PG 23:1309Read from the pageτὸν Ἰωσὴφ πρῶτον συγχωρεῖ δουλεῦσαι, καὶ πέδαις καὶ σιδήρῳ ταπεινωθῆναι· εἶτα μετὰ ταῦτα δοκιμὴν δεδωκότα τῆς οἰκείας ἀρετῆς, προάγει ἐπὶ βασιλείαν· οὕτω καὶ νῦν, βουλόμενος τῆς αὐτοῦ ἐπισκοπῆς καταξιῶσαι τὸν λαὸν, πρῶτον αὐτὸν πειρατηρίοις ἐκδίδωσιν, ἵν' ὕστερον λεχθῇ τό· Καὶ ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐκέκραξαν πρὸς Κύριον τὸν Θεὸν αὐτῶν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων. Καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν· καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ἐπειδὴ δὲ εἴρηται, ὅτι μετέστρεψε τὴν καρδίαν αὐτῶν, δηλονότι τῶν Αἰγυπτίων, τοῦ μισῆσαι τὸν λαὸν αὐτοῦ, ἐρεῖς, ὅτι δικαίως ἔπραξεν ὁ Θεός. Ἐπειδὴ γὰρ, ἐν πολλῇ γεγονότες ἀνέσει καὶ ἐλευθερίᾳ καὶ τιμῇ παρὰ τοῖς Αἰγυπτίοις, εἰς λήθην ἦλθον τοῦ πατρῴου Θεοῦ, ἐξέδωκαν δὲ ἑαυτοὺς ταῖς τῶν Αἰγυπτίων εἰδωλολατρείαις· διὰ τοῦτο δικαίως αὐτοῖς ἐπανέστησε τοὺς Αἰγυπτίους, ἐπειδὴ πεποιθότες ἑαυτοῖς κατωλιγώρησαν τοῦ Θεοῦ, ὅπως θλιβέντες ὑπ' αὐτῶν μάθωσι μὲν μὴ προσέχειν ἐκείνοις, μηδὲ τῇ πολυθέῳ αὐτῶν δεισιδαιμονίᾳ, ἐπιστρέψωσι δὲ ἐπὶ τὸν Θεὸν τῶν πατέρων αὐτῶν.
[Just as He] first allowed Joseph to be a slave, and to be humbled with fetters and iron, and then, after he had given proof of his own virtue, advanced him to royal power; so now too, wishing to count the people worthy of His oversight, He first hands them over to trials, so that afterwards it might be said: "And the sons of Israel groaned, and cried to the Lord their God, and their cry went up to God from their labours. And God heard their groaning; and God remembered His covenant with Abraham and Isaac and Jacob. And God looked upon the sons of Israel, and was made known to them." And since it is said that He turned their heart, plainly that of the Egyptians, to hate His people, you will say that God acted justly. For since, having come into much ease and freedom and honour among the Egyptians, they had forgotten the God of their fathers and given themselves over to the idolatries of the Egyptians, therefore He justly raised up the Egyptians against them, since, trusting in themselves, they had made light of God; so that, oppressed by them, they might learn not to attend to them nor to their polytheistic superstition, and might turn back to the God of their fathers.
Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Εὐφράνθη Αἴγυπτος ἐν ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπ' αὐτούς. Ὁ Θεὸς προστάττει τῷ λαῷ διὰ Μωϋσέως σκυλεῦσαι τοὺς Αἰγυπτίους ὡς νενικημένους, καὶ μισθὸν παρ' αὐτῶν εἰσπράξασθαι τῆς μακροχρονίου δουλείας, ἧς αὐτοὺς κατεδουλώσαντο. Καὶ οὐκ ἦν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Τὸ γὰρ πολλῷ παραδοξότερον τοῦτο ἦν, ὅτι μετὰ τὸν πόνον, μετὰ τὴν πλινθείαν, μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ τὰς μάστιγας, οὐδὲ εἷς ἦν ὁ ἀσθενῶν, καὶ τοῦτο τοσούτων πληγῶν ἐν Αἰγύπτῳ κατενεχθεισῶν. Τοῦτο καὶ τῆς φύσεως αὐτῆς τὴν ἀκολουθίαν ὑπερέβαινεν.
"And He brought them out with silver and gold, and there was not a feeble one among their tribes. Egypt was glad at their departing, for the fear of them fell upon them." God commands the people through Moses to despoil the Egyptians as conquered men, and to exact from them a wage for the long slavery to which they had enslaved them. "And there was not a feeble one among their tribes." For this was far more wonderful, that after the toil, after the brick-making, after so great hardship and the scourges, not one was feeble, and this when so many plagues had been brought down on Egypt. This went beyond even the order of nature itself.
Διεπέτασε νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα. Διελθὼν τὰς κατὰ τῶν Αἰγυπτίων μάστιγας, ἀκολούθως μεταβαίνει ἐπὶ τὰς γενομένας τῷ Ἰσραὴλ εὐεργεσίας· ὁμοῦ μὲν καὶ ἡμᾶς προτρέπων φεύγειν τὸν Αἰγύπτιον τρόπον, ὡς ἂν μὴ τοῖς ἴσοις περιπέσωμεν· εὔχεσθαι δὲ εἶναι τῆς μερίδος τοῦ Θεοῦ, ᾗ παρεῖχε τὰς ἐξ αὐτοῦ εὐεργεσίας· ὁμοῦ καὶ ὧν ἠξιώθησαν παραδόξων Θεοῦ οἱ ἐκ περιτομῆς μνημονεύων, εἰς ἔλεγχον μὲν τοῦ αὐτῶν ἐκείνων τρόπου, ἀπολογίαν δὲ τῆς μετὰ ταῦτα αὐτῶν ἀποβολῆς.
