ψαλμῷ, ἀνθρωπίνως λέγει· Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτήριου· κληρονομίαν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐαγγελίοις· Πάτερ, ει δυνατὸν, παρελθέτω τὸ
psalm, He speaks in human fashion: The Lord is the portion of mine inheritance and of my cup; calling the kingdom over the nations an inheritance, and calling a cup the death which He endured on our behalf. For thus too in the sacred Gospels He used to say: Father, if it is possible, let pass away the
Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί. Πάλαι μὲν γὰρ, φησὶν, ἄλλη τις ἦν κληρονομία μου, καὶ ἄλλα σχοινίσματά μου. Ὅτε γὰρ διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Ἀλλὰ τότε μὲν μερὶς καὶ κληρονομία, καὶ σχοίνισμα ὁ πρότερος ἦν λαός· οὗ διαπεσόντος καὶ ἀποβλήτου γενομένου διὰ τὰς ἀσεβείας αὐτῶν, ἑτέρα μερὶς καὶ ἄλλα σχοινία, καὶ ἕτεροι κλῆροι ἀντὶ τῶν προτέρων ἐκείνων ἐδόθησάν μοι ἐν τοῖς κρατίστοις. Αὕτη γὰρ, φησὶν, ἡ δευτέρα κρατίστη καὶ ἀρέσκουσά μοί ἐστιν.
Thou art He Who restores mine inheritance to me. For of old indeed, says He, another was mine inheritance, and others my measured lines. For when the Most High divided the nations, the Lord's portion became His people Jacob, the measured line of His inheritance Israel. Yet at that time the former people was portion and inheritance and measured line; when they fell away and became rejected because of their ungodlinesses, another portion and other cords, and other lots in place of those former ones were given to Me among the noblest. For this second one, says He, is noblest and pleasing to Me.
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντός· ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Ὁ ἅγιος, ἀεὶ λογιζόμενος ἐν ὀφθαλμοῖς αὐτοῦ εἶναι τὸν Κύριον, οὐ σαλεύεται· ἀλλὰ βέβαιος ἕστηκεν ὁ Κύριος ἐκ δεξιῶν τοῦ δικαίου. Περὶ δὲ τοῦ Ἰούδα, Ὁ διάβολος στήτω, φησὶν, ἐκ δεξιῶν αὐτοῦ.
I foresaw the Lord before me continually; because He is at my right hand, that I may not be shaken. The saint, ever reckoning that the Lord is before his eyes, is not shaken; rather, firm stands the Lord at the right hand of the righteous man. Whereas concerning Judas, Let the devil stand, says he, at his right hand.
Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου, πρόσχες τῇ δεήσει μου. Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Ἱκετεύει διὰ τῆς προσευχῆς τὸν Θεὸν ἀκροατὴν γενέσθαι, οὐ τῆς φωνῆς, οὐδὲ τῶν ῥημάτων αὐτοῦ, ἀλλ' αὐτῆς τῆς ἐν αὐτῷ ἀρετῆς, ὥσπερ βοώσης διὰ τῶν πράξεων τῆς δικαιοσύνης καὶ δυσωπούσης τὴν θείαν ἀκοήν. Οὐκ ἂν γάρ τις, ἑαυτῷ φαῦλα συνειδὼς, ῥᾳδίως ἂν τοιαύτην ἀφῆκε φωνήν. Τὸ δὲ, Πρόσχες τῇ δεήσει μου, εἴποι ἂν ἐκεῖνος ὁ βεβασανισμένος καὶ πρεπούσας Θεῷ ἐν τῇ προσευχῇ ἀναπέμπων δεήσεις, ὁ μὴ ἐπὶ μικροῖς καὶ τοῖς τυχοῦσιν αἰτήμασι, μηδ' ἐπὶ θνητοῖς καὶ ἀνθρωπίνοις παρακαλῶν τὸν Θεόν. Τοῦτο γοῦν καὶ ὁ Σωτὴρ ἐδίδασκε λέγων· Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν. Καὶ τρίτον δὲ ἱκετεύει, καὶ αὐτὰ τὰ ῥήματα τῆς προσευχῆς ἐνωτίσασθαι, κρῖναί τε, ὡς εἰπεῖν, καὶ αὐτὴν τὴν φωνὴν, ὅτι μὴ ἐν χείλεσι δολίοις προφέρεται. Πολλάκις γὰρ σεμνὰ φθεγγόμεθα, καὶ λόγοις χρώμεθα τοῖς ἀπὸ τῶν θείων Γραφῶν, οὐ κεκαθαρμένοις τοῖς χείλεσιν. Ἤδη δέ τινες, ἀδιαφόρως λοιδορίαις κατά τινων χρησάμενοι, ἢ διαβολαῖς, ἢ ψευδολογίαις, ἢ ἀπάταις, ἢ ἐπιορκίαις, ἢ αἰσχροῤῥημοσύναις, ἢ ἄλλοις τισὶν ἀτόποις φωναῖς, ἀθρόως μεταβάλλοντες ἐν τῇ προσευχῇ τὸν Θεὸν ἐπικαλοῦνται. Μόνος δὲ ὁ ἅγιος καὶ τὴν γλῶτταν αὐτοῦ καὶ τὰ χείλη, καὶ τὴν φωνὴν αὐτὴν, καὶ τὰ κοινὰ ῥήματα καθαίρει· εἰδὼς εἰρημένον· Περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων προσφερομένης, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν εἰθισμένης, ἐνωτίζεται ὁ Θεός. Διὸ ἐπὶ μὲν τῆς δι-
Hearken, O Lord, unto my righteousness, attend unto my supplication. Give ear unto my prayer, not in deceitful lips. Through his prayer he supplicates God to become a hearer, not of his voice, nor of his words, but of the actual virtue within him, crying aloud as it were through the deeds of righteousness and entreating the divine hearing. For one conscious of base things in himself would not readily have uttered such a voice. And the clause, Attend unto my supplication, that man would say who has been tested and who sends up in prayer supplications befitting God, not entreating God over small and casual petitions, nor over mortal and human things. This at all events the Saviour too used to teach, saying: Ask for the great things, and the small things shall be added unto you. And thirdly he supplicates Him to give ear even to the very words of the prayer, and to judge, so to speak, even the voice itself, seeing that it is not uttered in deceitful lips. For oftentimes we utter solemn things, and use words taken from the divine Scriptures, with lips uncleansed. Indeed some already, having indifferently used revilings against certain persons, or slanders, or falsehoods, or deceits, or perjuries, or foul speeches, or certain other unseemly utterances, suddenly changing call upon God in prayer. Only the saint cleanses both his tongue and his lips, and the voice itself, and his common words; knowing that it has been said: Concerning every idle word you shall give account in the day of judgement. For to a prayer offered not through deceitful lips, but through a tongue cleansed and accustomed to meditate upon the divine oracles, God gives ear. Wherefore over right-