PG 23:137Read from the pageγεται, καὶ ταύτην οὐδεὶς ἀποδράσεται. Διό φησι· Τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρά σου. Τοιγαροῦν ὁ σὸς πτωχὸς ἀκούσας τῶν σῶν λόγων φασκόντων· Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί· ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.
alted, and no one will escape it. Wherefore he says: So as to deliver him into Thy hand. Accordingly Thy beggar has heard Thy words saying: Not avenging yourselves, beloved, rather give place to wrath; vengeance is Mine, I shall repay, says the Lord.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ιʹ.
Unto the end, a Psalm of David, 10.
Ἐπειδὴ καὶ τῷ Δαυΐδ εἰς τὸ τέλος γέγραπται· καὶ κατὰ τὸν Ἀκύλαν, τῷ νικοποιῷ, κατὰ δὲ τὸν Σύμμαχον, ἐπινίκιος τοῦ Δαυΐδ, φήσεις, ὅτι καὶ ὁ Δαυῒδ μετὰ τὴν συμβᾶσαν αὐτῷ συμφορὰν ἔφασκε τὰ προκείμενα.
Since this too is inscribed for David unto the end, and according to Aquila, for the giver of victory, and according to Symmachus, a victory-song of David, you will say that David too after the calamity that befell him uttered the words set before us.
Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου· Μεταναστεύου ἐπὶ τὰ ὄρη ὡς στρουθίον; Τελείου φωνὴ, καὶ κατὰ τὸν Ἀπόστολον εἰπεῖν δυναμένου, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Οὐ κατὰ τὸν ἀτελῆ τὸν φυγῇ μεταναστεύοντα τόπον ἐκ τόπου, καὶ περιφεύγοντα τοὺς διώκοντας. Καθὰ δὴ στρουθίον τοὺς θηρεύοντας, ὃς, κἂν διαφύγοι, λέγοι ἄν· Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων.
In the Lord have I trusted; how will you say to my soul: Flee away to the mountains like a sparrow? It is the voice of a perfect man, and of one able to say according to the Apostle, Who will separate us from the love of God? Not after the manner of the imperfect man who by flight migrates from place to place, and flees around from his persecutors, just as a sparrow does from fowlers; who, even if he escaped, would say: Our soul like a sparrow was delivered out of the snare of the fowlers.
Ὅτι ἃ κατηρτίσω καθεῖλον· ὁ δὲ δίκαιος τί ἐποίησε; Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ. Οι ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσι, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον καὶ τὸν ἀσεβῆ. Ὁ μόνος δίκαιος καὶ κριτὴς Θεὸς, τοὺς ἑαυτοῦ πολεμουμένους ὁρῶν, τί ἐποίησεν; Ἐν οὐρανῷ κατοικῶν καὶ βασιλείαν ἔχων ἀσάλευτον, οὐδὲν τῶν ἐπὶ γῆς παρορᾷ. Χαρίζεται δὲ τῷ πένητι τῶν εὐεργετικῶν αὐτοῦ δυνάμεων τὴν ἐπισκοπὴν, ἅς φησιν ὀφθαλμούς· ὥσπερ οὖν βλέφαρα τὴν κριτικὴν αὐτοῦ καὶ πάντα διακρίνουσαν πρόνοιαν. Διὰ δικαιοσύνην δὲ κρινεῖ καὶ τοὺς δικαίους, μή τι καὶ αὐτὸς πεπλημμέληται.
Because the things that Thou perfected they pulled down; yet what did the righteous man do? The Lord is in His holy temple; the Lord, His throne is in heaven. His eyes look attentively upon the poor man, His eyelids examine the sons of men. The Lord examines the righteous man and the ungodly man. Seeing His own being warred upon, what did God, Who alone is righteous and Judge, do? Dwelling in heaven and holding an unshakeable kingdom, He overlooks nothing of the things upon earth. Rather He grants to the poor man the visitation of His beneficent powers, which He calls eyes; just as, accordingly, He calls eyelids His judicial providence that discerns all things. And on account of righteousness He will judge even the righteous, lest in anything even such a one himself has offended.
Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν. Τὰς ἐπιπόνους κολάσεις πολλαχῇ δηλοῖ τὸ ποτήριον, ὡς ἐν Ἠσαΐᾳ· Ἐξεγείρου, ἐξεγείρου, Ἱερουσαλὴμ, ἡ πιοῦσα τὸ ποτήριον εἰσπτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ. Λέγει δὲ καὶ τῷ Ἱερεμίᾳ Θεός· Λάβε τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρός μου, καὶ ποτίσεις αὐτὸ πάντα τὰ ἔθνη, πρὸς οὓς ἐγὼ ἀποστελῶ σε. Ὁποῖον τὸ προκείμενον ποτήριον, οὗ τὸ πλήρωμα πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος· οὗ δὴ σύμβολα τὰ κατὰ Σοδόμων ἐπενεχθέντα. Δηλοῖ δὲ τὸ πῦρ τὴν διακαύσεως ἀπειλὴν, τὸ δὲ θεῖον τὴν διεγείρουσαν ἔτι μᾶλλον τὸ πῦρ ἀφορμὴν, τὸ δὲ πνεῦμα τῆς καταιγίδος, πειρασμοῦ συστροφήν. Εἴρηται γὰρ ἐν Ἠσαΐᾳ· Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐρχομένη ἐγγύς· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. Ἔστι δὲ καὶ τοῖς εὐσεβέσι ποτήριον τὸ μεθύσκον ὡς κράτιστον, περὶ οὗ τάχα κἀκεῖνο λέλεκται· Κύριος ἡ μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου. Καὶ δι' ἔργων ἀγαθῶν τὸ μὲν φυγεῖν, τὸ δὲ αἱρήσασθαι.
