entire cosmos, and severally its parts, both the unutterable magnitudes and the inexpressible beauties, and the manifold wisdom seen in them—things which indeed happen to be indicative of the power and strength of Him Who framed the universe. Hence the prophetic oracles used to draw their theology from His mighty workmanship. Wherefore it has been said in Jeremiah: The Lord Who made the earth by His strength, and what follows.
Φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου· καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τοῦ Λιβάνου (sic) καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. Ἢ καὶ οὕτως· Μόσχον ἔοικε Λιβάνου, τὸν υἱὸν μονοκερώτων, τὴν Ἱερουσαλὴμ λέγειν, καὶ τὸν πάλαι ἠγαπημένον υἱὸν μονοκερώτων. Ἐπεὶ πατέρων γεγόνασιν ἁγίων, οἵτινες ἐλέγοντο μονοκέρωτες, διὰ τὸ μόνῳ Θεῷ κέρατι κεχρῆσθαι, ὡς ἐπ' αὐτῷ σεμνύνεσθαι καὶ λέγειν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν. Ὧν υἱοὶ γεγόνασιν οἱ ἡγούμενοι τῶν ἐκ περιτομῆς Σαρίων ἐνταῦθα κεκλημένοι κατὰ τὰς ἄλλας ἐκδόσεις, ὃ ἑρμηνεύεται ἄρχοντες, οὓς ἀπειλῇ συνέτριψε μετὰ τῆς Ἱερουσαλὴμ, ἣν μόσχον ἔφη καὶ Λίβανον. Σαφῶς γὰρ Ἰεζεκιὴλ ὁ προφήτης τοῦτο παρέστησε φήσας· Τάδε λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου, τὰ ἄκρα τῆς ἁπαλότητος, καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαλδαίων· ἃ καὶ διὰ τῶν ἑξῆς ἡρμήνευσε λέγων· Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ
The voice of the Lord crushing cedars; the Lord will crush the cedars of Lebanon; and He will pulverize them like the calf of Lebanon (sic), and the beloved is like a son of unicorns. Or thus also: He seems to call Jerusalem a calf of Lebanon, the son of unicorns, even him who of old was beloved a son of unicorns. Since they came from holy fathers, who were called unicorns on account of using God alone as a horn, so as to glory in Him and say: In Thee we shall gore our enemies with our horn. Whose sons the leaders of those from the circumcision became, here called Sarion according to the other editions, which is translated rulers, whom by threat He crushed together with Jerusalem, which He called calf and Lebanon. For Ezekiel the prophet clearly showed this, declaring: Thus He says: The great eagle, the large-winged one, long in its expanse, full of talons, which has the design of entering into Lebanon, and it took the choice parts of the cedar, the tips of its tenderness, and carried them into the land of the Chaldeans; which things he also interpreted through what follows, saying: Whenever the king of Babylon comes against Jerusalem, and
PG 23:257Read from the page
λήψεται τὸν βασιλέα αὐτῆς καὶ τὸν ἄρχοντα αὐτῆς. Τούτους γὰρ ἐπίλεκτα καὶ ἄκρα κέκληκεν ἁπαλότητος. Μόσχον δὲ αὐτῆς φησι τὸ θυσιαστήριον, ἐν ᾧ μόσχους καὶ θυσίας ἀνέφερον· ἃ δὴ πάντα συντέτριπται μετὰ Σαρίων, ὅ ἐστιν ἀρχόντων. Οὕτως οὖν φησι συντρίψει καὶ τοὺς ἐν τοῖς λοιποῖς ἔθνεσιν ἀσεβεῖς, τοὺς ἐπαιρομένους ὡς τὰς κέδρους τοῦ Λιβάνου.
takes its king and its ruler. For these he has called choice parts and tips of tenderness. And he calls its calf the altar, upon which they used to offer up calves and sacrifices; all of which indeed have been crushed together with Sarion, that is, rulers. Thus therefore, he says, He will crush also the ungodly among the rest of the nations, who lift themselves up like the cedars of Lebanon.
Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συσσείσει Κύριος τὴν ἔρημον Κάδης. Ἀληθῶς γὰρ ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη, ἔρημος οὖσα πρότερον Θεοῦ γνώσεως καὶ εὐσεβείας, συνεσείσθη διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος, ὡς μεταβαλεῖν αὐτὴν ἀπὸ κακίας εἰς ἀρετὴν, καὶ ἀπὸ ἀγνοίας εἰς ἐπιστήμην θείαν. Γέγονεν οὖν ἐξ ἐρήμου οἰκουμένη.
The voice of the Lord shaking a desert; the Lord will shake the desert of Kadesh. For truly the entire inhabited world of human beings, having formerly been deserted of knowledge of God and of godliness, was shaken together through the evangelical proclamation, so as to change it from malice into virtue, and from ignorance into divine knowledge. Out of a desert, therefore, it has become an inhabited world.
Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. Ἐλάφους γὰρ, φησὶν, ὁ Κύριος καταρτισάμενος· ζῶον φιλέρημον ὀφιοκτόνον τε καὶ κερασφόρον, καὶ κατὰ τὸν νόμον καθαρὸν, ὃν ἐξέπεμψεν εἰς τὴν προδηλωθεῖσαν ἔρημον. Οἱ δὲ ταύτην διαδραμόντες τοὺς ἐν αὐτῇ ὄφεις τοῖς ἑαυτῶν κατεπάτησαν ποσὶ, πάντα τε τὰ ἐν τῇ ἐρήμῳ ἰοβόλα θηρία μακρὰν ἀπήλασαν· ὧν ἐλαθέντων, ἀπεκαλύφθησαν οἱ δρυμοί· Καὶ ἐν τῷ ναῷ πᾶς τις λέγει δόξαν. Σφόδρα ἀκριβῶς εἴρηται· Καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν· οὐκέτι γὰρ Ἰουδαῖοι, οὐδὲ ὁ ἐκ περιτομῆς λαὸς, ἀλλὰ πᾶς τις ὁ ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιστραφείς. Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει· Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
The voice of the Lord equipping deer, and He will uncover thickets, and in His temple everyone speaks glory. For the Lord, he says, having equipped deer—an animal fond of solitude, snake-slaying and horn-bearing, and clean according to the law—sent him forth into the desert indicated before. And they, running across this desert, trampled down the serpents in it with their own feet, and drove far off all the venomous beasts in the desert; when these had been driven away, the thickets were uncovered: And in the temple everyone speaks glory. Exceedingly accurately has it been said: And in His temple everyone speaks glory; for no longer Jews, nor the people from the circumcision, but everyone who has turned back out of all the nations. The Lord will give strength to His people; the Lord will bless His people in peace.
ΨΑΛΜΟΣ ΩΔΗΣ ΤΟΥ ΕΓΚΑΙΝΙΣΜΟΥ ΤΟΥ ΟΙΚΟΥ ΤΟΥ ΔΑΥΙΔ ΚΘʹ.
Psalm of an Ode of the Dedication of the House of David, 29.
Ἀλλ' εἴποι τίς ἂν πρὸς τοῦτο, ὡς οὐδεμίαν οἰκοδομῆς οἴκου ἢ ναοῦ ποιεῖται μνήμην· οὐδέ τις λόγος ἐστὶν ἐν τῷ ψαλμῷ δυνάμενος ἁρμόζειν ἐγκαινίοις οἴκου, ὡς νομίσαι τινὰ ἐπὶ ἐγκαινισμῷ τοῦ ἐν Ἱεροσολύμοις νεὼ τὸν προκείμενον ψαλμὸν εἰρῆσθαι. Ἀλλ' ἐπεὶ προγέγραπται, Ὠδῆς ἐγκαινισμοῦ τοῦ οἴκου· σκόπει μήποτε οἶκον ἐνταῦθα τὴν ἑαυτοῦ ψυχὴν αἰνίττεται· ἐν ᾗ τὸ θεῖον Πνεῦμα, ὡς ἐν ναῷ οἰκῆσάν ποτε, καιρῷ τινι ἔρημον αὐτὴν καταλέλοιπεν, ἀναχωρῆσαν διὰ τὴν πλημμεληθεῖσαν αὐτῷ κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα πρᾶξιν· δι' ἣν καὶ μέχρι τοῦ θανάτου κατελήλυθε, τὰ πρὸ θάνατον ἁμαρτήσας· δυνάμει δὲ τότε καὶ εἰς τὸν λάκκον, καὶ εἰς τὸν ᾅδην κατηνέχθη, κατέβη τε ἀληθῶς εἰς διαφθοράν· ὡς διὰ ταῦτα θρήνοις αὐτὸν σχολάσαι, σάκκον τε ἀντὶ τῆς βασιλικῆς ἐσθῆτος περιβαλέσθαι. Ἀλλ' ἐπειδὴ ἀξιόλογον ἐνδειξάμενος μετάνοιαν, ἑαυτόν τε κολάσας καὶ τιμωρησάμενος, ἱκανῶς τε ἐγκαρτερήσας ταῖς ἐξομολογήσεσιν, ἐπαγγελίαν ἀφέσεως τῆς ἁμαρτίας εἴληφε, διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου Χριστοῦ, μέλλοντος καὶ μέχρις ᾅδου καταβήσεσθαι· εἰκότως τῆς κατηφείας μεταβαλὼν, καὶ τῆς ἐφ' οἷς ἐτόλμησεν ἐξομολογήσεως, εὐχαριστίαν ἀναπέμπει τῷ Θεῷ λέγων·
