Migne Reading Room

PG 23 · cols. 125–136 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:125Read from the page
Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. Ἐπιστημονικὸν καὶ μέγα τὸ πέρας αἰτεῖσθαι γενέσθαι κακίας, κυβέρνησιν δὲ τῷ δικαίῳ πρὸς τὸ μηκέτι χειμάζεσθαι. Περὶ δικαιοκρισίας εἰπὼν τοῦ Θεοῦ, μόνον δίκαιον ἀποφαίνει κριτὴν, ὡς καὶ μόνον ὁρῶντα καρδίας· αὐτὸς γὰρ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἄνθρωπος μὲν γὰρ εἰς ὄψιν ὁρᾷ· αὐτὸς δὲ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· οὐκ ἔστι κρίσις ἀφανὴς ἐνώπιον αὐτοῦ. Τοιοῦτον δείξας τὸν Θεὸν, πεπαῤῥησιασμένῳ συνειδότι φησίν· Ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ. Χρηστὰ γὰρ ἐλπίζει διὰ τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, ὡς δὴ σκολιὸν ἔχων οὐδὲν ἐν καρδίᾳ.
Let the wickedness of sinners come to an end, and Thou will guide the righteous man aright, O God Who searches hearts and reins. It is a wise and great thing to ask that an end come to pass of wickedness, and guidance for the righteous man towards being storm-tossed no longer. Having spoken concerning God's righteous judgement, he declares Him alone a righteous Judge, as alone seeing hearts also; for He Himself renders to each according to his works. For man looks at the outward appearance, whereas He is a discerner of thoughts and intents of the heart; there is no judgement unmanifest before Him. Having shown God to be such, with an outspoken conscience he says: My help is from God Who saves the upright in heart. For he hopes for good things because of Him Who searches hearts and reins, inasmuch as having nothing crooked in his heart.
Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου λέγεται· οὗτος γὰρ πρὸς τούτους καὶ ὠδίνησεν ἀδικίαν, καὶ τὰ ἑξῆς.
Unless you turn back, He will make His broadsword gleam; He has bent His bow and made it ready. Perhaps implicitly these things are said concerning the devil; for towards men he too travailed with injustice, and what follows.
Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν. Λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται. Ταῦτα ῥητῶς ἐπ' Ἀχιτόφελ πεπλήρωται. Παρευδοκιμηθεὶς γὰρ ὑπὸ τοῦ Χουσὶ, καὶ τὰ πράγματα τοῦ Ἀβεσσαλὼμ, ὡς δὴ σοφὸς, ἀπογνοὺς, καὶ τὴν μέλλουσαν ἐκ τοῦ Δαυΐδ φοβούμενος δίκην, οἴκαδε ἀναχωρήσας ἀπήγξατο, παθὼν ἅπερ ἐπεβούλευε παθεῖν τὸν Δαυΐδ, καὶ τὴν κατ' αὐτοῦ κακίαν ἐπὶ τὴν αὐτοῦ κεφαλὴν ἀπεμάξατο. Καὶ καθόλου δὲ πᾶς δι' ὧν εἰργάσατο κακῶν καθ' ἑαυτοῦ τὴν ψῆφον ἐν ἡμέρᾳ κρίσεως φέρει.
Behold, he travailed with injustice, he conceived toil, and brought forth lawlessness. He dug a pit and scooped it out, and he will fall into the ditch that he wrought. His toil will turn back upon his own head, and upon the crown of his head his injustice will come down. These words were expressly fulfilled in Achitophel. For having been outshone in repute by Chusi, and having despaired of Absalom's affairs, inasmuch as he was clever, and fearing the punishment to come from David, withdrawing homewards he hanged himself, suffering the very things he plotted that David should suffer, and wiped off upon his own head the malice aimed against him. And universally indeed everyone, through the evils he has wrought, brings down the vote against himself in the day of judgement.
Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου. Ὡς δὲ μηδενὶ αὐτὸς ἐπιβουλεύσας, μηδὲ λάκκον ὀρύξας, παρορῶν δὲ τοὺς ἀδικοῦντας τῶν ἀσεβῶν ἀπολλυμένων ἐν κρίσει, Ἐξομολογήσομαι, φησὶ, τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ· Τὰ ἐμαυτοῦ δίκαια καθάπερ ἐν δικαστηρίῳ προθείς· καὶ ψαλῶ δὲ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου· πιστεύων καταξιωθήσεσθαι τοῦ χοροῦ τῶν παρ' αὐτοῦ σωζομένων.
