Migne Reading Room

PG 23 · cols. 185–193 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:185Read from the page
θρῶν μου ὀργίλων, ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Τῷ μὲν γὰρ ἀπειθοῦντι λαῷ καὶ ἀντιλέγοντι ἐπάξειν τὰς ἐκδικήσεις καὶ τὰς τιμωρίας εἴρηται· ἢ κατὰ τὸν Σύμμαχον, Ὁ Θεὸς ὁ παρασχὼν τιμωρίας ἐμοί· τῷ δ' ἑτέρῳ τάγματι περὶ οὗ ἀνωτέρω εἴρηται· Καταστήσεις με εις κεφαλὴν ἐθνῶν. Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· τούτῳ τὴν ὑποταγὴν τὴν ὑπ' αὐτὸν χαρίζεται. Διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· Καὶ ὑποτάσσων λαοὺς ἐπ' ἐμέ. Οὗτος καὶ ῥύστης μου, φησὶ, γέγονεν ἐξ ἐχθρῶν μου ὀργίλων, καὶ ἐκ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὕψωσέ με, ὁ δ' αὐτὸς καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐῤῥύσατό με. Δι' ὧν σαφῶς παρίστησιν ἐχθρούς τινας αὐτοῦ καὶ ἀνθεστηκότας· καὶ παρὰ τούτους ἕτερόν τινα ἄνδρα, μεστὸν ὡς ἀληθῶς πάσης ἀδικίας. Σημαίνει δὲ ὁ λόγος διὰ τούτων προφητικῶς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους καὶ τὸν προδότην Ἰούδαν, παντὸς ἀδίκου χείρονα γενόμενον, ὅτι δὴ, τοιούτων ἀξιωθεὶς παρὰ τοῦ Σωτῆρος, τοῖς ἐναντίοις αὐτὸν ἠμείψατο.
emies of mine who are wrathful, from those rising up against me Thou wilt exalt me, and from an unjust man rescue me. For upon the disobedient and gainsaying people He is said to bring vengeances and punishments; or according to Symmachus, God Who supplied punishments for me; whereas to the other rank concerning which it was said above, Thou wilt appoint me as head of nations; a people whom I knew not served me, to this He grants subjection under Him. Wherefore he adds according to Symmachus: And subjecting peoples unto me. This One also, he says, became my rescuer from my wrathful enemies, and exalted me out of those rising up against me, and the Same rescued me also from an unjust man. Through which words he clearly presents certain enemies and adversaries of His, and besides these a certain other man, truly full of all injustice. And the word through these things prophetically signifies the rulers of the nation of the Jews and the traitor Judas, who proved worse than every unjust man, inasmuch as, having been counted worthy of such things from the Saviour, he repaid Him with the opposite.
Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ Δαυῒδ, καὶ τῷ σπέρματι αὐτοῦ, ἕως αἰῶνος. Ἐπὶ τὸ ἕτερον μεταβαίνει, ὡς ἂν εἴποι τις τὸ δεξιὸν τάγμα, καὶ ἔστιν ἔργοις αὐτοῖς καὶ ὀφθαλμοῖς παραλαβεῖν· ὥσπερ ὁ Δαυῒδ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὥσπερ εἰσέτι καὶ νῦν ζῶν καὶ σὺν ἀνθρώποις πολιτευόμενος, διὰ τῶν ἑαυτοῦ γραφῶν ᾠδῶν τε καὶ ὕμνων ἐν πᾶσι τοῖς ἔθνεσι ψάλλει τῷ Θεῷ τῶν ὅλων· καὶ ὁ ἐκ σπέρματος δι' αὐτοῦ γεγονὼς, οὗ εἰς πρόσωπον ἀναφέρεται τὰ προκείμενα, ὁμοίως κρείττων γενόμενος τῶν ἐπιβεβουλευκότων αὐτῷ, εἴποι ἄν· Καὶ ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με. Ἐκείνους μὲν οὖν καταλείπει· τὴν δὲ χάριν τὴν ἐξ αὐτοῦ καὶ τὴν ἀλήθειαν πᾶσι τοῖς ἔθνεσιν μεταδίδωσιν· εἰσέτι τε καὶ νῦν πανταχοῦ γῆς αὐτὸς παρὼν, καὶ μέσος τῶν εἰς αὐτὸν ἠλπικότων ἑστὼς, τῷ Πατρὶ διὰ τῆς ἑαυτοῦ Ἐκκλησίας ἐξομολογεῖται· διό φησι· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.
