Migne Reading Room

PG 23 · cols. 220–229 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:220Read from the page
Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον ! Ἴσασι γὰρ καὶ τὸ πνευματικὸν ἔλαιον, ὃ τὴν κεφαλὴν ἐπιάνθησαν, καὶ τὴν κρατύνουσαν, ἀλλ' οὐ διαλύουσαν μέθην· καὶ τὴν μυστικὴν τροφὴν, ἣν προτίθησιν ἡμῖν ὁ πρὸς τὸ ποιμαίνειν καὶ νυμφίος γενόμενος. Τούτοις δὲ, φησὶν, ἐντρυφῶμεν τοῖς ἀγαθοῖς, τῶν δυσμενῶν ἀνιωμένων καὶ τρυχομένων· ὅτι οἱ πάλαι, φησὶ, δουλεύοντες τοσαύτης μεταβολῆς τετυχήκασιν, ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου.
Thou hast prepared before me a table over against those who afflict me. Thou hast anointed my head with oil, and Thy cup making glad, how excellent it is! For they know also the spiritual oil wherewith they were made sleek upon the head, and the sober intoxication that strengthens and does not relax; and the mystical food which He sets before us Who in addition to shepherding has also become the Bridegroom. And let us revel, he says, in these good things, while our adversaries are grieved and worn away: because those who of old, he says, were in bondage have obtained so great a change, Thou hast anointed my head with oil.
Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. Πεποιθὼς τῷ σῷ ἐλέει, καὶ τῇ σῇ χάριτι, οἶδ' ὅτι οὐκ ἐκπεσοῦμαι τῆς παρὰ σοὶ ἐλπίδος παιδαγωγούμενος πάσας τὰς ἡμέρας τῆς ζωῆς μου ὑπὸ τοῦ σοῦ ἐλέους. Τοῦτο γοῦν τὸ σὸν ἔλεος καὶ αὐτή σου ἡ χάρις κατηξίωσέ με οἰκητήριον κτήσασθαι τὸν σὸν οἶκον καὶ τὴν σὴν Ἐκκλησίαν· ἔνθα τὰς διατριβὰς ποιούμενος ὡς ἐν οἴκῳ Θεοῦ, ἱερῷ καὶ ἁγίῳ ναῷ, μακρότητος τῶν παρὰ σοὶ ἡμερῶν καὶ ζωῆς αἰωνίου τεύξομαι. Τὸ γὰρ κατοικεῖν με ἐν τῷ σῷ οἴκῳ, καὶ μηδέποτε αὐτοῦ ἐξίστασθαι μηδὲ ἀπονεύειν, ἀεὶ δὲ εἴσω περιβόλων ἱερῶν τὰς διατριβὰς ποιεῖσθαι, ταῦτά μοι αἴτια γενήσεσθαι πιστεύω μακρότητος ἡμερῶν τῶν ἐκ τοῦ σοῦ φωτὸς ὑφισταμένων. Ἀντὶ δὲ τοῦ, εἰς μακρότητα ἡμερῶν, εἰς μῆκος χρόνου ὁ Σύμμαχος ἡρμήνευσε, τῆς κατὰ τὸν Θεὸν ζωῆς τὸ ἄπειρον καὶ ἀθάνατον σημήνας.
And Thy mercy shall pursue me all the days of my life, and my dwelling in the house of the Lord unto length of days. Trusting in Thy mercy, and in Thy grace, I know that I shall not fall from the hope that is with Thee, being guided all the days of my life by Thy mercy. Accordingly this Thy mercy and Thy very grace counted me worthy to gain as a habitation Thy house and Thy Church; wherein passing my time as in the house of God, a sacred and holy temple, I shall obtain length of the days that are with Thee and eternal life. For my dwelling in Thy house, and never departing nor turning aside from it, but ever passing my time within sacred precincts—these things I believe will become for me the causes of length of days subsisting out of Thy light. And instead of, unto length of days, Symmachus rendered, unto extent of time, signifying the boundless and immortal nature of the life that is according to God.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΚΓʹ.
A Psalm for David, 23.
Ἐν ἐνίοις ἀντιγράφοις εὗρον· « Τῆς μιᾶς τῶν Σαββάτων.»
In some copies I found: 'Of the first day of the week.'
