Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. Καὶ μὴν ἐν πᾶσι τοῖς ἁγίοις σου ἐνοικεῖς ἀει συνὼν αὐτοῖς, καὶ πάντοτε αὐτῶν εἰσακούων. Ἐν τούτῳ γοῦν καὶ ἔπαινος γίνεσθαι εἴωθας τοῦ Ἰσραὴλ, τουτέστι παντὸς ἁγίου. Εἰ δὲ ἐν πᾶσι τοῖς ἁγίοις κατοικεῖ ὁ Θεὸς, πολλῷ μᾶλλον ἐν τῷ αὐτοῦ Μονογενεῖ, καὶ μειζόνως αὐτοῦ εἰσακούσεται.
Yet Thou dwellest in the sanctuary, the praise of Israel. Indeed in all Thy saints Thou dwellest within, ever being with them, and always hearkening to them. Herein at any rate Thou art wont also to become the praise of Israel, that is, of every saint. And if God dwells in all the saints, much more in His Only-begotten, and in greater measure will He hearken to Him.
Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. Πρὸς σὲ ἐκέκραξαν, καὶ ἐσώθησαν· ἐπὶ σοὶ ἤλπισαν, καὶ οὐ κατησχύνθησαν. Ὧδε καίτοι, φησὶν, οἶδα σαφῶς ὡς ἅπαντες ἡμῶν οἱ πατέρες, τῇ σῇ βοηθείᾳ θαῤῥήσαντες, οὐκ ἐψεύσθησαν τῆς ἐλπίδος, καὶ εἰς ἐπικουρίαν σε καλέσαντες, τῆς σῆς προνοίας ἀπέλαυσαν· Ἐγὼ δέ εἰμι σκώληξ καί οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπου καὶ ἐξουθένημα λαοῦ. Τὸν σκώληκα παντὸς μὲν ζώου εὐτελέστατον εἶναι συμβαίνει, ὑφίστασθαι δὲ ἀπὸ φθορᾶς σωμάτων· ἀφανιστικὸν δὲ εἶναι καὶ φθαρτικὸν οὗ δ' ἂν ἐφάψηται. Μέμνηται δὲ τούτου Ἠσαΐας ὁ προφήτης λέγων· Μὴ φόβου, σκώληξ Ἰακὼβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ Θεὸς ὁ λυτρούμενός σε, ὁ ἅγιος Ἰσραήλ. Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας, καινο⟨…⟩ς, πριστηροειδεῖς· καὶ ἀλοήσεις ὄρη, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις· καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτοὺς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. Σὺ δὲ εὐφρανθήσῃ ἐπὶ τῷ Κυρίῳ. Δι' ὧν ἡ προφητεία, σκώληκα ὀνομάσασα, καὶ ὀλιγοστὸν εἰποῦσα διὰ τὸ εὐτελὲς καὶ σμικρὸν τοῦ ζώου, δύναμιν αὐτῷ μεγάλην συνῆψεν· Ἀλοήσεις ὄρη, φήσασα, καὶ λεπτυνεῖς βουνοὺς, καὶ ὡς χοῦν θήσεις, καὶ λικμήσεις. Καὶ διὰ τῶν προκειμένων τοίνυν λέγων ὁ Σωτήρ· Ἐγὼ δέ εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος, τὸ εὐτελὲς καὶ ἀσθενὲς καὶ ἀπόβλητον καὶ ἀπεῤῥιμμένον τοῦ πάθους ἑαυτοῦ παρίστησι, τό τε τῶν ἐναντίων δυνάμεων ἀφανιστικόν. Ἤμελλεν γὰρ, ὑποδὺς τὸν θάνατον, καὶ ἐν αὐτῷ γενόμενος τῷ τῶν νεκρῶν χωρίῳ, σκώληκος δίκην τὰς δυνάμεις τὰς ἀντικειμένας φθορᾷ παραδιδόναι. Καὶ ἄλλως δ' ἂν εἴποις σκώληκα αὐτὸν ὠνομάσθαι, καὶ οὐκ ἄνθρωπον, διὰ τὸ μὴ ὁμοίως ἀνθρώποις ἐκ συνουσίας ἄῤῥενος καὶ θηλείας τὴν τῆς σαρκὸς γένεσιν ἐσχηκέναι. Κατὰ τρίτον δὲ τρόπον, τὸν θάνατον ἑαυτοῦ σημαίνει, καὶ τὸν ἄψυχον νεκρόν· διὸ ἐπιλέγει· Ἐγὼ δέ ειμι σκώληξ, καὶ οὐκ ἄνθρωπος· ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. Ὁ γὰρ νεκρὸς οὐκ ἄνθρωπος. Ἀλλ' ει μὲν ἦν πάντῃ νεκρὸς, ἀπήρκει φάναι· Ἐγὼ δέ εἰμι οὐκ ἄνθρωπος· ἀλλ' ἐπεὶ δυνάμεώς τινος ἀφανιστικῆς τοῦ θανάτου μετεῖχεν, εικότως σκώληκα αὐτὸν καὶ οὐκ ἄνθρωπον ὠνόμασεν. Γέγονε δὲ ἀληθῶς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πάντων ὄνειδος, τὸν ἐπονείδιστον σταυρὸν ὑπὲρ ἡμῶν ἀναδεδεγμένος. Διὸ καὶ ἑτέρα προφητεία ἐξ αὐτοῦ προσώπου φησίν· Οι ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Οἱ μὲν οὖν ἄλλοι ἄνθρωποι ἐπονείδιστον αὐτὸν ἔσχον κατὰ τὸν τοῦ