Yet someone might say in response to this that he makes no mention of the building of a house or temple; nor is there any word in the psalm capable of fitting the dedication of a house, so that anyone should suppose the psalm before us to have been spoken at the dedication of the temple in Jerusalem. Yet since there stands written before it, Of an ode of the dedication of the house, examine whether perhaps by house here he hints at his own soul: in which the divine Spirit, having once dwelt as in a temple, at a certain season left her deserted, withdrawing on account of the deed transgressed by him regarding Uriah and that man's wife; through which also he came down even unto death, having sinned the things unto death; and potentially at that time he was carried down both into the pit and into Hades, and descended truly into corruption, so that on account of these things he devoted himself to lamentations, and put sackcloth around himself instead of royal attire. Yet since, having displayed noteworthy repentance, and having chastised and punished himself, and having persevered sufficiently in confessions, he received a promise of forgiveness of the sin through the Christ Who was going to come forth from his seed and Who was going to descend even unto Hades, reasonably changing from his dejection and from confession over the things he had dared, he sends up thanksgiving to God, saying:
Notes, col. 257

On the reading

Printed πρὸ, for πρὸς.

PG 23:260Read from the page
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον, μεταβεβλῆσθαί τε αὐτῷ τὰ τοῦ πένθους εἰς εὐφροσύνην σημαίνει καὶ δι' ὧν φησίν· Ἔστρεψας τὸν κοπετὸν εἰς χαρὰν ἐμοί· διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Δεδειγμένου τοίνυν τοῦ οἴκου τῆς τοῦ Δαυῒδ ψυχῆς, ἄρα τῷ ἐγκαινισμῷ τοῦ τοιούτου οἴκου ἐφαρμόζειν τὰ προκείμενα.
O Lord, Thou didst bring up my soul out of Hades; Thou didst save me from those going down into a pit; and that the matters of mourning had been transformed for him into gladness he signifies also through the words in which he says: Thou didst turn lamentation into joy for me; Thou didst tear apart my sackcloth, and didst gird me around with gladness. Since, accordingly, the house of the soul of David has been shown, then the words before us fit the dedication of such a house.
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπ' ἐμοί. Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ιάσω μοι. Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ταῦτα μὲν ὁ Δαυῒδ διὰ τοῦ μετὰ χεῖρας ψαλμοῦ λέγει· ἐν δὲ τῷ εἰκοστῷ ἑβδόμῳ ψαλμῷ ὁ αὐτὸς ἐβόα λέγων· Πρὸς σὲ, Κύριε, κεκράξομαι, ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, μήποτε παρασιωπήσης ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀλλ' ἐπεὶ μὲν ταῦτα ηὔχετο· ἐνταῦθα δὲ εὐχαριστεῖ ὡς κατενεχθεὶς πρότερον καὶ καταπεσὼν εἰς τὸν λάκκον, ἀνενεχθεὶς δὲ πάλιν καὶ ἀνασωθεὶς ἐξ αὐτοῦ, καὶ μὴ ταῦτα παθὼν τοῖς καταβεβηκόσιν μὲν εἰς αὐτὸν, μὴ ἀναβεβηκόσι δέ· προηγουμένως γὰρ μακάριον τὸ μὴ ἁμαρτεῖν· ἐπειδὴ ἡ ἀσθένεια τῆς ἀνθρωπίνης φύσεως τούτοις ὑπόκειται, δεύτερος, ὡς ἂν εἴποι τις, πλοῦς τὸ ἀναπαλέσαι (sic) καλὸν, καὶ τὸ ἀναλαβεῖν ταὐτὸν μετὰ τὴν νόσον, καὶ τὴν κατὰ φύσιν ἀπολαβεῖν ὑγείαν.