On account of this I will confess to Thee among nations, O Lord, and I will sing psalms to Thy name. Magnifying the salvations of His king, and doing mercy to His anointed David, and to his seed, for ever. He passes over to the other, as one might say the right-hand rank, and it is possible to perceive it by the very deeds and with the eyes: just as David after the coming of our Saviour, as though still even now living and conversing among men, through his own writings of odes and hymns sings psalms among all the nations to the God of all; so too He Who came to be from his seed through him, to Whose person the words before us are referred, having likewise proved superior to those who plotted against Him, might say: And from those rising up against me Thou wilt exalt me. Those men, therefore, He leaves behind; whereas the grace that is from Him and the truth He imparts to all the nations; and still even now being Himself present everywhere on earth, and standing in the midst of those who have hoped in Him, He confesses to the Father through His own Church; wherefore He says: On account of this I will confess to Thee among nations, O Lord, and I will sing psalms to Thy name.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΗʹ.
UNTO THE END, A PSALM OF DAVID, 18.
Καὶ ὁ παρὼν ψαλμὸς τῶν εἰς ἀγαθὸν τέλος παραπεμπόντων τυγχάνει· ἀλλὰ καὶ εὐχαριστήριος ἀναγράφη (sic) ᾠδὴ τοῖς τοὺς ἐχθροὺς καταγωνισαμένοις ἐπινίκιος ειρημένη. Διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Ἐπινίκιος ᾠδὴ τοῦ Δαυΐδ. Ἀλλὰ καὶ διὰ τὸ ἀνακεῖσθαι τῷ τὰς νίκας δωρουμένῳ Θεῷ, κατὰ τὸν Ἀκύλαν, Τῷ νικοποιῷ μελώδημα, λέλεκται.
The present psalm also belongs to those that escort unto a good end; moreover it was also inscribed as a song of thanksgiving, uttered as a triumphal ode for those who have vanquished their enemies. Wherefore according to Symmachus it is called: A triumphal ode of David. Moreover, because it is dedicated to God Who bestows victories, according to Aquila it is called: A melody to the Victory-maker.
Οι οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Διδασκαλίαν περιέχει τῆς τοῦ Θεοῦ μεγαλουργίας παραστατικήν. Ἐπειδὴ γὰρ τὸ ἀφανὲς καὶ ἀόρατον τῆς ἀσωμάτου καὶ ἀγενήτου καὶ θεϊκῆς οὐσίας, διὰ τὸ μὴ σαρκὸς ὀφθαλμοῖς καταλαμβάνεσθαι, οἱ τὰ ὄμματα τῆς ψυχῆς πεπηρωμένοι τῆς τῶν ὄντων ὑπάρξεως ἐκβεβλήκασιν, ἀθέοις στόμασιν ἀποφηνάμενοι μὴ εἶναι Θεὸν, μηδὲ ὑπάρχειν τι κρεῖττον τῶν ἐν σώμασιν
The heavens declare the glory of God, and the firmament proclaims the making of His hands. It contains a teaching setting forth the magnificent workmanship of God. For since those maimed in the eyes of the soul have cast out from the existence of beings that which is unmanifest and invisible of the incorporeal and unbegotten and divine essence, because it is not grasped by eyes of flesh, pronouncing with godless mouths that there is no God, and that nothing exists superior to the things in bodies
Notes, col. 185