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὴ γὰρ Λόγος αὐτῆς, φησὶν, ἐπεστάτει θεῖος, καὶ εἰ μὴ σοφία Θεοῦ τοῦτον αὐτὴν τεθεμελιώκει τὸν τρόπον, πάλαι ἂν φυσικῷ βάρει κάτω που φερομένη κατὰ βυθῶν κεχωρήκει. Ἀλλ' ἦν ἄρα κρείττων αὐτῆς ἡ θαυματουργὸς καὶ παραδοξοποιὸς τοῦ τῶν ὅλων Κυρίου δύναμις, ἣ τὸν τοσοῦτον ὄγκον καὶ τὸ τοσοῦτον τῆς γῆς πλήρωμα, ὅλην τε τὴν οἰκουμένην καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνω φέρεσθαι μετέωρον ὑπὲρ τὰ νῶτα τῶν ὑδάτων βεβούληται. Διὸ, αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, εἴρηται. Οὐ γὰρ αὐτὴ ἑαυτὴν ἡ βαρεῖα καὶ ἄψυχος γῆ ἐπὶ τῶν βυθῶν ἐστήριξεν, ἀλλ' ὁ πάντων δημιουργὸς ὁ τοῦ Θεοῦ Υἱὸς, ὃς τὸ στερέμνιον καὶ βαρὺ τῆς γῆς στοιχεῖον θεϊκῇ δημιουργίᾳ ὑπὲρ νώτων ὀχεῖσθαι θαλάσσης καὶ ὑπεράνω τῆς ὑγρᾶς φύσεως ἑστάναι βουληθεὶς, καὶ τοῦτον αὐτὴν θεμελιώσας τὸν τρόπον. Καὶ καθ' ἕτερον δὲ λογισμὸν παρίστησι τὸ μὴ αὐτόματον ὑποστῆναι τὴν γῆν, μηδὲ ὡς ἔτυχεν, εἰκῆ καὶ ἀλόγως, τὸ
The earth is the Lord's and the fullness thereof, the inhabited world and all who dwell therein. He Himself founded it upon seas, and upon rivers He prepared it. For unless a divine Word presided over it, he says, and unless the Wisdom of God had founded it in this manner, borne somewhere downward long ago by natural weight it would have sunk down into the depths. Yet stronger than it, indeed, was the wonder-working and marvel-making power of the Lord of all, which willed that so great a bulk and so great a fullness of the earth, and the whole inhabited world and those who dwell in it, should be borne aloft suspended above the backs of the waters. Wherefore it is said, He Himself founded it upon seas. For the heavy and inanimate earth did not itself fix itself upon the depths, save the Creator of all, the Son of God, Who willed by divine creative workmanship that the solid and heavy element of the earth should ride above the backs of the sea and stand high above the moist nature, and Who founded it in this manner. And by another reasoning also he sets forth that the earth did not subsist of its own accord, nor at random, aimlessly and irrationally, was
PG 23:221Read from the page
τοιοῦτον αὐτῇ περιβεβλῆσθαι σχῆμα· διὸ ἐπιλέγει· Καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Εἰ μὲν γὰρ ὅλη δι' ὅλου λεία καὶ ὁμαλὴ κατὰ τὴν σφαῖραν τῶν Ἑλλήνων ὑπῆρχεν, οὐκ ἄν ποτε τῆς τῶν ποταμῶν συστάσεως δεκτικὴ ἐγεγόνει· οὐδ' ἂν εἰς γεωργίαν ἐπιτηδεία, ἐκρεόντων ἁπανταχόθεν τῶν εἰς αὐτὴν φερομένων ὄμβρων· ὡς αὖ πάλιν ἐκ τοῦ ἐναντίου, εἰ πλὰξ ἦν μία ἡπλωμένη καὶ ἀνειμένη εἰς πεδιάδας χώρας, οὐδ' οὕτως συνέστησαν ἐν αὐτῇ ποταμοί· οἵ τ' ἐξ ἀεννάων πηγῶν φερόμενοι, οἵ τε ἐκ τῶν χειμερινῶν ὄμβρων συνιστάμενοι· πάλαι δ' ἂν ἐπικλύσαντες πᾶσαν, οὔτε σπέρμασιν, οὔτε φυτοῖς, οὔτε γεωργίαις ἐπιτηδείαν αὐτὴν παρεῖχον· ἀλλ' οὐδὲ αὐτοῖς τοῖς οἰκήτορσιν γεγόνει ἂν χρήσιμος, πάντων ἐπικλυζομένων καὶ κατασυρομένων ὑπὸ τῆς τῶν ὑδάτων πλημμύρας. Ταῦτα μὲν οὖν ἦν, εἰ μὴ λόγος τις δημιουργικὸς καὶ Θεοῦ σοφία τεχνικῶς αὐτῇ τοιόνδε σχῆμα περιβεβλήκει· νυνὶ δὲ οὕτως κατεσκευάσθη, ὡς εἰς ὄρη καὶ νάπας, βουνούς τε καὶ φάραγγας ἐσχηματίσθαι· ὡς καὶ ποταμοὺς τὰς ἑαυτῶν διεξόδους ἀκωλύτως ποιεῖσθαι· ὄρη τε καὶ ἄλση καὶ φυτὰ ζώοις ἀπονέμεσθαι· χώρας τε καὶ πεδιάδας εἰς οἰκήσεις καὶ γεωργίας ἀνθρώποις ἀφωρίσθαι. Τίς τοίνυν οὐκ ἂν ὁμολογήσειεν ἀληθῶς σοφῆς εἶναι προμηθείας ταῦτα ; ἣ, προλαβοῦσα τὸ μέλλον πρὸ τοῦ πληρώματος τῆς γῆς, καὶ πρὸ τοῦ συστῆναι τὰ ἐν αὐτῇ, τοιάνδε αὐτὴν ἐσχημάτισε, καταλλήλῳ διαπλάττουσα τύπῳ, ὡς ἂν τοῖς πᾶσι γένοιτο ἐπιτηδεία. Μυστικώτερον δὲ τοῦ Κυρίου γέγονεν ἡ γῆ.
such a form invested upon it; wherefore he adds: And upon rivers He prepared it. For if it were altogether smooth and even throughout, according to the sphere of the Greeks, it would never have become receptive of the gathering of rivers, nor serviceable for husbandry, since the rains borne down upon it would flow off on every side; just as, on the contrary again, if it were a single flat slab spread out and opened into level plains, not even thus would rivers have been formed in it—both those borne from ever-flowing springs and those formed out of winter rains; rather, having long ago flooded the whole, they would have rendered it serviceable neither for seeds, nor for plants, nor for tillage; nay, not even to the inhabitants themselves would it have proved useful, with all things being inundated and swept away by the flood of the waters. Such things then would have been, had not a creative Word and Wisdom of God skilfully invested it with such a form; whereas now it was so constructed as to be shaped into mountains and glens, hills and ravines; so that rivers also make their outlets unhindered; mountains and groves and plants are assigned to living creatures; and lands and plains have been set apart for habitations and tillage for men. Who then would not confess that these things belong truly to a wise providence, which, anticipating the future before the fullness of the earth and before the things therein were constituted, shaped it in such a way, fashioning it in a fitting mould so that it might become serviceable for all? And more mystically has the earth become the Lord's.
Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου ; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ ; τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον λεκτέον, ἐφ' ὃ ἀναβαίνει ὁ διὰ προκοπῆς ἐπὶ τὴν ἀκρώρειαν αὐτοῦ φθάσαι γλιχόμενος. Σπάνιος δὲ ὁ τοιοῦτος· διὸ εἴρηται· Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου ; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ ;
Who shall ascend into the mountain of the Lord? or who shall stand in His holy place? One must say that this means the final good and God the Word, unto which he ascends who through progress longs to attain unto its summit. Yet rare is such a man; wherefore it is said: Who shall ascend into the mountain of the Lord? or who shall stand in His holy place?
Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ. Διάψαλμα. Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης ; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. Ἴσως δὲ διὰ τῆς πεύσεως καὶ ἀποκρίσεως διδάσκουσι πάντας ἀνθρώπους τὴν δεσποτείαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· εἴ γε τίς δ' οἴῃ ταύτας μὴ ἀγνοεῖν. Τινὲς δὲ τὴν δευτέραν πεῦσιν καὶ ἀπόκρισιν, οὐ ταῖς ἔτι ἀνωτέρω δυνάμεσιν εἰρῆσθαι φασὶν, ἀλλὰ ταῖς αὐταῖς. Τό τε διάψαλμα πρὸ τοῦ· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, κείμενον, τῆς μελῳδίας ἔοικε μεταβολὴν πεποιῆσθαι· ἐπεὶ καὶ τῆς διανοίας αὐτῆς. Ἐν δὲ τῷ λέγειν εἰσελεύσεσθαι αὐτὸν, λεληθότως καὶ ἔξοδον αὐτοῦ ᾐνίξατο. Εἶτ' ἐπεὶ μὴ μόνος ἤμελλεν εἰσιέναι εἰς τὴν αὐτοῦ βασιλείαν, πάσας ἀναπετασθῆναι τὰς πύλας ὁ λόγος παρακελεύεται διὰ τοὺς
Innocent in hands and pure in heart, who has not taken his soul in vain, and has not sworn deceitfully to his neighbour. This man shall receive blessing from the Lord, and mercy from God his Saviour. This is the generation of those who seek Him, who seek the face of the God of Jacob. Diapsalma. Lift up your gates, you rulers, and be lifted up, eternal gates, and the King of glory shall enter in. Who is this King of glory? The Lord strong and mighty, the Lord mighty in battle. And perhaps through the question and answer they teach all men the lordship of our Lord Jesus Christ, if indeed one supposes these [powers] not to be ignorant of it. And some say that the second question and answer were spoken not by the still higher powers, but by the same ones. And the diapsalma standing before, Lift up your gates, you rulers, seems to have made a change of the melody, since there is one of the thought itself also. And in saying that He shall enter in, covertly it also hinted at His going forth. Next, since He was not going to enter alone into His kingdom, the word exhorts that all the gates be flung wide open on account of those
Notes, col. 221

On the reading

Printed τίς δ' οἴῃ, for τις οἰείη.

PG 23:224Read from the page
μέλλοντας κληρονομεῖν τὴν βασιλείαν τῶν οὐρανῶν σὺν τῷ Υἱῷ τοῦ Θεοῦ. Πολλὰς γὰρ ἀνέῳξε καὶ διαφόρους πύλας τῆς εἰς τοὺς οὐρανοὺς εἰσόδου· ἐπεὶ καὶ πολλαὶ μοναὶ παρὰ τῷ Πατρί. Ὅρα δὲ εἰ μὴ ἐν τούτοις λυθείη ἂν τὸ ζητούμενον ἐν τῷ φάσκοντι ψαλμῷ· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἐνταῦθα γὰρ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν ἀλαλαγμὸν καὶ τὴν φωνὴν τῆς σάλπιγγος ἀποδίδωσιν. Ἐν γὰρ τῇ εἰς οὐρανοὺς ἀναβάσει τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοὺς διακονησαμένους αὐτῷ ἀγγέλους τὴν εἰς ἀνθρώπους οἰκονομίαν προτρέχειν αὐτῷ εἰκὸς, καὶ τὰς οὐρανίους πύλας αὐτῷ παρασκευάζειν, φωνάς τε ἀφιέναι καὶ βοὰς ἀγγελικὰς, τὰς ἐν τῷ ψαλμῷ φερομένας· ἃς δὴ ἀλαλαγμὸν καὶ φωνὴν σάλπιγγος ὠνόμασε φήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
who are going to inherit the kingdom of the heavens with the Son of God. For He opened many and diverse gates of entrance into the heavens, since there are also many mansions with the Father (John 14:2). And see whether in these words there might not be solved what is inquired after in the psalm that declares: God went up in jubilation, the Lord in the voice of a trumpet (Ps. 46:6). For here the Holy Spirit explains both the jubilation and the voice of the trumpet. For in the ascent into the heavens of the Son of God, it is likely that the angels who ministered unto Him in the dispensation towards men ran on before Him, and made ready the heavenly gates for Him, and sent forth voices and angelic cries, those recorded in the psalm; which indeed it named jubilation and the voice of a trumpet, saying: God went up in jubilation, the Lord in the voice of a trumpet.
ΤΩ ΔΑΥΙΔ ΚΔʹ.
For David, 24.
Ἐπεὶ μήτε ψαλμὸς ἐπιγέγραπται, μήτε ᾠδὴ, μήτε τι τῶν παραπλησίων, ἀλλ' οὐδ' εἰς τὸ τέλος ἀναπέμπεται τὰ προκείμενα· λόγοι δέ εἰσιν ἐν ἁγίῳ Πνεύματι τῷ Δαυῖδ συγγεγραμμένοι· διὸ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς τοῦ Δαυῖδ προγέγραπται· εἰκότως φήσομεν διδασκαλίαν περιέχειν τῆς πρὸς τὸν Θεὸν ἐξομολογήσεως, ᾗ πρῶτος μὲν αὐτὸς ὁ Δαυῖδ ἐχρήσατο, ἔπειτα δὲ καὶ ἡμῖν παραδέδωκε, παιδεύων ὅπως χρὴ νοσήσαντα τὴν ἑαυτῶν θεραπεύειν ψυχὴν δι' ἐξομολογήσεως.