He will rain snares upon sinners; fire and brimstone and a tempestuous wind are the portion of their cup. In many places the cup signifies painful punishments, as in Isaias: Awake, awake, O Jerusalem, who drank the cup of ruin, the goblet of wrath. And God says to Jeremias also: Take the unmixed wine from My hand, and Thou will make all the nations drink it, unto whom I shall send you. Of such a sort is the cup set before us, whose fulness is fire and brimstone, and a tempestuous wind; symbols of which indeed were the things brought upon Sodom. Now the fire signifies the threat of burning through, and the brimstone the fuel stirring up the fire still further, and the tempestuous wind a whirlwind of trial. For it has been said in Isaias: As a tempest might pass through a desert coming near; a fearful and harsh vision has been declared to me. Yet there is for the godly also an intoxicating cup most excellent, concerning which perhaps that saying too has been spoken: The Lord is the portion of my inheritance and of my cup. And through good works it is ours to flee the one, and to choose the other.
Notes, col. 137
PG 23:140Read from the pageὍτι δίκαιος Κύριος καὶ δικαιοσύνας ἠγάπησεν, εὐθύτητα εἶδε τὸ πρόσωπον αὐτοῦ. Ὡς γὰρ δίκαιος ἐπιβλέπει μὲν τὸν πένητα, παιδεύει δὲ τοὺς ἁμαρτωλούς· οὐσίᾳ δὲ δίκαιός ἐστιν, οὐ μετοχῇ. Πλὴν καὶ οὕτως ἔχων ἀγαπᾷ τὰς ἐν τοῖς πολλοῖς δικαίοις δικαιοσύνας, τὴν ἑκάστου πρόθεσιν ἀποδεχόμενος. Ἀλλὰ καὶ ἑκάστου κρίματός ἐστί τις δικαιοσύνη· πολλὰ δὲ τὰ κρίματα τοῦ Θεοῦ, περὶ ὧν γέγραπται· Τὰ κρίματα Κυρίου ἀληθινὰ δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Πολλαὶ ἄρα καὶ αἱ δικαιοσύναι. Βλέπει δὲ καὶ εὐθύτητα, τὴν πρὸς τὸν ὀρθὸν λόγον γνώμην· χαίρει γὰρ ἐπὶ τοῖς ἔχουσι, κἂν ὀνειδιζομένους ὁρᾷ. Μήποτε δὲ ὡς πολλαὶ δικαιοσύναι ἐπὶ τοῖς κρίμασιν, οὕτως εὐθύτητες. Διὰ δὲ τὸ ἀποδέχεσθαι τὴν εὐθύτητα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷ. Ἐπιφαίνεται γὰρ παρὼν ὁ Θεὸς τοῖς ἔργοις τῆς προνοίας καὶ τοῖς ἀποτελέσμασι τῶν κριμάτων,
Because the Lord is righteous and loved righteousnesses, His countenance beheld uprightness. For as righteous He looks upon the poor man indeed, and chastens sinners; and He is righteous by essence, not by participation. Nevertheless, even being thus, He loves the righteousnesses found in the many righteous men, welcoming the purpose of each. Moreover there is a certain righteousness of each judgement too; and many are the judgements of God, concerning which it has been written: The judgements of the Lord are true, justified together. Many therefore are the righteousnesses also. And He sees uprightness too, the resolve towards right reason; for He rejoices over those who hold it, even if He sees them reproached. And perhaps just as there are many righteousnesses over the judgements, so there are uprightnesses. And because He welcomes uprightness, His countenance beholds it. For God appears present in the works of providence and in the outcomes of judgements.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΑʹ.
A Psalm of David, 11.
Εἰς τὸ τέλος περὶ τῆς ὀγδόης.
Unto the end, concerning the eighth.
Ἡ αὐτή ἐστι τῇ τοῦ ϛʹ ἐπιγραφή. Ἐλέγομεν δὲ, ὡς καὶ τὸν νόμον λύει Μωϋσέως, εἰ ἄγοι βρέφος ἐν Σαββάτῳ, ἡμέραν ὀγδόην τῆς περιτομῆς ἐν αὐτῇ γινομένης. Τὴν ὁμοίαν ἔχειν ἐλέγομεν δύναμιν καὶ τὴν Κυριακὴν, τὴν ἀναστάσιμον οὖσαν τοῦ Κυρίου, καὶ τυγχάνουσαν ἀπὸ τῆς πρώτης ὀγδόην, πρώτην δὲ κατὰ φύσιν ὑπάρχουσαν· καθαρτικὴ γάρ ἐστι πάσης ψυχῆς.