I will exalt Thee, O Lord, because Thou didst take me up, and didst not gladden my enemies over me. O Lord my God, I cried aloud unto Thee, and Thou didst heal me. O Lord, Thou didst bring up my soul out of Hades; Thou didst save me from those going down into a pit. These things on the one hand David speaks through the psalm in hand; while in the twenty-seventh psalm the same man cried out, saying: Unto Thee, O Lord, I will cry aloud; my God, do not pass me over in silence, lest perchance Thou pass me over in silence, and I become like those going down into a pit. Yet whereas there he prayed these things, here he gives thanks as having formerly been carried down and fallen into the pit, and having been brought back up again and rescued safely out of it, and not having suffered the same things as those who went down into it indeed, yet did not come back up; for primarily it is happy not to sin; since the weakness of human nature is subject to these things, a second voyage, as one might say, is to wrestle back (sic) to what is good, and to recover oneself after sickness, and to regain natural health.
Ψάλατε τῶ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμη τῆς ἁγιωσύνης αὐτοῦ. Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ. Συγχαίρειν αὐτῷ μετανοήσαντι, καὶ ἐξομολογεῖσθαι, τουτέστιν εὐχαριστεῖν τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ· ἀντὶ τοῦ, τὴν μνήμην ἀναζωπυροῦντες, μηδ' ἐπιλανθανόμενοι τῶν παρὰ τοῦ Κυρίου χορηγουμένων ἀνθρώποις ἀγαθῶν. Μάλιστα δὲ προσήκει τὴν εὐχαριστίαν ἐπιτείνειν, μεμνημένους τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἥτις τοσαύτη τυγχάνει, ὡς μηδέποτε βούλεσθαί τι κακὸν ἀνθρώποις. Εἰ δὲ καί ποτέ τις διὰ τὴν οἰκείαν μοχθηρίαν ἐπιστροφῆς δεηθείη, αὐτὸς μὲν ἑαυτῷ κατασκευάζει θυμὸν ὀργῆς· τό γε μὴν θέλημα τοῦ Θεοῦ, μήποτε βούλεσθαι θάνατον ἀνθρώπῳ, ἀλλὰ ζωήν. Διὸ ἐν ἑτέροις λέγεται· Ζῶ ἐγὼ, λέγει Κύριος· οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. Οὕτω γοῦν καὶ ἐνταῦθα λέλεκται· Ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· οὐ γὰρ ὀργὴ ἐν τῷ θελήματι αὐτοῦ. Παρὰ προαίρεσιν δὲ Θεοῦ καὶ παρὰ τὸ βούλημα αὐτοῦ τοῖς ἁμαρτάνουσι κατασκευάζεται θυμὸς καὶ ὀργή· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος φήσας· Ἤ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει. Κατὰ δὲ τὴν σκληρότητά σου
Make melody to the Lord, O His holy ones, and give thanks to the remembrance of His holiness. Because wrath is in His anger, and life in His will. To rejoice together with him on his having repented, and to confess, that is, to give thanks to the remembrance of His holiness: meaning, kindling up the remembrance afresh, and not forgetting the good things supplied by the Lord to human beings. Most of all it is fitting to intensify thanksgiving when mindful of God's love for humanity, which happens to be so great as never to will any evil for human beings. And even if ever someone through his own wickedness should stand in need of correction, he himself procures anger of wrath for himself; whereas the will of God is never to desire death for a human being, but life. Wherefore elsewhere it is said: As I live, says the Lord, I do not will the death of the sinner so much as his repentance. So at least here too it has been spoken: Life is in His will; for wrath is not in His will. Contrary to the choice of God and contrary to His purpose anger and wrath are prepared for those who sin; which very thing the Apostle shows, declaring: Or do you despise the riches of His kindness, and of His forbearance and of His patience, not knowing that the kindness of God leads you to repentance? Whereas according to your hardness
Notes, col. 260

On the reading

Printed ιάσω, for ἰάσω.

