τελειότερον, ἄνθρωποι χρηματίζουσιν. Ὅτε γε μὴν πρόβατα τυγχάνουσιν, ὑπὸ ποιμένι τῷ διὰ Ἰεζεκιὴλ δηλωθέντι Δαυΐδ, τουτέστι τῷ ἐκ σπέρματος Δαυΐδ, Σωτῆρι ἡμῶν καὶ Χριστῷ, ἀγόμενοι, διδάσκονται λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οἱ δὲ αὐτοὶ τῆς νοερᾶς καὶ καινῆς τροφῆς καὶ πόας ἀντιλαμβανόμενοι τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἐροῦσιν· Εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Πίνων δὲ τοῦ ὕδατος ὁ εἰσαγόμενος ἐν Χριστῷ, οὔπω δὲ τοῦ οἴνου τοῦ τῆς ἀληθινῆς ἀμπέλου οἷός τε ὢν μεταλαμβάνειν, διὰ τὸ ἔτι πρόβατον εἶναι, τέως δὲ τῷ σωτηρίῳ τρεφόμενος ὕδατι, περὶ οὗ ἐβόα ὁ Σωτὴρ λέγων· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· καὶ πάλιν· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· καὶ αὖθις· Ὁ πίνων ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα· εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀλλὰ καὶ πᾶν ἄχθος ἀποθέμενος τῶν παλαιῶν ἁμαρτημάτων διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, εἴποι ἄν· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ἀναπαύσεως γὰρ ὡς ἀληθῶς ἐκεῖνο τὸ ὕδωρ, δι' οὗ τὸ βαρὺ καὶ ἐπίμοχθον φορτίον τῶν ἁμαρτιῶν τὸ πιεζοῦν τὴν ψυχὴν ἀποῤῥίψας τις, καὶ πάντα ῥύπον καὶ σπίλον καὶ κηλίδα σμηξάμενος, δεσμῶν τε ἀνεθεὶς πολυπλόκων, συνησθημένος τούτων ἁπάντων ἐρεῖ· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Εἶθ' ὥσπερ ἐκλείπων πάλαι τὴν ψυχὴν, ἔπειτα διὰ τῆς ἀποδοθείσης χλόης καὶ τοῦ σωτηρίου ὕδατος ἀναλαβὼν ἑαυτὸν, καὶ ὥσπερ ἐκ θανάτου παλινδρομήσας, φήσει· Τὴν ψυ-
more perfect, they bear the title of men. When, however, they are sheep, being led under the Shepherd David signified through Ezekiel (Ezek. 34:23), that is, Him of the seed of David, our Saviour and Christ, they are taught to say: The Lord shepherds me, and nothing shall be wanting to me. And the same, partaking of the spiritual and new food and grass that is in the sacred Gospels, will say: In a place of green pasture, there He has caused me to dwell. And drinking of the water, the initiate in Christ, not yet able to partake of the wine of the true vine because he is still a sheep, yet nourished for the time being with the saving water concerning which the Saviour cried aloud, saying: If anyone thirsts, let him come unto Me and drink (John 7:37); and again: He who drinks of the water that I will give him, out of his belly shall flow rivers of living water (John 7:38); and once more: He who drinks of the water that I will give him shall never thirst unto the age (John 4:14)—would say: By water of rest He has nourished me. Moreover, having also put off every burden of ancient sins through the washing of regeneration and renewal of the Holy Spirit, he would say: By water of rest He has nourished me. For truly of rest is that water through which one, having cast off the heavy and laborious load of sins pressing down the soul, and having wiped away every defilement and spot and stain, and having been loosed from intricate bonds, being conscious of all these things, will say: By water of rest He has nourished me. Then, having of old fainted, as it were, in his soul, next having recovered himself through the green pasture granted to him and the saving water, and having run back, as it were, out of death, he will say: My so-
Ὠδήγησέ με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. Ταῦτα, φησὶ, πράττει, ὡς ἂν μὴ βλασφημῆται αὐτοῦ τὸ ὄνομα, τῶν αὐτοῦ προβάτων ἀπολλυμένων, ἢ κακῶς ἀγομένων. Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετ' ἐμοῦ εἶ. Μακρὰν γὰρ ἡ ἁμαρτία παντὸς συνόντος Θεῷ. Σκιὰν θανάτου τὸν κοινόν φησι θάνατον, καὶ τὴν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος λύσιν, πρὸς ἀντιδιαστολὴν τοῦ θανάτου τῆς ψυχῆς, καθ' ὃ εἴρηται· Ψυχὴ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται· καὶ, Ἔστιν ἁμαρτία πρὸς θάνατον. Οὐκ ἔστι γὰρ σκιὰ θανάτου· ἀλλ' ἀληθινὸς θάνατος ἡ τῆς ψυχῆς ἀπώλεια τυγχάνει. Ἐπεὶ οὖν μεμαθήκασιν, ὡς ἄρα ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ οὐ μὴ ἀποθάνῃ εἰς τὸν αἰῶνα, μεταβέβηκε δὲ ἀπὸ τοῦ θανάτου εἰς τὴν ζωὴν, σφόδρα ἀκριβῶς οὐ φασὶ θάνατον ἐπιέναι αὐτοῖς ἀλλ' ἢ ἄρα σκιὰν θανάτου· ταύτῃ δηλοῦντες τοὺς κατὰ ἄνθρωπον κινδύνους καὶ τὸν σωματικὸν θάνατον οὐδὲν ἕτερον ὄντα ἢ χωρισμὸν ψυχῆς ἀπὸ σώματος.
He has led me upon paths of righteousness for His name's sake. These things, he says, He does so that His name may not be blasphemed through His sheep perishing or being ill led. For even if I walk in the midst of death's shadow, I shall not fear evils, because Thou art with me. For sin is far from everyone who is with God. He calls the common death, and the loosing of the soul from the body, death's shadow, in contradistinction to the death of the soul, according to what is said: The soul that sins, the same shall die (Ezek. 18:4); and, There is a sin unto death (1 John 5:16). For the perdition of the soul is not death's shadow, but true death. Since therefore they have learned that he who believes in the Son of God shall never die unto the age, but has passed over out of death into life, with great exactness they say that not death comes upon them, save only death's shadow—hereby signifying human perils and bodily death as being nothing other than separation of soul from body.
Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται.
Thy rod and Thy staff, these have comforted me. These things therefore comfort him who is struck and chastised, being persuaded that God scourges every son whom He receives.