I shall confess to the Lord according to His righteousness, I shall sing psalms to the name of the Lord Most High. And as having plotted against no one himself, nor dug a pit, but overlooking those who wrong him while the ungodly perish in judgement, he says: I shall confess to the Lord according to His righteousness; having set forth my own righteous deeds as in a court of justice; and I shall sing psalms to the name of the Lord Most High; trusting that I shall be counted worthy of the choir of those saved by Him.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Ηʹ.
A Psalm of David, 8.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν.
Unto the end, concerning the winepresses.
Τὰ ἐπὶ τῇ συντελείᾳ νῦν τῶν αἰώνων προφητευόμενα τὴν ἐπιγραφὴν, εἰς τὸ τέλος, ἐποίησεν. Ὑπὲρ δὲ τῶν ληνῶν διὰ τὰς ἐν πάσῃ τῇ γῇ συστάσας Ἐκκλησίας, ἀλληγορίας νόμῳ λεγομένας ληνούς. Ὅτε μὲν εἷς ἦν λαός· ἦν δὲ οὗτος Ἰσραὴλ, ᾧ ἐχρημάτιζε καὶ πύργος ὁ παρὰ τούτοις νεὼς, καὶ προλήνιον τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον κατὰ τὴν Ἠσαΐου φωνήν. Τὸ δὲ πλῆθος νυνὶ τῶν ληνῶν τὰ πολλὰ μηνύει θυσιαστήρια, ταῖς κατὰ μέρος ἐκκλησίαις συνδιαιρούμενα. Διὸ καὶ ἐν πγʹ ψαλμῷ τὸν αὐτὸν ἐπιγραφέντι
The things here prophesied concerning the consummation of the ages produced the superscription, unto the end. And concerning the winepresses is because of the Churches established in all the earth, called winepresses by the law of allegory. Once indeed there was a single people, and this was Israel, for whom the temple among them served as a tower, and the altar in front of the temple as a fore-vat according to the voice of Isaias. Whereas now the multitude of the winepresses indicates the many altars distributed jointly among the local churches. Wherefore also in Psalm 83, inscribed in the same
PG 23:128Read from the page
τρόπον πολλὰ θυσιαστήρια καὶ σκηνώματα θεσπίζονται καὶ αὐλαὶ, κατὰ τὸ, Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· μεθ' ἃ ἐπάγει· Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.
manner, many altars and tabernacles and courts are foretold, according to the saying, How beloved are Thy tabernacles, O Lord of hosts! My soul longs and faints for the courts of the Lord; after which he adds: Thine altars, O Lord of hosts.
Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ! Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. Οὐ πάλαι θαυμαστὸν ἐν πάσῃ τῇ γῇ· μετὰ δὲ τὴν τοῦ Σωτῆρος παρουσίαν ἐγένετο, ὅτε καὶ συναγωγὴ λαῶν ἐκύκλωσεν αὐτόν· συμφώνως τῷ νῦν ῥηθέντι· Ἐκ στόματος νηπίων, καὶ τὰ ἑξῆς. Τὴν γὰρ νέαν καὶ καινὴν συναγωγὴν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων διδάσκει συνεστάναι ψυχῶν διὰ τὴν ἀναγέννησιν τὴν ἐν τῷ Χριστῷ πανταχοῦ συστᾶσαν τῆς οἰκουμένης μετὰ τὴν ἀνάληψιν τὴν αὐτοῦ. Διὸ καὶ βοώντων αὐτῷ τῶν παίδων, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀγανακτοῦσί φησιν· Οὐδέποτε ἀνέγνωτε, ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ μήποτε τό· Ἕνεκα τῶν ἐχθρῶν σου. Καὶ διὰ τοὺς ἀρχιερεῖς λέγεται καὶ Φαρισαίους· ἐχθρὸς καὶ ἐκδικητὴς ὁ λέων εἰρημένος ἐν τῷ πρὸ τούτου ψαλμῷ. Τὸ οὖν μέγιστον θαῦμα, ὅτι ὁ τοσοῦτος, ἐχθρός τε καὶ λέων, ὁ ἄρχων τοῦ αἰῶνος τούτου, διὰ νηπίων καὶ θηλαζόντων καθῄρηται· μεθ' ὃ πανταχοῦ Θεὸς ἐν πᾶσι θαυμάζεται. Ἐχθρὸς δὲ ὢν ἐνεδρεύει πρὸς ἁμαρτίαν ὑποσκελίζων, καὶ τοὺς ἡμαρτηκότας μετὰ ταῦτα κολάζει.
O Lord our Lord, how wondrous is Thy name in all the earth! Because Thy magnificence has been lifted up above the heavens. Out of the mouth of babes and sucklings Thou perfected praise because of Thine enemies, so as to overthrow enemy and avenger. Not of old was it wondrous in all the earth, rather it became so after the coming of the Saviour, when an assembly of peoples also surrounded Him; in harmony with what is now spoken: Out of the mouth of babes, and what follows. For he teaches that the fresh and new assembly after His taking up on high consists of infant souls through the regeneration in Christ established everywhere in the inhabited earth after His taking up. Wherefore also when the children cried out to Him, Hosanna in the highest, blessed is He Who comes in the name of the Lord, He says to the indignant: Did you never read, Out of the mouth of babes and sucklings Thou perfected praise? And perhaps also the clause: Because of Thine enemies. This too is said because of the chief priests and Pharisees; while enemy and avenger is the lion spoken of in the psalm before this. The greatest wonder, then, is that one so great, both enemy and lion, the ruler of this age, has been pulled down through babes and sucklings; after which everywhere God is marvelled at among all. And being an enemy he lies in wait, tripping men up towards sin, and punishes afterwards those who have sinned.