The superscription is the same as that of the 6th. Now we were saying that it even looses the law of Moses, if an infant keeps its eighth day on the Sabbath, when circumcision takes place on it. And we were saying that the Lord's day too holds the like power, being the resurrection day of the Lord, and happening to be eighth from the first, while existing first by nature; for it is cleansing of every soul.
Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων. Μάταια ἐλάλησαν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησαν. Διαβάλλει πᾶσαν τὴν καθ' ἑαυτὸν γενεάν· λέξει γὰρ καὶ προϊὼν· Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Τοιαύτη γὰρ ἡ προτέρα γενεὰ, περὶ ἧς ἔφη καὶ ὁ Σωτήρ· Ἄνδρες Νινευΐται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· καὶ βασίλισσα Νότου, καὶ τὰ ἑξῆς· καὶ πάλιν οὕτως· Ἔσται τῇ γενεᾷ τῇ πονηρᾷ ταύτῃ. Οὐκ ἀδίκως δὲ ταύτης κατηγορῶ, φησὶν ὁ Προφήτης· ἀλλ' ὅτι μηδεὶς ὅσιος ἐν αὐτῇ, μηδεὶς ἀληθής. Ἐπεὶ οὖν μηδένα μοι σωτηρίας αἴτιον εὑρίσκω, αὐτός μοι, Κύριε, τοῦτο γενοῦ. Διελέγχει δὲ τῶν Ἰουδαίων τὴν ἀπιστίαν, περὶ ὧν φησι καὶ Μωϋσῆς· Υἱοὶ, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Ὅτι δὲ μάταια ἐλάλουν ἐπιβουλεύοντες τῷ Σωτῆρι καὶ δολίως αὐτῷ προσερχόμενοι, σαφῶς ἡ τῶν Εὐαγγελίων διδάσκει γραφή.
Save me, O Lord, because a holy man has failed, because truths have grown scant from the sons of men. Each spoke vain things towards his neighbour; deceitful lips in a heart and in a heart they spoke. He arraigns the whole generation of his own time; for going forward too he will say: Thou, O Lord, will guard us and preserve us from this generation and for ever. For of such a sort was the former generation, concerning which the Saviour also said: Men of Nineve will rise up in the judgement with this generation, and will condemn it; and the queen of the South, and what follows; and again: Thus will it be for this wicked generation. And not unjustly do I accuse it, says the Prophet, rather because there is no one holy in it, no one true. Since therefore I find no one a cause of salvation for me, become Thou Thyself this for me, O Lord. And he convicts the unbelief of the Jews, concerning whom Moses also says: Sons in whom there is no faith. And that they spoke vain things while plotting against the Saviour and approaching Him deceitfully, the Scripture of the Gospels clearly teaches.
Ἐξολοθρεύσαι Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα. Τοὺς εἰπόντας· Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστι· τίς ἡμῶν Κύριός ἐστι; Θεοῦ γὰρ ἦν, οὐκ ἀνθρώπου, τῆς ἐκείνων περιγενέ-
May the Lord utterly destroy all the deceitful lips, the boastful tongue; those who said: Our tongue we shall magnify, our lips are our own; who is our Lord? For it belonged to God, not to man, to prevail over their
Notes, col. 140
On the reading
Printed προϊὼν·, for προϊών·.
PG 23:141Read from the pageσθαι κακίας, καὶ σβέσαι λόγους βλασφημοῦντας τὸν Ἰησοῦν. Ὁμοίως δὲ τῷ Φαραὼ φήσαντι· Οὐκ οἶδα τὸν Κύριον, καὶ αὐτοί φασι· Τίς ἡμῶν Κύριός ἐστι; νομίσαντες εἶναι κύριοι διὰ τῶν ἰδίων λόγων τὴν τοῦ Σωτῆρος σβέσαι διδασκάλιαν, ὡς ἂν ὄντες αὐτεξούσιοι. Ταῦτα δὲ ἦν τὰ Φαρισαίων καὶ Σαδδουκαίων χείλη, μεθ' ὑποκρίσεως προσιόντων τῷ Σωτῆρι, καὶ Ραββὶ καλούντων αὐτὸν, λάθρα δὲ κατ' αὐτοῦ τυρευόντων. Μεγαλοῤῥήμονες δὲ ἦσαν οἱ πρεσβύτεροι καὶ οἱ ἀρχιερεῖς τοῦ λαοῦ, τολμῶντες ἀνακρίνειν τὸν Σωτῆρα καὶ λέγειν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς σοι ἔδωκε τὴν ἐξουσίαν ταύτην;
of wickedness, and to quench words blaspheming Jesus. And likewise with Pharaoh, who said: I do not know the Lord, they too say: Who is our Lord? supposing that they were masters through their own words to quench the teaching of the Saviour, as though being self-governed. And these were the lips of the Pharisees and Sadducees, approaching the Saviour with hypocrisy, and calling Him Rabbi, while secretly plotting against Him. And boastful speakers were the elders and the chief priests of the people, daring to question the Saviour and to say to Him: By what authority doest Thou these things, and who gave Thee this authority?