On the reading

Printed εις, for εἰς.

Printed ἀναγράφη, for ἀναγράφεται.

Printed ειρημένη, for εἰρημένη.

Printed Οι, for Οἱ.

PG 23:188Read from the page
ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογισμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ' ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώπων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδίδοσθαι. Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αισθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐχ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ' ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων, ἄφρων καὶ ἀσεβής. Διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συναμολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ.
that are seen, and that by a spontaneous and irrational coincidence, at random and in vain from no cause, the whole cosmos came into subsistence, of necessity the present discourse through psalmody demonstratively and along with the creative power of all things sets forth theology, going through some such reasoning as this. The nature of mortals is small and weak, and the reasonings of men are timid, and our conceptions precarious; wherefore we fall very far short of glorifying God according to His worth. For neither by voices of men, nor by tongue of flesh and lips, can one think that a discourse worthy concerning God is ever rendered. Yet if one ought to hearken to an effectual and greatest teaching and one befitting God Himself, if anyone is strong in the faculties of his soul, let him brace himself and rouse himself to a hearing worthily proclaimed aloud of the infinitely great power of God, which the very heavens that encompass the universe utter forth, celebrating in odes and doxologies God, their own Creator and the Maker of all things. For the very heavens highest of all, and lying above the subordinate firmament, which have embraced the whole sensible and spiritual creation, uttering the glory of God not in Greek speech, nor using any other dialect, by the deed itself through their own adornment and their rhythmic and harmonious and all-wise station thoroughly teach the infinitely great power of Him Who is for them the Cause of such motion. For from the greatness and beauty of created things their Author is by analogy contemplated; and, His invisible things from the creation of the world, being understood by the things that are made, are clearly seen, both His everlasting power and divinity. He, therefore, who supposes that the heavens brought themselves into subsistence apart from any creative reason and without divine power, and who ascribes to their bodies the cause of so great a magnitude and of such a shape, and of their steady and orderly motion, is foolish and impious. Wherefore it befits those who possess a sensible mind to confess together that they all but hear a voice crying aloud in deed from the heavens themselves, sending up the fitting glory to God, their own Maker and Creator.
Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐξῆς δ' οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν. Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος
And thus too the firmament, which Moses presented as having come into being on the second day of the creation of the world—this firmament too, therefore, being distinct from the previously named heavens, proclaims to all and cries aloud teaching that it did not come into subsistence as such spontaneously, but is itself also a work of God the Maker of all things; wherefore it has been said: And the firmament proclaims the making of His hands. Now Moses knows that before the constitution of the firmament heaven had come into being prior to the day, saying: In the beginning God made the heaven and the earth. Next, therefore, after the making of the first heaven he introduces the power and generation of light, and teaches that the light was called day, and says that there came to be morning and evening, one day. Then beginning the second day, the [making] of the firmament
Notes, col. 188

On the reading

Printed αισθητὴν, for αἰσθητὴν.

Printed συναμολογεῖν, for συνομολογεῖν.

Printed παρίστη, for παρίστησι.