Since neither psalm is inscribed as title, nor ode, nor anything of the like, nor yet are the words before us referred unto the end, but they are words composed by David in the Holy Spirit—wherefore among the rest of the translators Of David is prefixed—reasonably shall we say that they contain teaching of confession towards God, which David himself first used, and next has delivered to us also, instructing how one who has fallen sick ought to heal one's soul through confession.
Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου· ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα, μὴ κατασχυνθείην· μηδὲ καταγελασάτωσάν με οἱ ἐχθροί μου· καὶ γὰρ πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσι. Ταῦτά φησιν, ὡσανεὶ ἐπάρας εἰς ὕψος μεταθείς τε καὶ μετεωρίσας τῶν τῆδε πραγμάτων τὴν ἑαυτοῦ ψυχήν· ἄνω τε πλησίον αὐτὴν τοῦ Θεοῦ τῇ διαθέσει καταστήσας δι' ἀποστροφῆς μὲν τῶν θνητῶν καὶ ἀνθρωπίνων, ἐπιστροφῆς δὲ γνησίας τῆς πρὸς αὐτόν. Ἔπειτά φησι· Τοῦτο πεποίηκα, οὐκ ἐμαυτῷ θαῤῥῶν, ἀλλ' ἐπὶ σοὶ τῷ Θεῷ μου πεποιθὼς, πολλῇ παῤῥησίᾳ χρώμενος. Ὁ πάντων μὲν τῶν αἰσθητῶν καὶ ὁρωμένων καταφρονήσας, ἐπὶ δὲ τὸν ἀσώματον καὶ ἀόρατον Θεὸν τὴν ἑαυτοῦ ψυχὴν ἐπάρας, ὡς ἂν ἴδιον ἑαυτοῦ κτῆμα γενόμενον τὸν Θεὸν ἐπικαλεῖσθαι θαῤῥεῖ· διὸ λέγει· Ὁ Θεός μου, ἐπὶ σοὶ πέποιθα. Καὶ τὰ παρ' ἐμοῦ μὲν, φησὶ, ταῦτα. Λοιπὸν δὲ εὐχῆς μοι δεῖ, καί τῆς παρὰ σοῦ τοῦ Θεοῦ συνεργείας, πρὸς τὸ μὴ ἐκπεσεῖν τοῦ σκοποῦ, μηδ' ὥσπερ ἀφ' ὑψηλῆς ἀκρωρείας πεσόντα ἀποῤῥαγῆναι. Διὸ δέομαι καὶ ἱκετεύω μὴ καταισχυνθῆναι, μηδὲ καταγελασθῆναι ὑπὸ τῶν ἐχθρῶν μου· ταῦτα δέ μοι ἔσται ἐκ τῆς σῆς τοῦ Θεοῦ μου βοηθείας. Τὰ μὲν γὰρ πρῶτα ἐξ ἐμῆς ἦν προαιρέσεως, τὸ ἄγειν καὶ φέρειν τὴν ἐμαυτοῦ ψυχὴν ὅπη καὶ βούλομαι· τὰ δὲ δεύτερα τῆς σῆς ἀντιλήψεως καὶ συνεργείας δεῖται.
Unto Thee, O Lord, I have lifted up my soul; O my God, upon Thee I have trusted, let me not be put to shame; neither let my enemies laugh me to scorn; for indeed all who wait upon Thee shall by no means be put to shame. These things he says, as having lifted up on high and transferred and raised aloft his own soul from things here below, and having set it above near to God by disposition, through turning away on the one hand from mortal and human things, and genuine turning back on the other hand towards Him. Next he says: This I have done, not being confident in myself, but trusting upon Thee my God, using great boldness of speech. He who has despised all sensible and visible things, and has lifted up his own soul unto the incorporeal and invisible God, takes courage to call upon God as having become his own possession; wherefore he says: O my God, upon Thee I have trusted. And the things on my part, he says, are these. For the rest, I have need of prayer, and of the cooperation from Thee, O God, so as not to fall short of the mark, nor to be dashed in pieces as if falling from a lofty mountain peak. Wherefore I beseech and supplicate that I may not be put to shame, nor be laughed to scorn by my enemies; and these things shall be mine out of the help of Thee, my God. For the first things belonged to my own choice—to lead and bear my own soul whithersoever I wish; whereas the second things stand in need of Thy succour and cooperation.
Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες διακενῆς. Μόνον ὑπομένειν τῇ προθέσει, μηδὲ μεταβάλλειν, καὶ μεθίστασθαι τῆς πίστεως. Οἱ γὰρ εὐρίπιστοι καὶ παντὶ ἀνέμῳ περιφερόμενοι πάθοιεν ἄν ποτε τὰ τῆς αἰσχύ-
Let those who act lawlessly in vain be ashamed. Only let one abide in one's purpose, and neither change nor shift away from the faith. For the fickle and those carried about with every wind might at some time suffer the things of sha-
Notes, col. 224

On the reading

Printed κατασχυνθείην, for καταισχυνθείην.

Printed καί τῆς, for καὶ τῆς.