Ἕνεκε τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει Κύριος. Θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ. Ἢ καὶ οὕτως· Οἱ πτωχοὶ δι' ἐμὲ καὶ πένητες γεγονότες τῷ πνεύματι στένουσιν ἀεὶ ταπεινούμενοι προσέχοντές μου τῷ λόγῳ, καὶ πίστιν ἀκλινῆ διασώζοντες· ὧν ἕνεκεν ἀναστήσομαι, καὶ κατὰ τὸ πρέπον τῇ ἐμῇ ἀναστάσει σωτήριον στήσομαι πᾶσιν ἀνθρώποις· ἐφ' ᾧπερ ὡς μεγάλῳ παῤῥησιάσομαι κατορθώματι.
Because of the misery of the poor and the groaning of the needy, now will I arise, says the Lord. I will set them in salvation, I will speak boldly therein. Or thus also: Those who for My sake have become poor and needy in spirit groan, always humbling themselves, giving heed to My word, and preserving an unswerving faith; for whose sake I will arise, and in a manner befitting My resurrection I will establish salvation for all men; over which, as over a great achievement, I will act boldly.
Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως. Ὁ δὲ ἄργυρος πολλάκις πυρούμενος ἀμιγὴς ἑτέρας ὕλης ἐστίν· οὕτω καθαρὰ ψεύδους τοῦ Κυρίου τὰ λόγια.
The oracles of the Lord are pure oracles, silver tried by fire, proved for the earth, purified sevenfold. Now silver, when tried by fire many times, is unmixed with other matter; thus pure of falsehood are the oracles of the Lord.
Σὺ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα. Ἐπειδὰν φυλάξῃς τοὺς σοὺς πτωχοὺς, καὶ ἐπειδὰν ἡμᾶς περιτειχίσῃς ἅμα τῇ ἐρχομένῃ γενεᾷ, τῇ καλουμένῃ αἰωνίᾳ, οἱ παράνομοι τότε, ἐκτὸς γενόμενοι τῆς εἰς πάντας ἀνθρώπους χυθησομένης σου χάριτος, κύκλῳ περιπατήσουσι, θεωροὶ γενησόμενοι τῶν σωζομένων· καὶ τοῦτο ἔσται ὅταν ὑψωθῶσιν οἱ εὐτελεῖς τῶν ἀνθρώπων.
Thou, O Lord, wilt guard us and wilt preserve us from this generation and for ever. Whenever Thou guardest Thy poor, and whenever Thou wallest us round together with the coming generation, which is called eternal, the lawless will then, finding themselves outside Thy grace that shall be poured out upon all men, walk round in a circle, becoming spectators of those who are saved; and this shall be when the lowly among men are exalted.
Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἐπειδὴ ὁ κύκλος τῇ εὐθείᾳ ἐναντίος ἐστὶ κατὰ τὴν σκολιότητα καὶ εὐθύτητα, οἱ δὲ ἀσεβεῖς κύκλῳ περιπατοῦσιν, οἱ εὐσεβεῖς ἄρα εὐθεῖαν περιπατοῦσιν.
Round in a circle walk the ungodly; according to Thy height Thou hast held in high regard the sons of men. Since the circle is opposite to the straight line with respect to crookedness and straightness, and the ungodly walk in a circle, the godly therefore walk a straight way.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ ΙΒʹ.
Unto the end, a Psalm for David, 12.
Διὰ τὸ τέλος τὸ παρὰ τῷ Θεῷ πάντα πρὸ τοῦ τέλους ἀνδρικῶς ἠγωνίζετο· τὸ δὲ τέλος ὁ τῶν πόνων ἐστὶ καρπὸς, ζωὴν αἰώνιον καὶ βασιλείαν οὐρανῶν προξενῶν. Εἰς μὲν οὖν τὸ τέλος ἀνέπεμψε τὴν ᾠδήν τῷ Θεῷ· κατὰ δὲ τὴν ἀρχὴν, ὡς ἀγωνιζόμενος ἔτι, τὰς πρώτας προφέρει φωνάς·
For the sake of the end that is with God, before the end he contended manfully in all things; and the end is the fruit of labours, procuring eternal life and the kingdom of heaven. Unto the end, therefore, he sent up the ode to God; whereas at the beginning, as still contending, he utters the first cries:
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ; Λήθην δὲ Θεὸς ποιεῖται τῶν ἐπιλανθανομένων αὐτοῦ διὰ τῆς ἁμαρτίας· ἀποστρέφει καὶ τὸ πρόσωπον ἀπὸ τῶν αἰσχρόν τι πραττόντων, ἀναξίους εἶναι κρίνας τῆς ἐποπτείας αὐτοῦ· διόπερ ὑπὸ τοῦ συνειδότος νυττόμενος καὶ τὴν τοῦ Θεοῦ δεδιὼς κρίσιν ἐπάγει·
Until when, O Lord, wilt Thou forget me unto the end? until when wilt Thou turn Thy face away from me? Now God makes forgetfulness of those who forget Him through sin; He also turns His face away from those who practise anything shameful, judging them to be unworthy of His oversight; wherefore, pricked by his conscience and fearing the judgement of God, he adds:
Notes, col. 141
On the reading
Printed διδασκάλιαν, for διδασκαλίαν.
Printed Ραββὶ, for Ῥαββὶ.