In Thee our fathers hoped; they hoped and Thou didst rescue them. To Thee they cried aloud, and were saved; in Thee they hoped, and were not put to shame. Here, although, He says, I know clearly that all our fathers, having trusted in Thy help, were not disappointed of their hope, and having called upon Thee for aid, enjoyed Thy providence: Yet I am a worm and not a man, a reproach of man and an outcast of people. Now it happens that the worm is the cheapest of every creature, and subsists out of the corruption of bodies, yet is obliterative and destructive of whatever it touches. And Isaiah the prophet makes mention of this, saying: Fear not, O worm Jacob, puny Israel; I have helped you, says God Who redeems you, the Holy One of Israel. Behold, I have made you like threshing wagon-wheels, new, saw-toothed; and you shall thresh mountains, and beat hills small, and make them like dust; and you shall winnow them, and a wind shall take them, and a tempest shall scatter them. And you shall be gladdened in the Lord. Through which words the prophecy, having named him a worm and called him puny on account of the cheapness and smallness of the creature, joined great power to him, saying: You shall thresh mountains, and beat hills small, and make them like dust, and winnow them. Through the words before us too, therefore, when the Saviour says, Yet I am a worm, and not a man, He presents the cheap and weak and rejected and cast-off character of His passion, as well as what is obliterative of the opposing powers. For He was about, after undergoing death and coming to be in the very place of the dead, after the manner of a worm to deliver the opposing powers over to corruption. And in another way too you might say that He was named a worm, and not a man, because He did not have the generation of His flesh in like manner to men from the union of male and female. And in a third way, He signifies His death and the lifeless corpse; wherefore He adds: Yet I am a worm, and not a man; a reproach of men and an outcast of people. For a corpse is not a man. Yet if He had been altogether a corpse, it would have sufficed to say: Yet I am not a man; but since He partook of a certain power obliterative of death, He reasonably named Himself a worm and not a man. And truly our Saviour and Lord became a reproach of all, having taken upon Himself the reproachful cross on our behalf. Wherefore another prophecy also speaks from His person: The reproaches of those who reproached Thee fell upon me. Other men, therefore, held Him to be reproachful at the [time] of His