PG 23:225Read from the page
νης· οὐ μὴν καὶ οἱ λέγειν μεμαθηκότες· Ὑπομένων ὑπέμεινα τὸν Κύριον. Ἀντὶ δὲ τοῦ, ἀνομοῦντες, οἱ λοιποὶ καὶ ἡ πέμπτη ἔκδοσις, οἱ ἀποστατοῦντες ἡρμηνεύκασιν· σαφῶς τοὺς παραβάτας, καὶ μὴ τῷ προτέρῳ ἑαυτῶν σκοπῷ ἐμμένοντας καταισχυνθήσεσθαι ἀποφηνάμενοι. Τῆς γὰρ ἀποστασίας ἑαυτῶν καρπὸν ὑπόκενον εὑρόντες, ὡς ἂν διακενῆς ἀποστατήσαντες τοῦ Θεοῦ, καταισχυνθήσονται.
me; yet not so those also who have learned to say: Waiting I waited for the Lord (Ps. 39:2). And instead of, those who act lawlessly, the rest and the Fifth Edition have rendered, those who revolt—clearly pronouncing that transgressors and those who do not abide in their former aim shall be put to shame. For finding the fruit of their apostasy hollow, inasmuch as they revolted from God in vain, they shall be put to shame.
Τὰς ὁδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαξόν με. Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου καὶ δίδαξόν με, ὅτι σὺ εἶ ὁ Θεὸς ὁ Σωτήρ μου, καὶ σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν. Εἰσὶ δὲ ὁδοὶ τοῦ Κυρίου αἱ τῆς προνοίας αὐτοῦ διοικήσεις, καθ' ἃς τὰ σύμπαντα διακυβερνᾷ· περὶ ὧν ὁ θεῖος Ἀπόστολος διδάσκων ἔλεγεν· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Οὕτω δὲ καὶ τρίβοι αὐτοῦ εἶεν αἱ κατὰ μέρος διοικήσεις τῶν ὅλων, καθ' ἃς ὥσπερ ἐπιπορευόμενος τά τε κατ' οὐρανὸν καὶ τὰ ἐπὶ γῆς τῇ προνοητικῇ δυνάμει, τρίβους ἑαυτοῦ καὶ πορείας τοῖς νοεῖν δυναμένοις δείκνυσι· διὸ κατὰ τὸν Σύμμαχον, εἴρηται, καὶ τὰς πορείας σου δίδαξόν με. Ταῦτα δέ με διδάσκων, ἐπίστησόν με τῇ ἀληθείᾳ σου, πρὸς τὸ μὴ σφάλλεσθαι ψευδοδοξοῦντα, καὶ ἕτερα ἀνθ' ἑτέρων ἐν τῇ τῶν φυσικῶν θεωρίᾳ δοξάζειν, ὁποῖα πεπόνθασιν οἱ σοῦ τοῦ Θεοῦ μὴ τυχόντες διδασκάλου, λογισμοῖς δὲ θνητοῖς καὶ ἀνθρωπίνοις καταστοχασάμενοι τῶν πραγμάτων, καὶ μακρὰν τῆς ἀληθείας ἐξακοντισθέντες. Διδαχθεὶς δὲ παρὰ σοῦ, ὅτι μὴ μόνον κτίστης καὶ δημιουργὸς καὶ Θεός μου τυγχάνεις, ἀλλὰ καὶ Σωτήρ μου, εἰκότως σὲ ὑπέμεινα ὅλην τὴν ἡμέραν, τουτέστι πᾶσαν τὴν ζωήν μου, μεμαθηκὼς, ὅτι πάντες οἱ ὑπομένοντές σε οὐ μὴ καταισχυνθῶσιν.
Make known Thy ways unto me, O Lord, and teach me Thy paths. Lead me unto Thy truth and teach me, because Thou art God my Saviour, and for Thee have I waited the whole day. Now the ways of the Lord are the administrations of His providence, according to which He steers all things together; concerning which the divine Apostle in teaching said: O depth of riches and wisdom and knowledge of God! how unsearchable are His judgements and untraceable His ways! (Rom. 11:33). And thus also His paths would be the particular administrations of all things, according to which, traversing as it were both the things in heaven and the things upon earth by His providential power, He shows His own paths and goings to those able to understand; wherefore according to Symmachus it is said, and teach me Thy goings. And teaching me these things, set me fast in Thy truth, so that I may not err by holding false opinions and suppose one thing instead of another in the contemplation of natural things, such as those have suffered who did not obtain Thee, O God, as teacher, but conjectured at realities by mortal and human reasonings, and were flung far away from the truth. Having been taught by Thee, however, that Thou art not only Creator and Maker and my God, but also my Saviour, reasonably have I waited for Thee the whole day, that is, my whole life, having learned that all who wait upon Thee shall by no means be put to shame.
Μνήσθητι τῶν οἰκτιρμῶν σου, Κύριε, καὶ τὰ ἐλέη σου, ὅτι ἀπὸ τοῦ αἰῶνός εἰσιν. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Οὐχ ἡγοῦμαι ταῦτα τῷ Δαυῖδ τοσοῦτον ἁρμόζειν, ὅσον τοῖς ἐξομολογεῖσθαι ἐπὶ τοῖς πρότερον ἁμαρτήμασιν ἑαυτῶν διδασκομένοις. Οὐ γὰρ εὑρίσκομεν τὸν Δαυῖδ ἐν τῇ νεότητι αὐτοῦ ἡμαρτηκότα, οὐδ' ἐν τῇ παιδικῇ ἡλικίᾳ· ἀλλ' οὐδ' ἐν ἀγνοίᾳ γεγενημένον. Μήποτ' οὖν ἡ διδασκαλία ὡς παρὰ ἰατροῦ τοῖς νενοσηκόσι, καὶ ἐν τῇ τῆς ἡλικίας ἀκμῇ ἐντὸς γενομένοις Θεοῦ γνώσεως, νεωτερικοῖς ἁμαρτήμασιν ἐγκαλινδηθεῖσιν, δίκην φαρμάκου παραδέδοται ; ὡς ἂν μαθόντες ἐξομολογοῖντο τὰ ἐν ἀγνοίᾳ αὐτοῖς πεπλημμελημένα, ἀνακαλύπτοντες τῷ Θεῷ, καὶ ὥσπερ παλαιὰ τραύματα τῆς ἑαυτῶν ψυχῆς ἀπογυμνοῦντες αὐτῷ, δεόμενοί τε ἰάσεως καὶ θεραπείας τυχεῖν διὰ τοῦ ἐλέους αὐτοῦ, ἕνεκεν τῆς χρηστότητός σου, Κύριε.