PG 23:189Read from the page
εἰσάγει ποίησιν. Οἶδε δὲ ἡ Γραφὴ καὶ πλείους οὐρανούς· διό φησιν· Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· καὶ πάλιν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν· καὶ ἀλλαχοῦ εἴρηται· Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ. Καὶ τὸ στερέωμα κέκληται οὐρανὸς, καὶ ὁ Σωτὴρ τὴν βασιλείαν τῶν οὐρανῶν ἐπαγγέλλεται, καὶ ἐν τῇ εὐχῇ διδάσκει εἰπεῖν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ, Αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
making he introduces. Now Scripture knows also a plurality of heavens; wherefore it says: Praise the Lord from the heavens; and again: Praise Him, you heavens of the heavens, and the water that is above the heavens; and elsewhere it has been said: The heaven of heaven belongs to the Lord. And the firmament has been called heaven, and the Saviour promises the kingdom of the heavens, and in the prayer teaches us to say: Our Father Who art in the heavens, and, The powers of the heavens shall be shaken.
Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν. Διδάσκει ἡμέρα καὶ διδάσκει νὺξ τοὺς ἐθέλοντας παιδεύεσθαι, ὅση τίς ἐστιν ἡ σοφία ἡ ἄῤῥητος καὶ ἀπερίληπτος δύναμις τοῦ τὰ διαστήματα τῶν χρόνων καταμετρήσαντος αὐτοῖς Θεοῦ. Εἰ μὲν γὰρ μηδεὶς ἦν ὁ καὶ ταύταις ὥραις καὶ χρόνους καὶ καιροὺς διαταξάμενος, ἀπρονοήτῳ δὲ καὶ ἀλόγῳ κινήσει κατά τι σύμβαμα τυχιμαῖον ὑφεστῶτα ἦν· ἐχρῆν δήπου μὴ τὰ ἴσα διαστήματα τῶν ἡμερῶν διὰ παντὸς τοῦ αἰῶνος ὑφεστάναι, ἢ συγκεχυμένους αὐτῶν εἶναι τοὺς καιροὺς, καὶ τὰς νύκτας δὲ ὡσαύτως εἰκῆ καὶ ὡς ἔτυχεν φέρεσθαι. Ἀλογίας γὰρ ἀδελφὴ ἀταξία, καὶ τῷ τυχιμαίῳ ἕπεται σύγχυσις· ὡς ἔμπαλιν πάσης εὐταξίας ἡγεῖται λόγος, ἁρμονίας τε καὶ συμφωνίας ἡγεῖται σοφία. Αἱ τοίνυν τούτων πρὸς ἀλλήλας ἀμοιβαὶ καὶ ὑποχωρήσεις, ποτὲ μὲν ἡμερῶν μηκυνομένων, ὑποχωρουσῶν δὲ αὐτῶν νυκτῶν, ποτὲ δὲ τῶν νυκτῶν τὸ προδεδανεισμένον χρέος κατὰ τὴν τῶν ὡρῶν αὔξησιν ἀπολαμβανουσῶν, μονονουχὶ φθέγγονται καὶ λαλοῦσι μεγάλῃ φωνῇ τῇ πανσόφῳ διατάξει τοῦ τῶν ὅλων μαρτυροῦσαι Θεοῦ, καὶ κηρύττουσιν ἀνθρώποις τὴν τοῦ Θεοῦ γνῶσιν· οὕτω δὲ κεκραγόσιν αὐτοῖς ἔργοις αἱ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν φωναὶ τοῖς ἐπαΐειν αὐτῶν δυναμένοις, ὡς μηδεμίαν ἀκοὴν λανθάνειν τὴν διδασκαλίαν αὐτῶν.
Day unto day pours forth speech, and night unto night proclaims knowledge. Day teaches and night teaches those who wish to be instructed how great is the ineffable wisdom and incomprehensible power of God Who measured out the intervals of times for them. For if there were no one who had ordained times and seasons for these hours as well, and they had subsisted by an unprovidential and irrational motion according to some chance occurrence, surely equal intervals of days ought not to have subsisted throughout the whole age, or their seasons ought to have been confused, and the nights likewise borne along at random and by chance. For disorder is the