"He spread out a cloud for a covering for them, and fire to give them light in the night." Having gone through the scourges against the Egyptians, he passes in order to the benefits done to Israel; at once urging us too to flee the Egyptian way, so that we may not fall into the like, and to pray to be of the portion of God, to which He gave the benefits that come from Him; and at once recalling the wonders of God of which those of the circumcision were counted worthy, to convict that way of theirs, and as a defence of their rejection afterwards.
Ἤτησε, καὶ ἦλθεν ὀρτυγομήτρα, καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς. Ἀνέῤῥηξε πέτραν, καὶ ἐῤῥύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί· ὅτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ. Καὶ ὁ Μωϋσῆς δὲ ἐν Δευτερονομίῳ πρὸς αὐτούς φησι· Μὴ εἴπῃς· Διὰ τὰς δικαιοσύνας μου ἐξήγαγέ με Κύριος ἐκ γῆς Αἰγύπτου, ἀλλὰ διὰ τὸν ὅρκον ὃν ὤμοσε Κύριος τοῖς πατράσιν ὑμῶν. Καὶ γνώσῃ σήμερον,
"They asked, and the quail came, and He filled them with the bread of heaven. He broke open the rock, and waters flowed; rivers ran in dry places; for He remembered His holy word to Abraham His servant." And Moses too says to them in Deuteronomy: "Do not say: Because of my righteousness the Lord brought me out of the land of Egypt; but because of the oath which the Lord swore to your fathers. And you shall know this day, [the column ends here; the quotation runs on in col 1312]
PG 23:1312Read from the pageὅτι οὐχὶ διὰ τὰς δικαιοσύνας σου, Κύριος ὁ Θεός σου δίδωσί σοι τὴν γῆν τὴν ἀγαθὴν ταύτην κληρονομῆσαι, ὅτι λαὸς σκληροτράχηλος εἶ. Καὶ ἐξήγαγε τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ. Ἕκαστον γὰρ τῶν γενομένων εἰς θαῦμα μέγιστον ἦν, καὶ πολλὴν εἶχε τὴν παραδοξοποιίαν, τὸ ἀπαλλαγῆναι μεθ' ἡδονῆς τῶν ὠθούντων ἐκείνων, καὶ μετ' εὐπορίας ἁπάσης, τὸ ἐν ὑγείᾳ καθαρᾷ (sic). Καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν κατεκληρονόμησαν. Οὐ γὰρ δὴ μόνον τῶν προτέρων ἀπήλλαξεν, ἀλλὰ καὶ τὰ τῶν ἑτέρων ἔδωκεν αὐτοῖς, οὐδαμοῦ πονεῖν συγχωρῶν, ὅπως ἂν φυλάξωσι τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσι. Ταῦτα ἐπηγγείλατο, ἐπειδὴ ἐφύλαξαν τὰ δικαιώματα αὐτοῦ. Τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς, ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσιν αὐτόν. Τούτοις δὲ τοῖς ἐκείνων ἀπογόνοις τὰ τοσαῦτα παρέσχε καὶ ἐχαρίσατο, προτρέπων αὐτοὺς καὶ παρορμῶν εἰς τὸ φυλάττειν τὰ δικαιώματα αὐτοῦ, καὶ τὸν νόμον αὐτοῦ ἐκζητεῖν. Ἀλλ' ὅτι τῶν τοσούτων ἠξιωμένοι οὐκ ἐφύλαξαν τὰ εἰρημένα, τὸ τηνικαῦτα ἤρθη ἀπ' αὐτῶν ἡ χάρις, καὶ οὐ μόνον τὴν γῆν ἀπώλεσαν, ἀλλὰ καὶ τοῦ Θεοῦ ἐκπεπτώκασι, δοῦλοί τε τῶν ἐθνῶν καὶ πολεμίων γεγόνασι.
that it is not because of your righteousness that the Lord your God gives you this good land to inherit, for you are a stiff-necked people." "And He brought out His people with exultation, and His chosen ones with gladness." For each of the things that happened was a very great wonder and held much of the marvellous: to be rid with joy of those who were pressing them, and with every abundance, and in pure health (sic). "And He gave them the lands of the nations, and they inherited the labours of the peoples." For He did not only free them from their former [miseries], but also gave them the goods of others, nowhere allowing them to toil, "that they might keep His ordinances and seek out His law." These things He promised because they had kept His ordinances. For such is God, showing mercy to thousands of those who love Him. And to these, their descendants, He granted and bestowed so much, urging and spurring them to keep His ordinances and to seek out His law. But since, though counted worthy of so much, they did not keep what was said, then grace was taken away from them, and not only did they lose the land, but they also fell away from God, and became slaves of the nations and of their enemies.
ἈΛΛΗΛΟΥΪΑ. ΡΕ'.