Καὶ πῶς ἐν πάσῃ τῇ γῇ τὸ πάλαι μηδενὶ γινωσκόμενον ὄνομα τοῦ Κυρίου καὶ θαυμαστὸν κατέστη, διασαφεῖ λέγων ἑξῆς· Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν· καὶ τὸ ἐπιλεγόμενον δὲ τρίτον ἐν τῷ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἔχοι ἂν συμφωνίαν πρὸς τό· Συναγωγὴ λαῶν κυκλώσει σε. Τὸ γὰρ νέαν καὶ καινὴν συναγωγὴν τῶν κυκλούντων τὸν Θεὸν μετὰ τὴν εἰς ὕψος ἀνάληψιν αὐτοῦ ἐκ νηπίων ψυχῆς καὶ θηλαζόντων συνεστάναι διδάσκει· οὕτω καλῶν τοὺς ἀναγεννωμένους ἐν Χριστῷ λαούς. Εἰς ὕψος γὰρ ἀναβὰς μετὰ τὴν εἰς οὐρανὸν κάθοδον, ὁ διὰ τῆς προφητείας παριστώμενος Κύριος κατηρτίσατο ἑαυτῷ ἐπὶ τῆς γῆς τὴν τῶν λαῶν συναγωγὴν, ἐκ νηπίων καὶ θηλαζόντων αὐτὴν συστησάμενος.
And how in all the earth the name of the Lord, of old known to no one, was even rendered wondrous, he makes plain by saying next: Because Thy magnificence has been lifted up above the heavens; and the third clause subjoined in the words, Out of the mouth of babes and sucklings Thou perfected praise, would have harmony with the saying: An assembly of peoples shall surround Thee. For it teaches that a fresh and new assembly of those surrounding God after His taking up on high consists of infants in soul and sucklings; calling thus the peoples regenerated in Christ. For having ascended on high after the descent into heaven, the Lord presented through the prophecy perfected for Himself upon the earth the assembly of the peoples, having constituted it out of babes and sucklings.
Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας. Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Εἰ καὶ θαυμαστά σου, φησὶ, δημιουργήματα οὐρανὸς καὶ τὰ ἐν αὐτῷ ἅπερ ἥδρασας δι' ὅλου τοῦ αἰῶνος ἑστάναι· ἔστησε
Because I shall see the heavens, works of Thy fingers, moon and stars that Thou founded. What is man, that Thou are mindful of him? Or a son of man, that Thou visit him? Even if, he says, heaven and the things in it are wondrous handiworks of Thine, which Thou established to stand throughout the whole age—for He set
PG 23:129Read from the page
γὰρ αὐτὰ εἰς τὸν αἰῶνα, καθά φησιν ἐν ἑτέροις, καὶ πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται· οὐ μήν σοι μεγάλα πρὸς ὕπαρξιν, ἀλλὰ βραχείας δυνάμεως δακτύλοις ἀναλογούσης· οὕτω γὰρ τὰς μικρὰς δυνάμεις ἐκάλεσε τοῦ Θεοῦ. Καὶ ταῦτα μὲν ἡδρασμένα μένει· ἄνθρωπον δὲ τὸν καθ' ἕνα παρερχόμενον ἐκπέπληγμαι θεωρῶν, ὅπως καὶ μέμνησαι τούτου, καὶ προνοῇ· ὅπερ ουκ ἂν ὑπῆρξεν εἰ μικρόν τι καὶ φθαρτὸν ἐτύγχανε ζῶον· οὕτω δὲ τίμιον ὡς ἐκ στόματος νηπίων καὶ θηλαζόντων ὕμνον αὐτῷ κατηρτίσθαι. Εἰ καὶ σμικρὸς τοίνυν κατὰ τὸ σῶμα· ἀλλὰ κατὰ ψυχὴν τὴν κατ' εἰκόνα τετίμηται· ὥστε διὰ τούτου θαυμαστόν σου καταστῆναι τὸ ὄνομα ἐν πάσῃ τῇ γῇ.
them fast for the age, just as he says in other places, and laid down an ordinance, and it shall not pass away—yet they are not great to Thee to bring into existence, but belong to a slight power corresponding to fingers; for thus he called the small powers of God. And these things indeed abide firmly established; yet observing man passing away one by one I am struck with amazement at how Thou are both mindful of him and take forethought for him; which would not have been so if he happened to be some small and corruptible living creature; whereas he is so precious that out of the mouth of babes and sucklings a hymn has been perfected for Him. Even if small, therefore, according to the body, yet according to the soul made after the image he has been honoured, so that through him Thy name is rendered wondrous in all the earth.