sister of unreason, and confusion follows upon what is chance; just as conversely reason leads all good order, and wisdom leads harmony and concord. The mutual alternations and withdrawals of these towards one another, therefore—sometimes the days lengthening while the nights themselves give way, and sometimes the nights recovering the previously lent debt according to the increase of the hours—all but utter sounds and speak with a loud voice bearing witness to the all-wise arrangement of the God of all, and proclaim to men the knowledge of God; and thus by the very deeds have the voices of the days and of the nights cried aloud to those able to give ear to them, so that their teaching escapes no hearing.
Πεπλήρωται γοῦν ἡ σύμπασα τῶν ἀνθρώπων οἰκουμένη τῆς εὐρύθμου καὶ ἀμοιβαίας αὐτῶν χορείας· δι' ἃ λέλεκται· Οὐκ εισὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αι φωναὶ αὐτῶν. Εις πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εις τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν· δῆλον δὲ, ὅτι τῶν ἡμερῶν καὶ τῶν νυκτῶν, τῶν τε διηγουμένων τὴν τοῦ Θεοῦ δόξαν οὐρανῶν, καὶ τοῦ τὴν ποίησιν τῶν χειρῶν αὐτοῦ ἐξαγγέλλοντος στερεώματος. Ἔνθα δὲ γενομένῳ μοι θαυμάζειν ἔπεισιν, ὅπως ὁ ἱερὸς ἀπόστολος τό· Εις πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εις τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν, ἐπὶ τοὺς μαθητὰς καὶ εὐαγγελιστὰς καὶ ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν ἀνήνεγκεν ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ. Ἐπιστήσας δὲ τὸν νοῦν τῇ ἀποστολικῇ λέξει, σφόδρα ἀκριβῶς εὗρον αὐτὸν καταχρηστικῷ τρόπῳ εὐκαίρως τὴν παράθεσιν πεποιημένον· οὐ γὰρ ὥσπερ ποτὲ μὲν ἔφη· Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραὴλ, ποτὲ δὲ, καθὼς προείρηκεν Ἠσαΐας· καὶ πάλιν· Καθὼς γέγραπται· καὶ αὖθις·
Accordingly the whole world inhabited by men has been filled with their rhythmic and alternating choral dance; on account of which it has been said: There are no speeches nor words of which their voices are not heard. Into all the earth their sound went out, and unto the ends of the inhabited world their words—plainly, that is, of the days and of the nights, and of the heavens that declare the glory of God, and of the firmament that proclaims aloud the making of His hands. And when I have come to this point, it occurs to me to marvel how the sacred apostle referred the saying, Into all the earth their sound went out, and unto the ends of the inhabited world their words, to the disciples and evangelists and apostles of our Saviour in the Epistle to the Romans. Yet upon fixing my mind closely on the apostolic wording, I found with great precision that he made the citation seasonably by way of catachresis; for not just as he sometimes said, And Isaiah cries out concerning Israel, and sometimes, even as Isaiah foretold, and again, Even as it is written, and once more,
Notes, col. 189