ALLELUIA. [Psalm] 105.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μακάριοι οἱ φυλάσσοντες κρίσιν, ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ. Μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου, τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν εὐφροσύνῃ τοῦ λαοῦ σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου. Αἶνον καὶ ὕμνον πρὸς τὸν Θεὸν καὶ ὁ παρὼν ψαλμὸς περιέχει· διὸ ἐπιγέγραπται, Ἀλληλούϊα· ὅπερ ἑρμηνεύεται, Αἰνεῖτε τὸν Κύριον. Προστάττει δὲ εὐθὺς ἀρχόμενος τοῖς ἁμαρτημάτων ὁρμωμένοις ὥσπερ ἰατρῷ καὶ σωτῆρι προσιέναι τῷ θεραπευτικῷ τοῦ Θεοῦ Υἱῷ, καὶ τὰ τραύματα τῆς ψυχῆς ἀπογυμνοῦν αὐτῷ, διὰ τὸ ἐξομολογεῖσθαι τὰς οἰκείας ἁμαρτίας. Ὁ δὲ τοῦτο πράττων γνησίως, καὶ ἀποκλαιόμενος ἐφ' οἷς ἥμαρτε πρότερον, ὅτι μὴ λόγοις μόνοις τοῦτο πρᾶξαι, ἀλλὰ τῇ διαθέσει καὶ αὐτοῖς τοῖς πράγμασι, παρὰ τοῦ Ψαλμῳδοῦ κομίζεται τὴν εἰσήγησιν. Προτρέπει δὲ προθύμως ἐπὶ τὴν ἐξομολόγησιν, διὰ τοῦ ἐπαγγέλλεσθαι, Ὅτι χρηστὸς ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Διὰ ταῦτα γὰρ, φησὶ, προθύμως ἐξομολογεῖσθε, ὅτι καὶ αὐτὸς ἕτοιμός ἐστιν εἰς φιλανθρωπίαν, εἰδὼς ὅτι ἐλέου δεῖται τὰ τοῦ ἐνεστῶτος αἰῶνος πράγματα θνητὰ ὄντα καὶ ἐπίκηρα.
"Give thanks to the Lord, for He is good, for His mercy is for ever. Who shall speak of the mighty acts of the Lord, shall make all His praises heard? Blessed are they who keep judgment, who do righteousness at every time. Remember us, O Lord, in the favour of Your people; visit us with Your salvation, that we may see in the goodness of Your chosen ones, that we may rejoice in the gladness of Your people, that we may be praised with Your inheritance." The present psalm too contains praise and a hymn to God; therefore it is entitled "Alleluia," which is interpreted "Praise the Lord." And at its very beginning it commands those who start out from sins to come, as to a physician and saviour, to the healing Son of God, and to lay bare to Him the wounds of the soul, by confessing their own sins. And he who does this genuinely, and bewails what he sinned before, [resolving] to do this not by words alone but in disposition and in deeds themselves, receives the introduction from the Psalmist. And he urges eagerly toward confession by announcing, "For the Lord is good, for His mercy is for ever." For this reason, he says, confess eagerly, since He too is ready for loving-kindness, knowing that the affairs of the present age, being mortal and perishable, need mercy.
Ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν. Οὐ μόνοι, φησὶν, ἡμάρτομεν· ἀλλ' εἴ τις ἐξετάσειεν ἄνωθεν ἀπὸ τῶν πρώτων χρόνων, εὕροι ἂν ἀεὶ καὶ ἐκ τοῦ παντὸς ἁμαρτητικὸν τυγχάνον τὸ ἡμέτερον γένος. Τοσούτων γὰρ θαυμασίων διὰ Μωϋσέως ἐπιτελουμένων, οὐ συνῆκαν, ἀλλὰ καὶ σωτηρίας τυχόντες, καὶ τῆς ὑπ' Αἰγυπτίοις δου-
"We have sinned with our fathers, we have done lawlessly, we have done wrong." Not we alone, he says, have sinned; but if one were to examine from above, from the first times, he would find our race always and altogether given to sin. For though so many wonders were wrought through Moses, they did not understand; but even having obtained salvation, and [release] from slav- [the print breaks off here mid-word, δου-, under the Egyptians]
PG 23:1313Read from the pageλείας ἐλευθερωθέντες, οὐκ ἔγνωσαν, ὅτι οὐ διὰ τὰς αὐτῶν δικαιοσύνας, οὔτε διὰ τὸ εἶναι ἐπισκοπῆς Θεοῦ ἀξίους, διὰ δὲ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ τούτων ἐπετετυχήκασι.
-ery to the Egyptians having been set free, they did not know that it was not because of their own righteousness, nor because they were worthy of God's oversight, but because of the multitude of His mercy, that they had obtained these things.
Οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ταῦτα μὲν ὁ πρὸ τούτου διείληφε ψαλμὸς, ἐπετέμνετο δὲ αὐτὸς καὶ τὰς ἐπὶ τῆς ἐρήμου παραδοξοποιίας, μηδὲν κατηγορήσας τοῦ λαοῦ. Ὁ δὲ παρὼν ἐπαναλαμβάνει τὴν διήγησιν, καὶ πάσας τοῦ λαοῦ τὰς δυσσεβείας διέξεισιν. Ἔστι δὲ καὶ ὁ πᾶς λόγος τοῦ Ἰουδαίων λαοῦ κατηγορικός. Καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Προσελθόντες Μωϋσῇ καὶ φήσαντες, Ὄφελον μὲν ἀπεθάνομεν ἐν γῇ Αἰγύπτῳ, ἢ ἐπὶ τῆς ἐρήμου ταύτης· καὶ, Παρὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἐξήγαγες ἡμᾶς, θανατῶσαι ἐν τῇ ἐρήμῳ; Τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; Οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν Αἰγύπτῳ λέγοντες· Πάρες ἡμᾶς, ὅπως δουλεύσωμεν τοῖς Αἰγυπτίοις; Κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς Αἰγυπτίοις, ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ. Καὶ ὅσον μὲν ἐπ' αὐτοῖς πικρὸν αὐτοῖς ἀντὶ χρηστοῦ τὸν Θεὸν κατεστήσαντο. Ὁ δὲ ἀγαθὸς Θεὸς πλουτῶν ἐλέῳ καὶ φιλανθρωπίᾳ, πάλιν ἔσωζεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ, τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ· ὅπως μὴ εἴπωσιν οἱ ἀσεβεῖς, Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; διὰ τοῦτο παρεῖχεν αὐτοῖς καὶ τότε τὴν σωτηρίαν, πανταχόθεν αὐτοὺς συνελαύνων ἐπὶ τὴν σωτηρίαν αὐτῶν. Οἱ δὲ νικηθέντες πρὸς μὲν ὀλίγον ἐπίστευσαν τοῖς λόγοις αὐτοῦ, διελθόντες τὴν Ἐρυθρὰν θάλασσαν.
"Our fathers in Egypt did not understand Your wonders; they did not remember the multitude of Your mercy. And they provoked [You] as they went up at the Red Sea." The psalm before this one dealt with these things, and itself also cut short the wonders in the desert, accusing the people of nothing. But the present one takes up the narrative again, and goes through all the impieties of the people. And the whole discourse is an accusation of the people of the Jews. "And they provoked [You] as they went up at the Red Sea": coming to Moses and saying, "Would that we had died in the land of Egypt, or in this desert"; and, "Because there were no graves in Egypt, have you brought us out to put us to death in the desert? What is this you have done to us in bringing us out of Egypt? Was not this the word that we spoke to you in Egypt, saying: Let us alone, that we may serve the Egyptians? For it is better for us to serve the Egyptians than to die in this desert." And as far as lay with them, they made God bitter to themselves instead of kind. But the good God, rich in mercy and loving-kindness, again saved them for His name's sake, to make known His power, so that the ungodly might not say, "Where is their God?" Therefore He gave them salvation then too, driving them together from every side toward their salvation. And they, overcome, believed His words for a little while, when they had passed through the Red Sea.
Καὶ ἐπετίμησε τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ. Ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ πᾶσι Θεὸς ἀνωμολόγηται. Εἰ οὖν καὶ Ἰησοῦς κλονουμένῃ ἐπιτάσσει τῇ θαλάσσῃ, πᾶσι Θεὸς ἀνωμολόγηται, ἵνα ἐκ τρικυμίας ἢ κλύδωνος γαλήνη γένηται. Θεὸς ὢν αὐτὸς ὁ ἐπιτιμήσας τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, ὡς διοδεύσιμον αὐτὴν γενέσθαι, τὴν πάλαι θάλασσαν καὶ ἄβυσσον διὰ τὸ τῶν ὑδάτων πλῆθος οὕτω καλουμένην.
"And He rebuked the Red Sea, and it was dried up, and He led them through the deep as through a desert." He who rebuked the Red Sea is acknowledged by all to be God. If then Jesus too gives command to the sea when it is tossed, He is acknowledged by all to be God, so that from the swell or the surge there comes a calm. He Himself, being God, is the one who rebuked the Red Sea and dried it, so that it became passable, the sea which of old was called a sea and an abyss because of the multitude of its waters.
Καὶ ἔσωσε αὐτοὺς ἐκ χειρὸς μισοῦντος, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ. Ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτοὺς, εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ζητήσῃ τις ἂν περὶ τῶν ἐπιμίκτων Αἰγυπτίων, τῶν διελθόντων τὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον ἅμα τῷ λαῷ γενομένων. Πρὸς ὃν ἐροῦμεν, ὅτι μὴ τῶν θλιβόντων ἦσαν τὸν Ἰσραὴλ. Περὶ δὲ τῶν θλιβόντων εἴρητο τὸ, Εἷς ἐξ αὐτῶν οὐχ ὑπελείφθη. Ὁ δὲ ἐπίμικτος λαὸς Αἰγύπτιος μὲν ἦν, πιστεύων δὲ ταῖς Μωϋσέως φωναῖς, σωτηρίας ἔτυχεν.
"And He saved them from the hand of him who hated them, and redeemed them from the hand of the enemy. The water covered those who afflicted them; not one of them was left." Someone might ask about the mixed Egyptians, who passed through the sea and came into the desert together with the people. To him we shall say that they were not among those who afflicted Israel. It was of those who afflicted them that "Not one of them was left" had been said. The mixed people was Egyptian, but, believing the words of Moses, it obtained salvation.