Printed μοι, for με.

Printed παρασιωπήσης, for παρασιωπήσῃς.

Printed ἐπεὶ, for ἐκεῖ.

Printed ταῦτα, for ταὐτὰ.

Printed τῶ, for τῷ.

Printed μνήμη, for μνήμῃ.

PG 23:261Read from the page
Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Δικαιοῖ τὴν κρίσιν τοῦ Κυρίου ὁμολογῶν πόθεν αὐτῷ συμβέβηκεν ἡ πτῶσις· δέον γὰρ ἑστῶτα ἐν τῇ παρὰ τῷ Θεῷ στάσει μεμνῆσθαι τοῦ φάσκοντος λόγου· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ, ὁμολογεῖν τε τῷ Θεῷ χάριν ὑπὲρ τῆς στάσεως. Ὁ δὲ, οὐχ ὀρθῶς λογισάμενος, παρὰ τὴν αὐτοῦ ἀρετὴν ἐν τοῖς καλλίστοις ἑστάναι ἐνόμιζεν· ἀπέφαινέ τε ἑαυτὸν καὶ ἄτρεπτον καὶ ἀμετάβλητον. Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν. Ἐπεὶ ταῦτα τὰ προειρημένα οὐκ ὀρθῶς ἐλογίζετο, ἔγνω, ὅτι ἡ στάσις αὐτοῦ ἐκείνη, καὶ ἡ εὐθηνία καὶ τὸ προσὸν αὐτῷ τότε κάλλος οὐκ ἦν ἐξ αὐτοῦ, οὐδὲ παρὰ τὴν ἑαυτοῦ αἰτίαν ὑπῆρχεν αὐτῷ. Διὸ ἐξομολογούμενος ταῦτά φησιν ἔργῳ τὴν πεῖραν παραλαβὼν τῆς ἑαυτοῦ ἀσθενείας· Ἀπέστρεψας δέ σου τὸ πρόσωπον, καὶ ἐγενήθην τεταραγμένος. Σὺ μὲν γὰρ οὐδὲν πλέον ἔπραξας, οὔτε ὦσας, οὔτε κατέβαλες· αὐτὸ δὲ τοῦτο διὰ τὴν ἐμὴν μεγαλαυχίαν μεμονωμένον με εἴασας, καὶ τῆς παρὰ σοῦ βοηθείας ἔρημον. Ἀπέστρεψας τὸ πρόσωπόν σου· ἐγὼ δὲ παραχρῆμα ἠλεγχόμην, καὶ ἐγινόμην τεταραγμένος, ὑποπίπτων τοῖς ἐμοῖς ἁμαρτήμασι, καὶ τοῖς ἐμοῖς ἐχθροῖς.
And I said in my prosperity: I shall by no means be shaken unto eternity. He justifies the judgement of the Lord by confessing whence his fall happened to him; for whereas one standing in the standing that is beside God ought to remember the word that declares, Let him who thinks that he stands take heed lest he fall, and confess gratitude to God on behalf of his standing, he, having reasoned not rightly, supposed that because of his own virtue he stood amid the noblest things, and pronounced himself both unchangeable and immutable. O Lord, in Thy will Thou didst supply power to my beauty. Since he reasoned those aforesaid things not rightly, he came to know that that standing of his, and his prosperity and the beauty then belonging to him, was not from himself, nor did it belong to him by his own causation. Wherefore confessing he says these things, having received in actual deed the experience of his own weakness: Yet Thou didst turn away Thy face, and I became troubled. For Thou on Thy part didst nothing more, neither didst Thou push, nor didst Thou cast down; rather for this very cause on account of my boastfulness Thou didst leave me isolated, and bereft of the help from Thee. Thou didst turn away Thy face; and immediately I was convicted, and became troubled, falling under my sins, and under my enemies.