PG 23:144Read from the pageἝως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός; Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου. Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θὰνατον· μήποτε εἴποι ὁ ἐχθρός μου· Ἴσχυσα πρὸς αὐτόν. Ὑψοῦται δὲ κατὰ τοῦ ἁμαρτάνοντος ὁ ἐχθρὸς ταπεινουμένου τῇ ἁμαρτίᾳ· καὶ τοὐναντίον δικαιοπραγοῦντος. Ὡς μηδὲ βουλόμενος ἀμισθεὶ εἰσακουσθῆναι, προτάττει τὸ, ἐπίβλεψον, παρακαλῶν ἰδεῖν αὐτοῦ τὰ κατορθώματα. Ἢ καὶ ὡς τοῦ Θεοῦ μὴ εἰσακούοντος, εἰ μή τις δίκαιος ᾖ. Πρόσωπον δὲ Θεοῦ φωτὸς γέμει, δύναμις οὖσα πρὸς εὐεργεσίαν προνοουμένη· οὗ τις μετέχων φωτισθήσεται, καθάπερ ἡλιακῶν ἀπολαύων αὐγῶν. Ἀποστραφέντος δὲ, μηκέτι φωτιζομένη σκοτοῦται ψυχὴ, μηδὲν ἐνεργούντων τῶν ἔνδον ὀφθαλμῶν, οἵτινες διανοίας εἰσὶ λογισμοί. Ἐπιμενούσης δὲ τῇ ἁμαρτίᾳ, καὶ τοῦ σκότους ἐπὶ πλέον ἐπικρατοῦντος, τῷ καὶ μένειν ἀπεστραμμένον τὸ πρόσωπον τοῦ Θεοῦ, ἑξῆς οἱονεί πως γίνεται κακίας ἀθεράπευτα πλημμελούσης, καὶ μήτι γρηγοροῦσα λέγοιτ' ἂν εἰς θάνατον ἡμαρτηκέναι.
Until when shall I set counsels in my soul, griefs in my heart by day and by night? Until when shall mine enemy be exalted over me? Look upon me, hearken unto me, O Lord my God. Enlighten mine eyes, lest ever I sleep unto death; lest ever mine enemy say: I have prevailed against him. Now the enemy is exalted against the sinner when he is humbled by sin; and the contrary holds when he acts righteously. As not wishing even to be hearkened to without reward, he puts first the word, look upon me, entreating Him to behold his right deeds. Or else as though God does not hearken unless one be righteous. Now the face of God is full of light, being a power taking forethought towards beneficence; partaking of which, one will be enlightened, just as if enjoying solar rays. But when It is turned away, the soul, no longer enlightened, is darkened, the inward eyes—which are the reasonings of the mind—accomplishing nothing. And if it persists in sin, and the darkness prevails still more, through the face of God also remaining turned away, thereafter it becomes, so to speak, in a state of incurable wickedness offending, and being in no wise watchful it might be said to have sinned unto death.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΦΑΛΜΟΣ ΤΩ ΔΑΥΪΔ ΙΓʹ.
Unto the end, a Psalm for David, 13.
Ἐπεὶ ταῦτα προφητικῶς εἰρημένα ἐπὶ συντελείᾳ τῶν αἰώνων ἤμελλε γίνεσθαι, προγέγραπται τὸ, εἰς τὸ τέλος· ψαλμὸς δὲ οὐκ εἴρηται διὰ τὸ κατηγορεῖν πάντων ἀνθρώπων.
Since these things spoken prophetically were about to come to pass at the consummation of the ages, there is prefixed the phrase, unto the end; whereas it is not called a psalm, because it accuses all men.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν· οὐκ ἔστι ποιῶν χρηστότητα. Τῶν δὲ ἀθέων οἱ μὲν μὴ εἶναι Θεὸν παντελῶς ἔδοξαν, ἀλλ' εἶναι διὰ κενὸν ὄνομα· οἱ δὲ μὴ ὄντας ἀνέπλασαν, τὸν ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν ἔφασαν, μὴ προνοεῖν δὲ τῶν ἐπὶ γῆς. Οἱ δὴ πάντες εἰς ἀθεῖαν περιετράπησαν φρονοῦντες οὕτως· εἰ καὶ μὴ ἐτόλμων εἰπεῖν δι' ἃς ἔχουσι πάντες φυσικὰς ἐννοίας περὶ Θεοῦ· διὸ καρδίᾳ ἔλεγον, ἀλλ' οὐ στόματι· ἐν τούτῳ γὰρ καὶ πολλοὺς λέγειν ἐδόκουν θεούς. Ἠλέγχοντο δὲ ἀφ' ὧν ἔδρων· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Μηδεμιᾶς γὰρ ἀσελγείας φειδόμενοι, παντὶ δὲ τρόπῳ τὸν βίον διαφθειρόμενοι, εἰ καὶ μυρίους ὡμολόγουν θεοὺς, δῆλοι ἦσαν οὐδὲν ὑγιὲς φρονοῦντες περὶ Θεοῦ. Ἄφρων οὖν ὄντως ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας βίος. Εἴπερ ἀρχὴ σοφίας φόβος Κυρίου, οὐκοῦν τῷ μὴ φοβεῖσθαι καὶ ἀθετεῖν ἀντίκειται ἡ σοφία.