Καὶ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ᾖσαν τὴν αἴνεσιν αὐτοῦ. Ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ, οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ. Σὺν τῷ Μωϋσῇ καὶ Ἀαρὼν τὴν ᾠδὴν τὴν ἐν τῇ ἐξόδῳ παραυτίκα καὶ παραχρῆμα μεταβαλλόμενοι ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ.
"And they believed His word, and sang His praise. They made haste, they forgot His works; they did not wait for His counsel." With Moses and Aaron [they sang] the song at the exodus; [then] at once and straightway changing, "they made haste, they forgot His works." [The Greek has no verb for "the song"; the facing Latin supplies cecinerunt.]
PG 23:1316Read from the pageΚαὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν Θεὸν ἐν ἀνύδρῳ. Καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, ἐξαπέστειλε πλησμονὴν εἰς τὰς ψυχὰς αὐτῶν. Καὶ παρώξυναν τὸν Μωϋσῆν ἐν τῇ παρεμβολῇ, τὸν Ἀαρὼν, τὸν ἅγιον Κυρίου. Ὅτε μὲν τὸν Θεὸν ἐπείρασαν ἐν ἀνύδρῳ, ἀπείραστος ὢν ἀμνησίκακος, οὐκ ἀμειψάμενος αὐτοὺς ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Ἀλλὰ καὶ ὅτε παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, καὶ τότε ἐγνώρισεν αὐτοῖς τὴν δυναστείαν αὐτοῦ· ὅτε δὲ παρώργισαν τὸν Μωϋσῆν καὶ τὸν Ἀαρὼν ἐν τῇ παρεμβολῇ, τὸ τηνικαῦτα ἠνοίχθη ἡ γῆ, καὶ κατέπιεν αὐτούς· οὐκ ἔδει γὰρ καταφρονηθῆναι τοὺς θεράποντας. Ἀλλὰ καὶ ἐπείπερ χρηστότης ἐστὶ καὶ ἀποτομία παρ' αὐτῷ, πρῶτα τὰ τῆς χρηστότητος αὐτοῖς παρέσχετο· ὡς δὲ οὐκ ὤναντο δι' αὐτῆς, ἀκολούθως καταλλήλῳ μετέρχεται αὐτοὺς φαρμάκῳ κολαστηρίῳ. Ἠνοίχθη ἡ γῆ, καὶ κατέπιε Δαθὰν, καὶ ἐκάλυψεν ἐπὶ τὴν κεφαλὴν Ἀβειρών. Καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, φλὸξ κατέφλεξεν ἁμαρτωλούς. Μωϋσῆν μὲν οὖν παρώργισαν οἱ περὶ Δαθὰν καὶ Ἀβειρὼν εἰπόντες· Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεὸς, οὐχὶ καὶ ἡμῖν; τὸν δὲ Ἀαρὼν Κορὲ καὶ ἡ συναγωγὴ αὐτοῦ πῦρ ἀλλότριον προσαγαγεῖν, καὶ θυσίας τῷ Θεῷ ἐν χώρᾳ τῶν ἱερέων τολμήσαντες, παρώργισαν· ἀλλὰ τοὺς μὲν καταλαλήσαντας τοῦ Μωϋσέως, τὸν Δαθὰν παγγενεῖ ἀνοιχθεῖσα ἡ γῆ κατέπιε, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών· τὸν δὲ Κορὲ καὶ τοὺς σὺν αὐτῷ μέλλοντας προσφέρειν τὰ θυμιατήρια αὐτῶν φλὸξ ἀπὸ τῆς σκηνῆς προελθοῦσα κατέφλεξεν.
"And they lusted with lust in the desert, and tempted God in a waterless place. And He gave them their request; He sent fullness into their souls. And they provoked Moses in the camp, and Aaron, the holy one of the Lord." When they tempted God in the waterless place, He, being untempted and bearing no grudge, did not requite them but gave them their request. And also when they provoked [Him] as they went up at the Red Sea, then too He made known to them His power; but when they angered Moses and Aaron in the camp, then the earth was opened and swallowed them up; for His servants were not to be despised. And since there is both kindness and severity with Him, He first offered them the things of kindness; but as they gained nothing by it, He consequently pursues them with a fitting, punishing remedy. "The earth opened and swallowed up Dathan, and covered over the head of Abiram. And fire was kindled in their congregation; a flame burned up the sinners." Dathan and Abiram and their company angered Moses by saying: "Has God spoken to Moses alone, and not to us also?" And Korah and his congregation angered Aaron by daring to bring strange fire and sacrifices to God in the place of the priests; but those who spoke against Moses, Dathan with all his household, the earth opened and swallowed up, and it covered over the congregation of Abiram; while Korah and those with him, who were about to offer their censers, a flame came out from the tabernacle and burned up.