Πρὸς σὲ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; Κατὰ δὲ τὸν Σύμμαχον· Ἐν τοῖς κακοῖς γενόμενος ἔλεγον· Πρὸς σὲ, Κύριε, βοήσω, καί σε τὸν δεσπότην μου ἱκετεύσω· τί κέρδος ἐν τῷ αἵματί μου, κατενεχθέντος μου εἰς διαφθοράν; Μὴ ἐξομολογήσεταί σοι κόνις, ἢ ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ἱκετεύω, κάτωθεν κραυγὰς ἀφιεὶς ἀπὸ τοῦ βαθυτάτου λάκκου, πυθόμενος ὡς παρὰ διδασκάλου μαθεῖν παρὰ σοῦ τοῦ Θεοῦ. Τίς ὠφέλεια γίνεται ἢ ἐμοὶ ἢ ἑτέροις ἐκ τοῦ ἐμοῦ αἵματος; Ἢ τί πλέον ἀνθρώποις ὑπάρξει ἐκ τοῦ ἐμὲ ἐλθεῖν εἰς διαφθοράν; Ἑτέρου μὲν γὰρ ἐν τῷ αἵματι ὑπάρξει πολλή τις καὶ μεγάλη ὠφέλεια τῷ παντὶ κόσμῳ· ἐπειδὰν ὁ σὸς ἀμνὸς ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὡς πρόβατον ἐπὶ σφαγὴν ἔλθοι, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος. Τούτου γὰρ τῷ αἵματι ἀπολύτρωσις καὶ κακῶν ἐλευθερία πᾶσι τοῖς δι' αὐτοῦ σωθησομένοις γενήσεται. Ἀλλὰ καὶ ἡ κατάβασις ἐκείνου ἡ μέχρι τῶν διαφθαρέντων, καὶ ἐν θανάτῳ γενομένων, πολλοῖς αἰτία σωτηρίας ἔσται. Πολλὸς γὰρ χοῦς καὶ πολλὴ κόνις τῶν πάλαι καὶ σαρκίνων καὶ χοϊκῶν ἀνθρώπων ἐξομολογήσεταί σοι· οἳ καὶ ἐπὶ τὸ κρεῖττον μεταβληθέντες, ἀπαγγελοῦσι τὴν ἀλήθειάν σου. Μήτι οὖν καὶ ἐν τῷ ἐμῷ αἵματι ἔσται τι τοιοῦτον ἀγαθὸν τῷ κόσμῳ; ἢ ὠφεληθήσεταί τις ἐμοῦ κατασυρέντος ὑπὸ τοῦ θανάτου; ἢ χοῦς καὶ ὁ ἀπὸ τοῦ χοῦ ληφθεὶς καὶ γεγονὼς ἄνθρωπος, μεταβληθεὶς ἀπὸ τοῦ χοϊκοῦ καὶ γενόμενος πνευματικὸς, ἀπαγγελεῖ τὴν ἀλήθειάν σου; Ἀλλὰ γὰρ οὐδὲν ἔσται ἐξ ἐμοῦ τοιοῦτον· διὸ ἱκετεύω μὴ ὁμοιωθῆναι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Unto Thee, O Lord, I will cry aloud, and unto my God I will make supplication. What profit is there in my blood, in my going down into corruption? And according to Symmachus: Having come to be amid evils I used to say: Unto Thee, O Lord, I will cry out, and Thee my Master I will entreat: what gain is there in my blood, when I have been carried down into corruption? Will dust give thanks to Thee, or declare Thy truth? These things and things similar to these I entreat, sending forth cries from below out of the deepest pit, inquiring so as to learn as from a teacher from Thee Who art God. What profit arises either for me or for others out of my blood? Or what advantage will accrue to human beings from my coming into corruption? For in the blood of Another there will accrue a manifold and great profit to the whole world, whenever Thy Lamb Who takes away the sin of the world comes like a sheep to slaughter, and voiceless like a lamb before him who sheared it. For by the blood of This One redemption and freedom from evils will come about for all who are going to be saved through Him. Moreover His descent also even unto those who had been corrupted and had come to be in death will prove a cause of salvation for many. For much soil and much dust of human beings formerly both fleshly and earthy will give thanks to Thee; who also, having been changed for the better, will declare Thy truth. Surely then there will not be in my blood too some such good thing for the world? Or will anyone be benefited when I have been dragged down by death? Or will soil and the human being taken from the soil and brought into being, changed from the earthy and made spiritual, declare Thy truth? Why, nothing of the sort will come from me; wherefore I entreat not to become like those going down into a pit.