The fool said in his heart: There is no God. They were corrupted and became abominable in their pursuits; there is none doing goodness. Now among the godless, some supposed that God does not exist at all, but exists as an empty name; others fashioned ones that do not exist, thrusting aside Him Who exists; and others said indeed that He exists, yet does not take forethought for the things upon earth. All these, indeed, were turned round into godlessness by thinking thus; even if they did not dare to speak it aloud because of the natural conceptions concerning God which all possess; wherefore they said it in heart, but not with mouth; for herein they even seemed to affirm many gods. Yet they were convicted by the things they did; for from the fruit the tree is known. For sparing no licentiousness, and corrupting their life in every way, even if they confessed ten thousand gods, they were manifest as thinking nothing sound concerning God. Foolish, therefore, in truth was life before the sojourn of the Saviour. If indeed the beginning of wisdom is the fear of the Lord, then to not fearing and to rejecting, wisdom is opposed.
Πάντες ἐξέκλιναν ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Δοκεῖ δέ μοι τὰ προκείμενα καὶ αὐτοῦ τοῦ Ἰουδαίων ἔθνους λεληθυῖαν κατηγορίαν περιέχειν. Εἰ γὰρ, διακύψας
All turned aside, together they became useless; there is none doing goodness, there is not so much as one. Now the words before us seem to me to contain a covert accusation even of the nation of the Jews itself. For if, having stooped down to look
Notes, col. 144
On the reading
Printed θὰνατον, for θάνατον.
Printed ΦΑΛΜΟΣ, for ΨΑΛΜΟΣ.
PG 23:145Read from the pageἐκ τοῦ οὐρανοῦ Κύριος καὶ ἐπισκοπήσας τοὺς ἐπὶ γῆς πάντας εὗρεν ἐκκλίναντας καὶ ἀχρειωθέντας, ὡς μηδένα μηδαμῶς εὑρίσκεσθαι ἐν ἀνθρώποις, μηδὲ μέχρις ἑνὸς, τὸν μηδὲ ἠχρειωμένον, μηδὲ ἐκκλίναντα· ἀκόλουθόν ἐστι τοῖς πᾶσι συμπεριλαμβάνεσθαι, καὶ τὸ Ἰουδαίων ἔθνος, καὶ αὐτὸν τὸν καλούμενον Ἰσραήλ. Τὰ μέντοι προκείμενα λόγια σαφῶς ἀπεφήνατο, ὅτι πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, ὡς μηδὲ εἶναι ποιοῦντα χρηστότητα, μηδὲ ἕως ἑνός. Ἔδει γὰρ τὸ μέγεθος παραστῆναι τῆς ἐν τοῖς ἀνθρώποις ἐγγενομένης νόσου πρὸ τῆς τοῦ Σωτῆρος παρουσίας· ὡς ἂν ἡ ἄφιξις αὐτοῦ φανείη τοῖς πᾶσιν ἀναγκαία. Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Ταύτην δὲ καὶ ὁ Ἠσαΐας συμφώνως ἀποδίδωσι τὴν διάνοιαν ἐν οἷς φησι πρὸς τὴν Ἰουδαίων συναγωγὴν ἀποτεινόμενος· Ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν, διότι ἦλθον, καὶ οὐκ ἦν ὁ ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Τὸ γὰρ, διότι ἦλθον, ὅμοιον ἂν εἴη τῷ, Κύριος ἐξ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων· τὸ δέ· Καὶ οὐκ ἦν ἄνθρωπος, καὶ οὐκ ἦν ὁ ὑπακούων, ὅμοιον τῷ· Πάντες ἐξέκλιναν καὶ ἠχρειώθησαν.
out of heaven and having surveyed all those upon earth, the Lord found them turned aside and become useless, so that no one at all was found among men, not even so much as one, who had neither become useless nor turned aside; it follows that there are included together with all both the nation of the Jews and that very one called Israel. Indeed, the oracles before us clearly declared that all turned aside, together they became useless, so that there is none doing goodness, not even so much as one. For it was needful that the magnitude of the disease bred among men before the coming of the Saviour should be set forth, so that His arrival might appear necessary to all. For all sinned and fall short of the glory of God, being justified freely by His grace. And Isaiah too harmoniously renders this meaning in the words which he speaks, addressing himself to the synagogue of the Jews: Behold, for your sins you were sold, and for your iniquities I sent away your mother, because I came, and there was no man; I called, and there was none hearkening. For the clause, because I came, would be like the clause, The Lord stooped down from heaven to look upon the sons of men; and the clause: And there was no man, and there was none hearkening, like the clause: All turned aside and became useless.
Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου; Καί μοι δοκεῖ προφητεύειν μεταβολὴν ἔσεσθαι τῶν ἐθνῶν ἐκ θηριώδους βίου, καὶ ἐξ ἀγνωσίας Θεοῦ, ἐπὶ ἥμερον καὶ θεοσεβῆ τρόπον· ὃ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβόντα μαρτυρῆσαι ἀλήθειαν τῇ προφητείᾳ. Ἀναγνώσῃ τοίνυν τὰ προκείμενα ἐρωτηματικῶς, πυνθανομένου τοῦ λόγου καὶ φάσκοντος· Εἰ καὶ πάντες ἐξέκλιναν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας καὶ ἠχρειώθησαν· μὴ τοίνυν οὐχὶ γνώσονται ἐν τῷ μετὰ ταῦτα χρόνῳ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; προσυπακουόντων ἡμῶν·
Shall not all those who work iniquity know, who eat My people with an eating of bread? And he seems to me to prophesy that there will be a change of the nations out of a beastlike life, and out of ignorance of God, unto a gentle and God-fearing manner of life; which indeed one can take in with one's eyes and bear witness to the truth of the prophecy. You will therefore read the words before us interrogatively, the word inquiring and saying: Even if all turned aside before the coming of Christ and became useless, shall not then all those who work iniquity come to know in the time thereafter? while we supply in answer:
Τὸν Κύριον, καὶ κατὰ κοινοῦ πάλιν λαμβανόντων τὰ ἑξῆς. Καὶ αὐτοὶ γὰρ οἱ πάλαι τὸν λαὸν τοῦ Θεοῦ ὡσεὶ ἄρτον ἐσθίοντες, καὶ τὸν Κύριον μηδεπώποτε ἐπικαλεσάμενοι, μὴ οὐχὶ γνώσονται αὐτόν; Καὶ Ἠσαΐας δὲ συνᾴδει περὶ τῶν αὐτῶν θεσπίζων καὶ λέγων· Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Τίνες δὲ ἀλλ' ἢ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, καὶ οἱ πρότερον μὴ ἐπικαλούμενοι τὸν Κύριον; ἔσται γάρ ποτε καιρὸς, ὅτε ἐπιγνώσονται αὐτὸν, καθ' ὃν καὶ φόβον ἀναλήψονται τοῦ Θεοῦ καὶ δειλίαν ἀγαθήν. Ὅτι δὲ τὸν φόβον ἀναλαβεῖν Κυρίου ἀγαθόν ἐστι, δῆλον ἀπὸ τοῦ λέγεσθαι· Ἀρχὴ σοφίας φόβος Κυρίου. Οἱ δηλούμενοι τοίνυν φοβηθήσονται ἐκεῖ φόβῳ· τουτέστι τότε. Τίνα δὲ φοβηθή-
The Lord, and taking what follows once more in common. For those very ones who of old ate the people of God as bread, and never called upon the Lord, shall they not come to know Him? And Isaiah too accords, prophesying concerning the same men and saying: Those to whom no report was brought concerning Him shall see; and those who have not heard shall understand. There they quailed with fear, where there was no fear. Because God is in a righteous generation. Now who else are meant than those who work iniquity, and those who formerly did not call upon the Lord? for there shall one day be a season when they will recognize Him, at which they will also take up the fear of God and a goodly dread. And that to take up the fear of the Lord is good is plain from its being said: The beginning of wisdom is the fear of the Lord. Those signified, therefore, will fear there with fear; that is, then. And whom will they fear-
PG 23:148Read from the pageσονται ἢ τὸν Κύριον; ἐκεῖ δὲ, ποῦ ἢ ἐν τῇ μελλούσῃ συστήσεσθαι γενεᾷ; διὸ ἐπιλέγει·
other than the Lord? and there—where else than in the generation that is to be established? wherefore he adds:
Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίᾳ. Βουλὴν πτωχοῦ κατησχύνατε, ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστιν. Ὥσπερ ἐν τοῖς ἄλλοις κρίμασι τοῖς γινομένοις περὶ συναλλάγματα καὶ κοινωνίας οὐκ εἰς πρόσωπα βλέπειν δεῖ· οὕτως ἐν τοῖς βουλευομένοις οὐκ εἰς ἀρχὴν καὶ περιουσίαν σκοπητέον· ἀλλ' εἰς ναῦν διηρθρωμένον καὶ τὸ εὐσυνείδητον ἔχοντα. Ἐπιστατέον ἐκλαβεῖν, εἰ δυνατὸν, περὶ τῶν Ἰουδαίων τὰ προκείμενα, τὴν τοῦ Σωτῆρος βουλὴν καταισχῦναι σπευδόντων, τῷ ἡγεῖσθαι αὐτὸν πτωχόν τινα εἶναι, καὶ μὴ πλοῦτον θεότητος. Ἀεὶ γοῦν καὶ ἀντιλέγουσι τῇ διδασκαλίᾳ αὐτοῦ, καὶ τὰς τεραστίους δυνάμεις κακολαγοῦσιν, ὡς μὴ θεϊκῇ δυνάμει, ἀλλ' ἄλλοθέν ποθεν γεγενημένας.