Καὶ ἐποίησαν μόσχον ἐν Χωρὴβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ, καὶ ἠλλάξαντο τὴν δόξαν αὐτοῦ ἐν ὁμοιώματι μόσχου ἐσθίοντος χόρτον. Ἐπελάθοντο τοῦ Θεοῦ τοῦ σώζοντος αὐτοὺς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ, θαυμάσια ἐν γῇ Χὰμ, φοβερὰ ἐπὶ θαλάσσης Ἐρυθρᾶς. Καὶ εἶπε τοῦ ἐξολοθρεῦσαι αὐτοὺς, εἰ μὴ Μωϋσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν. Οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου. Καὶ ἐπῆρε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσι, καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
"And they made a calf in Horeb, and worshipped the graven image, and exchanged His glory for the likeness of a calf that eats grass. They forgot God who saved them, who did great things in Egypt, wonders in the land of Ham, fearful things at the Red Sea. And He said He would destroy them, had not Moses His chosen one stood in the breach before Him, to turn away His wrath so that He should not destroy them; and they despised the desirable land. They did not believe His word, and they murmured in their tents; they did not hearken to the voice of the Lord. And He lifted up His hand against them, to overthrow them in the desert, and to overthrow their seed among the nations, and to scatter them in the lands."
Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, καὶ ἔφαγον θυσίας νεκρῶν. Καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ πτῶσις. Καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις· καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος. Κεῖται ἐν τοῖς Ἀριθμοῖς ἡ ἱστορία, ὅπως λαβὼν ὁ Φινεὲς τὸν σειρομάστην διέπειρε τὴν Μαδιανῖτιν ἅμα τῷ σὺν αὐτῇ πεπορνευκότι, καὶ ἐκόπασε παραχρῆμα ἡ κατ' αὐτῶν ὀργὴ ἅμα τῇ τοιαύτῃ πράξει. Παρίστησι δὲ ὁ λόγος, πόσον ἰσχύει παρὰ Θεῷ ἑνὸς ἀνδρὸς δικαιοσύνη, ὡς κοπάσαι τὴν ὀργὴν, καὶ ἀνακρουσθῆναι τὴν κατὰ τῶν ἡμαρτηκότων θραῦσιν, διὰ τὸν Φινεὲς ὑπὲρ τοῦ Θεοῦ ζῆλον.
"And they were initiated to Baal-Peor, and ate the sacrifices of the dead. And they provoked Him with their practices, and the fall was multiplied among them. And Phinehas stood and made atonement, and the plague ceased; and it was counted to him for righteousness from generation to generation for ever." The story lies in Numbers, how Phinehas took the spear and pierced the Midianite woman together with the man who had committed fornication with her, and the wrath against them ceased at once with such a deed. The word shows how much the righteousness of one man avails with God, so that the wrath ceased and the plague against the sinners was beaten back, because of the zeal of Phinehas for God.
PG 23:1317Read from the pageΚαὶ παρώργισαν αὐτὸν ἐπὶ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτοὺς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ. Καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ, οὐκ ἐξωλόθρευσαν τὰ ἔθνη ἃ εἶπε Κύριος αὐτοῖς. Καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσι, καὶ ἔμαθον τὰ ἔργα αὐτῶν, καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον. Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις. Καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν. Καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι, καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν, καὶ ἐπόρνευσαν ἐπὶ τοῖς ἐπιτηδεύμασιν αὐτῶν. Καὶ ὠργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Εἰ διὰ ταῦτα πάντα ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ, πῶς ἀνωτέρω εἴρηται· Τοῦ ἰδεῖν ἐν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου; Ἀλλὰ ὅρα εἰ μὴ σαφῶς καὶ τὴν βδελυχθεῖσαν κληρονομίαν τοῦ προτέρου λαοῦ παρέστησεν ὁ λόγος, καὶ περὶ ἑτέρας κληρονομίας θεσπίζει, ὡς καὶ περὶ ἑτέρου λαοῦ μεθ' ὧν εὔχεσθαι καταριθμηθῆναι διδάσκει.
"And they angered Him at the water of contradiction, and Moses was afflicted because of them, for they embittered his spirit. And he spoke rashly with his lips. They did not destroy the nations which the Lord told them. And they mingled among the nations, and learned their works, and served their graven images, and it became a stumbling-block to them. And they sacrificed their sons and their daughters to demons. And they poured out innocent blood, the blood of their sons and daughters, whom they sacrificed to the graven images of Canaan. And the land was defiled with murder through the bloodshed, and was polluted with their works, and they went whoring after their practices. And the Lord was angered with wrath against His people, and He abhorred His inheritance." If for all these things He abhorred His inheritance, how was it said above: "That we may see in the goodness of Your chosen ones, that we may rejoice in the gladness of Your nation, that we may be praised with Your inheritance"? But see whether the word has not plainly set forth the abhorred inheritance of the former people, and prophesies about another inheritance, as also about another people with whom it teaches us to pray to be numbered.
Καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐχθρῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς. Οὐ παραδίδωσι δὲ Κύριος τὸν λαὸν αὐτοῦ, ἐὰν μὴ πρότερον βδελύξηται αὐτόν· βδελύσσεται δὲ αὐτὸν διὰ τὰς προλελεγμένας πράξεις. Ἐπειδὰν δὲ ὁ Κύριος παραδῷ, τίς οὐ δύναται τῶν αὐτοῦ κυριεύσειν; Καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν· πλεονάκις ἐῤῥύσατο αὐτούς. Αὐτοὶ δὲ παρεπίκραναν αὐτὸν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν. Αὐτὸς μὲν, φησὶν, ἐῤῥύετο, χρηστὸς ὢν αὐτοῖς καὶ γλυκὺς γενόμενος· οἱ δὲ παρεπίκραναν, πικρὸν ἑαυτοῖς ποιοῦντες αὐτόν· καὶ πάλιν αὐτὸς ἔσωζεν οἷα σωτήρ· οἱ δὲ ἀπώλλυντο, ἔργοις ἀπωλείας ἑαυτοὺς περιπείροντες· καὶ τοῦτο πλεονάκις ἐγίνετο, ἕως οὗ αὐτοὶ ἑαυτοὺς ἐταπείνωσαν ἐν ταῖς αὐτῶν ἀνομίαις.