Ἀποθαυμάζει τὸ θεῖον Πνεῦμα καὶ εὔχεται τοῦ θαυμασμοῦ λέγων· Οὐρανοὺς μὲν ὁρῶ τοὺς τὸν σύμπαντα κόσμον περιέχοντας· ὁρῶ δὲ καὶ σελήνην καὶ ἄστρα, καὶ ταῦτα πάντα γνωρίζω τῇ φύσει ὄντα μεγάλα καὶ θαυμαστὰ τῆς ὅλης δημιουργίας μέρη· ἀλλ' ὅμως, καίπερ ὄντα τοιαῦτα, οἶδα, ὅτι βραχύτατα τῶν σῶν ἔργων τυγχάνει. Ἔργα γοῦν ἐστι ταῦτα τῶν σῶν δακτύλων· οὐχὶ δὲ χειρῶν, οὐδὲ μεγάλης τινὸς δυνάμεως· ἀλλ', ὡς ἂν εἴποι τις, ἄκρων δακτύλων, τροπικῶς οὕτως τῶν δυνάμεων ὀνομαζομένων τοῦ Θεοῦ, δι' ὧν τὰ αἰσθητὰ καὶ ὁρώμενα δημιουργήματα συνεστήσατο.
The divine Spirit marvels deeply and boasts of that wonderment, saying: I see indeed heavens encompassing the entire world; and I see also moon and stars, and I recognize all these as being by nature great and wondrous parts of the whole creation; nevertheless, although they are such, I know that they happen to be the very smallest of Thy works. At all events these are works of Thy fingers, not of hands, nor of some great power, but, as one might say, of fingertips, the powers of God being figuratively named thus, through which He constituted the perceptible and visible handiworks.
Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. Καὶ μὴν ἑτέρως δόξῃ καὶ τιμῇ τὸν ἄνθρωπον ἐστεφάνωσεν ὁ Θεὸς, ἐπὶ μόνου τοῦ ἀνθρώπου φήσας· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ διαφόρως τοῖς ἁγίοις ἀνθρώποις ἐπιφανεὶς, καὶ Πνεύματος ἁγίου, καὶ δυνάμεως οὐρανίου μεταδοὺς, ὡς τὸ μέλλον εἰδέναι, καὶ νόσους ἐλαύνειν, καὶ νεκροὺς ἀνιστᾷν· καὶ τὸ μέγιστον ἁπάντων, τῇ τοῦ Μονογενοῦς τιμήσας αὐτὸν παρουσίᾳ.
Thou made him a little lower than angels, with glory and honour Thou crowned him. And indeed in another way God crowned man with glory and honour, having said of man alone: Let Us make man according to Our image and according to likeness, and having appeared in diverse ways to holy men, and having imparted the Holy Spirit and heavenly power, so as to know the future, and drive out diseases, and raise the dead; and greatest of all, having honoured him by the coming of the Only-begotten.
Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. Τῇ γὰρ λογικῇ φύσει, ὡς ἂν ὡμοιωμένῃ Θεῷ, τὴν κατὰ πάντων ἀρχὴν καὶ δύναμιν ἐδωρήσατο. Ὁ ἄνθρωπος, τῆς θεΐκῆς εἰκόνος λαβὼν, ὡς βασιλεὺς ἁπάντων ἐστὶν ὁ Θεὸς, οὕτως ἄρχων κατέστη τῶν ἐπὶ γῆς. Εἰ δὲ καθολικῶς εἴρηται· Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· λέγει δὲ ἀλλαχοῦ· Καὶ τὰ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοὶ, δῆλον ὡς καὶ ἐπὶ τοὺς οὐρανοὺς κατέστησεν αὐτόν. Καὶ μήποτε ἀποῤῥήτως τὴν ἐν οὐρανῷ διατριβὴν σημαίνει, τῶν ἀπὸ γῆς ἐκεῖσε μεθισταμένων, ὅτε μέλλουσι βασιλείαν κληρονομεῖν οὐρανῶν ὡς ἐπήγγελται. Λέγει δὲ ὁ Παῦλος· Κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ. Οὕτω καὶ τὸ, Πάντα ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ, νοητέον νῦν μὲν τὰ ζῶα· ἐπειδὴ δὲ καὶ βίος
With glory and honour Thou crowned him, and Thou set him over the works of Thy hands. Thou subjected all things underneath his feet, sheep and all oxen, moreover also the beasts of the plain, the birds of heaven, and the fishes of the sea, the creatures passing through paths of seas. For upon the rational nature, as having been likened to God, He bestowed rule and power over all things. Man, having received of the divine image, just as God is King of all things, was thus set as ruler of the things upon earth. And if it has been said universally: And Thou set him over the works of Thy hands, while elsewhere it says: And the heavens are the works of Thy hands, it is plain that He set him over the heavens also. And perhaps ineffably he signifies the sojourn in heaven of those transferred thither from earth, when they are going to inherit the kingdom of the heavens as has been promised. And Paul says: Heirs indeed of God, and joint-heirs with Christ. Thus too the saying, He subjected all things underneath his feet, is to be understood now indeed of the living creatures; yet since a life also
Notes, col. 129