Remember Thy compassions, O Lord, and Thy mercies, because they are from the age. The sins of my youth and of my ignorance remember not. I do not think these words fit David so much as those being taught to make confession over their former sins. For we do not find David to have sinned in his youth, nor in boyhood age, nay, nor to have lived in ignorance. Has not the teaching, then, been delivered after the manner of a medicine, as from a physician, to those who have been sick and have come within knowledge of God in the prime of life, after having wallowed in youthful sins—so that having learned, they might confess the offences committed by them in ignorance, uncovering them to God, and laying bare before Him, as it were, ancient wounds of their own soul, and begging to obtain healing and cure through His mercy, for Thy goodness' sake, O Lord?
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος, διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὁδῷ. Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδάξει πραεῖς τὰς ὁδοὺς αὐτοῦ. Χρη-
Good and upright is the Lord; therefore will He give a law to those who sin in the way. He will lead the meek in judgement, He will teach the meek His ways. Go-
PG 23:228Read from the page
στός ἐστιν καὶ εὐθὺς, φησὶν, ὁ Κύριος, εὖ διατιθέμενος τὰ πάντα, καὶ τὴν εὐθεῖαν ὁδὸν ἀγαπῶν, τά τε σκολιὰ εἰς εὐθεῖαν ἄγων. Διὰ τοῦτο οὐκ ἀποστρέφεται, οὐδὲ παρορᾷ καταλιμπάνων αὐτοὺς φθείρεσθαι ταῖς ἑαυτῶν ἁμαρτίαις· ἀλλ' οἷα φιλάνθρωπος καὶ ἀγαθὸς Σωτὴρ νοσούντων μᾶλλον ἢ ὑγιαινόντων τὴν φροντίδα ποιεῖται· καὶ τούτοις νομοθετεῖ, μετανοίας ὁδοὺς ὑποδεικνὺς αὐτοῖς, καὶ νόμους τοὺς ἁρμόζοντας αὐτοῖς πρὸς σωτηρίαν παρατιθέμενος. Ἔστι γάρ τις καὶ ὁδὸς τοῖς ἁμαρτάνουσιν ἐπιδεδειγμένη σωτηρίας, ἡ τῆς ἐπιστροφῆς καὶ μετανοίας καὶ ἐξομολογήσεως, ὡς ἑτέρα οὖσα παρὰ τὴν τοῖς τελείοις δεδομένην. Νομοθετῶν γὰρ ὁ Θεὸς, ἄλλην μὲν ἁμαρτάνουσιν ὁδὸν δείκνυσιν, ἑτέραν δὲ τοῖς ἐπιστρέφουσιν ἐξ ἁμαρτίας, καὶ ἄλλην πάλιν τοῖς ἐν ἀρετῇ προκόπτουσι, καὶ ἑτέραν τοῖς τελειοτέροις. Διὸ τοῖς μὲν ἁμαρτάνουσιν ὑποδείκνυσιν ὁδόν· τοὺς δὲ πραεῖς ὁδηγήσει ἐν κρίσει κεκριμένως, καὶ αὐτῶν πρόνοιαν ποιούμενος ὡς βελτιόνων· διὸ καὶ μακαρισμῶν αὐτοὺς ἀξιοῖ, κατὰ τὸ, Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Τούτους δὲ καὶ διδάσκει ὁδοὺς αὐτοῦ. Ἀντὶ δὲ τοῦ, ὁδοὺς αὐτοῦ, ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος, ὁδὸν ἑαυτοῦ, ἔφησεν. Ταύτην γὰρ αὐτὸς ὁ Σωτὴρ ὥδευσε τὴν ὁδὸν κατὰ τὸ λελεγμένον· Μάθετε ἀπ' ἐμοῦ ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Κατὰ ταύτην οὖν ἄγων αὐτοὺς, ὁδηγὸς αὐτῶν καὶ χειραγωγὸς γίνεται· διόπερ ὡς σοφὸς νομοθέτης, ἄλλην μὲν ὁδὸν ἐπιδείκνυσι τοῖς ἁμαρτάνουσιν, ἑτέραν δὲ τοῖς πράοις.
od is the Lord and upright, he says, ordering all things well, and loving the straight way, and bringing crooked things into a straight way. On this account He does not turn away, nor overlook them, leaving them behind to be corrupted by their own sins; rather, as a humane and good Saviour He takes care of those who are sick more than of those in health; and for these He legislates, pointing out to them ways of repentance, and setting before them laws suited to them towards salvation. For there is a certain way of salvation shown forth even to those who sin—that of turning back and repentance and confession—as being distinct beside that given to the perfect. For when God legislates, He shows one way to those who sin, and a second to those turning back out of sin, and another again to those advancing in virtue, and yet another to the more perfect. Wherefore to those who sin He points out a way; whereas the meek He will lead in judgement discernibly, taking providential care of them also as of better men; wherefore He counts them worthy of beatitudes also, according to the saying, Blessed are the meek, because they themselves shall inherit the earth (Matt. 5:4). And these He also teaches His ways. And instead of, His ways, Aquila and Symmachus said, His own way. For the Saviour Himself walked this way according to what has been spoken: Learn from Me, because I am meek and lowly in heart (Matt. 11:29). Leading them therefore along this way, He becomes their guide and leader by the hand; wherefore as a wise lawgiver He displays one way to those who sin, and another to the meek.