"And He gave them over into the hands of enemies, and those who hated them ruled over them." The Lord does not give up His people unless He has first abhorred them; and He abhors them because of the deeds mentioned before. And when the Lord gives them up, who is not able to rule over His own? "And their enemies afflicted them, and they were humbled under their hands. Many times He delivered them. But they embittered Him with their counsel, and were humbled in their iniquities." He, he says, kept delivering them, being kind and becoming sweet to them; but they embittered Him, making Him bitter to themselves; and again He saved them as a saviour; but they kept perishing, piercing themselves with works of destruction; and this happened many times, until they humbled themselves in their own iniquities.
Καὶ εἶδε Κύριος ἐν τῷ θλίβεσθαι αὐτοὺς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν. Καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων τῶν αἰχμαλωτευσάντων αὐτούς. Καὶ τοῦτο ἐπληροῦτο, ὅτε ἐνέβαλεν ὁ Θεὸς εἰς τὴν καρδίαν Κύρου τοῦ βασιλέως, καὶ μετὰ ταῦτα Δαρείου καὶ Ἀρταξέρξου φιλανθρώπως χρήσασθαι τῷ Ἰουδαίων ἔθνει, κατὰ τὰ ἐν τῇ Γραφῇ τοῦ Ἔσδρα φερόμενα. Ἀλλὰ καὶ εἰσέτι νῦν τῇ ἀρχῇ τῶν Ῥωμαίων δουλεύοντες ἐν οἰκτιρμοῖς τυγχάνουσι, τοῦ Θεοῦ τοῦτο αὐτοῖς δεδωρημένου· οὐχ ὅτι ἦσαν ἄξιοι, ἀλλὰ πάλιν διὰ τὸ πλῆθος τοῦ ἐλέους. Καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ. Μεταμέλειαν δὲ καλεῖ τῆς παιδείας τὴν παῦλαν. Ὁ γὰρ Θεὸς τῆς μεταμελείας οὐκ ἔχει τὸ πάθος, οὐδὲ νῦν μὲν τούτοις, νῦν δὲ ἐκείνοις ἀρέσκεται, ἀλλὰ σοφῶς ἅπαντα πρυτανεύων, καὶ παιδείας ἐπάγει καὶ φιλανθρωπίας ὀρέγει.
"And the Lord saw when they were afflicted, when He heard their prayer. And He remembered His covenant, and repented according to the multitude of His mercy. And He granted them compassion before all who had taken them captive." And this was fulfilled when God put it into the heart of Cyrus the king, and after that of Darius and Artaxerxes, to treat the nation of the Jews kindly, according to what is recorded in the Scripture of Ezra. And even now, serving under the rule of the Romans, they meet with compassion, God having granted them this; not because they were worthy, but again because of the multitude of His mercy. "And He repented according to the multitude of His mercy." He calls the ending of the chastisement repentance. For God does not have the passion of repentance, nor is He pleased now with these, now with those; but, ordering all things wisely, He both brings on chastisements and holds out loving-kindness.
PG 23:1320Read from the pageΣῶσον ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογεῖσθαι τῷ ὀνόματί σου τῷ ἁγίῳ, τοῦ ἐγκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Διδάσκονται εὔχεσθαι τυχεῖν τῆς ἀπὸ τῶν ἐθνῶν συναγωγῆς, ἵν' ἤδη ποτὲ τῆς διασπορᾶς ἀπαλλαγέντες ἐπὶ τὸ αὐτὸ συναχθῶσιν· ὅπερ Ἰουδαῖοι μὲν φαντάζονται μέλλειν ἔσεσθαι ἐν τῷ παρόντι βίῳ, ἐπιστάντος αὐτοῖς τοῦ ἠλειμμένου· ἡμεῖς δὲ, ἤδη τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος ἀνθρώποις, ὁρῶμεν ἐκ πάντων τῶν ἐθνῶν τὸ πλῆθος τῶν ὁσημέραι ὑπὸ τὸν τοῦ Θεοῦ Υἱὸν ἐπισυναγομένων ψυχῶν, ἐντεῦθέν τε παρασκευαζομένων ἐπὶ τὴν κρείττονα ἐπισυναγωγὴν τῆς τῶν οὐρανῶν βασιλείας, ἥντινα ἀληθῶς ἁγίαν ἐπαγγέλλεται. Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος. Καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο, γένοιτο. Ἀκολούθως τῷ Ἀποστόλῳ φήσαντι· Ἐν παντὶ εὐχαριστεῖσθε, καὶ νῦν ὁ λόγος διδάσκει, πάντοτε εὐλογεῖν τὸν Κύριον, καὶ ἐφ' οἷς ἐλεεῖ καὶ ἐφ' οἷς παιδεύει, καὶ ἐφ' οἷς σώζει.