On the reading

Printed εισὶ, for εἰσὶ.

Printed αι, for αἱ.

Printed Εις, for Εἰς.

Printed εις, for εἰς.

PG 23:191Read from the page
δὲ τὸν καὶ ἑαυτοῦ καὶ πάντων Δεσπότην.
but Him Who is Master both of itself and of all things.
PG 23:192Read from the page
Λέγει γὰρ ἡ Γραφή· οὐχ οὕτως καὶ ἐπὶ τοῦ· Εις πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, εἴρηκε μετὰ προσθήκης ὁμοίας τοῖς προεκτεθεῖσιν. Ει γάρ τι τοιοῦτον προφήσας εἶπε, τάχ' ἄν τις ἐλάβετο ὡς βεβιασμένως ἐκδεξαμένου τὴν ἐν τῷ ψαλμῷ ῥῆσιν· νυνὶ δὲ ἁπλῇ φράσει φαίνεται συγχρησάμενος τῇ ἀπὸ τοῦ ψαλμοῦ παραθέσει· διὸ εἴποι τις αὐτὸν κατακεχρῆσθαι εὐκαίρως καὶ ὠφελίμως καὶ εὐρύθμως τῇ μαρτυρίᾳ.
For Scripture says—not thus did he speak also in the case of Into all the earth their sound went out, with an addition similar to the ones set forth above. For if he had spoken prefacing something of that sort, perhaps someone might have taken hold of him as having forcibly interpreted the saying in the psalm; whereas as it is, in simple phrasing he manifestly made concurrent use of the citation from the psalm; wherefore one might say that he used the testimony by catachresis seasonably and profitably and fittingly.
Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ' ἄκρου τοῦ ουρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ· καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ. Πρὸς τοῖς εἰρημένοις τῆς τοῦ Θεοῦ δοξολογίας διδάσκαλος καθέστηκεν ὁ ἥλιος, οἷα δεσπότου καὶ μεγάλου βασιλέως νόμον ἀπαράβατον τηρῶν. Οὐ γάρ ποτε ἄλλην τρέπεσθαι παρὰ τὴν ὁρισθεῖσαν αὐτῷ πορείαν τολμᾷ οὐδ' ὑπερβαίνει τοὺς ὅρους τῆς κατ' οὐρανὸν διατάξεως· ἀλλ' ἐκπορεύεται μὲν ὄρθριος, ὥσπερ ἐξ ἀδύτου καὶ ἀβάτου νυμφῶνος προϊὼν, ὡραϊσμένος δὲ οἷα νυμφίος καὶ τῷ τοῦ φωτὸς ἠγλαϊσμένος ἄνθει· ἐπειδὰν τὸν ὁρίζοντα τὸν ἀνατολικὸν ὑπερβῇ, τὸν σύμπαντα διιππεύει κόσμον, ἀκοπιάστως τὸν οἰκεῖον ἐξανύων δρόμον. Κυκλοῖ δὲ κυκλῶν οἷά τις γίγας ισχυρὸς τὴν ἀλκὴν καὶ ἄμαχος, ὥσπερ ἐκ νύσσης ἀρξάμενος ἀπ' ἄκρου κέντρου τοῦ κατὰ ἀνατολὰς ὁρίζοντος, διατρέχων νυχθημέρῳ ἑνὶ τὸν σύμπαντα κόσμον, ὡς μηδένα ἀνεπαίσθητον εἶναι θέρμης. Ταῦτα δὲ ἐνεργεῖ δουλεύων τῷ τοῦ πεποιηκότος αὐτὸν νεύματι, καὶ τεθεικότος ἐν τῷ στερεώματι. Διὸ εἴρηται· Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ. Ὅπερ σαφῶς ειρημένον, λευκότερον ἡρμήνευσαν οἱ λοιποί· ὁ μὲν Ἀκύλας ειπών· Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁ δὲ Σύμμαχος· Τῷ ἡλίῳ ἔταξε σκηνὴν ἐν αὐτοῖς· ὁ δὲ Θεοδοτίων, Τῷ ἡλίῳ ἔθετο σκήνωμα ἐν αὐτοῖς· ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις ἐξέδωκεν. Ἐν γὰρ τοῖς προλεχθεῖσιν οὐρανοῖς καὶ ἐν τῷ ἀποδοθέντι στερεώματι τὸ τοῦ ἡλίου σκήνωμα καὶ τὸ οἰκητήριον τέθειται ὁ Θεὸς, κατὰ τὸ λελεγμένον παρὰ Μωϋσεῖ· Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· τὸν φωστῆρα τὸν μέγαν εις ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εις ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς· Διὰ τούτων δει-
In the sun He set His tabernacle, and he like a bridegroom coming forth out of his bridal chamber. He will exult like a giant to run his course; from the end of heaven is his going forth, and his goal is unto the end of heaven; and there is no one who shall be hidden from his heat. In addition to the things already said, the sun has been appointed a teacher of the glorification of God, inasmuch as it keeps inviolable the law of a Master and great King. For never does it dare to turn onto another path beside the one appointed for it, nor does it transgress the bounds of the arrangement in heaven; rather it comes forth at dawn, advancing as though out of an innermost and untrodden bridal chamber, beautified like a bridegroom and made resplendent with the bloom of light; whenever it passes over the eastern horizon, it rides across the whole cosmos, tirelessly accomplishing its own course. And wheeling round it circles like some giant mighty in prowess and invincible, starting as though from a turning-post from the extreme point of the horizon in the east, traversing the whole cosmos in a single day and night, so that no one is insensible of its heat. And these things it performs in service to the nod of Him Who made it and set it in the firmament. Wherefore it has been said: In the sun He set His tabernacle. Which, though clearly said, the rest rendered more plainly: Aquila saying, For the sun He set a tabernacle in them; and Symmachus, For the sun He appointed a tent in them; and Theodotion, For the sun He set a tabernacle in them; and likewise the fifth edition also rendered it. For in the aforesaid heavens and in the firmament already explained God has set the tabernacle and the dwelling-place of the sun, according to what was said in Moses: And God made the two great luminaries, the greater luminary for rule of the day, and the lesser luminary for rule of the night, and the stars. And He set them in the firmament of heaven, so as to shine upon the earth: Through these things sho-
Ὁ νόμος Κυρίου ἄμωμος ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς διαμένων εις αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα
The law of the Lord is blameless, converting souls; the testimony of the Lord is trustworthy, making infants wise. The statutes of the Lord are upright, gladdening the heart; the commandment of the Lord is far-shining, enlightening the eyes. The fear of the Lord is pure, enduring for ever and ever; the judgements of the Lord are true, justified
Notes, col. 192

On the reading

Printed Εις, for Εἰς.