On the reading

Printed ουκ, for οὐκ.

Printed θεΐκῆς, for θεϊκῆς.

PG 23:132Read from the page
ισάγγελος ἀπόκειται τοῖς ἀνθρώποις ἐν οὐρανῷ, ἐκεῖ καταστὰς ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, θεωρὸς οὐρανῶν ἔσται καὶ τῶν ἐν αὐτοῖς. Ὁ δὲ μακάριος Παῦλος καὶ τοῦτο περὶ τοῦ Σωτῆρος ἐξέλαβεν, ἐν αἰῶνι τῷ μέλλοντι γὲνησόμενον. Διό φησι πρὸς αὐτὸν ὁ Πατήρ· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
equal to angels is laid up for men in heaven, having been set there over the works of His hands, he will be a beholder of the heavens and of the things in them. Yet the blessed Paul took this too as spoken concerning the Saviour, going to come to pass in the age to come. Wherefore the Father says towards Him: Sit at My right hand, until I make Thine enemies a footstool of Thy feet.
ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ Θʹ.
A Psalm of David, 9.
Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ Υἱοῦ.
Unto the end, concerning the hidden things of the Son.
Πολλὰ δὲ ἦν αὐτῷ τὰ κρυφίως πεπραγμένα ἥ τε ἐκ Παρθένου διὰ Πνεύματος ἁγίου κατὰ σάρκα γέννησις, αἵ τε παράδοξοι καὶ θαυματουργοὶ δυνάμεις, ὅ τε θάνατος αὐτὸς καὶ ἡ εἰς ᾅδου κάθοδος καὶ ἡ ἐκ νεκρῶν ἀναβίωσις. Ταῦτα γὰρ αὐτῷ πάντα κρυφίως πέπρακται. Ἀπέκρυψε γὰρ αὐτὰ καὶ τοὺς ἄρχοντας τοῦ κόσμου τούτου. Ὑπὲρ δὴ τούτων τῶν κρυφίων ὁ Προφήτης λέγει·
Now many were the things secretly wrought by Him: both the birth according to flesh from a Virgin through the Holy Spirit, and the paradoxical and wonder-working powers, and death itself and the descent into Hades and the return to life from the dead. For all these things were wrought by Him secretly. For He hid them even from the rulers of this world. Concerning these hidden things, then, the Prophet says:
Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Τοιαῦτα καὶ αὐτὸς ἐν Εὐαγγελίοις φησίν· Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας ταῦτα νηπίοις. Καὶ ἐν τῷ ψαλμῷ γὰρ περὶ τῶν κρυφίων εὐχαριστεῖ. Μετὰ δὲ τὴν εὐχαριστίαν, ἣν ὑπὲρ τῆς ἡμετέρας ἐποιήσατο σωτηρίας, περὶ τῶν θαυμασίων τοῦ Πατρὸς διδάξειν ἡμᾶς ἐπαγγέλλεται τῇ τοῦ Πατρὸς ἐναγαλλόμενος θέᾳ. Ὡς δὲ Υἱῷ καὶ ἡ γνῶσις παρῆν τοῦ ὀνόματος τῆς θεότητος τοῦ ἀῤῥήτου καὶ ἀκατονομάστου Πατρός. Ταῦτα δὲ μάλιστα, φησὶ, ποιήσω τὸν τῆς ζωῆς νικήσας ἐχθρὸν θάνατον, περὶ οὗ λέλεκται· Ἔσχατος ἐχθρὸς καταργήσεται ὁ θάνατος. Ἀποστραφήσεται γὰρ εἰς τὰ ὀπίσω, τουτέστι τὴν πρώτην αὐτοῦ κατάστασιν, ὅτε μὴ ὑφεστήκει. Ὁ γὰρ Θεὸς θάνατον οὐκ ἐποίησεν· φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον· οὗ δὴ γεγονότος καὶ οἱ λοιποὶ πάντες ἐχθροὶ τοῦ λόγου σου καὶ πολέμιοι ἀσθενήσαντες ἀπολοῦνται.
I shall confess to Thee, O Lord, with my whole heart, I shall recount all Thy wonders. Such things He Himself also says in the Gospels: I confess to Thee, Father, Lord of heaven and earth, because Thou hid these things from the wise and understanding, and revealed them to babes. For in the psalm too He gives thanks concerning the hidden things. And after the thanksgiving that He made on behalf of our salvation, He promises to teach us concerning the wonders of the Father, exulting in the vision of the Father. And inasmuch as He is Son, there belonged to Him also the knowledge of the name of the deity of the ineffable and unnameable Father. And these things above all, He says, I shall do once I have conquered death, the enemy of life, concerning which it has been said: The last enemy to be abolished is death. For it will be turned backwards, that is, to its first condition, when it did not subsist. For God did not make death; rather by the envy of the devil death entered into the world; when which has come to pass, all the rest too of the enemies and foes of Thy word, having grown weak, will perish.
Καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι. Εἰ οι ἐν τῇ οἰκουμένῃ οὐκ ἐν ὁμοίοις εἰσὶν ἔργοις, οὐκ ἂν εἶεν δικαιοσύνη ἡ κρίσις τοῦ Θεοῦ· ὁμοίως τοὺς ἁμαρτάνοντας κολάζει, ἢ τοὺς δικαίους δοξάζει. Κρινεῖ λαοὺς ἐν εὐθύτητι. Οἰκουμένην μὲν τὴν Ἐκκλησίαν, ἥτις οἰκεῖται ὑπὸ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, κατὰ τό· Ἐγὼ καὶ ὁ Πατὴρ ἐλευσόμεθα πρὸς αὐτὸν, καὶ μονὴν παρ' αὐτῷ ποιησόμεθα· λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν, ἢ τοὺς ἐκ περιτομῆς. Ὅσοι γὰρ ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται, τῶν ἀνόμως ἁμαρτανόντων ἀνόμως ἀπολλυμένων.
And He Himself will judge the inhabited earth in righteousness, He will judge peoples in uprightness. If those in the inhabited earth are not in like works, the judgement of God would not be righteousness, if in like manner He punishes those who sin or glorifies the righteous. He will judge peoples in uprightness. By inhabited earth he means the Church, which is inhabited by the Father and the Son and the Holy Spirit, according to the saying: I and the Father will come towards him, and make an abode with him; whereas by peoples he means the rest apart from the Church, or those of the circumcision. For as many as sinned under law will be judged through law, while those who sin without law perish without law.
Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψει. Καὶ ἐλπιζέτωσαν ἐπὶ σὲ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε. Ποίῳ δὲ πένητι καταφυγὴ γέγονεν ὁ κριτὴς, ἀλλ' ἢ τῷ
And the Lord became a refuge for the poor man, a helper in due seasons, in affliction. And let those who know Thy name hope in Thee, because Thou did not forsake those who seek Thee out, O Lord. Now for what sort of poor man has the Judge become a refuge, except for him who
Notes, col. 132