"Save us, O Lord our God, and gather us from among the nations, to give thanks to Your holy name, to glory in Your praise. Blessed be the Lord God of Israel from everlasting to everlasting. And all the people shall say, So be it, so be it." They are taught to pray to obtain the gathering from the nations, so that, at last freed from the dispersion, they may be gathered together; which the Jews imagine will happen in the present life, when the anointed one comes to them; but we, since our Saviour has already shone upon men, see from all the nations the multitude of souls that are daily being gathered under the Son of God, and are thence being prepared for the better gathering of the kingdom of heaven, which he truly announces as holy. "Blessed be the Lord God of Israel from everlasting to everlasting. And all the people shall say, So be it, so be it." In keeping with the Apostle, who said, "In everything give thanks," the word now too teaches us always to bless the Lord, both for what He shows mercy in and for what He chastises in and for what He saves in.
ἈΛΛΗΛΟΥΪΑ. Ρϛ'.
ALLELUIA. [Psalm] 106.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλύτρωσεν ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτοὺς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης· ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ, ἐν ἀνύδρῳ. Τῷ Κυρίῳ ἐξομολογεῖσθαι δεῖ κατά τε τὸ ὁμολογεῖν τὰ ἑαυτῶν πλημμελήματα ὡς ἰατρῷ, κατά τε τὸ εὐχαριστεῖν αὐτῷ ἐπὶ ταῖς εἰς ἡμᾶς εὐεργεσίαις, τὸ ἔγγυον τῆς παρ' αὐτοῦ θεραπείας ἔχοντας· ὅτι μὴ μόνον χρηστός ἐστιν, ἀλλὰ καὶ παρατείνει τὸ ἔλεος αὐτοῦ εἰς πάντα τὸν παρόντα αἰῶνα. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν, καὶ ἐκ χωρῶν συνήγαγεν αὐτούς. Εἰκότως καὶ ἐπὶ τοῦ παρόντος ἡ κλῆσις τῶν ἐθνῶν, ἡ διὰ τοῦ Σωτῆρος ἡμῶν εἰς ἔργον χωρήσασα, προφητεύεται μετὰ τὴν ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους, τὴν διὰ τοῦ πρὸ τούτου ψαλμοῦ δηλωθεῖσαν· ἐν ᾧ μετὰ τὸν μακρὸν κατάλογον τῶν ἀσεβειῶν αὐτῶν ἐλέγετο· Καὶ ὠργίσθη Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ· καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ. Οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθρῶν· τοὺς πάλαι ὑπὸ τῶν ἐχθρῶν καὶ πολεμίων τῶν ἀνθρώπων, τουτέστι τοῦ διαβόλου καταδεδουλωμένους. Καὶ ἀπὸ χωρῶν συνήγαγεν αὐτοὺς ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, καὶ βοῤῥᾶ καὶ θαλάσσης. Ἐπισυνάγει δὲ αὐτοὺς εἰς τὴν αὐτοῦ Ἐκκλησίαν ἐκ παντὸς ἔθνους· πᾶσαν γὰρ τὴν οἰκουμένην διὰ τῶν τεσσάρων ἐδήλωσε κλιμάτων. Ἐκ τούτων γὰρ ἔθνος καινὸν καὶ κληρονομία τοῦ Θεοῦ νέα συνέστη. Εἰκὸς μὲν οὖν τινα νομίσαι τὴν τῶν Ἰουδαίων ἐκ τῶν ἐθνῶν συναγωγὴν διὰ τοῦ παρόντος δηλοῦσθαι ψαλμοῦ, ὡς μελλόντων τῶν καθ' ὅλης τῆς οἰκουμένης Ἰουδαίων ἀποχωρίζεσθαι τῶν ἐθνῶν, καὶ τῆς κατὰ τὴν ἀλλοδαπὴν διατριβῆς ἀπαλλάττεσθαι,
"Give thanks to the Lord, for He is good, for His mercy is for ever. Let them say so who have been redeemed by the Lord, whom He redeemed from the hand of the enemies, and gathered them from the lands, from the east and the west, and the north and the sea. They wandered in the desert, in a waterless place." One must give thanks to the Lord both by confessing one's own offences as to a physician, and by thanking Him for His benefits toward us, holding the pledge of His healing; because He is not only good, but also extends His mercy through all the present age. "Let them say so who have been redeemed by the Lord, whom He redeemed from the hand of the enemies, and gathered them from the lands." Fittingly, here too the calling of the nations, which came to fulfilment through our Saviour, is prophesied after the rejection of the nation of the Jews, which was shown through the psalm before this; in which, after the long catalogue of their impieties, it was said: "And the Lord was angered against His people, and He abhorred His inheritance." "Whom He redeemed from the hand of the enemies": those who of old had been enslaved by the enemies and foes of men, that is, by the devil. "And from the lands He gathered them, from the east and the west, and the north and the sea." He gathers them into His Church from every nation; for he indicated the whole inhabited world by the four quarters. For from these a new nation and a new inheritance of God was formed. Now someone might perhaps think that the gathering of the Jews from the nations is meant by the present psalm, as though the Jews throughout the whole inhabited world were to separate themselves from the nations and be freed from their sojourn in a foreign land, [the column ends here; the sentence runs on in col 1321]