Printed Ει, for Εἰ.

Printed ουρανοῦ, for οὐρανοῦ.

Printed ισχυρὸς, for ἰσχυρὸς.

Printed ειρημένον, for εἰρημένον.

Printed ειπών, for εἰπών.

Printed εις, for εἰς.

PG 23:193Read from the page
ἐπὶ τὸ αὐτό· ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Ταῦτα δὲ πάντα περιείληφεν ὁ τοῦ Θεοῦ νόμος ὑπὲρ ἐπιστροφῆς τῆς ψυχῆς. Μαρτυρίας γὰρ πρῶτον περιέχει καὶ δικαιώματα καὶ ἐντολάς. Ἔπειτα τούτοις ἅπασιν ἐπήρτησεν, ὥσπερ βακτηρίαν ἐπιστρεπτικὴν, τὸν φόβον, καὶ ἐπὶ πᾶσιν ὥσπερ κορωνίδα τὰ κρίματα ἐπέθηκε τοῦ Θεοῦ. Ἑκάστῳ δὲ τῶν εἰρημένων ἰδίωμα συνῆψε· τῷ μὲν κατὰ πάντα γενικῷ ὠνομασμένῳ νόμῳ τὴν τῆς ψυχῆς ἐπιστροφήν· ὅπως δὲ ἐπιστρέφει ψυχὴ, διὰ τῶν ἐξῆς παρίστησι, μαρτυρίαν πιστὴν εἰπὼν δι' ἧς σοφίζεται ὁ ἐν Χριστῷ νήπιος· ἔπειτα δικαιώματα Κυρίου, καὶ τούτων ιδίωμα προσθεὶς τὸ εἶναι αὐτὰ εὐθέα, καρπόν τε τοῖς μεταλαμβάνουσι παρέχοντα τὴν εὐφροσύνην. Καὶ ἐπὶ τούτοις ἐντολὴν Κυρίου, ἧς καὶ αὐτῆς τὸ ἰδίωμα παρέστησεν, τηλαυγῆ φήσας αὐτὴν καὶ τῶν ὀφθαλμῶν τῆς ψυχῆς φωτιστικήν. Τῷ δὲ φόβῳ τοῦ Κυρίου συνῆψεν τὴν ἁγνείαν, καὶ τῇ ἁγνείᾳ τὴν διαρκῆ καὶ αιώνιον ζωήν. Καὶ ἐπὶ πᾶσι καὶ μετὰ πάντα προσέθηκεν τὴν τοῦ Θεοῦ κρίσιν, συνῆψέ τε αὐτῇ τὴν ἀλήθειαν καὶ τὴν δικαιοσύνην.
altogether; more desirable than gold and much precious stone, and sweeter than honey and honeycomb. For indeed Thy servant keeps them; in keeping them there is much reward. Now the law of God has embraced all these things on behalf of the conversion of the soul. For first it contains testimonies and statutes and commandments. Next upon all these it suspended fear, like a staff that turns one back, and upon all like a crowning flourish it set the judgements of God. And to each of the things mentioned it joined a distinctive property: to the law named generically over all, the conversion of the soul; and how a soul turns back, it sets forth through what follows, speaking of a trustworthy testimony through which the infant in Christ is made wise; next the statutes of the Lord, adding also their distinctive property, namely that they are upright and afford gladness as fruit to those who partake of them. And upon these the commandment of the Lord, whose distinctive property also it set forth, calling it far-shining and enlightening to the eyes of the soul. And to the fear of the Lord it joined purity, and to purity lasting and everlasting life. And upon all and after all it added the judgement of God, and joined to it truth and righteousness.
Παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου. Ἀντὶ δὲ τοῦ, Ἀπὸ ἀλλοτρίων φεῖσαι τῷ δούλῳ σου, ὁ Ἀκύλας ἐξέδωκε· Καί γε ἀπὸ ὑπερηφάνων συντήρησον τὸν δοῦλόν σου. Σφόδρα ἀναγκαίως καὶ ταύτην ἐκπέμπων τὴν εὐχὴν, ὡς ἂν ῥυσθείη ἀπὸ ὑπερηφανίας. Ἐπειδὴ γὰρ τοῖς κατορθοῦσι παρέπεταί τις λογισμὸς πολλάκις ὑπερήφανος, ἐπαιρομένης καὶ χαυνουμένης τῆς ψυχῆς ἐφ' οἷς ἑαυτῇ συνοῖδεν ἀγαθοῖς· εἶτα τῷ τῆς ὑπερηφανίας περιπεσοῦσα κακῷ, ἄλλῳ τρόπῳ τραχηλίζεται καὶ καταπίπτει· ὡς διὰ τοῦτο φάσκειν τὸν Ἀπόστολον· Ἵνα μὴ τυφωθεὶς εις κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· ἀναγκαίως προειπών· Καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτὰ, καὶ φύλακα τῶν τοῦ Θεοῦ ἐντολῶν ἑαυτὸν εἰπὼν, ἱκετεύει ῥυσθῆναι ἀπὸ ὑπερηφανίας, καὶ ἐπιλέγει· Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι, καὶ τότε καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης. Τέως μὲν γὰρ ἐπὶ τοῦ παρόντος ει καὶ φύλακα ἐμαυτὸν εἴρηκα τῶν τοῦ Θεοῦ παραγγελμάτων, ἀλλ' ἐπεὶ οὐδέπω συνοῖδα ἐμαυτῷ κεκαθαρισμένῳ ἐκ τῶν κρυφίων μου, ἔτι δ' ἀγωνιῶ καὶ πεφρόντικα ὡς ἂν ῥυσθείην ἀπὸ ὑπερηφανίας, εικότως φημὶ, ἅτε μηδέπω τὸ τέλειον καθορθώσας. Τότε ἀκριβῶς γνώσομαι ἐμαυτὸν ἄμωμον, καὶ τότε ἀπὸ μεγάλης καθαρισθήσομαι ἁμαρτίας, ἐπειδὰν μήτε τὰ κρύφιά μου κατακυριεύσωσι, μήτε λογισμὸς ὑπερήφανος καταδουλώσει με, ἢ πονηροὶ δαίμονες. Μεγάλην δὲ ἁμαρτίαν τὴν ἀποτελεσματικὴν φησιν. Ει γὰρ μὴ ἀπὸ τῶν κρυφίων μου καθαρισθείην, ἐπιμένοντα
Transgressions who will understand? From my hidden things cleanse me, and from alien things spare Thy servant. And instead of From alien things spare Thy servant, Aquila rendered: And indeed from proud ones preserve Thy servant. Very necessarily sending forth this prayer as well, so that he might be rescued from pride. For since a certain proud thought often attends those who succeed in right action, as the soul is lifted up and puffed up over the good things of which it is conscious within itself, and then having fallen into the evil of pride, in another way it is thrown headlong and falls down—so that on account of this the Apostle declares: Lest being puffed up he fall into the condemnation of the devil—necessarily after first saying, For indeed Thy servant keeps them, and calling himself a keeper of the commandments of God, he entreats to be rescued from pride, and adds: If they do not gain dominion over me, then I shall be blameless, and then I shall be cleansed from great sin. For in the meantime for the present, even though I have called myself a keeper of the precepts of God, yet since I am not yet conscious within myself of having been cleansed from my hidden things, and am still anxious and concerned how I might be rescued from pride, I reasonably speak thus, inasmuch as I have not yet achieved perfection. Then I shall strictly know myself blameless, and then I shall be cleansed from great sin, whenever neither my hidden things gain dominion over me, nor a proud thought enslaves me, or wicked demons. And by great sin he means astrological fatalism. For if I should not be cleansed from my hidden things, remaining
Notes, col. 193

On the reading

Printed ιδίωμα, for ἰδίωμα.

Printed αιώνιον, for αἰώνιον.

Printed εις, for εἰς.

Printed ει, for εἰ.

Printed εικότως, for εἰκότως.

Printed καθορθώσας, for κατορθώσας.

Printed Ει, for Εἰ.