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια τοῖς ἐκζητοῦσι τὴν Διαθήκην αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Πολλαὶ μὲν, φησὶν, αἱ ὁδοὶ τοῦ Κυρίου, πλὴν ἀλλ' ἐν πάσαις τὸ ἔλεος αὐτοῦ προτρέχει· τῷ τε ἐλέει συμπαρορμᾷ ἡ ἀλήθεια· ἐλεεῖ γὰρ τὰ ὄντα καὶ οὐδὲν βδελύσσεται ὧν ἐποίησεν· οὐδὲ γὰρ μισῶν τι κατεσκεύασε. Καθ' ἑκάστην τοίνυν ὁδὸν τῆς τοῦ Θεοῦ διοικήσεώς τε καὶ προνοίας τὸ ἔλεος αὐτοῦ προτρέχει, ἕπεται δὲ τῷ ἐλέῳ ἡ ἀλήθεια. Τοῖς δ' ἐκζητοῦσιν, ἀσχολουμένοις, ὁ εἰπών· Ζητεῖτε, καὶ εὑρήσετε, κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν, τὴν περὶ τῶν ζητουμένων ἀλήθειαν παραδίδωσιν. Διαθήκη δὲ αὐτοῦ γενικῶς καὶ καθ' ὅλου ὠνόμασται πᾶσα ἡ ἀνθρώποις παραδοθεῖσα θεόπνευστος Γραφή. Μαρτύρια δὲ αὐτοῦ τυγχάνει ἤτοι τὰ προφητικῶς περὶ αὐτοῦ ἐν τῇ θείᾳ Γραφῇ μεμαρτυρημένα, ἢ τὰ κατὰ διαμαρτυρίαν ὑπ' αὐτοῦ τοῖς τὰ θεῖα παιδευομένοις παρηγγελμένα.
All the ways of the Lord are mercy and truth to those who seek out His Covenant and His testimonies. Many indeed, he says, are the ways of the Lord, yet in all of them His mercy runs ahead; and along with mercy truth speeds forth together; for He has mercy upon the things that exist and abhors nothing of the things that He has made (Wis. 11:24); for neither did He fashion anything while hating it. Along each way, therefore, of God's administration and providence His mercy runs ahead, and truth follows upon mercy. And to those who seek out and occupy themselves therewith, He Who said, Seek, and you shall find; knock, and it shall be opened unto you (Matt. 7:7), delivers the truth concerning the things sought. Now His Covenant, generically and universally, is the name given to all God-inspired Scripture delivered to men. And His testimonies are either the things prophetically testified concerning Him in divine Scripture, or the things charged with solemn attestation by Him to those being instructed in divine things.
Τίς ἐστιν ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον ; νομοθετήσει αὐτῷ ἐν ὁδῷ, ᾗ ᾑρετίσατο. Ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται, καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει γῆν. Ἀκουέτω, φησὶ, πᾶς ὁ φοβούμενος τὸν Κύριον, μίαν τε ὁδὸν ἣν ἂν ἕλοιτο διαπορευόμενος, τί αὐτὸν περιμένει. Νῦν μὲν κακοπαθήσει, οἷα εἰκὸς, ἐγγυμναζόμενος τοῖς τῆς θεοσεβείας ἄθλοις· ἔσται δὲ καιρὸς ὁπηνίκα ἡ ψυχὴ αὐτοῦ ἐν ἀγαθοῖς αὐλισθήσεται· ποίοις δὲ ἀγαθοῖς ἢ περὶ ὧν εἴρηται· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ τὰ ἑξῆς ;
Who is the man that fears the Lord? He will give him a law in the way that he has chosen. His soul shall lodge among good things, and his seed shall inherit the earth. Let everyone who fears the Lord hear, he says, as he journeys along the one way whichever he may choose, what awaits him. Now indeed he will suffer hardship, as is likely, being trained in the contests of godliness; yet there shall be a season when his soul shall lodge among good things—and among what good things, save those concerning which it is said: Things that eye has not seen (1 Cor. 2:9), and what follows?
PG 23:229Read from the page
Τό γε μὲν σπέρμα, ὅπερ κατεβάλετο ἐν τῇ γῇ καθ' ὃν ἐπολιτεύετο ἐπὶ γῆς χρόνον, πολλοὺς κληρονομήσει, σωτηρίας αἴτιον γινόμενον πολλοῖς. Σπέρμα δὲ τί ἂν εἴποις ἢ τὴν διδασκαλίαν καὶ τοὺς λόγους καὶ τὰ συγγράμματα, ἢ τοὺς κατὰ Θεὸν αὐτῷ γεννηθέντας καὶ μαθητευθέντας ἄνδρας ; δι' ὧν καὶ μετὰ τὴν ἐν ἀγαθοῖς ἀνάπαυσιν αὐτοῦ μυρίοι τῆς παρὰ τῷ Θεῷ κληρονομίας τεύξονται, ἅτε ἀγαθῶν σπερμάτων τυχόντες καὶ ὠφελημένοι τὴν ἔνθεον καρποφορίαν.
Moreover the seed which he sowed in the earth during the time in which he conducted his life upon earth shall inherit many, becoming a cause of salvation to many. And what would you call seed if not his teaching and words and writings, or the men begotten unto him according to God and made disciples? through whom even after his rest among good things countless men shall obtain the inheritance that is with God, inasmuch as they have met with good seeds and been benefited with godly fruit-bearing.
Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ Διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Ὁ μὲν Ἀκύλας, ἀπόῤῥητον Κυρίου ἐξέδωκεν· ὁ δὲ Σύμμαχος, ὁμιλία Κυρίου· ὁ δὲ Θεοδοτίων καὶ ἡ πέμπτη ἔκδοσις, μυστήριον Κυρίου. Ἐντεῦθεν γὰρ εἰς τοσαύτην ἤλασε μακαριότητα ὁ ἀνωτέρω προλεχθεὶς φοβούμενος Κύριον ἐκ τοῦ ὁμιλίαν τοῦ Κυρίου, καὶ ἀπόῤῥητον αὐτοῦ, καὶ τὸ μυστήριον αὐτοῦ γνωστὸν αὐτῷ γεγονέναι, καὶ τὰ ἐν τῇ Διαθήκῃ αὐτοῦ, τοῦτ' ἔστιν ἐν τῇ θείᾳ Γραφῇ, περιεχόμενα μυστήρια.