On the reading

Printed ισάγγελος, for ἰσάγγελος.

Printed γὲνησόμενον, for γενησόμενον.

Printed οι, for οἱ.

PG 23:133Read from the page
κατὰ τὸν πρῶτον βίον τὴν στενὴν ὡδευκότι καὶ τεθλιμμένην, καὶ τῷ μακαριζομένῳ πτωχῷ, δηλονότι τῷ πνεύματι; Τοῦτο δὲ μαθόντες οἱ γινώσκοντες τὸ ὄνομά σου, καὶ ὅτι ἐν τῷ τῆς δικαιοκρισίας καιρῷ τοὺς ἐκζητοῦντάς σε νῦν οὐκ ἐγκαταλείψεις, ἐντεῦθεν ἐλπιζέτωσαν ἐπὶ σὲ πάντα διὰ τὰς ἀμοιβὰς ὑπομένοντες.
in the former life travelled the narrow and straitened way, and for the beggar pronounced blessed, namely in spirit? Having learned this, then, let those who know Thy name, and that in the season of righteous judgement Thou will not forsake those who now seek Thee out, hope in Thee henceforth, enduring all things for the sake of the recompenses.
Ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου, ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν. Ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν. Γινώσκεται Κύριος κρίματα ποιῶν. Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Ὠδὴ διαψάλματος. Ἀλλὰ καὶ τοῖς εὐσεβέσιν ἐπιβουλεύσαντες, ἑαυτοὺς περιέπειραν ἀπωλείᾳ. Τότε καὶ γνωσθήσεται δικαίᾳ κρίσει χρώμενος ὁ Θεός. Ὠδὴ δὲ διαψάλματος· ὡς ἂν μεταβολῆς γεγενημένης ἤτοι μέλους κατὰ τὴν Ἑβραΐδα φωνὴν, ἢ μελῳδίας, ἢ καὶ τῆς διανοίας αὐτῆς τῶν λελεγμένων ἐφ' ἕτερον νοῦν μεταβαλλόντων τὸν λόγον.
We shall exult in Thy salvation; nations have been stuck fast in the corruption that they made. In this snare that they hid, their foot has been caught. The Lord is known executing judgements. In the works of his own hands the sinner has been caught. A song of diapsalma. Moreover having plotted against the godly also, they pierced themselves around with destruction. Then too God will be known exercising righteous judgement. And a song of diapsalma is added as though a change had occurred either of strain according to the Hebrew tongue, or of melody, or even of the thought itself, as the things said shift the discourse onto another sense.
Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Εἰ γὰρ καὶ νῦν ἀναισθητοῦσι, ἀλλ' ἥξει τῆς κρίσεως ὁ καιρός. Θεοῦ δὲ ἄνθρωπος, κἂν δοκῇ καταπεφρονῆσθαι παρὰ Θεοῦ, τῷ παρὰ τῶν ἁμαρτωλῶν ἀνήκεστα πάσχειν· ἀλλ' οὐ παραδέδοται λήθῃ. Οὐ γὰρ εἰς τὸ τέλος ἐπιλησθήσεται ὁ πτωχὸς τῷ πνεύματι· ἕξει δὲ καρπὸν καὶ τέλος ἀγαθὸν διὰ τὴν ἐν τοῖς παροῦσιν ὑπομονήν.
Let sinners be turned away into Hades, all the nations that forget God. For even if now they are insensible, yet the season of judgement will come. Whereas the man of God, even if he seems to have been despised by God through suffering incurable wrongs from sinners, nevertheless has not been given over to oblivion. For not unto the end will the beggar in spirit be forgotten; rather he will have fruit and a good end because of endurance in present things.
Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσι. Διεγείρει τὸν Θεὸν ὡς τῆς ἀνοχῆς αὐτοῦ καὶ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς μακροθυμίας, ἀναβολὴν μὲν ἐμποιούσης αὐτῷ, ἐπιτριβὴν δὲ τοῖς ἀσεβέσιν ἀνθρώποις. Εὐξάμενος δὲ ἐνώπιον τοῦ Θεοῦ κριθῆναι τὰ ἔθνη, νῦν ἀκολούθως πρὸ τῆς μελλούσης κρίσεως ἀξιοῖ δοθῆναι τοῖς ἔθνεσι νομοθέτην, ἵνα μάθωσιν, ὡς εἰσὶν ἄνθρωποι, ἀλλ' οὐκ ἄλογα ζῶα· ου γὰρ ἀλόγοις δίδοται νόμος. Οὐκ ἂν δὲ λέγοι Μωϋσῆν τὸν ἐξ ἀνθρώπων πάλαι γεγενημένον, οὐδὲ νόμον τὸν μόνοις τεθέντα τοῖς Ἰουδαίοις· ἀλλ' οὐδὲ προσδοκᾷν ἕτερον εἶναι, τὸ διὰ πάσης ἐλθεῖν τῆς οἰκουμένης τῆς Καινῆς Διαθήκης τὸν νόμον. Χριστὸς γὰρ ὁ νομοθέτης, καὶ τοῦ Εὐαγγελίου τὸ κήρυγμα κεκράτηκε τῶν ἐθνῶν. Περὶ οὗ διὰ τοῦ προφήτου φησὶν ὁ Πατήρ· Ἰδοὺ ὁ παῖς μου ὃν ἡρέτισα, ὁ ἐκλεκτός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον τυφόμενον οὐ σβέσει· ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Τὸ δὲ Ἑβραϊκὸν καὶ οι λοιποὶ πάντες ἑρμηνευταὶ, Καὶ τῷ νόμῳ αὐτοῦ ἔθνη ἐλπιοῦσιν, ἐξέδωκαν.
Arise, O Lord, let not man prevail, let nations be judged before Thee. Appoint, O Lord, a lawgiver over them; let nations know that they are men. He rouses God inasmuch as His forbearance and the riches of His kindness and long-suffering produce delay for himself, and wearing affliction from ungodly men. And having prayed that the nations be judged before God, now consequently before the coming judgement he asks that a lawgiver be given to the nations, so that they may learn that they are men, and not irrational beasts; for law is not given to irrational creatures. Yet he would not mean Moses, who had passed away from among men long ago, nor the law laid down for the Jews alone; nor yet is another to be expected, seeing that the law of the New Covenant has gone throughout the whole inhabited earth. For Christ is the Lawgiver, and the proclamation of the Gospel has prevailed over the nations. Concerning Whom the Father says through the prophet: Behold My Servant Whom I chose, My Beloved in Whom My soul was well pleased. He will bring forth judgement to the nations. He will not wrangle, nor cry aloud, nor will His voice be heard. A bruised reed He will not crush, and smouldering flax He will not quench; rather unto truth He will bring forth judgement. He will shine out, and will not be shattered, until He sets judgement upon the earth, and in His name nations will hope. Whereas the Hebrew and all the rest of the translators rendered it: And in His law nations will hope.
Notes, col. 133

On the reading

Printed ου, for οὐ.

Printed οι, for οἱ.