Because God is in a righteous generation. You shamed the counsel of the poor man, yet the Lord is his hope. Just as in other judgements that take place concerning contracts and partnerships one must not look to persons; so in matters of counsel one must not look to office and wealth, but to an articulate mind and one possessing a good conscience. One must pay heed whether it is possible to take the words before us as concerning the Jews, who hastened to put to shame the counsel of the Saviour, through deeming Him to be some poor man, and not a wealth of divinity. At all events they ever both speak against His teaching, and speak ill of His wondrous mighty works, as having come about not by divine power, but from somewhere else.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Πάντων ἐκκλινάντων καὶ ἅμα ἀχρειωθέντων καιρὸς ἦν εἰς εὐχὴν τρέψαι τὸν λόγον, ὡς πρεσβείας τρόπῳ φάναι· Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Αὐτοῦ γὰρ χρεία λοιπὸν, τοῦ ἄφεσιν ἁμαρτημάτων παρέχοντος, τοῦ αἰτίου τῆς αἰωνίου σωτηρίας. Τοῦτο τὸ σωτήριον τὸ κατὰ σάρκα ἐκ σπέρματος Δαυῗδ γεγονὸς, ἐκ τῆς Σιὼν δέδοται· Ἥξει γὰρ ἐκ Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ. Εἰς τοῦτο λήψῃ τό· Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ, δυνατὸν ἐκλαβεῖν· ὡς καὶ ἐκ τῆς ἐπουρανίου Σιὼν ἐλήλυθε τὸ σωτήριον· ἐπείπερ ἐν αὐτῇ εἴρηται τὴν βασιλείαν ἔχειν ὁ Χριστός. Διὸ καὶ ὁ σκοπὸς ἡμῶν καὶ ἡ ἐλπὶς τῆς ἄνω κλήσεως ἡ βασιλεία τῶν οὐρανῶν τυγχάνει. Εἶθ' ἑξῆς τὴν μέλλουσαν ἅπασιν ἀνθρώποις προξενεῖσθαι ἀπὸ κακῶν ἐλευθερίαν διὰ τοῦ σωτηρίου παρίστησι. Καὶ θέα τίνα τρόπον, ἑτέρων λυτρουμένων, ἑτέρους φησὶν ἀγαλλιᾶσθαι· ἐν τῷ γὰρ ἠλευθερῶσθαι τὴν αἰχμαλωσίαν τοῦ λαοῦ Κυρίου, Ἀγαλλιάσεται, φησὶν, Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ. Τῶν οὖν πάλαι ἠχμαλωτισμένων ὑπὸ τῆς δαιμονικῆς πλάνης ψυχῶν, μελλουσῶν διὰ τοῦ σωτηρίου τοῦ Θεοῦ ἐλευθερίας τυγχάνειν, καὶ ἐξ ἁπάντων τῶν ἐθνῶν μελλόντων ἐπιστρέφειν ἐπὶ τὸν Κύριον, οἱ πάλαι παρὰ τῷ Θεῷ ἀναπεπαυμένοι δίκαιοι καὶ προφῆται, αὐτοὶ ὄντες ὁ ἀληθῶς Ἰσραὴλ καὶ ὁ ἀληθῶς Ἰακὼβ, ἀγαλλιάσονται καὶ εὐφρανθήσονται, διὰ τὸ πληροῦσθαι αὐτῶν τὰς περὶ ἡμῶν προφητείας, καὶ διὰ τὸ συγχαίρειν τῇ ἡμετέρᾳ σωτηρίᾳ. Διὸ καὶ ὁ Συμεὼν, εἰπὼν περὶ τοῦ Σωτῆρος, ὅτι Φῶς ἔσται εἰς ἀποκάλυψιν ἐθνῶν, ἐπήγαγε, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Who will give out of Sion the salvation of Israel? when the Lord turns back the captivity of His people, Jacob shall exult, and Israel shall be glad. Since all had turned aside and together become useless, it was seasonable to turn the discourse to prayer, so as to say by way of intercession: Who will give out of Sion the salvation of Israel? For of Him there was need henceforth, Who grants forgiveness of sins, Who is the author of eternal salvation. This salvation, which came according to the flesh from the seed of David, has been given out of Sion; For out of Sion shall come the Deliverer, and He shall turn away ungodliness from Jacob. To this end you will take the saying: Out of Sion is the comeliness of His beauty, which it is possible to understand as meaning that out of the heavenly Sion also the salvation has come; seeing that in her Christ is said to hold His kingdom. Wherefore both our aim and the hope of our upward calling is the kingdom of heaven. Then next he sets forth the freedom from evils that shall be procured for all men through this salvation. And behold in what manner, when some are ransomed, he says that others exult; for when the captivity of the Lord's people has been set free, Jacob shall exult, says he, and Israel shall be glad. When therefore the souls formerly led captive by demonic error are about to obtain freedom through the salvation of God, and out of all the nations men are about to turn back unto the Lord, the righteous and prophets who of old have rested with God, being themselves the true Israel and the true Jacob, shall exult and be glad, because their prophecies concerning us are fulfilled, and because they rejoice together with our salvation. Wherefore Simeon also, having said concerning the Saviour that He shall be a Light for revelation to the nations, added, and the glory of Thy people Israel.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΪΔ ΙΔʹ.
Unto the end, a Psalm for David, 14.
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν τῷ ὄρει τῷ ἁγίῳ σου; Ἀπὸ τῶν προσεχεστέρων προβαίνων διαγράφει τὸν
O Lord, who shall sojourn in Thy tabernacle? and who shall pitch his tent on Thy holy mountain? Advancing from things nearer at hand, he delineates the
Notes, col. 148
On the reading
Printed κακολαγοῦσιν, for κακολογοῦσιν.