PG 23:264Read from the page
Ἤκουσε Κύριος, καὶ ἠλέησέ με· Κύριος ἐγενήθη βοηθός μου. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Ταῦτα, φησὶ, δεηθέντος μου, ὁ μὴ μακρὰν ἀφεστὼς τῶν καθαρῶς καὶ πιστῶς ἐπικαλουμένων αὐτὸν Κύριος ἤκουσε, περὶ οὗ εἴρηται· Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ· καὶ ἀκούσας ἠλέησέ με, καὶ ἔργον ἐπεδείξατο τοῦ εἰς ἐμὲ οἴκτου· ἐγενήθη γὰρ βοηθός μου. Ταῦτα ὡς πρὸς ἡμᾶς διαλεχθεὶς, καὶ τὰ συμβεβηκότα αὐτῷ διδάξας ἡμᾶς, ἀποστρέφει πάλιν τὴν εὐχαριστίαν ἐπ' αὐτὸν Θεὸν, τὰς εἰς αὐτὸν εὐεργεσίας διεξιών. Ἠλέησας γάρ με σὺ, φησὶ, καὶ γέγονας βοηθός μου· οὕτω τε μετέβαλες τὰ παλαιά μου δάκρυα, καὶ τοὺς θρήνους καὶ τὸν κοπετὸν εἰς γέλωτα καὶ χαρὰν, καὶ ἀγαλλίασιν, ἐπαληθεύσας τὸν ὕστερόν ποτε λεχθέντα μακαρισμὸν περὶ τῶν κλαιόντων καὶ πενθούντων, κατὰ τό· Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται· καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Τὰ σύμβολα γοῦν τοῦ πένθους ἀπέδυσάς με, τὸν σάκκον, ἐν ᾧ κακοπαθῶν ἐμαυτὸν ἐτιμωρούμην, καὶ ζώσματι εὐφροσύνης περιέζωσάς με. Καὶ ταῦτα πάντα μοι παρέσχου, ἵνα μὴ ἀπομείνω κόνις καὶ χοῦς ὁ μὴ ἐξομολογούμενός σοι, ἀλλ' ἵνα ψάλλῃ σοι ἡ δόξα μου. Ἐν μὲν γὰρ τῷ καταβῆναί με εἰς διαφθορὰν οὐδεμία τις ἦν ὠφέλεια οὔτ' ἐμοὶ οὔτε ἑτέροις. Ἐγώ τε γὰρ ἀπεστερούμην τῆς παρὰ σοῦ ζωῆς, ἄλλοι τε οὐδαμῶς ἐτύγχανον τῆς δι' ἐμοῦ σωτηρίας.
The Lord heard, and had mercy on me; the Lord became my helper. Thou didst turn my lamentation into joy for me; Thou didst tear apart my sackcloth, and didst gird me around with gladness. When I made supplication for these things, he says, the Lord Who does not stand far off from those who purely and faithfully call upon Him heard, concerning Whom it has been said, Near is the Lord to all who call upon Him in truth; and having heard He had mercy on me, and displayed a work of pity towards me: for He became my helper. Having conversed in these words as though unto us, and having taught us the things that had happened to him, he turns his thanksgiving back again towards God Himself, recounting the benefactions done unto him. For Thou, he says, didst have mercy on me, and hast become my helper; and thus Thou didst change my old tears, and wailings and lamentation, into laughter and joy and exultation, verifying the beatitude spoken long afterwards concerning those who weep and mourn, according to that saying: Happy are those who weep, because they shall laugh; and happy are those who mourn, because they shall be comforted. At all events Thou didst strip off from me the symbols of mourning—the sackcloth in which, suffering hardship, I used to punish myself—and with a girdle of gladness Thou didst gird me around. And all these things Thou didst grant me so that I might not remain behind as dust and soil that does not give thanks to Thee, but so that my glory might make melody to Thee. For in my going down into corruption there was no profit whatever either for me or for others. For both I myself was being deprived of the life that comes from Thee, and others in no way obtained salvation through me.