The Lord is the strength of those who fear Him, and His Covenant is to make [it] plain to them. Aquila published, the secret of the Lord; and Symmachus, the converse of the Lord; and Theodotion and the Fifth Edition, the mystery of the Lord. For hence the man aforesaid above who fears the Lord advanced unto so great a blessedness, from the fact that the converse of the Lord, and His secret, and His mystery became known to him, and the mysteries contained in His Covenant, that is, in divine Scripture.
Οἱ ὀφθαλμοί μου διὰ παντὸς πρὸς τὸν Κύριον, ὅτι αὐτὸς ἐκσπάσει ἐκ παγίδος τοὺς πόδας μου. Ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, ὅτι μονογενὴς καὶ πτωχός εἰμι ἐγώ. Αἱ θλίψεις τῆς καρδίας μου ἐπληθύνθησαν, ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Οὐ διὰ τὰ κατορθώματα ὥσπερ ὀφειλομένην τὴν σωτηρίαν αὐτῷ· οἶδα γὰρ, ὅτι, πάντα ποιήσας τὰ παρ' ἐμαυτοῦ, ἔτι τοῦ σοῦ ἐλέους δέομαι. Διὸ ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με. Σύνοιδα γὰρ ἐμαυτῷ πτωχῷ καὶ ἀβοηθήτῳ καὶ μὴ ἐπαρκοῦντι πρὸς σωτηρίαν. Ἴδιόν τέ ἐστι πάντων τῶν θεοφιλῶν τὸ ἑαυτοὺς κακοῦν ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, καὶ διωγμοῖς· ἀλλ' οὐ καὶ ἀγνοοῦσι τὸ τούτων τέλος· διὸ τυχεῖν αὐτοῦ παρὰ τοῦ Θεοῦ ἱκετεύουσι λέγοντες· Ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με· ὡς ἂν διελθόντες τὰς τοῦ βίου ἀνάγκας, τὰς δὲ συμφορὰς καὶ τὰς περιστάσεις, εἰπεῖν ποτε δυνηθεῖεν· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν.
My eyes are continually towards the Lord, because He Himself will pluck my feet out of the snare. Look upon me and have mercy on me, because only-begotten and poor am I. The tribulations of my heart have been multiplied; bring me out of my necessities. Not on account of virtuous achievements [do I ask] salvation as though owed to him [for: I ask]; for I know that, having done all the things on my own part, I still stand in need of Thy mercy. Wherefore look upon me, and have mercy on me. For I am conscious in myself of being poor and helpless and not sufficient towards salvation. And it is proper to all lovers of God to afflict themselves in tribulations, in necessities, in distresses, and persecutions; yet they are not ignorant of the end of these things either; wherefore they supplicate to obtain it from God, saying: Bring me out of my necessities; so that having passed through the necessities of life, and its calamities and trials, they might one day be able to say: We passed through fire and water, and Thou didst bring us out into refreshment (Ps. 65:12).
Ἴδε τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφερ πάσας τὰς ἁμαρτίας μου. Ἴδε τοὺς ἐχθρούς μου, ὅτι ἐπληθύνθησαν, καὶ μῖσος ἄδικον ἐμίσησάν με. Φύλαξον τὴν ψυχήν μου καὶ ῥῦσαί με· μὴ καταισχυνθείην, ὅτι ἤλπισα ἐπὶ σέ. Τὰ μὲν παρ' ἐμοῦ σπουδάζεται, τὰ δὲ παρὰ σοῦ τυχεῖν ἀξιῶ. Ἐγὼ μὲν οὖν ἐμαυτὸν κολάζω, καὶ ὥσπερ δίκην εἰσπρατττόμενος ὧν πρότερον ἐπλημμέλησα, ἐμαυτὸν τιμωροῦμαι, ταπεινῶν ἐμαυτὸν ἐν κόποις καὶ πόνοις· σὺ δὲ, ὁ Θεὸς, οἷά τις ἀγωνοθέτης, τὸν ἐμὸν ἀγῶνα θεωρῶν καὶ τοὺς ἐμοὺς καμάτους, δίδου τὴν ἄφεσιν τῶν ἁμαρτημάτων, καὶ συγχώρει ὅσα πώποτε διεπραξάμην ἐν ἁμαρτίαις. Ἀλλὰ καὶ θεασάμενος τοὺς ἐμοὺς ἐχθροὺς ὁπόσοι ὄντες ἐπεβούλευον, καὶ ὡς μῖσος ἄδικον ἐμίσησάν με, φύλαξ γενοῦ τῆς ἐμῆς ψυχῆς,
Behold my lowliness and my labour, and forgive all my sins. Behold my enemies, because they have been multiplied, and with an unjust hatred they have hated me. Guard my soul and rescue me; let me not be put to shame, because I have hoped upon Thee. The things on my part are earnestly pursued, and the things from Thee I beg to obtain. I indeed chastise myself, therefore, and as though exacting punishment for the offences I formerly committed, I punish myself, humbling myself in labours and toils; and do Thou, O God, like some president of the games, beholding my contest and my travails, grant forgiveness of sins, and pardon whatsoever things I ever wrought in sins. Moreover, having also beheld my enemies, how many they were who plotted against me, and how they hated me with an unjust hatred, become Guardian of my soul,
Notes, col. 229

On the reading

Printed αὐτῷ, for αἰτῶ.

Printed ἄφερ, for ἄφες.

Printed εἰσπρατττόμενος, for εἰσπραττόμενος.