PG 23:136Read from the page
Ἱνατί, Κύριε, ἀφέστηκας μακρόθεν, ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψει; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχός· συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται. Ἢ ἐπειδὴ ὁ Θεὸς ὁ δρασσόμενός ἐστι τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, κατὰ τὸν Ἀπόστολον, τοῦτο αὐτὸ ἤδη γενέσθαι παρακαλεῖ; Ἐπὶ πολλαῖς γὰρ ἀσεβείαις ὁρῶντες αὐτοὺς οἱ πολλοὶ εὐθυνουμένους τε καὶ μηδενὶ λυπηρῷ περιπίπτοντας, μακαρίους αὐτοὺς ἡγοῦνται καὶ ἐπαίνων ἀξίους. Κἀκεῖνοί τε μεγάλα βλάπτονται καὶ οἱ ζηλωταὶ τῆς κακίας γενόμενοι.
Why, O Lord, have Thou stood afar off, why do Thou overlook in times of need, in affliction? While the ungodly man acts arrogantly, the beggar is set on fire; they are caught in the counsels that they devise. Or since God is He Who clutches the wise in their craftiness, according to the Apostle, does he entreat that this very thing come to pass now already? For on seeing them in many ungodly deeds both prospering straight on and falling into nothing grievous, the many consider them blessed and worthy of praises. And both those men themselves are greatly harmed and those who have become imitators of their wickedness.
Ὅτι ἐπαινεῖται ὁ ἀμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ ἀδικῶν ἐνευλογεῖται. Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλός· κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ, βεβηλοῦνται αι ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ, πάντων τῶν ἐχθρῶν αὐτοῦ κατακυριεύσει. Τῇ παρούσῃ τῶν ἀσεβῶν ἐπεξέρχεται καταστάσει, τὴν μέλλουσαν κρίσιν ἀναγκαίαν δεῖξαι βουλόμενος. Τὸ δὲ παρώξυνε, διέσυρεν Ἀκύλας ἡρμήνευσε. Τοὺς περὶ Θεοῦ γὰρ κρίσεως λόγους ἀληθῶς διασύρουσιν. Ἐπιμένων δέ τις ἁμαρτίαις, πρὸς τὸ Θεὸν ζητεῖν ἐμποδίζεται, συνάγων ἑαυτῷ πλῆθος ὀργῆς. Διὸ μὴ ζήτει καὶ τὰς περὶ Θεοῦ φυσικὰς ἐννοίας περικοπτόμενος, καὶ τοῦ βίου τὰς ὁδοὺς ἀκαθάρτους ἔχων· τούτου γε χάριν διὰ παντὸς καὶ τοῦ Θεοῦ τὰ κρίματα μὴ λαμβάνων εἰς νοῦν, ἐν τῷ συγχωρεῖσθαι μάλιστα κατακυριεῦσαι τῶν ἐχθρῶν.
Because the sinner is praised in the desires of his soul, and he who does wrong is blessed. The sinner provoked the Lord; according to the multitude of his anger he will not seek Him out. God is not before him, his ways are profaned at every season. Thy judgements are removed from before his face, he will lord it over all his enemies. He prosecutes the present condition of the ungodly, wishing to show the coming judgement necessary. And the word provoked Aquila rendered disparaged. For they truly disparage the words concerning God's judgement. And when anyone persists in sins, he is hindered towards seeking God, gathering for himself a multitude of anger. Wherefore do not seek either while having your natural conceptions concerning God cut away, and keeping the ways of your life unclean; for this very reason continually not taking God's judgements into mind either, above all while being permitted to lord it over your enemies.
Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου, ὑπὸ τὴν γλῶτταν αὐτοῦ κόπος καὶ πόνος. Τῶν γὰρ ἑτεροδόξων τὸ στόμα ἀρᾶς γέμει, κακολογούντων τὸν Δημιουργὸν, καὶ τῶν λοιδόρων· πικρίας δὲ τῶν θυμικῶν, δόλου τῶν δολίων.
Whose mouth is full of cursing and bitterness and deceit; under his tongue are toil and pain. For the mouth of the heterodox is full of cursing, as they speak evil of the Creator, and so too that of revilers; and that of the irascible is full of bitterness, and that of the deceitful full of deceit.
Ἐγκάθηται ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῷον. Καὶ ταῦτα πράττει παραλογιζόμενος ἑαυτὸν, ὡς οὐχ ὁρῶντος Θεοῦ.
He sits in ambush with the rich in secret places, so as to slay the innocent. And he does these things deceiving himself by false reasoning, as though God did not see.
Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ τοῦ μὴ εἰδεῖν εἰς τέλος. Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται, ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος.
For he said in his heart: God has forgotten, He has turned away His face so as not to see unto the end. And all these things the ungodly man perpetrates against the poor of God, deceiving himself and thinking in his own reckonings that God is not an overseer.
Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου, μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. Βλέπεις, ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖράς σου. Σοὶ ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ· ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ. Οὕτως ἐπὶ τὴν τῶν ἀσεβῶν κρίσιν διεγείρει λοιπὸν τὴν ἀνοχὴν τοῦ Θεοῦ. Ἡ δὲ χεὶρ ὑψουμένη δύναμιν ἐδήλωσε κριτικήν. Ἐν ὅσῳ γὰρ αὐτὴ μὴ τιμωρεῖται τοὺς ἀσεβεῖς, τετιμωρεῖσθαι δοκεῖ· ἀποδιδοῦσα δὲ ἑκάστῳ κατὰ τὸ δίκαιον, ὑψοῦσθαι λέ-
Arise, O Lord my God, let Thy hand be exalted, do not forget Thy poor unto the end. Thou see, because Thou observe pain and wrath, so as to deliver them into Thy hands. To Thee the beggar has been left behind, to the orphan Thou were a helper. Crush the arm of the sinner and evil man; his sin will be sought for, and will by no means be found. Thus unto the judgement of the ungodly he rouses henceforth the forbearance of God. And the hand being exalted signified judicial power. For so long as it does not punish the ungodly, it seems to have been punished; whereas when rendering to each according to what is just, it is said to be ex-
Notes, col. 136

On the reading

Printed ἀμαρτωλὸς, for ἁμαρτωλὸς.

Printed αι, for αἱ.

Printed αὐτὴ, for αὕτη.