Ἐν δὲ τῷ μεταβάλλειν σε τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, καὶ ἐν τῷ διαῤῥῆξαί σε τὸν σάκκον μου καὶ περιζῶσαι εὐφροσύνην, οὐχ ἡ τυχοῦσα γεγένηται ὠφέλεια· ἀπολαβὼν γὰρ τὴν προτέραν ἐμαυτοῦ δόξαν, διὰ ταύτης σοι ψαλῶ, καὶ ψαλῶ σοι οὐ μετά τινος φαύλης συνειδήσεως, ἀλλὰ μετὰ πεπαῤῥησιασμένης καὶ καθαρᾶς διανοίας. Διό φησιν· Ὅπως ἂν ψάλλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Οὕτω τε διατελέσω εἰς τὸν σύμπαντα αἰῶνα, ἐξομολογούμενός σοι, καὶ τὰς σὰς διὰ παντὸς εὐεργεσίας τὰς εἰς ἐμὲ διεξιών. Κύριος ἐγενήθη βοηθός μου. Σημειωτέον, ὅτι τὸ, ἐγενήθη, οὐκ ἀεὶ οὐσίωσιν σημαίνει· ἀλλ' ἔσθ' ὅτε καὶ πρός τινα σχέσιν. Εἴ ποτε οὖν καὶ ἐπὶ τοῦ Σωτῆρος τοιαύτη γένοιτο φωνὴ, σχέσιν πρός τι καὶ οὐχὶ οὐσίωσιν σημαίνει. Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἔμοί. Ἡ, κοπετὸς, φωνὴ, τὴν συναίσθησιν σημαίνει, ὡς καὶ αὐτὴ ἡ πρᾶξις παρίστησι, τῶν χειρῶν τὸ στῆθος κοπτουσῶν. Ὁ οὖν ἐν συναισθήσει ἰδίων ἁμαρτημάτων γεγονὼς, καὶ ἐνεργητικῶς διὰ χειρῶν πνευματικῶν τὴν αἴσθησιν αὐτοῦ διεγείρας, μεταβαλὼν ἀπὸ τοῦ ὀλοφύρεσθαι, χαρὰν τὸν καρπὸν τοῦ Πνεύματος ἀναλήψεται. Τὸ, ἔστρεψας, δηλοῖ τὴν ἐκ τοῦ κόπτεσθαι καὶ λυπεῖσθαι εἰς χαρὰν μεταβολήν· τὸ δὲ, οὐ μὴ κατανυγῶ, οὐ μὴ μεταγνῶ, φησί. Δόξα δὲ ψάλλουσα τοῦ ταῦτα λέγοντος τῷ Θεῷ, ὀρθὴ πολιτεία καὶ γνῶσίς ἐστιν εἰλικρινής. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι· ἀντὶ τοῦ, ἐπὶ πᾶσι
Whereas in Thy changing my lamentation into joy for me, and in Thy tearing apart my sackcloth and girding me around with gladness, no ordinary profit has come about; for having regained my former glory, through this I will make melody to Thee, and I will make melody to Thee not with some base conscience, but with a confident and pure mind. Wherefore he says: So that my glory may make melody to Thee, and I may by no means be pierced with compunction. And thus I shall continue unto the entire age giving thanks to Thee, and recounting continually Thy benefactions done unto me. The Lord became my helper. One must note that the word became does not always signify coming into essence, but sometimes also a relation towards someone. If ever, therefore, in the case of the Saviour too such an expression should occur, it signifies a relation towards something and not coming into essence. Thou didst turn my breast-beating into joy for me. The word breast-beating signifies inward awareness, as the action itself also shows, when the hands beat the breast. He, therefore, who has come into inward awareness of his own sins, and actively through spiritual hands has awakened his perception, changing from bewailing, will receive joy, the fruit of the Spirit. The word Thou didst turn indicates the change out of beating oneself and grieving into joy; while the clause I may by no means be pierced with compunction means, he says, I shall by no means change my mind. And the glory making melody belonging to him who speaks these things to God is upright conduct and sincere knowledge. O Lord my God, unto eternity I will give thanks to Thee: meaning, over all
Notes, col. 264

On the reading

Printed ἔμοί, for ἐμοί.